ΜΑΡΤΙΟΥ 9!!
ΧΡΙΣΤΟΣ & ΠΑΝΑΓΟΣ ΝΕΟΜΑΡΤΥΡΕΣ
ΓΑΣΤΟΥΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἱερομονάχου
Ζαχαρίου Καραντινοῦ)
ΕΣΠΕΡΙΝΟΣ.
Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ
Προοιμιακός, τὸ Μακάριος ἀνήρ καὶ εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια γ΄ τοῦ Ἁγίου Πανάγου. Ἦχος α΄. Τῶν Οὐρανίων
Ταγμάτων.
Δεῦτε φιλέορτοι πάντες ᾄσμασι στέψωμεν,
Πανάγιον τὸν μέγαν, τὸν τῆς πλάνης ἀνδρείως, πατήσαντα καὶ πάσας πρὸς τὸν
Χριστόν, τὰς ἐλπίδας τεθέντα πιστῶς· νῦν δὲ βοῶντα ἀπαύστως σὺν Χερουβίμ, τὸ
οὐράνιον μελώδημα.
Μεμυημένος
ὑπάρχων τῆς θείας γνώσεως, οὐδόλως ἀπερείδες, ἀλλ’ ἀνδρείως ἀντέστης, λωβὴν τῶν
δυσσεβούντων ὅθεν Χριστός, τὴν οὐράνιον ἄνοδον, μετ’ εὐφροσύνης παρέχει καὶ
πρὸς ζωήν, αἰωνίαν μετατίθησι.
Ῥωμαλαιότητι
γνώμης προθύμως ἤνυσας, δρόμον τοῦ μαρτυρίου, καὶ πρὸς δόξαν εἰσῆλθες,
ἀπέραντον καὶ θείαν ἔνθα Χριστόν, τῶν Ἀρχαγγέλων οἱ φάλαγγες, ἀκαταπαύστως
ὑμνοῦσιν χαρμονικῶς, σὺν Μαρτύρων τοῖς στρατεύμασιν.
Ἕτερα,
ὅμοια. Τοῦ Ἁγίου Χρίστου
Τῇ
καθαρᾷ πολιτείᾳ σοῦ βίου ἔνδοξε, χρῖσμα ἱερωσύνης, κομισάμενος πρώην, ὕστερον
τοῖς ἄθλοις ὡραϊσθείς, τῶν σῶν πόνων ἀντάμειψιν, ἀντιλαμβάνεις ἀξίως ἐν
οὐρανοῖς, τῇ χειρὶ τοῦ Παντοκράτορος.
Οὔτε
θωπεῖαι τυράννων οὐ ῥαβδισμῶν ἀπειλαί, οὔτε τῶν τέκνων πόθος, οὔτε γόος
συζύγου, μαλάξαι σου τὸν τόνον ὅν πρὸς Χριστόν, ἐκληρώσε σὲ ἴσχυσαν, ἀλλ’ ἐν
σταδίῳ αὐθαίρετος προσελθών, δίκην ἀμνοῦ σφαγιασθεὶς Ἀθλητά.
Ὡς
νεοττὸς χρυσοπτέρυξ ἡ καθαρά σου ψυχή, πρὸς πόλους τὰς πορείας, ποιουμένη
θεόφρον, φθάσασα πρὸς τὰ ἄνω ἔνθα σκηναί, τῶν Μαρτύρων καὶ φάλαγγες, μετ’
εὐφροσύνης κραυγάζεις· Ἅγιος εἶ, ὦ Χριστὲ τῶν Ἀθλοφόρων ἰσχύν.
Δόξα.
Ἦχος πλ. δ΄. Τοῦ Ἁγίου Πανάγου
Εὐφραίνεται
χαρμονικῶς ὁ τῶν δικαίων ἱερὸς θίασος, ἀστέρα σε νέον τοιοῦτον κομισάμενος, καὶ
Χριστὸν ἀνευφημεῖ ἀπαύστοις τοῖς ὕμνοις, τὸν σὲ ἐνισχύσαντα. Ὅθεν Πανάγιε ὑπὲρ
Χριστοῦ σφαγιασθείς, τὰς τῶν ἀθέων βουλὰς ἐξηφάνισας, καὶ τὴν κάραν ἐκτμηθείς,
τῇ ὑπερβολῇ τῆς σῆς καρτερίας, τὰς ζεζοφωμένας κάρας, τῶν ἀοράτων ἐχθρῶν
συνέτριψας. Εὐφραίνεται καὶ Ὤλενα, ἡ σὲ πολιοῦχον ἀνθήσασα, καὶ Χριστῷ παραστήσασα,
καὶ τὴν τῶν λειψάνων σου ἐγκολπωσαμένη σορόν, ἀναπηγάζει τοῖς πᾶσι διὰ σοῦ
ἰαμάτων κρουνούς.
Καὶ
νῦν. Θεοτοκίον.
Ὁ
Βασιλεὺς τῶν Οὐρανῶν διὰ φιλανθρωπίαν...
Φῶς
ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα,
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα
ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ
Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.
Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς,
ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα,
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ
κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿
αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὸν στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ταῖς
ῥοαῖς τῶν αἱμάτων ἀσεβῶν κατεπάτησας, ἀχλυώδη ἅπασαν πλάνην πάνσοφε, καὶ τῶν
ἐχθρῶν τὰ συστήματα, ἀσάρκων ἐβύθισας τῇ χειρὶ τοῦ κραταιῶς, σὲ Χριστοῦ
ἐνισχύσαντος καὶ τὸ πνεῦμά σου, καθαρὸν καὶ ἀκίβδηλον τρισμάκαρ, ἐναπέθου τῷ
Δεσπότῃ, ὡς Ἀθλητὴς γενναιότατος.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει,
καὶ ὡσεὶ κέδρος ...
Τῶν
τῆς Ἄγαρ τὸ φρύαγμα παντελῶς ἐταπείνωσας, τῇ στεῤῥᾷ ἐνστάσει σου ἀξιΰμνητε, καὶ
γεγηθὼς ἀνεβόησας· Χριστός μου τὸ καύχημα τί βραδύνετε λοιπόν; ἰδοὺ νῦν ἐγὼ
πάρειμι ὦ παράνομοι, τὸν αὐχένα μου κλίνω γηθοσύνως, τὸν Χριστὸν δὲ οὐκ ὄμνυμ’
ὅλως, τὸν τῷ Πατρὶ ὁμοοῦσιον.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ...
Ἐπτερώθης
τῷ ἔρωτι τοῦ Θεοῦ Παντοκράτορος, τὰ τοῦ πλάνου θήρατρα σὺ κατέῤῥαξας, καὶ
νικηφόρος ἀνέδραμες πρὸς πόλιν οὐράνιον, καὶ ἡνώθης τῷ Θεῷ, κατὰ χάριν
θεούμενος καὶ θεόπλοκον, στέφος θεὶς ὁ τῶν ὅλων στεφοδότης τῇ ἰδίᾳ κορυφῇ σου,
καὶ στεφανοῦν σε θεόσοφε.
Δόξα.
Ἦχος β΄. Τοῦ Ἁγίου Χρίστου.
Ἐν
τῇ τοῦ Παραδείσου τρυφῇ, κατασκηνώσασα ἡ ψυχή σου, τῶν θείων ἀκορέστως
ἀπολαμβάνεις θεωρημάτων, καὶ περιαυγαζομένη παρὰ τῆς ἀκτῖνος τοῦ πρωταιτίου
φωτός, τὰ θεῖα μὲν σὺν τοῖς Ἀγγέλοις ὑμνεῖ μελῳδήματα, τὸ σῶμα δὲ ὡς ὁμοφυὲς τῇ
γῇ ἐνταφιασθέν, ἀναβλύζει πᾶσι τοῖς πιστοῖς ἰαμάτων πηγάς, ἐκεῖθεν τὰς ἰάσεις
ἀντλοῦν. Ὅθεν κατ’ ἄμφω χαριτωθείς, μνημόνευε καὶ ἡμῶν χρηστέ, ἐκ τῶν τῆς Ἄγαρ
τυραννίδος καὶ λύμης φυγεῖν.
Καὶ
νῦν. Θεοτοκίον.
Ὤ
θαύματος καινοῦ...
Νῦν
Ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Οἱ
μάρτυρές Σου Κύριε ἐν τῇ Ἀθλήσει αὐτῶν...
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν,
κάθισμα τοῦ Ἁγίου Πανάγου. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀΰλου
χαρμονῆς ἐφιέμενος μάκαρ, τυχεῖν παρὰ Θεοῦ ἐν οὐρανοῖς μετ’ Ἀγγέλων, τὸ σῶμά
σου Πανάγιε, τοῖς ἀνόμοις παρέδωκας, ὅθεν Ἅγιε, ξίφει τμηθεὶς τὸν αὐχένα,
χαίρων ἔφθασας, πρὸς ἥν ἐπόθεις χορείαν, τὰ γέρα ληψόμενος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
νοῦς ἀγγελικὸς οὐδὲ βρότειος ὅλως, δυνήσεται νοεῖν κατ’ ἀξίαν ὦ Κόρη, τοῦ τόκου
Σου τὸ ἄφραστον, ἀνερμήνευτος πέφυκεν· εἰς ἐξέρχεται, Θεὸς βροτὸς κατ’ οὐσίαν,
καὶ Σὲ Δέσποινα, φυλάξας καὶ μετὰ τόκον, Μητέρα ἀνύμφευτον.
Μετὰ τὴν β΄ στιχολογίαν,
κάθισμα τοῦ Ἁγίου Χρίστου. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῆς
ἄνω καλιᾶς τῶν Ἀγγέλων τρισμάκαρ, ἠξίωσαι τυχεῖν τοῖς κρουνοῖς σῶν αἱμάτων· δι’
ὅ νῦν καὶ τὸ πνεῦμά σου ἀναμέλπει γηθόμενον, δόξαν αἴνεσιν τῷ Βασιλεῖ τῶν
αἰώνων, τῷ ἰσχύσαντι, σὲ τὸν Αὐτοῦ Ἀθλοφόρον, πατάξαι τὸν τύραννον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Συνέλαβες
Χριστὸν ὑπὲρ φύσιν καὶ λόγον, καὶ ἔτεκες Αὐτὸν μετὰ ὠδῖνος καὶ λύπης· ὅνπερ ἀεὶ
πανάσπιλε, ἐκτενῶς καθικέτευε, δοῦναι κάθαρσιν, καὶ τῶν σφαλμάτων τὴν λύσιν,
τῶν ὑμνούντων Σε ὡς ἀληθῆ Θεοτόκον, καὶ Νύμφη Ἀνύμφευτον.
Μετὰ τὸν Πολυέλεον, κάθισμα
τοῦ Ἁγίου Χρίστου. Ἦχος γ΄. Θείας πίστεως.
Μέγα
καύχημα, Ὠλένης ὤφθης, μέγα στήριγμα, Πελοποννήσου· σὲ γὰρ ὁρῶντες οἱ ἄλλοι
ἀθλήσαντα, καὶ καθελόντα τοῦ πλάνου τὰ ἔνεδρα, ἀνδρειοφρόνως τῇ πίστει
στηρίζονται, καὶ τῶν τῆς Ἄγαρ τὸ θράσος ἀνέχονται· ἀλλὰ πρέσβευε ὡς τῷ Χριστῷ
παριστάμενος, φυλάττειν αὐτοὺς τὴν πίστιν ἀδιαλώβητον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
ὡραιότητα, τῆς Παρθενίας Σου...
Οἱ
κανόνες· τῆς Θεοτόκου· καὶ β΄ τῶν Ἁγίων.
Ὁ Κανὼν τοῦ Ἁγίου Πανάγου, οὗ ἡ ἀκροστιχίς: Τοῦ Παναγίου
τοὺς ὕμνους πλέκω πόθῳ.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας...
Τὸν
Ἄναρχον Λόγον τὸν ἐκ Πατρός, ἀπαθῶς προϊόντα ὡς τὸν λόγον ἐκ τοῦ νοός, ἐκ δὲ
ἐπ’ ἐσχάτων σαρκωθέντα, Δημιουργὸν τοῦ παντὸς ἀνεκήρυξας.
Ὅλον
σου τὸν πόθον πρὸς τὸν Χριστόν, γενναιόφρον ἔχων οὐκ ἐφρόντισας ἀπειλῆς, οὐ
ξίφους εἱρκτῆς τε ἀλλὰ χαίρων, πρὸς τὸ μαρτύριον μάκαρ ἐχώρησας.
Ὕλην
ἐβδελύξω τὴν ῥυπαράν, σώματος τρισμάκαρ τὸν Χριστὸν δὲ ὡς ἀληθῶς, ὁρεκτὸν τὸ
ὄντως ἀνεδύσω, διὰ τοῦ ξίφους Αὐτὸν προσαπείληφας.
Θεοτοκίον.
Πύλην νοητήν σε ὁ προορῶν, προέφησε μόνην τὸν
Θεὸν δὲ ὡς ἀληθῶς, ἐν Σοὶ ἐισελθόντα ἑκουσίως, καὶ ἐξελθόντα φυλάξας ἀπήμαντον.
Ἕτερος κανὼν τοῦ Ἁγίου
Χρίστου. Ἄνευ Ἀκροστιχίδος· ἡ φαινομένη ἀκροστιχὶς οὐδεμία σχέση ἔχει μὲ τὸν
ὑμνούμενον Ἅγιον ἀλλὰ καὶ τὸν ποιητὴν τοῦ κανόνος. Εἰκάζεται ὅτι ὁ ποιητὴς
βασίστηκε σὲ προγενέστερο κανόνα, παραβλέποντας νὰ ἀλλάξει τὴν ἀκροστιχίδα.
ᾨδὴ
α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Ὑμνῆσαι
σὴν ἄθλησιν οὐκ ἐξισχύω, καὶ τὰ προτερήματα νῦν προελόμενος σοφέ, ἀλλ’ ἐκ τῆς
ἄνωθεν αὐγῆς ἧς ἐπαπολαύεις, πέμψον ἡμῖν φωτισμόν.
Μαινόμενοι
τύραννοι κατὰ τῆς θείας, αὐγῆς τρισηλίου τε ἀλλὰ γοῦν μαχόμενον, εὑρόντες σε Ἀθλητά·
διὸ καθεῖλες τῆς αὐτῶν πλάνης τὰ φρυάγματα.
Νομίμως
διήλεγξας τοὺς παρανόμους, σὺ ὡς ἐννομώτατος ὑφ’ ὧν τεινόμενος, καὶ τοῖς
ῥάβδοις τὴν δορὰν δρυπτόμενος, ὅπως Χριστῷ καθωραΐσης αὐτήν.
Θεοτοκίον.
Ὅλως
ἐξ ἀπογνώσεως ὑπάρχω Κόρη, δαιμόνων ἐπίχαρμα ἀλλὰ Σὺ προφθάσασα, τῇ κραταιᾷ Σου
χειρί, καὶ τοῦ νοός μου ἐκτροπὰς στῆσον Πανάμωμε.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Ἀνυμνῆσαι
οὐ σθένει ἀγακλεῶς ἅπασα, γλῶσσα γηγενῶν οὐδὲ ὅλως, ὄντως σου ἄψασθαι, τῶν
ἀναῤῥήσεων, ὧν πρὸς Χριστὸν ἠξιώθης, εἰς τὴν διαμένουσαν δόξαν πανεύφημε.
Ναὸν
ἅγιον ὄντως τὴν σὴν ψυχὴν θέμενος, Πνεύματος Ἁγίου τρισμάκαρ, καὶ μεγαλέμπορος,
οἷάς τις γέγονας, τὸν νοητὸν μαργαρίτην, ἀντιδοὺς τὰ χείρονα χαίρων προσέλαβες.
Ἀγαθὸς
νῦν προστάτης καὶ βοηθὸς ἄμαχος, φάνηθι τρισμάκαρ καὶ ῥῦσαι, τὴν θρεψαμένην σε,
πάσης αἱρέσεως, τῶν εὐσεβῶν ἐκκλησίαν, ταῖς πρὸς τὸν Παντάνακτα θείαις
πρεσβείαις σου.
Θεοτοκίον.
Γευωθεῖσαν
τὴν φύσιν πάσης φθορᾶς Δέσποινα, ταύτην ὁ Υἱός Σου θέλων οἰκτεῖραι, ἐν Σοὶ
ἐσκήνωσεν· ᾧ προσδοκήσαντες, Μάρτυρες θεῖοι ἐμφρόνως, ταῖς τομαῖς ὑπέστησαν
καρτερικώτατα.
Ἕτερος.
Στερεωθήτω ἡ καρδία μου.
Ἵνα
γεραίρω τὴν σεβάσμιον, καὶ ἁγίαν Μάρτυς σοῦ ἄθλησιν, δίδου μοι χεῖρα βοηθόν,
καὶ τοῦ πλάνου τὰ ἔνεδρα, τὰ ἐπεμβαίνοντά μοι κενὰ τάχος ποίησον.
Σὺ
πρώην μὲν ἀμνὸν τὸν αἴροντα, παντὸς κόσμου Μάρτυς τὰ πταίσματα, ἱεράτευσας καὶ
Θεῷ ὕστερον δὲ προσήγαγες, ὁλοκαύτωμα σαυτὸν καὶ ἱερώτατον σφάγιον.
Γέγονας
ὅλως ἱερώτατον, καὶ ἁγνὸν δοχεῖον τοῦ Πνεύματος, διὸ προσενήνεξαι τῇ ἄνω νῦν
τραπέζῃ γηθόμενος, σὺν τοῖς Ἀγγέλοις λειτουργῶν ὡς ἱερεὺς ἐννομώτατος.
Θεοτοκίον.
Ἔχων
σε μόνην καταφύγιον, οὐ πτοοῦμαι ὅλως πανάσπιλε, τὰς προσβολὰς τῶν δυσμενῶν,
ὅτι τάχος συνθλάττονται, καὶ ἀκοῦσαι οὐ δεδύνηνται τοῦ Σοῦ ἁγίου ὀνόματος.
Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φωτοφανὴς
νέος ἀστὴρ ἀνεδείχθης, καὶ φωτοβόλος ἐλάτηρ τοῖς ἐν σκότει, προκαθημένοις
ἔνδοξε Πανάγιε, τῇ στεῤῥᾷ ἐνστάσει σου καὶ ἀθλήσει σου ὄντως, χαίρων
κατεπάτησας τὰ σαθρὰ τούτων βέλη, καὶ στεφηφόρος ὤφθης ἐκ Θεοῦ, ἀπολαβὼν τὸ τῆς
νίκης ἀΐδιον στέφανον.
Δόξα.
Κατεπλάγη Ἰωσήφ.
Ἱερωτάτῳ
σου νοΐ, σὺ πρὸς τὰ ἄνω ἐκδημῶν, οὐκ ἐφρόντισας σοφέ, οὐ ξίφος οὔτε τῶν δεινῶν,
ἀλλὰ ἀνδρείως πρὸς πάλην αὐτομολήσας, καὶ νίκην ἀληθῶς κατὰ τοῦ πλάνου λαβών,
κατέῤῥαξας αὐτοῦ κάραν τοῖς ἄθλοις σου, καὶ νικηφόρος ἔδραμες πρὸς πόλιν, τῶν
Ἀρχαγγέλων πανάριστε, ὅπως Χριστός σε ἀντιδοξάσῃ, τοῖς οἰκείοις χαρίσμασι.
Καὶ
νῦν. Θεοτοκίον.
Κατεπλάγη
Ἰωσήφ...
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἴσον
δρόμον τετέλεκας, τοῖς προς σοῦ ἀθλήμασι Μάρτυς ἔνδοξε, ἴσον ὅμως σοὶ τὸν
στέφανον, ὁ ἀγαθοδότης ἐδωρήσατο.
Ὅλον
ἔχων τὸ φρόνημα, πρὸς τὰ ὑπὲρ νοῦν καὶ θεῖα βασίλεια, τῶν γηΐνων κατεφρόνησας,
ὡς οὐδὲν οὐκ ὄντως παμμακάριστε.
Ὑπεισῆλθες
ἀπτόητος, τῷ ἠκονισμένῳ ξίφει Πανάγιε, ὅθεν ἔλαβες ἀντάξιον, τῆς δικαιοσύνης
Μάρτυς στέφανον.
Θεοτοκίον.
Τόμον
θεῖον προέγραψε, πάλαι Σὲ προφήτης τόμον καινότατον, οὐ παρέχοντα ὠδῖνος
βλαστόν, τῆς ζωῆς τῶν πάντων μόνον αἴτιον.
Ἕτερος.
Ἐν Πνεύματι προβλέπων.
Ῥοῇ
τῶν σῶν αἱμάτων βυθίσας ἀληθῶς, κάραν τὴν ἀρχέκακον τοῦ ὄφεως σοφέ, ἥνπερ καὶ
ἡμᾶς συντρίβειν ἀξιώσας, ταῖς σαῖς ἱκεσίαις πρὸς τὸν Χριστὸν κεχρημένος, ὅπως
τῶν δεινῶν λυτρωθείημεν.
Ἀνέτειλέ
σε Ὤλενα ὡς ἄστρον ἱερόν, ταύτην καταυγάζοντα ἀγῶσί σου τὸ πρίν, ὕστερον δὲ τῷ
σῷ λύθρῳ πλέον καθωραΐζεις, καὶ ἐποπτεύεις πᾶσαν ὡς σοὶ ἐνεγκοῦσαν, οἷα Ἀθλητὴς
γενναιότατος.
Ἵνα
ἐπιτύχῃς τῆς ἄνωθεν τρυφῆς, σῶμα παραδέδωκας σοφὲ τοῖς αἰκισμοῖς, και
βεβαιότερος ὤφθης μετὰ τοῦ τέλους, τὴν σφαγὴν τριπλοειδῶς τε ὑποφέρων, ὅπως
στεφηφόρος ὤφθης τῷ Χριστῷ.
Θεοτοκίον.
Ῥεῦσιν
τῆς πάλαι Εὔας ὁ τόκος Σου σεμνή, ὄντως ἐκατήργησε τῇ λόγχῃ κεντηθείς, καὶ τῶν
ἀνθρώπων τὴν φύσιν ἐθέωσε τὴν φθαρεῖσαν, καὶ κλίμακα ταύτην εἰργάσατο
ἐστηριγμένην, ᾗπερ ἐπιβαίνουσι Μάρτυρες.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Οὐ
πτοοῦμαι βασάνους, οὐδὲ τρικυμίας πληγάς τε καὶ μάστιγας, οὔτε νέμω σέβας
ψευδοχρίστοις ἐκραύγαζες Ἅγιε, ἀλλὰ Ἰησοῦν τε τὸν ἐπὶ Ξύλου σταυρωθέντα, καὶ
τὴν πλάνην σαφῶς ἀπωλέσαντα.
Ὑπερεῖδες
οὐδόλως, πάσης ἐπηρείας τε προσγινομένης σοι, ἕως οὗ τὸ πνεῦμα ἐναπέθου εἰς
χεῖρας τοῦ Κτίστου σου, ἔνθα ἐποπτεύεις τοὺς σὲ πιστῶς ἀνευφημοῦντας, καὶ
αἰνοῦντας τὰ σὰ προτερήματα.
Συντριβόμενος
σῶμα, Μάρτυς παναοίδιμε πολλαῖς κολάσεσι, συντριβὴν εἰργάσω τοῖς ἀνόμοις
ἐχθροῖς θείᾳ χάριτι· ὅθεν ᾑμαγμένος ἐν τοῖς σοῖς λύθροις τῶν αἱμάτων, ἐκομίσω
τὰ γέρα τῶν πόνων σου.
Θεοτοκίον.
Ὑπερύμνητε
μόνη, τὸν ἀγαθοδότην Θεὸν ἡ κυήσασα, μὴ παρίδῃς ὅλως τὴν συγκύπτουσαν κληρονομίαν
σου, ἀπολέσθαι ὅθεν Ἀγαρηνῶν ἐπικρατείας, τοὺς Σοὺς δούλους ἀπάλλαξον τάχιον.
Ἕτερος.
Τὸ φαεινὸν ἡμῖν.
Ὤ
θαῦμα πῶς τεθαυμάστωσας ἐκ Θεοῦ, ἐν τῷ σὲ τέμνειν ὁ Κύριος, οἵς τῷ ξίφει σὴν
δέριν πατάσσει, μένεις ὑγιὴς ὅθεν οὖν μανείς, δίκην ἀμνοῦ σφαγιάζει σε.
Ταῖς
πολυποικίλοις τοῦ βίου αὔραις, ὅλως οὐ συσχεθείς, διὸ ἐν σταδίῳ ἀνδρείως
προσελθών, καὶ τῷ Βελίαρ συμπλακείς, κατέῤῥαξας οἷα στεῤῥὸς Ἀθλητής.
Ὅλον
σου τὸν πόθον ἔχων πρὸς τὸν Χριστόν, ἐβόας Ἀθλητά· ὅλως τοῖς δόγμασιν ἡμῶν, οὐ
στέργω παράνομοι, ἀλλ’ ἑκουσίως θνήσκω ἵνα συζήσῳ Χριστῷ.
Θεοτοκίον.
Ὑψηλοτέρα
γέγονας τῶν Χερουβίμ, πάντων πανάσπιλε, ὡς τὸν ἄρτον τῆς ζωῆς τεκοῦσα, καὶ τὴν
νηδὺν μὴ φθαρεῖσα, ὅθεν οὖν ὑμνοῦμέν Σου τὴν ἄσπορον σύλληψιν.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Μακάριον
ἀληθῶς, ἐδέξω τέλος Πανάγιε, διὰ Χριστὸν τὸν Θεόν, τὸ αἷμα ἐξέχεας, ὅθεν
περιΐπτασαι, ἐν σκηναῖς Μαρτύρων εἰς αἰῶνας ἀγαλλόμενος.
Νενίκηται
ἀληθῶς, ὁ κοσμοκράτωρ Πανάγιε, ἀθλήσει σου τῇ στεῤῥᾷ, σαφῶς καὶ κατέῤῥακται, τῇ
θείᾳ προσχύσει σου, τῶν αἱμάτων ὅλως καὶ εἰς τέλος κατηδάφισται.
Ὅλον
ἐν σοὶ τὸν Χριστόν, εἰσοκισάμενος ἔνδοξε, φαρέτρᾳ νικοποιῷ, χρησάμενος Ἅγιε,
τοῦ Σταυροῦ τὸ τρόπαιον, δι’ οὗ τῆς καδμείας τὸν τῆς νίκης ᾖρας στέφανον.
Θεοτοκίον.
Ὑμνοῦσί
Σε γηγενῶν, ἅπασα φύσις ὑπέρτιμε, οἱ λυτρωθέντες τῇ Σῇ, Ἀχράντῳ συλλήψει Σου,
διὰ τούτους τήρησον, ἀλωβήτους λύμης καὶ ἐξ Ἄγαρ τυραννίτιδος.
Ἕτερος.
Τὸν Προφήτην Ἰωνᾶν.
Δεῦτε
πάντες οἱ πιστοὶ καὶ θεάσασθαι σαφῶς, σταδιοδρόμον Ἀθλητὴν τὸν τροπώσαντα
ἐχθρόν, καὶ στέφος ἄφθαρτον, λαβόντα ἐκ δεξιᾶς τοῦ Χριστοῦ.
Ἡ
σοφία τοῦ Θεοῦ σὲ ἐσόφισε σαφῶς, καὶ ἐβόησας τρανῶς· τί βραδύνεις δικαστά;
Χριστὸν ἐγώ, οὐκ ὄμνυμ’ ὅλως ποίει ἅ θέλεις λοιπόν.
Μέλλοντί
σοι Ἀθλητὰ εἰσιέναι τοῖς δεινοῖς, οὐκ ἐφρόντισας εἱρκτῆς οὐ ξίφους οὔτε
ἀπειλῆς, ἀλλ’ ἔκραζες· Χριστός μου δόξα καὶ σεμνολόγημα.
Θεοτοκίον.
Ἡ
πανάσπιλος ἀμνάς, τὸν Ἀμνὸν καὶ Λυτρωτήν, ἱκετεύει ἐκτενῶς, ὅπως λύσιν τῶν
δεινῶν, εὕρωμεν οἱ τιμῶντες, ὡς ἄσπιλον τὸν Τόκον Αὐτῆς.
Κοντάκιον.
Ἦχος β΄. Τοὺς ἀσφαλεὶς καὶ θεοφθόγγους κήρυκας.
Τοὺς
φωτοφανεῖς ἀστέρας τῆς οἰκουμένης, καὶ νεολαμπεῖς ὁπλῖτας τῆς Ἐκκλησίας, ὕμνοις
ἐγκωμίων ἀναδήσωμεν, ὅτι τὸ κάλλος αὐτῆς τοῖς σφῶν αἵμασιν ἐπορφύρωσαν, καὶ
ἤρασι παρὰ Θεοῦ τὸ στέφος τῆς ἀθλήσεως.
Οἶκος.
Τίς
τὰ ὑμῶν ἆθλα ἐξειπεῖν δυνήσεται μακάριοι, ἅτινα διὰ Χριστὸν τὸν Θεόν, ὑπέστητε
καρτερόψυχοι; Σαφῶς γὰρ ἐστὶ τὸ τοιοῦτον ἐγχείρημα, τοῖς ἐθέλουσι τὴν θάλατταν,
ἤ τὴν παράλιον ψάμμον καταμετρεῖν, ὅπερ τῶν ἀδυνάτων τυγχάνει καὶ
δυσερμήνευτον, οὕτω γὰρ κἀμοὶ δοκεῖ εἶναι δυσχερὲς καὶ ἀδύνατον, τοῖς ἐγκωμίοις
στέψαι τὰς ὑμῶν κορυφάς, ἅς τινας ἡ θεία χάρις ἐν τῇ τοῦ Παραδείσου τρυφῇ,
ἐναργῶς ἐστεφάνωσε· διὸ χαρὰν χαίροντες τὴν ἀνεκλάλητον, ἐν ταῖς τῶν Μαρτύρων
χορεῖαις, οἵαν ὁ μέγας Ἀπόστολος τοῖς Γαλάταις γράφει· μέμνησθαι τοίνυν καὶ
ἡμῶν, οἱ τὰ πάντα χαρμονικῶς διὰ Χριστὸν καταλείψαντες, καὶ τοῖς σφῶν αἵμασι,
τὸν τὴν προμήτορα ὄφιν ἀπατήσαντα, εἰς τέλος βυθίσαντες, ᾔρατε παρὰ Θεοῦ τὸ
στέφος τῆς ἀθλήσεως.
Συναξάριον
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων
Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν Σεβαστείᾳ τῇ πόλει
μαρτυρησάντων.
Πληροῦμεν ὑστέρημα σοῦ, Σῶτερ, πάθους,
Τεσσαράκοντα, συντριβέντες τὰ σκέλη.
Ἀμφ' ἐνάτῃ ἐάγη σκέλη ἀνδρῶν τεσσαράκοντα.
Οὗτοι οἱ Ἅγιοι ἐκ διαφόρων
πατρίδων ὄντες, ἐφ’ ἑνὶ τάγματι ἐστρατεύοντο. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν
κατασχεθέντες, καὶ εἰς ἐξέτασιν ἀχθέντες, καὶ μὴ πεισθέντες θῦσαι τοῖς εἰδώλοις,
λίθοις τὰς ὄψεις καὶ τὸ στόμα πρότερον βάλλονται. Αἱ δὲ βολαί, οὐ μᾶλλον
τούτους, ἤ τοὺς βάλλοντας ἀντιστρεφόμεναι ἔπληττον. Ἔπειτα, ἐν ὥρᾳ χειμερινῇ,
γυμνοὶ διανυκτερεύειν, κατεδικάσθησαν μέσον τῆς λίμνης, τῆς πρὸ τῆς πόλεως. Ἔνθα
ἑνὸς αὐτῶν φιλοψυχήσαντος, καὶ πρὸς τὸ πλησίον βαλανεῖον προσδραμόντος, καὶ ἅμα
τῇ προβολῇ τῆς θέρμης διαλυθέντος, ὁ παρατηρῶν αὐτοὺς δήμιος καὶ φυλάττων, εὐθὺς
μετὰ τῶν Ἁγίων, ἀντὶ τοῦ λίποντος, κατέστησεν ἑαυτόν, φῶς ἐν νυκτὶ περὶ τοὺς
Μάρτυρας ἰδών, καὶ στεφάνους ἐφ’ ἕκαστον αὐτῶν κατιόντας.
Ἤδη δὲ τῆς ἡμέρας ἐπιφανείσης, ὡς
λιποψυχοῦντες ἦσαν μὲν οἱ Ἅγιοι, ἔτι δὲ ἐμπνέοντες ὤφθησαν, τὰ σκέλη
θλασθέντες, τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο. Οὕτω δὲ ἄρα αὐτοῖς ἀσπαστὸς
καὶ καθ’ ἡδονὴν ὁ θάνατος ἐγνωρίζετο, ὡς καταλειφθέντα τινὰ παρὰ τοῦ τυράννου,
δι’ ἡλικίαν καὶ ῥώμην σώματος ἔτι ἐμπνέοντα, νομίσαντος αὐτὸν ἴσως
μεταβουλεύεσθαι. Ἡ δὲ μήτηρ αὐτοῦ παρέμενεν αὐτοῖς πάσχουσι, παῖδα τὸν ἑαυτῆς
βλέπουσα· καὶ γὰρ ἦν οὗτος ὑπὲρ πάντας τὴν ἡλικίαν νεώτερος, καὶ ἐδεδοίκει, μή
ποτε δειλίαν αὐτῷ ἐμποιήσῃ τὸ νεαρόν, καὶ φιλόζωον, καὶ ἀνάξιος τῆς τῶν
συστρατιωτῶν τάξεώς τε καὶ τιμῆς εὑρεθῇ.
Ἵστατο οὖν ἀτενὲς ὁρῶσα σχήματί
τε καὶ βλέμματι, ὅπως εἶχε, θάρσος αὐτῷ ἐμβάλλουσα, χεῖρας τέως εἰς αὐτὸν ἐκτείνουσα,
καὶ λέγουσα· Τέκνον ἐμοὶ γλυκύτατον,
τέκνον ἤδη Πατρὸς οὐρανίου, μικρὸν ὑπόμεινον, ἵνα τέλειος καταστῇς, μὴ φοβηθῇς
τὰς βασάνους, ἰδοὺ γὰρ παρίστασαί σοι βοηθὸς Χριστὸς ὁ Θεός, οὐδὲν τὸ λοιπὸν ἀηδές,
οὐδὲν ἐπίπονον ἀπαντήσει, πάντα ἐκεῖνα παρῆλθον, πάντα ταῦτα τῇ σῇ νενίκηκας
γενναιότητι, χαρὰ τὸ μετὰ ταῦτα, ἡδονή, ἄνεσις, εὐφροσύνη, ὧν μεθέξεις
συμβασιλεύων Χριστῷ, καὶ πρέσβυς ἐμοὶ τῇ τεκούσῃ τὰ πρὸς Αὐτὸν γινόμενος.
Οἱ οὖν Ἅγιοι, συντριβέντες τὰ
σκέλη, τῷ Θεῷ παρέθεντο τὰς ψυχάς. Οἱ δὲ στρατιῶται, ἁμάξας ἐνέγκοντες, καὶ
ταύταις τὰ ἱερὰ σώματα ἐπιθέντες, παρὰ τὸ χεῖλος τοῦ ἐκ γειτόνων ποταμοῦ ἄγουσι.
Τὸν μέν τοι νέον ἐκεῖνον, ᾧ Μελίτων ὄνομα, ἐμπνέοντα ἔτι κατιδόντες,
καταλείπουσιν, ὅν ἡ μήτηρ μόνον ὑπολειφθέντα θεασαμένη, τοῦτο μᾶλλον θάνατον αὐτῆς
καὶ τοῦ παιδὸς εἶναι λογισαμένη, ὑπεριδοῦσα γυναικὸς ἀσθένειαν, καὶ σπλάγχνων
μητρικῶν ἐπιλαθομένη, τὸν υἱὸν ἐπ’ ὤμων ἀραμένη, ταῖς ἁμάξαις ἠκολούθει
μεγαλοψύχως, τότε ζήσειν οἰομένη, ὅταν νεκρὸν μᾶλλον καὶ ἐκλελοιπότα θεάσαιτο.
Ἐπεὶ οὖν οὕτω φερόμενος ὑπ’ αὐτῆς
ἀφῆκε τὸ πνεῦμα, τότε δὴ τῶν φροντίδων ἡ μήτηρ ἑαυτὴν λύσασα, μέγα τε καὶ ὑπερήδιστον
ἐπὶ τῷ τέλει τοῦ υἱοῦ σκιρτήσασα, μέχρι τοῦ τόπου, οὗ τὰ σώματα τῶν Ἁγίων ἦν, ἀπενέγκασα
τὸν τοῦ φιλτάτου νεκρόν, ἐπάνω αὐτῶν τίθησι, καὶ τοῖς ἄλλοις συναριθμεῖ, ἵνα
μηδὲ τὸ σῶμα τῶν σωμάτων ἀπολειφθῇ, οὗ τὴν ψυχὴν ἔσπευδε ταῖς ψυχαῖς ἐκείνων συναριθμεῖσθαι. Μέγα δὲ πῦρ ἀνάψαντες οἱ τῷ ἀντικειμένῳ
ὑπηρετούμενοι, τὰ τῶν Ἁγίων σώματα κατακαίουσιν· εἶτα τῶν λειψάνων χριστιανοῖς
φθονοῦντες, εἰς τὸν ποταμὸν αὐτὰ ἀφιᾶσιν. Ἀλλ’ ἐκεῖ θείᾳ πάντως οἰκονομίᾳ, ἐχόμενα
κρημνοῦ συνήχθη τινός, καὶ χριστιανῶν ταῦτα χεῖρες ἑλόμεναι, πλοῦτον ἡμῖν ἄσυλον
ἐδωρήσαντο. Τελεῖται δὲ ἡ αὐτῶν σύναξιν ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, τῷ ὄντι
πλησίον τοῦ Χαλκοῦ Τετραπύλου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων Χρίστου καὶ Πανάγου τῶν ἐν Γαστούνῃ
μαρτυρησάντων ἐν ἔτει 1761.
Ὁ χρηστὸς ἦθος, χρηστὸς καὶ τὴν καρδίαν,
Χαίρων μ’ ἀνεκραύγαζε· Χριστέ μου δέχου.
Ὁ Πανάγιος τμηθεὶς τὴν κάραν ξίφει,
Χαίρει χαρὰν βλέπων σε τὸν μόνον Κτίστην.
Χρίστος ἅμα τε Πανάγιος θάνον ἄωρος ἀκμῇ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Καισαρίου, ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.
Ὁ Γρηγορίου πρὸς νεκρὸν Καισαρίου,
Γλώττης χαλινοῖ τῆς ἐμῆς λόγους λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐρπασιανοῦ.
Ὁ κλωβὸς ἅρμα πυρός, αἱ δ' αὖ λαμπάδες,
Οὐρπασιανέ, σοὶ τέθριππος ἀνόδου.
Ἅρτι τότε τὴν βασιλείαν Μαξιμιανὸς
ἐνδυσάμενος, τὴν περίοικον Νικομηδείας κατετυράννει, διάπυρος ἔκδικος τῶν εἰδώλων
γενόμενος. Τούτου ποτὲ τὸν θυμόν, ὡς φλόγα μεγάλην, ἀνῆψαν κατὰ τῶν χριστιανῶν
οἱ τούτου σύμφρονες καὶ συμπόται. Τότε σχεδὸν πάντας τοὺς ὑπὸ τὴν βασιλείαν αὐτοῦ
Συγκλητικοὺς ἐκκλησιάσας ἅμα καὶ τοὺς ἄρχοντας κατεβρόντησεν· Εἷτις ὑμῶν περιέπεσεν εἰς τὴν τῶν Χριστιανῶν
θρησκείαν, καὶ οὐ θέλει μετάμελος πρὸς τοὺς εὐμενεῖς θεοὺς γενέσθαι, λυσάτω τὴν
ζώνην αὐτοῦ ἐνώπιον πάντων, καὶ ὑποχωρείτω τοῦ τε παλατίου καὶ τῆς πόλεως ἡμῶν·
ἡ ὰρ πόλις αὕτη θεοὺς μεμάθηκε λατρεύειν ἐκ προγόνων, καὶ οὐ Θεὸν ἕνα, καὶ τοῦτον
Ἐσταυρωμένον.
Τότε δὴ τότε φρίκη περιέσχεν ἅπαντας
τοὺς εἰς Χριστὸν πεπιστευκότας, καὶ ἦν ἰδεῖν ἀληθῶς τὴν εἰς Χριστὸν
γυμναζομένην ὄντως εὐσέβειαν· οἱ μὲν γὰρ ὑπεκρύπτοντο, οἱ δὲ ταῖς βασάνοις ὑπέκυπτον.
Ὅσοι δὲ τὴν κατὰ Θεὸν ἀγάπην ἀκίβδηλον ἔφερον, ἀφειδήσαντες τῶν βασάνων, καὶ
καταγελῶντες τοῦ τυράννου, τὰς αὐτῶν ζώνας ἀποῤῥίπτοντες, ἀπέτρεχον ἐξ αὐτοῦ.
Τότε καὶ ὁ μεγαλόφρων καὶ ἀδαμάντινος τὴν ψυχὴν Οὐρπασιανός, εἷς ὧν καὶ αὐτὸς τῆς
Συγκλήτου, ἔῤῥιψε τὴν ἑαυτοῦ χλαμύδα καὶ ζώνην, εἰπὼν μεγαλοφώνως πρὸς τὸν
βασιλέα· Ἐπειδὴ βασιλεῦ, ἐγὼ σήμερον
στρατεύομαι τῷ οὐρανίῳ Βασιλεῖ, τῷ Κυρίῳ μου Ἰησοῦ Χριστῷ, λάβε σου τὴν ζώνην
καὶ τὴν τιμὴν καὶ τὴν δόξαν. Πρόσκαιρος γάρ ἐστι καὶ εἰς οὐδὲν χρησιμεύουσα.
Ταῦτα ἀπροσδοκήτως τοῦ Οὐρπασιανοῦ
ὁ βασιλεὺς Μαξιμιανὸς ἀκούσας, ἠλλοιώθη τὰς φρένας, καὶ ἐπὶ πολλὴν ὥραν ἔμεινεν
ἄφωνος. Εἶθ’ οὕτω τὴν ὄψιν τρίψας, καὶ λοξῶς προσβλεψάμενος πρὸς τὸν Μάρτυρα, ἐξεβρόντησεν
ὡς ἀνήμερος θήρ, προσειπών: Τὸν ἀλιτήριον
τοῦτον κρεμάσαντες, τὰς σάρκας αὐτοῦ τοῖς βουνεύροις καταξάνατε. Τούτου δὲ
γενομένου μετὰ πολλοῦ τοῦ τάχους και ἀνηλεῶς συγκοπτομένου τὸ ὄμμα ἔχοντος εἰς
τὸν οὐρανὸν καὶ προσευχομένου, καὶ μηδ’ ὁπωσοῦν στυγνάζοντος, καταγαγὼν αὐτὸν ὁ
τύραννος ἀπὸ τοῦ μαγγάνου φησὶ πρὸς τοὺς παρεστῶτας: Ἐν φρουρᾷ ἀφεγγεῖ καὶ ἀσφαλεστάτῃ ἀνεπιμέλητον τοῦτον ταριχεύσατε, ἕως ἄν
σκέψωμαι ποίῳ θανάτῳ ἀναλώσω αὐτόν.
Τοῦ δὲ Ἁγίου Μάρτυρος χαίροντος
καὶ εὐφραινομένου ἐν τῇ φυλακῇ ἐπὶ ἡμέρας τινάς, καὶ τὰς εὐχὰς αὐτοῦ Κυρίῳ ἀποδιδόντος,
κατεσκεύασεν ὁ δυσσεβὴς βασιλεὺς ὄργανον τιμωρητικόν· τὸ δὲ ἧν κλωβὸς σιδηροῦς·
καὶ ἐξαγαγὼν τὸν Ἅγιον τῆς εἱρκτῆς, προσέταξε βληθῆναι ἐν αὐτῷ καὶ κρεμασθῆναι.
Τούτου δὲ γενομένου, καὶ ἐνδεδυμένου τὸν σιδηροῦν κλωβὸν ἐκεῖνον δι’ ὅλου τοῦ
σώματος ἐκέλευσεν ὁ δύστηνος λαμπάδας ἀναφθῆναι καὶ γύροθεν αὐτοῦ ἀνηλεῶς
κατακαίεσθαι.
Τότε ὁ Ἅγιος τοῦ Χριστοῦ Μάρτυς, ἔνδον
τοῦ ὀργάνου ἐκείνου ὤν κρεμάμενος καὶ προσευχόμενος, τοσοῦτον κατεκαύθη, ἕως οὗ
πᾶσαι αἱ σάρκες αὐτοῦ κατέῤῥευσαν, ὥσπερ κηρός, συγχωσθεῖσαι καὶ ἀναμιγεῖσαι τῇ
γῇ, καὶ τὰ ὀστᾶ αὐτοῦ γεγόνασιν ὡς χοῦς ἀπὸ ἄλωνος. Καὶ οὕτως ὁ Ἅγιος τοῦ
Χριστοῦ Μάρτυς, προσευχόμενος καὶ ἀναλυόμενος, τὸν ἀέρα γεμίσας μυρεψικῆς εὐωδίας,
ἀνῆλθεν ὡς ἀστὴρ φαεινός, πρὸς Κύριον, καθὼς τινὲς τῶν πιστῶν ἰδεῖν ἠξιώθησαν. Ὁ
δὲ δύστηνος καὶ θεομισὴς βασιλεύς, ἔτι τῇ μανίᾳ ἐμμένων, τὸν χοῦν τῆς γῆς, ἐν ᾧ
αἱ σάρκες τοῦ Ἁγίου κατἐῤῥευσαν, καὶ τὸν χοῦν τῶν ὀστέων ἐπιμελῶς συλλέξας, εἰς
τὴν θάλασσαν ἐνώπιον αὐτοῦ σκορπισθῆναι πεποίηκε. Ταῦτα γεγόνασιν ἐν πόλει
Νικομηδείᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες, Πάππος, Μάμμη, Πατήρ, Μήτηρ, καὶ δύο τέκνα, ξίφη
τελειοῦνται.
Διὰ ξίφους ἤθλησε συγγενὲς γένος,
Ἡ παππόμμαμος πατρομητροτεκνία.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πασιανοῦ ἐπισκόπου Βαρκελώνης τῆς Ἰσπανίας (390 μ. Χ.)
Φῶς Σπανία ὤφθης Πασσιανέ λάμψας ἐν τοῖς λόγοις,
Πλήρης ὤν σοφίας ποιμαίνας τὸν λαόν σου ἐν Βαρκελώνῃ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ
ζ΄. Παῖδες Ἑβραίων.
Σαφῶς
σὺ Πανάγιε ἐδείχθης, ἀκηλίδωτος θυσία τῷ Δεσπότῃ, διὸ χαίρων βοᾶς ἀπαύστως σὺν
Ἀγγέλοις, τοῦ οὐρανοῦ μελώδημα· ὁ Θεὸς εὐλογητὸς εἶ.
Πλόκους
καὶ ἔνεδρα κινήσεις, κατὰ σοῦ ἐχθρὸς ὁ δολιόφρων, ἀλλὰ σὺ ἀληθῶς συνέτριψας τὰς
τούτου, μηχανουργίας Ἅγιε, τοῦ Σταυροῦ δυνάμει θείᾳ.
Θεοτοκίον.
Λύτρωσιν
εὕρατο τὸ γένος, διὰ Σοῦ Παρθένε τῶν ἀνθρώπων, κατὰ χρέος διὸ βοῶμέν Σοι τὸ
χαῖρε, οἱ σεσωσμένοι ἄσπιλε, τῇ ἀσπόρῳ Σου συλλήψει.
Ἕτερος.
Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Τὸν
μέγαν ἀριστέα τῆς πίστεως, ὑμνήσωμεν χρηστὸν θύτην σήμερον, ὅτι μέσο ἀνόμων,
τὸν Χριστὸν τρανῶς ἐκήρυξε.
Ῥοῇ
τῶν σῶν αἱμάτων ἐβύθισας, ἀγέλας τῶν δαιμόνων μακάριε, τῷ ζοφερῷ πελάγει, καὶ
ἀπέστης πρὸς οὐρανίους σκηνάς.
Ἰχνηλατῶν
τὸν βίον μακάριε, Μαρτύρων σὺν αὐτοῖς προσανέλαβες, τῆς ὄντως χαρμοσύνου, καὶ
αἰωνίου τρυφῆς.
Θεοτοκίον.
Ὅλη
καλὴ Σὺ εἶ καὶ πανάσπιλος, Μαρία Θεοτόκε Ἀνύμφευτε, διὸ ξένως ἔτεκες, τὸν Ἀμνὸν
καὶ Λυτρωτὴν τοῦ παντός.
ᾨδὴ
η΄. Ἑπταπλασίως κάμινον.
Ἔχων
Σὲ καταφύγιον οὐ πτοοῦμαι τρισάκτινε, Ἄναρχε Θεὲ τὰς προσβολὰς κολάσεων,
κινδύνων ἐπίτασιν οὐ τρικυμίαν ἄλλην δεινῶν, ἀλλὰ χαίρων πόθῳ ἐκβοῶ γηθοσύνως·
Τριάδα παναγίαν ἱερεῖς ἀνυμνεῖτε, λαοὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κάλλους
ἀρχαίου ἔνδοξε ἐπὶ γῆς ἐφιέμενος, πάχος τῆς σαρκὸς βασανισταῖς ἐκδέδωκας, μὴ
πτήξας Πανάγιε δεινῶν βασάνων ἐπιφοράν, ἕως οὗ τὸ Πνεῦμα τῷ Χριστῷ ἐναπέθου,
πρὸς ὅν βοᾷς ἀπαύστως· ἱερεῖς ἀνυμνεῖτε, λαοὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον.
Ὡς
τὸν Κριτὴν κυήσασα Θεοτόκε πανάσπιλε, πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως, Αὐτὸν
οὖν ἱκέτευσον ταῖς μητρικαῖς χρωμένη εὐχαῖς, ὅπως τὴν Σὴν ποίμνην ἐξελῇ
τυραννίδος, ἐξ Ἄγαρ καὶ τῆς τοῦτων βορβορώδους θρησκείας, δοξάζῃ Σε ἀπαύστως
τὴν Κεχαριτωμένην.
Ἕτερος.
Ὅν φρίττουσιν Ἄγγελοι.
Ὑπέστης
μακάριε σφαγάνου τὰς τομάς, καὶ ἤρθης τρισόλβιε πρὸς πόλου τὰς σκηνάς, καὶ
ξένως αὐλίζῃ ἐν τῇ γῇ τῆς Ἐδέμ, θείας ἀπολαύων τρυφῆς τῆς ἀκηράτου.
Ἀκτὶς
ἡ τρισήλιος ἐδόξασέ σε νῦν, τὸν τρανῶς κηρύξαντα ἐν μέσῳ τοῖς δεινοῖς, καὶ
μέτοχον μάκαρ σὲ δεικνύει σαφῶς, στρατιαῖς Ἀγγέλων καὶ οὐρανίου δόξης.
Θερμῶς
ἐστηλίτευσας πλάνην τῶν ἀσεβῶν, νοθεῦσαι πειράσασαν ποίμνην τὴν τοῦ Χριστοῦ,
δι’ ἥν προσπαλαίσας ὦ τρισμάκαρ στεῤῥῶς, καὶ ὅλως μὴ πτήξας ἠκονημένα ξίφη.
Θεοτοκίον.
Λαγόσι
Σου Ἄχραντε ᾠκίσθη ἐμφανῶς, Θεὸς ὁ προάναρχος ὁ πόλον κατοικῶν, αὖθίς Σε μετὰ
τόκον διασώζει Ἁγνήν, ὡς καὶ πρὸ τοῦ τόκου τὰς κλεῖς μηδόλως λύσας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.
Πανάγιον
ἐκέκτησο ἀληθῶς, φερωνύμως τὴν κλῆσιν Πανάγιε, τὸν γὰρ Χριστόν, τὸν
καθαγιάζοντα τὰς ψυχάς, πόθῳ ζητήσας Ἅγιε, εὗρες συμμαχοῦντά σοι ἀκλινῶς,
τρίβοις τοῦ μαρτυρίου ἄχρις οὗ καὶ τὸ πνεῦμα, εἰς χεῖρας ἔθου ἀγαλλόμενος.
Ὁρῶν
τὸ σταθηρόν σου πρὸς τὸν Χριστόν, δεδηγμένος ῥαπίζει ὁ τύραννος ὡς ἀγνοῶν, τὴν
ἐλευθερίαν ἀποπληρῶν, τῆς σῆς ψυχῆς Πανάγιε, κόσμον καὶ τῶν τούτου φθοροποιῶν,
ὅθεν ἀφισταμένη χοροβατεῖ τοῖς ἄνω, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.
Θεὸν
τὸν πάντα φέροντα τῇ δρακί, κομισάμενος μάκαρ Πανάγιε εἰρηνικόν, δοῦναι τοῖς
τιμῶσί σε ἀληθῶς, καὶ τοῖς τὴν σὴν ἄθλησιν, λόγοις εὐφημοῦσι χαρμονικῶς, τὸν
βίον διανῦσαι δυσώπησον τὸν θεῖον, ὡς στεφηφόρος γενναιότατος.
Θεοτοκίον.
Ὡραίαν
τῶν κτισμάτων Σε εὑρηκώς, τῶν αἰώνων Παρθένε ὁ Κύριος, πάντων Ἁγνή, ᾤκησε καὶ
γέγονεν ἀληθῶς, σὰρξ ἐξ ἁγνῶν αἱμάτων Σου, ὅλως τῆς θεότητος μὴ τραπείς, διὸ
διπλοῦς τῇ φύσει ἐξῆλθεν ἀσυγχύτως, ἁγνείαν Σὴν μὴ λυμηνάμενος.
Ἕτερος.
Τὴν φωτοφόρον νεφέλην.
Ἄλλον
ἡμῖν ἀριστέα, Χριστὸν καὶ νῦν ἐν τοῖς ἄθλοις, ἀναφανέντα ἐναργῶς εὐφημήσωμεν
ὕμνοις, ὅς καὶ τὸ στέφος ἐκ Θεοῦ λαβών, ὡς ἰσόῤῥοπον ὁμόδοξον, ὡς σοφῶς
παρακρούσας, δυσσεβούντων πλάνην ἀμυδράν.
Πέπαυται
φρύαγμα ὄντως, δεινὸν τὸ τῶν ἀσεβούντων, ἰδοὺ γὰρ ὁ νέος Ἀθλητὴς κατεφρόνησε
πάσης, λύμης τῆς τούτων ἐναργῶς καὶ εἷλε, τὸ στέφος τῆς ἀθλήσεως, καὶ σὺν
Μάρτυσι μέλπει, τὴν τρισάγιον ᾠδὴν ἐκτενῶς.
Μαρτυρικὴν
παῤῥησίαν, πρὸς τὸν Χριστὸν κεκτημένος, μὴ διαλίπῃς Ἀθλητὰ ἐκτενῶς λιτανεύειν,
σὺ τὸν Χριστὸν ὑπὲρ ἡμῶν, τῶν πίστει σεβόντων σου τὴν ἄθλησιν, ὅπως πάντες
ὀφθῶμεν, θείας δόξης κοινωνοί.
Θεοτοκίον.
Σὺ
ἐναργὴς κόσμος ὤφθης, πάσης κτίσεως Κόρη, ἀγγελικῆς τε καὶ μικτῆς ὡς τὸν Κριτὴν
τεκοῦσαν, χρῆσον οὖν μητρικαῖς λιταῖς, πρὸς μόνον πανάσπιλε τὸν εὔσπλαγχνον,
ἵνα πάντες ῥυσθῶμεν, τοῦ ἐκ τῆς Ἄγαρ δεινοῦ σκοτασμοῦ.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Κατάλληλον
ἐκτίσασθε, τὸ ὄνομα πανσέβαστοι, πανάγιον μὲν ἐν τοῖς ἔργοις, χρηστὸν δὲ καὶ ἐν
τοῖς ἄθλοις, μνείαν ποιεῖν μὴ παύσησθε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, τοῦ λυτρωθῆναι
κινδύνων ἐκ τῆς μελλούσης ἀνάγκης, ὡς Ἀθληταὶ στεφηφόροι.
Θεοτοκίον.
Θεὸν
τὸν ἀναλλοίωτον Παρθένε Παναμώμητε, τῇ Σῇ γαστρὶ δεξαμένη, ἐγέννησας ἀποῤῥήτως,
σὰρξ χρηματίσας Ἄσπιλε Τοῦτον ἀεὶ ἱκέτευε, λυτρώσασθαι τὴν ποίμνην Συ κινδύνων
καὶ ἐπηρείας, καὶ ἐξ ἐθνῶν τυραννίδος.
Εἰς
τοὺς Αἴνους. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Βασάνους
ὑπέστητε στεῤῥῶς αἰκισμοὺς καὶ μάστιγας, καὶ τελευταῖον τρισόλβιοι τοῦ ξίφους
τὴν τομήν, ὅπως ἀναδήσῃ ὁ Χριστὸς τὴν κορυφήν, στεφάνῳ ἀφθαρσίας ἐν οὐρανοῖς
οἷς αὐλιζόμενοι, μὴ ἐλλείπητε πρεσβεύοντες, τὴν εἰρήνην δοῦναι τοῖς τιμῶσιν
ὑμᾶς. (Δίς)
Σοφίας
ἐνθέου πληρωθεὶς χαίρων κατεπάτησας, Ἀγαρηνῶν τὰ σεβάσματα καὶ ὄντως ἔφθασας,
ἐν τῇ ἀκροπόλει τῆς ἄνω Ἱερουσαλήμ, τρυφὼν τῆς οὐρανίου διαγωγῆς ἧς περ
Πανάγιε, καὶ ἡμᾶς τυχεῖν ἀξίωσον, τοὺς αἰνοῦντας τὰ σὰ προτερήματα.
Τῆς
ἱερωσύνης τὴν στολὴν ὄντως κατεποίκιλλας, τῷ λύθρῳ τῆς σῆς ἀθλήσεως καὶ
κατεσκήνωσας, ἔνθα καταλάμπει φέγγος τὸ ἀπρόσιτον, τὸ θεῖον ἀναμέλπεις μελώδημα
σὺν Ἀσωμάτοις τε, ὅθεν μέμνησο θεόσοφε, τοῦ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε
τῶν πιστῶν τὸ σύστημα, καὶ θεάσασθε ξένον καὶ ἀπόῤῥητον θέαμα, δεῦτε καὶ ἴδετε
διὰ Χριστὸν σταδιοδρόμους, γυμνοὺς καὶ ἀόπλους ἐν τῇ πίστει πάλῃ, τὰς τῶν
Ἀγαρηνῶν πανστρατιὰς σαφῶς θριαμβεύσαντας, καὶ τῇ ἀκμῇ τῆς αὐτῶν καρτερίας, τὰ
τῆς δυσσεβείας αὐτῶν ὄργια παντελῶς ἀφανίσαντας. Δεῦτε καὶ ἴδετε Ἀθλητάς,
στεῤῥοτέρους καὶ τοῦ ἀδάμαντος, οἵτινες ῥαβδισμούς τε καὶ ἀπειλὰς εἰς οὐδὲν
ἐλογίσαντο, ὅπως Χριστὸν κερδήσωσι μόνον, στεῤῥῶς μὲν τὰς ποικίλας ὑπέστησαν
βασάνους, τῷ δὲ πνεύματι οὐκ ἐνάρκησαν ὅλως, κάμπτουσι γόνυ ὑπὲρ Αὐτοῦ
θαρσαλέως, τοῖς δὲ δόγμασιν οὐδαμῶς πείθονται τούτων, τὰς τοῦ ξίφους τομὰς
ὑπομένουσι, καὶ τῶν ζοφερῶν δαιμόνων συντρίβουσι τὰς κάρας· ὅθεν τοῦ ποθουμένου
τέλους τυχόντες, τὸν τρισάγιον ὕμνον σὺν τοῖς Ἀγγέλοις, μετὰ παῤῥησίας
ἀναμέλπουσι, συνδαιωνίζοντες Χριστῷ εἰς αἰῶνα τὸν ἀτελεύτητον.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου