ΜΑΡΤΙΟΥ 28.
ΣΤΕΦΑΝΟΣ ΟΣΙΟΣ ΘΑΥΜΑΤΟΥΡΓΟΣ
ΑΚΟΛΟΥΘΙΑΣ (ἄνευ δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τοῦ
Τριωδίου καὶ γ΄ τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Μοναστὴς
ἀληθέστατος, καὶ ἀστὴρ φαεινότατος, καὶ πηγὴ γενόμενος κατανύξεως, ἀγάπῃ ὤφθης
ἀνάπλεως, καὶ πρᾷος καὶ μέτριος, συμπαθὴς καὶ ταπεινός, ἀνεξίκακος ἄμεμπτος,
Πάτερ Στέφανε. Διὰ τοῦτο Χριστός σε τῶν Ὁσίων, κατατάττει ταῖς ἀγέλαις,
θαυματουργίαις τιμώμενον.
Ἀγρυπνίαν
παννύχιον, καὶ ἐγκράτειαν ἄφατον, προσευχὴν ἀθόλωτον βίον ἔνθεον, πίστιν ἐλπίδα
ἀνόθευτον, ὀρθόδοξον φρόνημα, θαυμαστὴν διαγωγήν, καὶ μεγίστην συμπάθειαν,
Πάτερ ἔσχηκας. Καὶ θανὼν καὶ πρὸ τέλους ἀπαστράψας, ἐν σημείοις παραδόξοις,
ὅθεν τιμῶμέν σε Στέφανε.
Ὡς
ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον ἄδυτον, οὐρανὸν ὡς ἔμψυχον θείοις θαύμασι, καθάπερ
ἄστροις κοσμούμενον, λειμῶνα ὡς εὔοσμον, ὡς παράδεισον τρυφῆς, ὡς πηγὴν
ἁγιάσματος, ὡς παμμέγιστον, ἰατρὸν ἀσθενοῦντων ὡς ποιμένα, καὶ καλὸν ἡμῶν
προστάτην, ἀνευφημοῦμέν σε Στέφανε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί Σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα,
καὶ τὸ ἡμέτερον φύραμα, ἐκ Σου προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με
Πάναγνε, νῦν θλιβόμενον, ἀλλ’ οἰκτείρησον τάχος καὶ παντοίας, δυσμενείας τε καὶ
βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.
Ἤ
Σταυροθεοτοκίον.
Ἐν
Σταυρὸν ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ Ἁμνὰς καὶ Μήτηρ Σου ἐξεπλήττετο, καὶ
τί τὸ ὅραμα ἔκραζεν, Υἱὲ ποθεινότατε, ταῦτά Σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν,
ὁ παράνομος, ὁ πολλῶν Σου θαυμάτων ἀπολαύσας; ἀλλὰ δόξα τῇ ἀῤῥήτῳ, συγκαταβάσει
Σου Δέσποτα.
ΟΡΘΡΟΣ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τοὺς σ[οὺς γ]εραίρω παμμάκαρ θείους πόνους. Ἰωσήφ.
ᾨδὴ
α΄. Ἦχος α΄. ᾨδὴ ἐπινίκιον.
Τὴν
ἔνθεον μνήμην σου θεόφρον Πάτερ, πιστῶς ἑορτάζοντες τον τῶν ὅλων Κύριον, ἀεὶ
δοξάζομεν τὸν σὲ δοξάσαντα πολλοῖς, Στέφανε θαύμασιν.
Ὁ
νοῦς σου ταῖς νεύσεσι πρὸς τὸν θεῖον, πανσόφως θεούμενος παντελῶς ἀπένευσεν, ἐκ
τῶν παθῶν τῆς σαρκός, καὶ Ἄγγελόν σε ἐπὶ γῆς, ἔδειξε Στέφανε.
Ὑπῆλθες
ἀσκήσεως τοὺς πόνους Πάτερ, καὶ πάθη ἐνέκρωσας τῆς σαρκὸς δυσκάθεκτα, καὶ τὴν
ἀπάθειαν, ὡς διπλοΐδα φωτεινήν, σαφῶς ἐνδέδυσαι.
Σταυρώσας
τὰ μέλη σου δι’ ἐγκρατείας, Χριστῷ Πάτερ ἔζησας τῷ Σταυρῷ τὸν θάνατον,
ἐξαφανίσαντι καὶ ἰαμάτων δαψιλῆ, χάριν ἐπλούτησας.
Θεοτοκίον.
Συνέλαβες
Ἄχραντε ἀῤῥήτῳ λόγω, τὸν πάντα συνέχοντα τὰ τῆς γῆς πληρώματα, καὶ τοῦτον
τέτοκας, Ὃν ἐκδυσώπει ἐκτενῶς, του ἐλεῆσαι ἡμᾶς.
ᾨδὴ
γ΄. Στερεωθήτω ἡ καρδία μου.
Ἔργοις
σεπτοῖς καὶ κατορθώμασιν, ἐναρέτοις Πάτερ διέλαμψας, ὥσπερ ἀστὴρ ὁλοφαής,
μοναζόντων συστήματι, καὶ ἐφώτισας θαυμάτων, ἀστραπαῖς τὴν ὑφήλιον.
Ῥώμῃ
καὶ χάριτι τοῦ Πνεύματος, δυσμενεῖς ἀσάρκους κατέβαλες, καὶ ἀνυψώθης εὐκλεῶς,
ἐν ταπεινῷ φρονήματι, καὶ θαυμάτων αὐτουργός, Πάτερ σοφὲ ἐχρημάτισας.
Αἱρετιζόντων
Πάτερ στόματα, ἀληθείας λόγῳ ἐνέφραξας, καὶ διωγμοὺς ὑπενεγκών, στέφος θεῖον
ἀπείληφας, ἄνευ μωλώπων γενόμενος σοφὲ Μάρτυς ἄριστος.
Θεοτοκίον.
Ἵνα
Θεὸς ἄνθρωπος γένηται, ὁ Θεὸς ἐγένετο ἄνθρωπος, ἐκ Σοῦ τῆς μόνης καθαρᾶς, ἀρχὴν
λαβὼν ὁ ἄναρχος, διὰ τοῦτό Σε Παρθένε, οἱ πιστοὶ μεγαλύνομεν.
ᾨδὴ
δ΄. Ἐν Πνεύματι προβλέπων.
Ῥανίσιν
ἱερῶν Σου δακρύων ἀρδευθείς, δένδρον ὤφθης Στέφανε κατάκαρπον σοφέ, καρποὺς
προσφέρων τὰς ἀρετὰς εὐώδεις, καὶ τῶν θαυμάτων τὰς ἀπείρους ἀναβλύσεις, ὅθεν εὐσεβῶς
σε γεραίρομεν.
Ὡς
θεῖος καθορᾶται παράδεισος σοφέ, οἶκος ὁ κατέχων Σου λειψάνων τὴν σορόν, ἄνθη
ποικίλα προσφέρων τὰ τῶν θαυμάτων, οἷς αἱ καρδίαι ἐνηδυνόμεναι τῶν πίστει
Στέφανε ἀεὶ εὐφημούντων σε.
Πηρώσεις
διαλύεις καὶ παύεις χαλεπά, τῶν βροτῶν νοσήματα εἰς δόξαν τοῦ Χριστοῦ, παρ’ Οὗ
τὴν χάριν, τὴν καμάτων πλουτήσας ἐμεγαλύνθης, ἐλαμπρύνθης ἐδοξάσθης, κλέος
μοναζόντων Πατὴρ ἡμῶν.
Θεοτοκίον.
Ἁγία
Θεοτόκε ἁγίασον ἡμᾶς, ἡ τὸν ὑπεράγιον κυήσασα σαρκί, ὁμοιωθῆναι θελήσαντα τοῖς
ἀνθρώποις, καὶ οὐρανίου πολιτείας πάντας δεῖξον, Ἄχραντε μετόχους πρεσβείαις
Σου.
ᾨδὴ
ε΄. Τὴν Σὴν εἰρήνην.
Μυρίπνοος
γενόμενος ἐνθέοις ἀρεταῖς, ἔβλυσας σοφὲ μετὰ κοίμησιν, μύρον εὐῶδες
θαυμαζόμενον, ὑπὸ πιστῶν ἀνθρώπων, τῶν πόθῳ σε τιμώντων.
Μεγίσταις
ἐπιδείξεσι θαυμάτων φοβερῶν, Στέφανε πανσόφως διέλαμψας, καὶ πρὸ θανάτου
ἀξιάγαστε, καὶ μετὰ ἐκδημίαν, καὶ ἱερὰν κηδείαν.
Ἁγίως
διανύσας σου τὸν βίον ἐν Χριστῷ, Στέφανε θεόφρον Πατὴρ ἡμῶν, μετὰ Ἁγίων
κατεσκήνωσας, καὶ νῦν καθαγιάζεις, τοὺς πίστει σε τιμῶντας.
Θεοτοκίον.
Κυήσασα
Πανάμωμε Θεὸν Ἐμμανουήλ, ἄνθρωπος σαφῶς δι’ οἶκτον γενόμενον, τοῦτον δυσώπει ὡς
φιλάνθρωπον, Ἁγνὴ κατοικτειρῆσαι, λαὸν ἡμαρτηκότα
ᾨδὴ
στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ἀνορθοῖς
Πάτερ χωλούς, ὀμματίζων τοὺς τυφλούς, βηματίζειν δὲ ποιεῖς, παραλύτους ἐν
Χριστῷ, ἐκδιώκεις τε, τῆς πονηρίας πνεύματα Στέφανε.
Ῥεῖθρον
πρόεισιν ει, ὡς ἐκ κρήνης καθαρᾶς, τῆς τιμίας σου σοροῦ, ἰαμάτων δαψιλές,
μακάριε, παθῶν ξηραῖνον πᾶσαν ἐπίῤῥοιαν.
Θαυμαστὸς
θαυματουργός, καὶ ποιμὴν ἀληθινός, Πάτερ Στέφανε φανείς, διαφύλαττε ἀεί, τὴν ποίμνη
σου, ἣν συνεστήσω πολλοῖς ἱδρῶσί σου.
Θεοτοκίον.
Ἐπὶ
Σὲ ὡς ὑετός, ἐπὶ πόκον κατελθών, Θεοτόκε ὁ Σωτήρ, ἀπεξήρανε σαφῶς τὰ ῥεύματα
τῆς ἀθεΐας, ἀρδεύσας πάντων ψυχάς.
ᾨδὴ
ζ΄. Τοὺς ἐν καμίνῳ.
Ἱερουργήσας
ὥσπερ σεαυτόν, τοῖς ἄνθραξι τῆς ἀσκητικῆς διαγωγῆς, ὅλως Χριστοῦ ἐδείχθης Πάτερ
εὐωδία, καὶ πιστῶν τὰ πρόσωπα, εὐωδιάζεις ἀεί, θαυματουργῶν ὑπὲρ νοῦν.
Ὀρθοδοξίας
λάμπων ἀστραπαῖς, διέλυσας σκότος τῶν αἱρέσεων σοφέ, καὶ διωγμοὺς ἔτεσι
πλείστοις καρτερήσας, Μάρτυς ἄνευ αἵματος γέγονας, ὅθεν πιστῶς ἀνευφημοῦμέν Σε.
Ὑπομονὴν
κτησάμενος πολλήν, ἐγκράτειαν πίστιν ἀληθῆ, ὤφθης πατὴρ ὀρφανῶν, χηρῶν
προστάτης, συμπαθὴς καὶ μέτριος, Στέφανε τῶν μοναστῶν, κλέος καὶ καύχημα.
Σοῦ
κατεπλάγη στῖφος δυσμενῶν, τὴν πάννυχον στάσιν, καὶ εὐχῶν ἐπιμονήν, τὰ δάκρυα,
τοὺς στεναγμούς, τὴν πρὸς τὸν Κτίστην, ἀκλινῆ διάθεσιν, δι’ ὧν καθεῖλες αὐτῶν,
Στέφανε τὰς μηχανάς.
Θεοτοκίον.
Πως
γαλουχεῖς ἀπάτορα Υἱόν, τὸν τρέφοντα ἅπασαν πνοὴν Μῆτερ Ἁγνή; Πῶς ἐν χερσί, τὸν
συνοχέα φέρεις πάντων; ὑπὲρ νοῦν τὸ θαῦμά Σου, ὅθεν ὑμνοῦμεν ἀεὶ τὰ μεγαλεῖά
Σου.
ᾨδὴ
η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Ὁσίως
τὰ ὅσια παμμάκαρ ἐκτελῶν, Ὁσίοις συνέταξαι καὶ πᾶσιν ἐκλεκτοῖς, μεθ’ ὧν σε τιμῶμεν, καὶ τὴν λάρνακα, τὴν σὴν
προσκυνοῦμεν, Στέφανε θεοφόρε.
Νοὸς
καθαρότητα κτησάμενος σοφέ, τοῦ Πνεύματος ἔσοπτρον γεγένησαι τερπνόν, τὰς
τούτου ἐμφάσεις εἰσδεχόμενος, καὶ λαοὺς φωτίζων, ταῖς σαῖς διδασκαλίαις.
Ὁρᾶται
παράδοξον παμμάκαρ διὰ σοῦ, πανσόφως τελούμενον ἐκ μόνης γὰρ τῆς σῆς, τὸ
γύναιον θέας τῆς προσούσης αὐτῷ, νόσου ἀπελύθη, εὐθέτως βηματίζειν.
Τριαδικόν.
Ὑμνήσωμεν
Ἄναρχον Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ Ἅγιον ἀμέριστον ἀρχήν, ἀΐδιον κράτος
τρισυπόστατον, φύσιν μίαν δόξαν, καὶ μίαν βασιλείαν.
Θεοτοκίον.
Σαρκοῦται
ὁ ἄσαρκος ἐκ Σοῦ θεοπρεπῶς, Ὃν αἴτησαι Πάναγνε τὰ πάθη τῆς ἐμῆς, σαρκὸς
θανατῶσαι καὶ ζωῶσαί μου, τὴν νενεκρωμένην, ψυχὴν ταῖς ἁμαρτίαις.
ᾨδὴ
θ΄. Τὴν φωτοφόρον νεφέλην.
Ἰχνηλατῶν
θεοφόρε, τοὺς εὐσεβῶς καὶ ὁσίως, βεβιωκότας ἐπὶ γῆς, πρᾷος ἄκακος ὤφθης, καὶ
συμπαθής, καὶ ταπεινός, καὶ μέτριος Στέφανε, καὶ ἀγάπης, πεπλησμένος τῆς θείας
διὰ τοῦτο, εὐφημοῦμέν σε πιστῶς.
Ὥσπερ
ἡδύπνοον μύρον, ὡς καθαρώτατον κρίνον, ὡς ῥόδον Πάτερ εὐθαλές, εὐωδίαν
ἐκπέμπεις, ἐκ τῆς τιμίας σου σοροῦ, ἀπείρων ἰάσεων τὰς δυσώδεις, ἀῤῥωστίας
διώκων τῶν ἐν πίστει, προσιόντων σοι θερμῶς.
Σὲ
τὸν ποιμένα τὸν θεῖον, καὶ μιμητὴν τοῦ μεγάλου, καὶ ἀρχιποίμενος Χριστοῦ,
δυσωποῦμεν θεόφρον, οἱ χρηματίζοντες τῆς σῆς, ἀγέλης νῦν θρέμματα περίσωζε, πονηρῶν
ἡμᾶς λύκων, ταῖς ἁγίαις μεσιτείαις σου ἀεί.
Ἡ
παναγία σου μνήμη, καθάπερ ἥλιος μέγας, εξανατείλασα φαιδρῶς, καταυγάζει τὴν
κτίσιν, ἣν ἐκτελοῦντες εὐσεβῶς, βοῶμέν σοι Στέφανε· πρεσβείαις σου, πάντων τὰς
διανοίας καταυγάσας, σκέπε φύλαττε ἡμᾶς.
Θεοτοκίον.
Φιλαμαρτήμων
ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον ἁγνή, τὸ ἀδέκαστον τρέμω, ἐν ᾧ με
τήρησον ταῖς Σαῖς, Ἁγίαις δεήσεσι, Θεόνυμφε, ἀκατάκριτον ὅπως ὡς προστάτιν,
μακαρίζω Σε ἀεί.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε
πατὴρ ἡμῶν Στέφανε, νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών,
θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι· δόξα τῷ
δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν
ἰάματα.
Κοντάκιον.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἥλιος φαιδρός, ἀνατείλασα Πάτερ, ἡ μνήμη σου πιστῶν, τὰς καρδίας φωτίζει, τὰ
πάθη διώκουσα, καὶ τὸ σκότος ἐξαίρουσα, ἣν ἐκ πίστεως, εἰλικρινῶς ἐκτελοῦντας,
σκέπε φύλαττε, πειρατηρίων τοῦ βίου, ἡμᾶς Πάτερ Στέφανε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου