Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 17. ΑΓΙΑ ΠΟΥΛΧΕΡΙΑ ΒΑΣΙΛΙΣΣΑ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΖ!!
ΠΟΥΛΧΕΡΙΑ ΒΑΣΙΛΙΣΣΑ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, περιστερὰ λογική, κεχρυσωμένας ἡ κατέχουσα πτέρυγας, τῷ κάλλει τῆς εὐσεβείας, ἡ παρθενίας φωτί, ὡς φωστὴρ ἐν κόσμῳ διαλάμψασα, λαμπὰς ἡ ἀείφωτος, τοὺς πιστοὺς καταυγάζουσα, τοῖς πολυφώτοις, ἀρετῶν σελαγίσμασι, στήλη πίστεως, καὶ κιθάρα ἡδύφωνος, κρήνη ἀναβλυστάνουσα, δογμάτων τὰ νάματα, καὶ εὐσπλαγχνίας Πουλχερία, εὐκλεεστάτη βασίλισσα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. (Δίς)

Χαίροις, τῶν Ἀνασσῶν καλλονή, καὶ χριστοφόρων τὸ ἡδύτατον ἄκουσμα, ἡ στάθμη τῆς Ἐκκλησίας, τῶν πενομένων τροφή, τῶν νοσούντων πάντων ἡ παράκλησις, ἐξ ἧς ἡ σωτήριος, τῶν δογμάτων σαφήνεια, ὡς ἀπὸ κρήνης, διεδόθη τοῖς πέρασι, καὶ κατήρδευσε, τὴν ὑφήλιον ἅπασαν, ἄνασσα θεοκόσμητε, Πουλχερία θεόληπτε, τῶν ὀρθοδόξων ἀνάκτων, διαυγεστάτη εὐπρέπεια, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. (Δίς)

Χαίροις, τῆς Βασιλείας Θεοῦ, τῶν βασιλίδων βασιλὶς ἀκροθίνιον, καὶ πάντων τῶν βασιλέων, τῶν εὐσεβῶν καλλονή, καὶ δογμάτων θείων φύλαξ ἄριστος, παρθένων ἀγλάϊσμα, Πουλχερία πανεύφημε, ἡ τὴν πορφύραν, καὶ τὸ στέμμα κοσμήσασα, καὶ κυρώσασα, Ἐκκλησίας τὰ δόγματα· πρέσβευε ὦ πανένδοξε, Χριστῷ τῷ Θεῷ ἡμῶν, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, τῶν ἐκτελούντων τὴν μνήμην σου, και σὲ δοξαζόντων, τοῦ δοθήναι ἡμῖν πᾶσι, τὸ μέγα ἔλεος.

Χαίροις, ὦ Πουλχερία σεμνή, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, τὸ ῥόδον τῆς παρθενίας, τῶν Ὀρθοδόξων κανών, οὐρανῶν χαρίτων θείων ἔμπλεως, ἐξ ὧν καταυγάζεται, ἡ περίγειος ἅπασα, πρὸς εὐκαρπίαν, ψυχικὴν καὶ σωτήριον, καὶ αἱρέσεων, ἀπελαύνεται ζόφωσις, ἔσπερε ἀδιάδοχε, αὐγὴ χρυσοπόρφυρε, στόμα τὸν νόμον τὸν θεῖον, ἐμμελετῆσαν ἀείποτε, Χριστοῦ κληρονόμε, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.



Δόξα. Ἦχος δ΄.
Σήμερον, ἀνέτειλεν ὡς ἔαρ εὐανθὲς καὶ ἡδύπνοον, ἐν περιόδῳ τέλους χειμῶνος, καὶ ὡς ἄλλη λογικὴ περιστερά, τὴν παῦσιν τοῦ κατακλυσμοῦ προμηνύουσα, ἡ μνήμη τῆς Πουλχερίας, τῆς διαλαμψάσης ἐν μέσῳ δύο Συνόδων, καὶ τῶν αἱρέσεων τὸν κρυμόν, τὸν καύσωνα καὶ κατακλυσμὸν ἐξαφανισάσης, καὶ τῇ νοητῇ κιβωτῷ Ἐκκλησίᾳ προξενησάσης οἷα εὐθαλῆ φυτὰ καὶ ὡραῖα ἄνθη καὶ ὀπώρας ὠρίμους, δόγματα σωτήρια, τὰς ψυχὰς ἡμῶν εὐφραίνοντα. Κατὰ χρέος οὖν ἀδελφοί, ἐπαξίως ταύτην ὑμνήσωμεν· ἐξαιρέτως δὲ ἡμεῖς οἱ τηλικαύτης κτιτορίσσης ἀξιωθέντες· ἣ ὡς παρθένος καὶ ἰσαπόστολος καὶ βασίλισσα ἡγιασμένη, παρίσταται ἐκ δεξιῶν τοῦ παντάνακτος Χριστοῦ, πρεσβεύουσα διηνεκῶς, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην αὐτῆς.

 Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Βασιλειῶν Γ΄ τὸ Ἀνάγνωσμα (Κεφ. η΄, 22-27)
Ἔστη Σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης Ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; Καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχηται ἐνώπιόν σου πρὸς σὲ σήμερον, τοῦ εἶναι τοὺς ὀφθλαμούς ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας·ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον· καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ, καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ.



Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ξα΄10-ξβ΄1)
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκε μοι μίτραν, καὶ ὡς νήμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό· καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Καὶ οὐκέτι κληθήσῃ· Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι· Ἔρημος· σοὶ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου· Οἰκουμένῃ, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ξ΄1)
Φωτίζου φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ’ ἔθνη· ἐπὶ δὲ σὲ φανήσρται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται. Τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. Καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον, καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Τίνες οἶδε ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; Ἐμὲ αἱ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν αὐτῶν μετ’ αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν Ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ δι’ ἔλεος ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει, ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότεςς υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ· Πόλις Κυρίου, Σιών, Ἁγίου Ἰσραήλ. Διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἧν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, καὶ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ.

Λιτή. Ἦχος β΄.
Ἐκ ῥίζης εὐσεβοῦς, εὐσεβὴς ἐβλάστησε καρπός, ἡ πανσέβαστος Πουλχερία, ἡ τὴν ἁλουργίδα ἐνθέως κοσμήσασα, καὶ τὸ διάδημα, ἀρετῆς καὶ σεμνότητος κόσμημα ἀποδειξαμένη. Τίς τοιοῦτό ποτε ἐθεάσατο παράδοξον; Ἐν τρυφαῖς ἐγκράτειαν ἐπεδείξατο, καὶ ἐν θορύβοις ἁγνείαν καὶ νοῦν ἀκλόνητον· ἐν μέσῳ δὲ πάλιν ἀνδρῶν παντοίων ἀναστρεφομένη, καὶ οἰκουμενικαῖς φροντίσιν ἐνασχολουμένη, ἀδιάφθορος διέμεινε· μόνη γὰρ παρθένος καὶ πολυχρόνιος βασίλισσα ἐγνωρίσθη· διὸ δικαίως παρὰ τῶν ἐνδοξοτέρων πατέρων, τῆς εὐσεβείας μήτηρ, καὶ προστάτις ὀρθοδοξίας κηρύττεται. Αὐτὴν οὖν καὶ ἡμεῖς ἀδελφοὶ ἱκετεύειν μὴ διαλείπωμεν, ὅπως τύχωμεν ταῖς πρεσβείαις αὐτῆς, τῶν αἰωνίων ἀγαθῶν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πάντες οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ὀρθόδοξοι, ᾄσμασι καταστέψωμεν Πουλχερίαν τὴν βασίλισσαν καὶ  παρθένον· τὴν ἄγρυπνον φύλακα τῶν ὀρθοδόξων· τὴν ἄμωμον περιστεράν, τὴν ἐνδιαπρέψασαν τῷ κάλλει τῆς παρθενίας, καὶ τῶν πιστῶν ὀφθεῖσαν ἀδιάσειστον ἔρεισμα· τὸ καταφύγιον τῶν θείων Πατέρων· τὴν προστασίαν τῶν ὀρφανῶν· τὴν τροφὸν τῶν πενήτων· τὴν ἀντίληψιν τῶν ἀσθενῶν καὶ ἀπολύτρωσιν τῶν ἀδικουμένων· τὴν ἄοκνον γηροτρόφον· τῶν θείων Ναῶν τὴν κοσμήτορα· τῆς εὐσεβοῦς βασιλείας τὴν αἴγλην. Αὕτη γὰρ διέλαμψεν ἐν πάσῃ τῇ Ἐκκλησίᾳ, ὡς καθαρὰ καὶ ὁλόφωτος σελήνη, καὶ ἐκ δεξιῶν τοῦ Σωτῆρος παρίσταται ὡς βασίλισσα, περιβεβλημένη τὸν πάγχρυσον κόσμον τῶν ἀρετῶν, τόν τε θεοΰφαντον ποδήρη τῆς παρθενίας, καὶ τὴν ἁλουργίδα τῆς πίστεως, καὶ τοὺς χρυσοῦς κροσσωτοὺς τῶν εὐποιϊῶν, καὶ τὰ ποικιλόχροα ἄνθη τῶν θείων χαρίτων πεποικιλμένη. Ὅθεν ἐπεθύμησεν ὀ πάντων Βασιλεὺς τοῦ κάλλους αὐτῆς, καὶ διετήρησεν ἀδιάφθορον παρθένον, καὶ ἑαυτῷ νύμφην ἄμωμον προσηγάγετο, καὶ κατοικεῖν παρ’ αὐτῷ ἐποιήσατο. Ταύτην οὖν ἱκετεύοντες εἴπωμεν· Βασίλισσα θεόστεπτε, τῶν εὐσεβῶν προστασία, ὡς ἔχουσα πρὸς αὐτὸν ἀκαταίσχυντον παῤῥησίαν, μεσίτευσον ὑπὲρ ἡμῶν, καὶ ὑπὲρ ταύτης τῆς ἱερᾶς Μονῆς Σου τοῦ Ἐσφιγμένου, ἵνα διαμένοντες ἀβλαβεῖς, εὐφημῶμέν σε εἰς τοὺς αἰῶνας.


Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὡς ὀρθρινὴν χρυσοπόρφυρον αἰθρίαν, καὶ ὡς εὐδιάχυτον ἀνατολὴν φαεινήν, καὶ ἑωσφόρον εὐφρόσυνον, καὶ οὐρανίαν, λαμπρὰν νεφέλην καὶ ἐξαστράπτουσαν, ταῖς θείαις τοῦ Πνεύματος, ἀΰλοις χάρισι, τοῦ ἀκενώτος ἐκλάμψαντος, ἐν τῇ ψυχῇ σου, καὶ ὡς φωστῆρά σε κόσμῳ δείξαντος, καὶ φῶς ἀνέσπερον γινώσκομεν, Ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὃν ἱκέτευε σῶσαι, Πουλχερία τὰς ψυχὰς ἡμῶν.

Στ.: Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐκ κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.
Ἡ ἐκ σπαργάνων Χριστῷ ἀνατεθεῖσα, καὶ βίον ζηλώσασα τὸν ἀξιέπαινον, τῷ τὴν ζωὴν δωρουμένῳ σοι, καὶ σωτηρίαν, καὶ πρὸς τὴν θείαν ὄντως ἀπόλαυσιν, σὲ μεταβιβάσαντι, τὴν ἀδιάῤῥευστον, ὦ Πουλχερία βασίλισσα, τὴν παρθενίαν, καὶ ἀπαρχὴν Αὐτῷ καθιέρωσας, Ὃν καὶ ἐνθέως ἐδογμάτισας, σὺν συγγόνῳ τῷ σῷ παμμακάριστε, μεθ’ οὗ αἴτησαι λύσιν, τῶν παθῶν ἡμῶν δωρήσασθαι.

Στ.: Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
Ἡ τῶν Πατέρων τοῖς δόγμασι πεισθεῖσα, καὶ πάσας ἐκκόψασα, αἱρετιζόντων ὁρμάς, καθάπερ θάλασσα ἄκλυστος, καὶ κρυσταλίννη, τῇ παρθενίᾳ σὺ ἀναδέδειξαι· ὅθεν διαυγέστατος, Ὀρθοδοξίας φωστήρ, ὦ Πουλχερία γεγένησαι, θείας ἀκτῖνας, ἐν τῇ καρδίᾳ σου θησαυρίσασα, καὶ ἀπὸ δόξης πρὸς τὴν ἄφραστον, ἤρθης δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Παρθένων ἀγλάϊσμα, καὶ εὐσεβῶν βασιλέων εὐπρέπεια, καὶ τῶν δικαίων ἁπάντων τὸ ἐγκαλλώπισμα, Πουλχερία πανέντιμε, ἡ μόνη τὸ στέμμα, καὶ τὴν πορφύραν καὶ ἁλουργίδα σωφροσύνῃ κοσμήσασα, καὶ τὴν ὀρθόδοξον πίστιν τῇ οἰκουμένῃ κηρύξασα, πρέσβευε πανεύφημε, ὑπὲρ τῆς ποίμνης σου ταύτης, τῆς ἐτησίως τελούσης, τὴν πανσέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὡραιότητα, τῆς σωφροσύνης σου, καὶ τὸ ὑπέρλαμπρον, τῆς εὐσεβείας σου, πᾶς συνετὸς κατανοῶν, ἐκπλήττετυαι Πουλχερία· πῶς εἰς τὰ βασίλεια, παρθενίαν ἐφύλαξας, πῶς δὲ τὸν ἀρχέκακον, ὄφιν Κόρη κατήργησας; Διὸ σὲ εὐφημοῦντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.
Δόξα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Συνεκρότησας σοφῶς, Τετάρτην Σύνοδον σοφή, ἐν Χαλκηδόνι σὺν σεπτῷ, Μαρκιανῷ τῷ βασιλεῖ, ἑξακοσίων καὶ τριάκοντα Πατέρων· αὕτη Εὐτυχῆ, καὶ Διόσκορον, καὶ πλάνην τὴν αὐτῶν, κατεδίκασεν, ὡς καὶ τὸ πρὶν ὑπὸ Θεοδοσίου, ἡ ἐν Ἐφέσῳ Νεστόριον, σὺν σοὶ Αὐγούστα, ἐπικυροῦσα, Πουλχερία τὰ δόγματα.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Προστάτις ὀρφανῶν, καὶ χηρῶν κυβερνῆτις, ἐδόθης πρὸς Θεοῦ, Πουλχερία θεόφρον, καὶ ἄμισθος βοήθεια, ἀνεδείχθη θεόσοφε· ὅθεν σήμερον, ἀνευφημοῦντές σε πόθῳ, τὴν πανσέβαστον, ἐπιτελοῦμέν σου μνήμην, πιστῶς σὲ γεραίροντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῇ θείᾳ λαμπρότητι Ἁγίου Πνεύματος, τὸ σκότος ἐδίωξας τῶν κακοδόξων σεμνή, Πουλχερία ἀοίδιμε· ἤρθης πρὸς εὐσεβείας, καθαρότατον ὕψος, ἤστραψας τὰς ἀκτῖνας, ὀρθοδόξων δογμάτων, εἰς ἄδυτον φῶς τῆς Βασιλείας Χριστοῦ σκηνώσασα.
Δόξα. Κανν... Θεοτοκίονμοιον
Ταχδέξαι Δέσποινα τς κεσίας μν, καταύτας προσάγαγε τσΥἱῷ καΘεῷ, Κυρία Πανάχραντε, λσον τς περιστάσεις, τν ες σπροστρεχόντων, σκέδασον τς νέδρας, κατθράση Παρθένε, τν ννφοπλιζομένων, καττν δούλων σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ὡραιότατον, Χριστὸν ἐπόθησας, καὶ τὰ ὁρώμενα, κάλλη παρέδραμες, ὡς νουνεχὴς καὶ συνετή, πανεύφημε Πουλχερία· ὅθεν κατεκόσμησας, ἀρεταῖς τὰ βασίλεια, καὶ κατεμυκτήρισας, κακοδόξων συστήματα· διὸ οἱ σοὶ ἱκέται βοῶμεν· Χαῖρε ἡμῶν ἡ προστασία.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.









Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐκ κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.
Στ.: Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον. Ζήτει τῷ ΙΖ΄ Σαββάτῳ Ματθαίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Θεοστέπτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Θεόστεπτε Παρθένε, Πουλχερία ἰσαπόστολε, ὡς ἔχουσα πρὸς Κύριον παῤῥησίαν, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὑμνῆσαί σε μέλλοντι, καὶ εὐφημῆσαι προσπεύδοντι, αἰδοῦμαι καὶ δέδοικα, μὴ ἀποτύχω σεμνή, τῶν χαρίτων σου, τὸν πλοῦτον ἀνυμνῆσαι· διὸ Πουλχερία, χάριν μοι δώρησαι.
Τὸν πόθον μου πρόσδεξαι, καὶ μὴ παρίδῃς δεόμενον, καὶ λόγου καὶ χάριτος, τῶν σῶν ναμάτων τυχεῖν, ἡ πανεύσπλαγχνος, τροφὸς τῶν πενομένων, ὅπως εὐφραινόμενος, πανηγυρίζω σε.
Ἱκέσιον δέησιν, χαρμονικῶς σοι προσφέρομεν, τελοῦντες τὴν μνήμην σου, τὴν φωτοφόρον κλεινή, καὶ δεόμεθα, θερμῶς ἀξιωθῆναι, τῆς ἄνω λαμπρότητος, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ὡς ἔμψυχον θάλαμον, ὡς ἀδιαφθόρον σκήνωμα, ὡς πύλην οὐράνιον, ὡς θείαν τράπεζαν, ὡς παλάτιον, καὶ θρόνον τοῦ Δεσπότου, Μαρίαν τὴν ἄχραντον, ὕμνοις τιμήσωμεν.














ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Τὴν ποίμνην σου ταύτην Πουλχερία, τὴν πόθῳ γεραίρουσαν τὰ σά, ἄνασσα προτερήματα, ταῖς σαῖς εὐχαῖς ἐνίσχυσον, θεοφιλῶς πορεύεσθαι, καὶ θεαρέστως ἰθύνεσθαι.
Ἐδείχθης λιμὴν τῶν ἐν ἀνάγκαις, καὶ τόμος θεόγραφος σεμνή, ἔχουσα τὰ θεόπνευστα, πνευματικὰ μαθήματα, ἐν τῇ ψυχῇ σου πάντοτε, ὡς θείου Πνεύματος ἔμπλεως.
Τοὺς πόθῳ τελοῦντας μακαρία, τὴν θείαν σου μνήμην καὶ σεπτήν, παθῶν ἀχλύος λύτρωσαι, καὶ ἀναγκῶν καὶ θλίψεων, καὶ πρὸς ὁδὸν θεάρεστον, προθύμως τρέχει εὐόδωσον.
Θεοτοκίον.
Χειμάζει με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν· σπλαγχνίσθητι πανάμωμε, καὶ χεῖρα βοηθείας μοι, ὡς συμπαθὴς ἐπέκτεινον, ὅπως σωθεὶς μεγαλύνω Σε.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Συνεκρότησας σοφῶς, Τετάρτην Σύνοδον σοφή, ἐν Χαλκηδόνι σὺν σεπτῷ, Μαρκιανῷ τῷ βασιλεῖ, ἑξακοσίων καὶ τριάκοντα Πατέρων· αὕτη Εὐτυχῆ, καὶ Διόσκορον, καὶ πλάνην τὴν αὐτῶν, κατεδίκασεν, ὡς καὶ τὸ πρὶν ὑπὸ Θεοδοσίου, ἡ ἐν Ἐφέσῳ Νεστόριον, σὺν σοὶ Αὐγούστα, ἐπικυροῦσα, τὰ τῆς πίστεως δόγματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Τὴν εὐπρεπεστάτην σου νῦν κορυφήν, πόθῳ εὐφημῆσαι προσέρχομαι, ὁ δυσμορφίας Πουλχερία πλήρης ὤν· ὡς εὐμενὴς οὖν δέξαι με, θείαν πρὸς ζωὴν ἐπανάγουσα.
Τοὺς ἐπιτελοῦντάς σου νῦν εὐσεβῶς, τὸ σεπτὸν μνημόσυνον πρέσβευε, ἀξιωθῆναι Παραδείσου τῆς τρυφῆς, καὶ θεϊκῆς λαμπρότητος, καὶ τῆς τῶν Ἁγίων μεθέξεως.
Ἣν ἐκ βάθρων ἤγειρας σεπτὴν Μονήν, καὶ τῷ τοῦ Σωτῆρος ὀνόματι, καθιέρωσας διαμένειν ἐσαεί, ἐν ἀῤῥαγεῖ συντήρησον, πέτρᾳ εὐσεβείας ἀκλόνητον.
Θεοτοκίον.
Ἡ πανυπερθαύμαστος Μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνάς μοι, λῦσον τὸν ζόφον τῶν ἀμέτρων μου κακῶν, τοὺς πονηροὺς ἀπέλασον, Κόρη λογισμοῦ τῆς καρδίας μου.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Πιστῶν ἡ ὁμήγυρις, κηρύττει τὰ ἐλέη σου, καὶ τὰς εὐποιΐας Πουλχερία· σεμνὴ γὰρ ὤφθης, τῶν ἐν ἀνάγκαις σωτήρ, καὶ τῆς εὐσεβείας βοηθός, καὶ πᾶσιν ἐγνώσθησαν, τὰ λαμπρότατα ἔργα σου.
Παρθένος σὲ δέσποινα, ἡ κόρη καὶ βασίλισσα, ἠξίωσε μόνην βασιλεύειν, καὶ παρθενεύειν, ὦ Πουλχερία κλεινήν, ἐν τῶδε τῷ βίῳ τῷ φθαρτῷ· ὅθεν καὶ ἐξέλαμψας, ὡς λαμπρότατος ἥλιος.
Νυμφῶνα εἰς ἄφθαρτον, καὶ θάλαμον οὐράνιον, εἰσῆλθες ἐνδόξως Πουλχερία, ὥσπερ παρθένος, μετὰ λαμπάδος λαμπρᾶς, θείῳ ἐξαστράπτουσα φωτί, ἐναρέτων πράξεων, καὶ δογμάτων τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἰσχύς τε καὶ στήριγμα, τῆς ἀσθενοῦς καρδίας μου, Σὺ εἶ ἀπειρόγαμε Παρθένε, ἄῤῥηκτον τεῖχος, ἀπὸ προσώπου ἐχθροῦ, σώζουσα παντοίων με δεινῶν, τρέπουσα τὰς φάλαγγας, τοῦ δεινοῦ πολεμήτορος.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὡς ῥόδον εὔοσμον ἤνθησας, καὶ ἄνθος Πουλχερία ἀμάραντον, ἐν τῷ συστήματι, τῆς Ἐκκλησίας πανέντιμε, θείων χαρίτων κάλλεσι διαπρέπουσα.
Ὡς ἄλλη κρήνη χρυσόῤῥειθρος, ἐν μέσῳ τῶν Συνόδων ἐξέχεας, ὕδωρ ἀθάνατον, θείων δογμάτων διδάγματα, τὰς τῶν πιστῶν καρδίας, καταδροσίζοντα.
Τοὺς πόθῳ ταύτην γεραίροντας, τὴν θείαν καὶ σεβάσμιον μνήμην σου, καὶ ἑορτάζοντας, δεινῶν παντοίων ἀπάλλαξον, καὶ λύτρωσαι πταισμάτων, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Τὴν θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βαστάσασαν, τὴν ἀγεώργητον, χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην ὕμνοις δοξάσωμεν.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὴν σεπτήν σου σήμερον, πανηγυρίζομεν μνήμην, καὶ πιστῶς δοξάζομεν, τὸν στεφανώσαντα ταύτην, στέμμασι, τῆς παρθενίας πανακηράτοις, κάλλεσιν, Ὀρθοδοξίας διαυγεστάτοις, Πουλχερία στεφηφόρε, πρεσβείαν ποίει, ὑπὲρ ἡμῶν πρὸς Θεόν.
Ὁ Οἶκος.
Κάλλη οὐράνια ἐκμανθάνειν, καὶ πέρατα γῆς ἐρευνᾶν, πολύπονον ἐστὶν ἔργον, καὶ δυσνόητον· ὥσπερ οὖν ἀστέρας οὐρανοῦ, καὶ ψάμμον θαλάσσης, ἀριθμῆσαι ἀδύνατον, οὕτως οὐδὲ Πουλχερίας τὰς εὐποιΐας, καὶ ἀγαθοεργίας, καὶ τὴν σωφροσύνην καὶ εὐσέβειαν εἰπεῖν ἱκανῶς. Τοσούτοις αὐτὴν χαρίσμασιν, ἐκόσμησεν ὁ Κύριος, οὗ τὴν πίστιν ἐτήρησεν ἀδιάφθορον, κηρύξασα τὴν ἀειπάρθενον Αὐτοῦ Μητέρα Θεοτόκον, καὶ Αὐτὸν Θεάνθρωπον τέλειον, ἐκ δύο φύσεων τελείων, εἰς μίαν ἀσύγχυτον ὑπόστασιν, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν ὡς Θεῷ.

Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένων βασιλέων, Μαρκιανοῦ καὶ Πουλχερίας.
Τὸν Μαρκιανόν, Πουλχερίαν συνάμα,
ἄζυγας εἰπεῖν οὐκ ἔχω ἢ συζύγους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τύρωνος.
Τύρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.
Οὗτος, κατὰ τοὺς χρόνους ἧν Μαξιμιανοῦ καὶ Μαξίμου τῶν βασιλέων, ἐκ Μητροπόλεως Ἀμασείας ὁρμώμενος, ἐκ χωρίου λεγομένου Χουμιαλῶν. Ἄρτι δὲ τῇ στρατιᾷ τῶν Τυρώνων καταλεγείς, καὶ ὑπὸ τὴν τάξιν τοῦ Πραιποσίτου Βρύγκα τυγχάνων, παρ’ αὐτοῦ εἰς ἐξέτασιν κατέστη, τὸν Χριστὸν Θεὸν εἶναι ὁμολογήσας, καὶ τὰ σεβάσματα τῶν Ἑλλήνων, ὡς ἄψυχα ξόανα, καὶ ἔργα χειρῶν ἀνθρώπων, καταχλευάσας. Καὶ καιροῦ δοθέντος αὐτῷ εἰς διάσκεψιν, οὐκ ἐν ἀπραξίᾳ τοῦτον, ἀλλὰ τὴν μεγίστην τῶν πραγματειῶν ἐξετέλεσε. Τὸ γὰρ εἴδωλον τῆς τῶν θεῶν μητρός, ὡς Ἕλληνες ληρῳδοῦσι, κατέφλεξεν, ὅθεν συσχεθείς, καὶ αὐτουργὸς γενέσθαι ὁμολογήσας τοῦ ἐμπρησμοῦ, πρῶτον μὲν κρεμασθεὶς ξέεται, εἶτα, εἰς κάμινον πυρὸς ἐμβάλλεται, καὶ ἐν αὐτῇ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου.
Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος,
Τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει.
Μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, παραγενόμενος ὁ Ἅγιος Φίλιππος, μετὰ τοῦ Βαρθολομαίου καὶ Μαριάμνης τῆς ἀδελφῆς αὐτοῦ εἰς Ἱεράπολιν, καὶ διὰ τὸ κηρύξαι τὸν λόγον τοῦ Χριστοῦ κρεμασθεὶς καὶ τελειωθείς, ηὔξατο πρὸς τὸν Θεόν, καὶ κατεχώσθησαν εἰς τὴν γῆν, ὅ,τε Ἀνθύπατος, καὶ ὁ ὑπ’ αὐτὸν λαός. Οἱ δὲ λοιποὶ φοβηθέντες, παρεκάλεσαν Βαρθολομαῖον καὶ Μαριάμνην, κρεμαμένους καὶ αὐτοὺς ὄντας, ἵνα μὴ αὐτοὶ καταποντισθῶσι. Καὶ ἐδυσώπησαν αὐτοὶ τὸν Ἅγιον Φίλιππον, καὶ οὐ κατεπόντισεν αὐτούς, ἀλλὰ καὶ τοὺς καταποντισθέντας ἐξήγαγε. Τὸν δὲ Ἀνθύπατον, καὶ τὴν αὐτοῦ γυναῖκα Ἔχιδναν, ἀφῆκε κάτω. Τότε ἀπελύθησαν ὁ Βαρθολομαῖος καὶ ἡ Μαριάμνη. Καὶ ὁ μὲν Βαρθολομαῖος, ἀπελθὼν εἰς Ἰνδίαν τὴν εὐδαίμονα, σταυρωθεὶς τελειοῦται. Ἡ δὲ Μαριάμνη, ἀπελθοῦσα εἰς Λυκαονίαν, καὶ κηρύττουσα τὸν λόγον τοῦ Χριστοῦ, καὶ πολλοὺς βαπτίσασα, ἐτελειώθη ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Αὐξιβίου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος,
Φανέντα ληξίβιον ἐξ ἐναντίου.
Κατήγετο οὗτος ἀπὸ τὴν παλαιὰν Ῥώμην, Ἕλλην ὢν κατὰ τὴν θρησκείαν, ἀκολουθήσας δὲ τὸν Ἅγιον Ἀπόστολον καὶ Εὐαγγελιστὴν Μάρκον, ἐδιδάχθη παρ’ αὐτοῦ τὸν λόγον τῆς ἀληθείας. Ὅθεν βαπτισθείς, ἐχειροτονήθη ἐπίσκοπος Σόλωνος τῆς ἐν Κύπρῳ, καὶ πολλοὺς ἀπίστους ἐπιστρέψας εἰς τὸν Χριστόν, καὶ διαφόρων θαυμάτων αὐτουργὸς γεγονώς, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου.
Θεοστήρικτος τὸν Θεὸν πήξας βάσιν,
ὄντως θεοστήρικτος ἔργοις ὡράθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου.
Τὴν γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ,
Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον.
Ἐπὶ τῆς βασιλείας Βασιλείου τοῦ φιλοχρίστου βασιλέως, ὀ μακάριος Μηνᾶς, μιᾷ τῶν νυκτῶν, καὶ τῇ τῶν Κανάτων (ἄλλ. Ἱκανάτων) κατειλελγμένῳ σχολῇ, ὡς αὐτὸς εἴη Μηνᾶς ὁ Καλλικέλαδος, ὁ ὑπὸ γῆν κρυπτόμενος, ἐν τῷ κατὰ τὴν ἀκρόπολιν αἰγιαλῷ, καταμηνύει, καὶ τὸν τόπον ὑποδεικνύει δακτύλῳ, καθ’ ὅν ἧν κείμενος. Ὁ δὲ φιλόθεος οὗτος ἀνήρ, ὀρθριώτερον ἀναστάς, καὶ Μαρκιανῷ τῷ Νουμερίῳ, φίλῳ αὐτοῦ ὑπάρχοντι, τὰ ὁραθέντα μηνύει ἀκριβῶς. Οὗτος δὲ πάλιν τὰ ἀκουσθέντα δῆλα ποιεῖ τῷ Βασιλεῖ, καὶ αὐτίκα κατὰ τὸν δηλωθέντα τόπον στρατιῶται ἐξαποστέλλονται. Οἵτινες διασκάψαντες τάχιον, εὗρον σιδηρᾶν λάρνακα, ἐν ᾗ ἧν τὸ μαρτυρικὸν σῶμα. Ἀλλὰ καὶ γραφὴν σὺν αὐτῇ ἐπὶ πλακὸς ἐγκεκολαμένην, καὶ δηλοῦσαν ἐκεῖ κατατεθεῖσθαι τὸν Μάρτυρα, ἐν ᾧ ᾑρετίσατο τόπῳ. Ψηφίσαντες οὖν κατὰ τῆς πλακὸς γραφήν, εὗρον παρῳχηκότας χρόνους τετρακοσίους, ὅθεν καὶ τῷ Θεῷ εὐχαριστίαν πανδημεὶ ἐξέπεμψαν.
                                   
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μιχαὴλ Μαυροειδή, τοῦ Ἀδριανουπολίτου, ξίφει τελειωθέντος ἐν ἔτει 1493.
Κἂν καὶ Μιχαὴλ τῷ χορῷ τῶν Μαρτύρων·
τάττω, τὸ καινὸν οὐχ ὀρῷ καὶ κωλῦον.
Οὗτος, πατρίδα ἔσχεν αὐτὴν τὴν πόλιν τοῦ Ἀδριανού, τῶν εὖ γεγονότων τυγχάνων καὶ τῇ τῆς ψυχῆς αὐτοῦ ἐλευθεριότητι καὶ περὶ πᾶσαν ἀρετὴν ἐπιμέλεια βίον ἐπαινετὸν μετιών, περιουσία τε χρημάτων καὶ πάσῃ εὐκλείᾳ τῇ τοῦ παρόντος βίου, οὐδενὸς ἥττων τῶν ἐν ἐκείνῃ τῇ πόλει, γνώριμός τε δὲ καὶ διάδηλος πᾶσι σχεδὸν τοῖς ἐν τῇ Εὐρώπῃ βαρβάροις, οὐκ ὀλίγοις δὲ καὶ τῶν ἐν τῇ Ἀσίᾳ δοκιμωτέρων, ἔτι δὲ καὶ αὐτοῖς τοῖς βασιλείοις ἀναστρεφομένοις καὶ τῆς μείζονος ἀξιουμένοις παρὰ τοῦ ἡγεμόνος τιμῆς. Ἐπεὶ δέ, τοῦ γένους τῶν βαρβάρων τούτων μανιωδῶς διακειμένου ἡμῖν, ταῖς ὑφηγήσεσι καὶ διδασκαλίαις τοῦ μιαρωτάτου καὶ πονηροῦ καθηγεμόνος αὐτῶν, μία τις φατρία τούτων πονηρότατη καὶ θερμοτέρα πρὸς τὴν ἀσέβειαν, συνήθης καὶ γνώριμος οὖσα τῷ μάρτυρι, δόλους ἔγνω συῤῥάψαι κατὰ τοῦ ἀνδρός, τῷ πονηρῷ πρὸς ταῦτα δαίμονι κινουμένη τὰ βουλεύματα ὡς ἔοικεν, ὑφάναντες σὸν τὸν δόλον καὶ καλῶς ἔχειν ὑπολαβόντες, προσίασι τῷ δικαστῇ λέγοντες· ὡς εἴποι οὗτος πολλάκις ὁ λέγουσιν αὐτοί, τὸν ἑαυτῶν ὁμολογοῦντες Θεὸν βαρβάρῳ φωνῇ, καὶ μάρτυρας δὲ ἦγον μεθ᾿ ἑαυτῶν ψευδῆ μαρτυρήσοντας. Ὁ δὲ τὸν ἄνδρα μεταπεμψάμενος ἐδείκνυεν ὅσα κατ᾿ ἐκείνου φασὶ καὶ ὅ,τι ἔχοι πρὸς ταῦτα ἀπολογήσασθαι ἔλεγεν. Ὡς δὲ τοῦ ἀνδρὸς μηδὲν ἀληθὲς λέγειν αὐτοὺς ἰσχυριζόμενου, ἀλλὰ ψεῦδος εἶναι τὸ ὅλον καὶ ἀναιδοῦς συκοφαντίας ὑπόθεσιν καὶ πόῤῥῳ παντελῶς τοῦ σκοποῦ αὐτοῦ —σκοπὸν γὰρ εἶχε διόλου μακρὰν εἶναι τῶν τοιούτων πλοκών— ὁ δικαστής, ψευδεῖς εἶναι τοὺς λόγους ἐκείνων ὑπολαβὼν καὶ συκοφαντίαν μεμελετημένην προδήλως, ἔγνω διαφεῖναι εἰδὼς ἐκεῖνον καὶ πάνυ ἐχέφρονα καὶ πεφυλαγμένως τὸν ἑαυτοῦ βίον διάγοντα, Θορυβούντων δὲ ἐκείνων καὶ ἐπαπειλούντων ὡς, εἴπερ ἀπολύσει ἐκεῖνον. ἀποφανοῦσιν αὐτὸν ἔν τε τοῖς βασιλείοις καὶ πανταχοῦ τοῦ ἀφετέρου νόμου ὀλιγωροῦντα, εἱρκτῇ παραπέμπει τὸν ἄνδρα, διαμένειν κελεύσας ἕως ἂν πάντα γένοιτο δῆλα τὰ κατ᾿ αὐτὸν ἐν τοῖς βασιλείοις καὶ ὅ,τι ἂν προστάξοι ὁ ἡγεμών.
Παραλαβόντες οὖν οἱ μύσται τοῦ πονηροῦ καὶ ἄλλους οὐκ ὀλίγους μεθ’ ἑαυτῶν, τῆς αὐτῆς ὄντας μετόχους παραπληξίας καὶ δυσμενείας, ἐν τοῖς βασιλείοις παρεγένοντο τοῦ κρατοῦντος καὶ τοῖς ἐκεῖσε πολλὰ κοινολογησάμενοι, ὁμόφροσιν οὖσιν αὐτοῖς, καὶ τὴν σκαιωρίαν ἀπαρτίσαντες πείθουσι τὸν ἡγεμόνα, κουφότατον ὄντα, ψῆφον ἐξενεγκεῖν. Ἡ δὲ ἧν: Εἰ μὴ τῇ ἐκείνων προστεθείῃ θρησκείᾳ τὴν ἰδίαν ἐξομοσάμενον, κατακαέντα ἀποθανεῖν.
Ὑποστρέψαντες τοίνυν ἐκεῖθεν καὶ τὸ πρόσταγμα τῷ δικαστῇ ἐπιδείξαντες, ποικίλοις ἐχρῶντο λόγοις πρὸς τὸν γενναῖον · πείσθητι, τῷ τοῦ κρατοῦντος προστάγματι καὶ ἡμῖν, παραινοῦσί σοι τὰ λυσιτελῆ, καὶ ὁμολόγησον ἅπερ ἡμεῖς. Ἔσται σοι γὰρ εὗ καὶ πᾶσι τοῖς σοῖς, ἐπεὶ δωρεῶν ἀπολαύσεις καὶ τιμῆς ὑψηλῆς καὶ λαμπρὸς ἔση καὶ πᾶσι τοῖς σοῖς ὠφέλεια ἔσται καὶ ἀγάπη καὶ οἰκείωσις ἀφ᾿ ἡμῶν. Εἰ δὲ μὴ πεισθῆναι θελήσεις, ἡμεῖς ἀποκτενοῦμέν σε πάντως, ὡς ὁ νόμος τε καὶ τὸ πρόσταγμα τοῦ κρατοῦντος παρακελεύεται.
Πρὸς ταῦτα ὁ γενναῖος ἐκεῖνος καὶ ἀδαμάντινος ἀπολογούμενος ἔφη: Ἐπεὶ τοσούτον ἴσχυσε κατ᾿ ἐμοῦ τὸ ψεῦδος καὶ ἡ ῥᾳδιουργία ὑμῶν, ὥστε καὶ τὸν κρατοῦντα πεῖσαι τοιαύτην ψῆφον ἐξενεγκεῖν, περὶ μὲν τοῦ πεισθῆναι ἤ μὴ πεισθῆναι με τοῖς λόγοις ὑμῶν καλῶς ἤδη ἐσκεψάμην ἐν ἐμαυτῷ. Οὔτε γὰρ εὐήθης τις καὶ ἀσύνετος, ὡς ἵστε, ἐγώ, οὔτε μεταμελήσομαι ἡ μεταβουλεύσομαι οὐδέποτε περὶ τὴν τοῦ Χριστοῦ μου πίστιν, νῦν μὲν ἄλλα, αὔριον δὲ ἄλλα φρονῶν —τοῦτο γὰρ οὐδὲ παίδων ἔργον φρονίμων— ἀλλ᾿ ὑπομενῶ προθύμως τὸν θάνατον, οὐδένα λόγον ποιούμενος ὧν φατε δωρεῶν καὶ δόξης καὶ τῶν λοιπῶν. Ἐκεῖνο δὲ θαυμάζω, εἰ τὸν μὲν διὰ ξίφους θάνατον οἴεσθέ με ὑποστῆναι πάνυ προθύμως, τὸν δὲ διὰ τοῦ πυρὸς δυσχερανεῖν. Εἰ δὲ καὶ πλείω τὴν αἴσθησιν ἐκεῖνος τῶν ἀλγηδόνων παρέχεται, ἀλλ᾿ ἐπίσης κἀκεῖνος ὑπάρχει θάνατος, ὥστε, ὁποτέρω με βούλεσθε, παραπέμψατε, τοῦ λοιποῦ μηδέν τι πλέον εἰπόντες· Ἄλλο γάρ τι παρ᾿ ἐμοῦ οὐκ ἀκούσεσθε.
Ταῦτα εἰπόντος τοῦ μάρτυρος, αἰσχυνθέντες ὅτι μὴ ἰσχῦσαν ἐκεῖνον μεταβαλεῖν, ἀπειρηκότες λοιπόν, τὸν δήμιον ἐπιστήσαντες τὴν τιμίαν ἐκείνου κεφαλὴν ἐκέλευον ἀποτεμεῖν. Ὁ δέ· Κύριε Ἰησοῦ Χριστὲ δέξαι τὸ πνεῦμά μου, ἀπετμήθη τὴν σεβασμίαν κεφαλήν. Καὶ μετὰ ταῦτα ὕλην συναγαγόντες, ὢ τῆς ἀπονοίας! το τίμιον ἐκεῖνο σῶμα κατέκαυσαν τὴν αἰσχύνην αὐτῶν συγκαλύπτειν βουλόμενοι. Ἡττηθέντες γὰρ ἐπεὶ οὗ καταπεῖσαι ἄνδρα ἰσχῦσαν μεγαλοπρεπῆ καὶ τελείου φρονήματος καὶ τὸν Χριστὸν ἀντὶ πάντων προελόμενον, ὡς δῆθεν τὸ πλῆθος τῶν ὁμογλώσσων βαρβάρων ἐπιστηρίζοντες ταῦτα ἐποίησαν. Τί γὰρ ματαιότερον ἤ ἀπονοίας καὶ θηριώδους τρόπου καὶ γνώμης σημεῖον ἤ σῶμα νεκρὸν τῷ ξίφει γενόμενον, κατακαῦσαι;
Ἀλλ’ ἐκεῖνοι μὲν νοσείτωσαν διὰ βίου παντός, ἡμεῖς δὲ τοιαῦτα ἰδόντες ἐν τοῖς καθ’ ἡμᾶς πανυστάτοις νῦν χρόνοις, δοξάζομεν τὴν παναγίαν καὶ ζωαρχικὴν Τριάδα τὸν ἕνα Θεὸν τὸν δόντα ἡμῖν τοιαῦτα ἰδεῖν, εἰς δόξαν μὲν ἐκείνου καὶ εὐχαριστίαν, στηριγμὸν δὲ καὶ ἀγαλλίασιν καὶ εὐφροσύνην τῶν πιστῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Νεομάρτυρος Θεοδώρου τοῦ Νέου τοῦ Βυζαντίου.
Ὕμνος νεάζων Θεοδώρῳ τῷ νέῳ,
Χριστοῦ Ἀθλητῇ, ἐνδίκως ἁρμοστέο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐξιφίου, ἐπισκόπου Ἀλαμανίας, τοῦ θαυματουργοῦ.
Εὐξίφηος ἱερόθησοι πάλαι,
Νῦν δ’ αὖ μεταστάς, καὶ σηνανυφθηλόγε,

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥωμύλου, Σεκουνδιανοῦ καὶ Δονάτου τῶν ἐν τῇ Βενετίᾳ ἐν ἔτει 304 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδούλου, τοῦ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ἐν ἔτει 308 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου Τομπόλσκ τῆς Ῥωσίας, τοῦ ὑπὸ τῶν μπολσεβίκων μαρτυρήσαντος ἐν ἔτει 1918.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Σιωπηλοῦ, τῆς Λαύρας τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ ἡσυχαστοῦ, ἐκ Τυρνόβου Βουλγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρνάβα τῆς Γεθσημανῆς τοῦ Ῥώσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου Φλωρίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Παναγίας τῆς Δακρυοῤῥοούσης τῆς Ἱερᾶς Σκήτης τοῦ Προφήτου Ἠλιού, ἐν τῷ Ἁγίῳ Ὄρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐκτελοῦμεν καὶ ἑορτὴν ἐτήσιον εἰς τιμὴν καὶ δόξαν τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἧς ἡ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν τῷ χωρίῳ Πληκατίῳ τῆς Κονίτσης.
Θαύμασι δεδόξασται Εἰκὼν ἡ θεία,
Ἐν Πληκατίῳ τῆς Ἁγνῆς Θεοτόκου.
Αὕτη ἡ θαυματουργὸς εἰκὼν τῆς Θεοτόκου, εὕρηται ἐν τῷ χωρίῳ Πληκατίῳ, κειμένῳ ἐγγὺς τῆς ἐν Ἠπείρῳ Κονίτσης, ἥτις ἀδήλοις χρόνοις πάλαι ἐγκέκρυπται ἐν τῷ ἐκεῖ που εὑρισκομένῳ δάσει, φανερωθεῖσα δὲ οὕτω:
Πρὸ διακοσίων ὡς ἕγγιστα ἐνιαυτῶν, κάτοικοι τοῦ προῤῥηθέντος χωρίου νέμοντες τὰ ἑαυτῶν πρόβατα ἐν τινὶ δασώδει περιοχῇ, ἧς ἡ κλῆσις Πεστιλέπη, κατὰ μεσημβρίαν τοῦ χωρίου Ἀετομηλίτσης, ὅπερ τὸ πάλαι Δέντσικον· ἐκέκλητο, ἑώρων ἐπαλλήλοις νυξὶ τῷ ἔναντι δάσει φῶς λάμπον, οὗ ἡ ὅρασις δέει πολλῷ τούτους συνέχεεν, ὑποτοπάζοντας κακοποιούς τινας ἐκεῖ ἐμφωλεύειν. Ἀναθαῤῥήσαντες δὲ τῇ συνεχεῖ καὶ σταθηρᾷ τοῦ φωτὸς ἐποψία, ἔσπευδον ἰδεῖν τὸ γεγονός, ἀλλ᾿ οὐδὲν σημεῖον ἀνεύρισκον, ἐπί τινας ἡμέρας τοῦτο ποιοῦντες.
Ἀπορίᾳ δὲ συσχεθέντες περὶ τοῦ ὁρωμένου φωτός, ἐβουλεύσαντο θεῖναι ἐκεῖσε ῥάβδον ποιμενικὴν ἐν πριόπτῳ, ὁρᾶσθαι ταύτην μακρόθεν, ἔνθα ὑπενόουν ἥν ἡ τοῦ φωτὸς θέα, δι᾿ οὗ τῇ ἑπομένῃ νυκτὶ γνωστὸς γέγονεν αὐτοῖς ὁ τόπος τοῦ φαινομένου. Πρωΐας δὲ γενομένης, ἔδραμον σπουδῇ ἐν ᾧ σημείῳ ἐσκόπουν, καὶ ἐπιμελῶς ἀνερευνήσαντες, ἀνευρὸν τὴν ἁγίαν τῆς Θεοτόκου Εἰκόνα ἐντὸς κέδρου τινὸς ἱσταμένην. Ἐπὶ τούτῳ χαρᾶς ἀφάτου πλησθέντες καὶ εὐλαβῶς προσκυνήσαντες, ἔλαβον αὐτὴν ὡς ὄντως πολύτιμον θησαυρόν, καὶ ἐν ἑαυτῶν καταυλισμῷ ἐκομίσαντο. Ἐνθενδὶ ἐπί τίνος ἰσχνότατης φορβάδος ἐπιθέσαντες ὡς φόρτον ἱερόν, τῷ Πληκατίῳ μετενεγκεῖν ἔσπευδον. Φάσις δὲ περὶ τούτου ἐγεγόνει τοῖς κατοίκοις, οἵτινες ἐξελθόντες λαμπαδηφοροῦντες σὺν Ἱερεῦσι περιβεβλημένες τὰς ἑαυτῶν στολάς, ὑπήντησαν τῇ ἁγίᾳ εἰκόνι τῷ ἔναντι βουνῷ Παλέσι, καὶ ᾄδοντες καὶ ψάλλοντες μετεκόμισαν καὶ ἔθεντο ἐν τῷ τοῦ ἁγίου Ἀθανασίου ναῷ.
Οὐκ εὐαρίθμων δὲ παρελθουσῶν ἡμερῶν, ἡνίκα κατὰ πρωΐαν καὶ ἑσπέραν ἀπήρχετο ὁ Ἱερεὺς τῷ ναῷ, ἀνενεγκεὶν τῷ Κυρίῳ τὰς ἑωθινὰς καὶ ἑσπερινὰς εὐχάς, εὕρισκε τὴν εἰκόνα πρὸς τῇ θύρᾳ τοῦ ναοῦ, ἥν καὶ εὐλαβῶς ἐναπετίθετο τῇ προτέρᾳ θέσει. Καί τινα Κυριακήν, πέρας λαβούσης τῆς θείας Ἱερουργίας, αὐτομάτη ἀρθεῖσα ἐπεκάθησεν ἐπὶ τοῦ ὤμου τοῦ Ἱερέως, ὅστις, τῇ προϊούσῃ ἐξ αὐτῆς χάριτι καὶ ἐνεργείᾳ, ἀγόμενος καὶ ὑπὸ παντὸς τοῦ λαοῦ ἀκολουθούμενος, ἦλθεν ἐν τῷ μέσῳ τοῦ χωρίου, καὶ ἔστη ἔνθα τανῦν ἵδρυται ὁ ναός, ἐν ᾧ ἡ εἰκών. Ὧδε ἑωρῶντο ἐρείπια ἀρχαίου ναοῦ, πηγὴ ὕδατος, (ἥτις ἤδη μεγάλη βρύσις ὠνόμασται), πλεῖσται βάτοι καὶ ἰτέαι. Ἐνταῦθα γενομένη ἡ εἰκών, ἤρθη ἀπὸ τοῦ ὤμου τοῦ Ἱερέως, καὶ ἔστη ἐπὶ τῶν βάτων, οἰονεῖ δηλοποιοῦσα ὅτι δεῖ ὧδε δομηθῆναι ναὸς πρὸς ἑαυτῆς κατοίκησιν. Καὶ αὖθις ἐκ τῶν βάτων ἀρθεῖσα ἔστη ἐπὶ τοῦ ὤμου τοῦ ἱερέως ὡς καὶ πρίν, ὅστις ἥρξατο πορείας σὺν παντὶ τῷ λαῷ, ἄχρις οὗ ἔστη ὁ τῶν τῆς Θεομήτορος γενεθλίων ναΐσκος, κοινῶς Παναγιοποῦλα λεγόμενος. Καὶ ὧδε ἐκ τῶν ὤμων τοῦ Ἱερέως, ἔστη ἐπί τινος πέτρας, ἐξ ἧς ἐπικαθήσασα καὶ αὖθις, τῷ ἰδίῳ τρόπῳ, ἐπὶ τοῦ ἱερέως, ἐπανῆξαν ὁμοῦ, τοῦ Ἱερέως φέροντος τὴν εἰκόνα ἐπὶ τοῦ ὤμου, αὐτομάτως ἱσταμένην, εἰς τὸν ναὸν τοῦ ἁγίου Ἀθανασίου, ἐξ οὗ ἥρξαντο τῆς πορείας.
Ἐν ἔτει δὲ αψοε´ (1775) οἱ τοῦ χωρίου κάτοικοι ἐδομήσαντο τὸν ἐπ᾿ ὀνόματι τῆς Κοιμήσεως τῆς Θεοτόκου ναόν, κατὰ τὴν αὐτῆς εὐδοκίαν, μετὰ πολλοῦ ζήλου καὶ εὐλαβείας, ἔνθα καὶ τεθησαύρισται ἡ ἁγία εἰκών, ὡς καὶ τὸν ναΐσκον τῶν γενεθλίων αὐτῆς, ὡς αὕτη παραδόξως ὑπέδειξε.
Ἐσχάτως, ἐν ἔτεσιν (1949-1951) ἵδρυται περικαλλὴς ἐκ βάθρων ναός, ἀρωγῇ καὶ συνεισφορᾷ τῶν τε ἀξιωματικῶν καὶ ὁπλιτῶν τῆς ὁγδόης μεραρχίας, εἰς ἀΐδιον μνήμην τῆς παρὰ τῆς Θεοτόκου βοηθείας, δι’ ἧς λαμπρὰν ᾔραντο νίκην ἐν τῇ τοῦ Γράμμου περιοχῇ, καταγωνισάμενοι τοὺς τῶν αἱμάτων ἄνδρας Συμμορίτας, δηώσαντες καὶ λῃϊσαμένους τὰ ἐγγὺς χωρία, καὶ πλείστους τῶν κατοίκων εἰς χώρας μακρὰν (κοινῶς τοῦ Παραπετάσματος λεγομένας) αἰχμαλώτους ἀπαγαγόντας. Τῷ ἱερῷ τούτῳ ἔργῳ συνέδραμε καὶ ἡ ἐν Ἰωαννίνοις μεραρχία.
Πλεῖστα δὲ θαύματα ἐνήργησε πάλαι, καὶ οὐ παύεται καὶ νῦν ἐνεργοῦσα ἡ θαυματουργὸς αὕτη εἰκών, ἀσθενεῖς θεραπεύουσα, κινδυνεύοντας σῴζουσα, καὶ πᾶσι τὰ πρὸς σωτηρίαν αἰτήματα παρέχουσα, τοῖς εὐλαβῶς προσερχομένοις, καὶ ἀνομβρίας ἔλυσε, καὶ στειρευούσῃ γυναικὶ τέκνον δέδωκε, καὶ πᾶσι καθ’ ἑκάστην βοηθεῖ τοῖς ἐπικαλουμένοις τὸ ἅγιον τῆς Θεοτόκου ὄνομα. Τῇ δεκάτῃ δὲ καὶ ἕκτῃ τοῦ μηνὸς Φεβρουαρίου, ἐν ᾗ πάνδημος τελεῖται ἑορτὴ καὶ πανήγυρις εἰς δόξαν τῶν πολλῶν αὐτῆς θαυμασίων καὶ ἀντιλήψεων, πανοικεὶ συῤῥέουν τῷ Πληκατίῳ τῷ κύκλῳ καὶ έγγὺς χωρίᾳ ᾄδοντες καὶ ψάλλοντες τῇ Παντοβασιλίσσῃ Θεοτόκῳ, ἐν πολλῇ εὐγνωμοσύνῃ, χαριστηρίους ὕμνους καὶ ᾠδάς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἀπεδίωξας, Νεστόριον τὸν ἄφρονα, τὸν μελετήσαντα, κατὰ Χριστοῦ ἀσεβῶς, δυάδος τῶν φύσεων, ἔχουσα πρόμαχον, τὸν σοφώτατον, Ἀλεξανδρείας Κύριλλον, Πουλχερία σὲ νουθετοῦντα.
Ἐκ τῶν θείων, περιβόλων ἀπεμάκρυνας, ὡς ἀτυχέστατον, τὸν δυστυχῆ Εὐτυχῆ, καὶ ἀπεσκοράκισας, κακῶς Διόσκορον, τὸν κακόφρονα, πίστιν καλῶς κατέχουσα, τῶν Πατέρων τὴν ἁγίαν.
Ἐξεπαίδευσας, σοφῶς τὸν Θεοδόσιον, τὸν σὸν κασίγνητον, ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ἐμμένειν ἀκλόνητον, καὶ ἀναμέλποντα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἡ Βασίλισσα, Παρθένος ἡ κυήσασα, τὸν Βασιλέα Χριστόν, οἴκτειρον σῶσόν με, κλονούμενον πάθεσι, πίστει στερέωσον, καὶ ὁδήγησον, πρὸς σωτηρίας τρίβον με, τῶν πιστῶν ἡ σωτηρία.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Μόνη θαυμαστῶς ὦ Πουλχερία, βασίλισσα καὶ παρθένος ἀναδέδειξαι, ἁλουργίδα ἄφθορον, καὶ πορφύραν ἄχραντον, ἐνδεδυμένη ἔνδοξε, καὶ ἀναμέλπουσα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὕμνησας ἐν μέσῳ τῆς Συνόδου, τὸν τόκον τῆς Θεοτόκου δύο φύσεσι, πέλοντα ἀσύγχυτον, καὶ μετὰ τὴν ἕνωσιν, ὡς οἱ Πατέρες ἅπαντες, πανσόφως ἔψαλλον, Θεάνθρωπον, ὑμνοῦντες Σωτῆρα, καὶ δοξολογοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ἐσβέσθη αἱρέσεων τὸ θράσος, καὶ πάσης κακοδοξίας τὰ φρυάγματα, τῇ ὀρθοτομίᾳ σου, Πουλχερία πάνσοφε, καὶ Οἰκουμένην ἅπασαν, ᾄδειν ἐκέλευσας· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὀπίσω Σου ἔδραμον γυναῖκες, τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε, Κόρη ἀπειρόγαμε, τοῦ ἐκ γαστρός Σου λάμψαντος, Μονογενοῦς Υἱοῦ, καὶ Σοὶ συμβασιλεύοντος ὄντως, ἀνυμνολογοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἔδυς ὡς ἀστήρ, Πουλχερία πανέκλαμπρε, καὶ ἐξανέτειλας, πρὸς τὴν ὑπερκόσμιον, ζωὴν λιποῦσα ὥσπερ ἀκτῖνας ἡμῖν, τὰς ἀρετὰς τοῦ βίου σου, καὶ κατορθώματα, τὰς καρδίας, πάντων καταυγάζουσα, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.
Πύλαι οὐρανῶν, φαιδρῶς διηνοίχθησαν, ὑπολαβοῦσαί σε, καὶ τῶν πρωτοτόκων νῦν, ἡ Ἐκκλησία ἔχει χορεύουσαν, σὺν ἐκλεκτοῖς ἀοίδιμε, τὴν ἱεράν σου ψυχήν, ἔνθα ἦχος, ἐστὶν ἑορτάζοντος, Πουλχερία καὶ φῶς τὸ ἀνέσπερον.
Λύσιν δυσχερῶν, παθῶν ἀπολύτρωσιν, βίου διόρθωσιν, αἴτησαι ἀείμνηστε, καταπεμφθῆναι τοῖς εὐφημοῦσί σε, καὶ τὸ σεπτὸν μνημόσυνον, ἐπιτελοῦσί σου, παῤῥησίαν, ἔχουσα πρὸς Κύριον, Πουλχερία σεμνὴ ἀξιάγαστε.
Θεοτοκίον.
Σῶσόν με ἁγνή, Σωτῆρα κυήσασα, καὶ πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν Σου, πρὸς μετανοίας ὁδὸν κατεύθυνον, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, τῆς αὐτοῦ δέ, λύτρωσαι ἐνέδρας με, Θεοτόκε πιστῶν ἡ βοήθεια.






Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐνέκρωσας τὸ φρόνημα, τῆς σαρκὸς στεφηφόρε, ὦ Πουλχερία πάνσεμνε, τῶν παρθένων ἡ δόξα, καὶ Νεστορίου ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον πὖσαν καὶ μύθον, τὴν πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ φωτός, κηρύξασα Θεοτόκον.
Θεοτοκίον. Γυναῖκες ἀκουτίσθητε.
Ταῖς Σαῖς ἀγκάλαις ἄχραντε, βαστάσασα τὸν Κύριον, τὸν τῇ ἀχράντῳ παλάμῃ, διακρατοῦντα τὰ πάντα, Αὐτὸν Θεομακάριστε, ἱκέτευε ῥυσθῆναί με, χειρὸς δολίου δράκοντος, τοῦ ἀναιδῶς σπαράττοντος, τὴν ταπεινήν μου καρδίαν, εἰς ἡδονὰς ψυχοφθόρους.

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας Παντάνασσα, Πουλχερίᾳ τῇ δούλῃ Σου, Δεβόῤῥας κρίσιν καὶ φρόνησιν, τῆς Σάῤῥας εὐσέβειαν, καὶ σεπτῶν Πατέρων, τὴν Ὀρθοδοξίαν, τὸ συμπαθὲς τῆς Ταβιθᾶς, Ἑλένης ζῆλόν τε πρὸς ἀνέγερσιν, ναῶν καὶ διακόσμησιν, ὡς βασιλίδων Βασίλισσα· καὶ αὐτὴν Σῷ Υἱῷ ἀεί, βασιλεύειν ἠξίωσας.

Σῶμα ἀκηλίδωτον, καὶ λογισμὸν ἀπερίτρεπτον, ἡδοναῖς διετήρησας, καὶ νύμφη ἀκήρατος, τῷ πεποιηκότι, σεαυτὴν προσῆξας, πεποικιλμένην ἱερῶς, θείαν πορφύραν ἀείμακάριστε· διὸ σὲ προσελάβετο, πρὸς φωτεινότατον θάλαμον, καὶ νυμφῶνα ἀκήρατον, Πουλχερία θεόστεπτε.

Χάριν τὴν τοῦ Πνεύματος, ὦ Πουλχερία πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν σωφρόνως, διὰ πολιτείας, καὶ λογισμῷ θεοσεβεῖ, τὴν κακοδόξων ὀφρὺν κατέσπασας, καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, εὐσεβῶν ἐγκαλλώπισμα.

Μνήμην τὴν πανέντιμον, ὦ Πουλχερία πανεύφημε, ἐκτελοῦσα ἡ μάνδρα σου, ἐνθέως γεραίρει σου, τοὺς σεπτοὺς ἀγῶνας, ὑπὲρ εὐσεβείας, καὶ τὴν ὀρθότητα τῶν σῶν, θείων δογμάτων καὶ καθαρότητα, δι’ ὧν κατεπολέμησας, τῶν κακοδόξων τὰς φάλαγγας, καὶ μακρὰν ἀπεδίωξας, τῆς Χριστοῦ ποίμνης ἔνδοξε.









Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πάντες οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ὀρθόδοξοι, ᾄσμασι καταστέψωμεν Πουλχερίαν τὴν βασίλισσαν καὶ παρθένον· τὴν ἄγρυπνον φύλακα τῶν Ὀρθοδόξων· τὴν ἄμωμον περιστεράν, τὴν ἐνδιαπρέψασαν τῷ κάλλει τῆς παρθενίας, καὶ τῶν πιστῶν ὀφθεῖσα ἀδιάσειστον ἔρεισμα· τὸ καταφύγιον τῶν θείων Πατέρων· τὴν προστασίαν τῶν ὀρφανῶν· τὴν τροφὸν τῶν πενήτων· τὴν ἀντίληψιν τῶν ἀσθενῶν καὶ ἀπολύτρωσιν τῶν ἀδικουμένων· τὴν ἄοκνον γηροτρόφον· τῶν θείων ναῶν τὴν κοσμήτορα· τῆς εὐσεβοῦς βασιλείας τὴν αἴγλην. Αὕτη γὰρ διέλαμψεν ἐν πάσῃ τῇ Ἐκκλησίᾳ, ὡς καθαρὰ καὶ ὁλόφωτος σελήνη, καὶ ἐκ δεξιῶν τοῦ Σωτῆρος παρίσταται ὡς βασίλισσα, πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαῖρε Βυζαντίου ἡ βασιλίς, χαῖρε Πουλχερία, ἰσαπόστολος εὐκλεής, χαῖρε ἡ κληθεῖσα, προστάτις εὐσεβείας, καὶ μόνη ἐν ἀνακτόροις, παρθένος ἄνασσα.
Χαῖρε ὦ Αὐγούστα ἡ συμπαθής, χαῖρε Πουλχερία, ἐλεήμων καὶ εὐσεβής, χαῖρε τῶν γερόντων, καὶ ὀρφανῶν προστάτις, τῆς εὐποιΐας ἔργοις, πληροῦσα πᾶσαν γῆν.
Βασιλίδος πόλεων βασιλίς, χαῖρε Πουλχερία, συγκροτήσασα εὐσεβῶς, δύο σὺ Συνόδους, τὰ δόγματα κυροῦσα, σὺν τῷ Θεοδοσίῳ, καὶ τῷ Μαρκιανῷ.
Χαῖρε ἡ διώξασα δυσσεβεῖς, τοὺς αἱρεσιάρχας, λύκους δύστυχον Εὐτυχῆ, σὺν τῷ Νεστορίῳ, Διόσκορόν τε ἅμα, τὸν  Πατριάρχην σχοῦσα, σὺν σοὶ τὸν Κύριλλον.
Χαῖρε Πουλχερία πανευλαβής, Οἰκουμένης θρόνῳ, τὸ πηδάλιον ἀσφαλῶς, τῆς ὀρθοδοξίας, καὶ κράτους διοικοῦσα, σῆς αὐτοκρατορίας, Αὐγούστα πάνσοφε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου