Παρασκευή 13 Ιουλίου 2018

ΜΑΡΤΙΟΣ 8. ΑΓΙΟΣ ΘΕΟΦΥΛΑΚΤΟΣ ΝΙΚΟΜΗΔΕΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ Η΄!!
ΘΕΟΦΥΛΑΚΤΟΣ ΝΙΚΟΜΗΔΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου, δευτεροῦντες αὐτά. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Πάτερ Θεοφύλακτε Θεοῦ, φυλακαῖς φρουρούμενος, διεφυλάχθης ἀλώβητος, καὶ πύργος ἄσειστος, Ἐκκλησίας ὤφθης, πειρασμοῖς ἀκλόνητος, τοῖς τῶν αἱρετικῶν μηχανήμασι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πάτερ Θεοφύλακτε τῆς γῆς, μεταστὰς ἀνέδραμες, πρὸς οὐρανὸν καὶ οὐράνια, οἰκεῖν σκηνώματα, ἠξιώθης μάκαρ, ἐξορίας ἕνεκεν, ἣν διὰ τὸν Χριστὸν ἐκαρτέρησας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πάτερ Θεοφύλακτε Θεόν, νῦν ὁρῶν μακάριε, ὡς ἐφικτὸν καὶ ὁρώμενος, ἑνώσει κρείττονι, ἀπολαύων τούτου, καὶ θετῶς θεούμενος, τὸ μόνον ὀρεκτὸν καὶ μακάριον, χαίρων ἀπέλαβες, Ἱεράρχα παμμακάριστε, τοῖς Ἀγγέλοις νῦν συναυλιζόμενος.

Δόξα. Ἦχος β΄.
Θεόσοφε Πάτερ, τὴν ἀρετὴν ζηλώσας, ἐπολιτεύσω ἐπὶ τῆς γῆς καθάπερ ἄγγελος, καὶ γέγονας ἀληθῶς, οἰκητήριον τοῦ θείου Πνεύματος· ἐντεῦθεν εἰς τὸ ὕψος τῆς ἀρχιερωσύνης ἀναβάς, εὐαγγελικῶς διέλαμψας, φῶς γενόμενος τοῖς ἀνθρώποις ἐν ἔργοις ἀληθινοῖς, οἷς δοξάζεται ἀκραιφνῶς ὁ Πατὴρ ὁ οὐράνιος, ἐν οἷς καὶ ἡμᾶς ἀξίωσον, εὐαρεστοῦντας αὐτῷ, τῆς Βασιλείας Αὐτοῦ ἐπιτυχεῖν ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.




Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Ἑώας βλαστός, καρποὺς ὁ φέρων ἀγαθοὺς θείου Πνεύματος, ἀγάπην καὶ τὴν εἰρήνην, τὴν χριστομίμητον δέ, ταπεινοφροσύνην καὶ συμπάθειαν, δι’ ὧν συνεπάθησας, τοῖς νοσοῦσι καὶ πένησι, ὑπερβαλλόντως, ἱερὲ Θεοφύλακτε, καθ’ ἑκάστην γάρ, οὐ διέλιπες πάνσοφε, ἕλκη καθαίρων ἅπαντα, τὰ τούτων καὶ τραύματα, προσελεῶν ἐπαρκῶς τε, ταῖς τούτων χρείαις μακάριε, Χριστὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Νικομηδέων φωστήρ, τῆς Ἐκκλησίας ὁ ἀείφωτος ἥλιος, ὁ πᾶσαν διασκεδάζων, αἱρετιζόντων ἀχλύν, διδαχῶν ἀκτῖσι Θεοφύλακτε. Χριστοῦ ἐκμαγεῖον, τῆς Θεοτόκου καὶ πάντων τε, Ἁγίων ὄντως, ἀνδρικῶς ὑπερήσπισας, ἐφεπόμενος, ταῖς σεπταῖς παραδόσεσι, Πάτερ θεομακάτιστε, δι’ ὧν καταξίωσον, ἡμᾶς ἀτρῶτους φυάλττειν, αἱρετικῶν ταῖς προσρήξεσι, Χριστοῦ τὴν Εἰκόνα, προσκυνοῦντας ὀρθοδόξως, θεόφρον Ὅσιε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Βλέψον, ἱκετικῶς πρὸς ἡμᾶς, τοὺς βαλλομένους πανταχόθεν οἰκέτας σου, δεινῶς ἐξ ἐχθρῶν ἁπάντων, τῶν ὁρατῶν τε ὁμοῦ, καὶ τῶν ἀοράτων Πάτερ Ὅσιε. Εἰς σὲ γὰρ οἱ δοῦλοί σου, τὰς ἐλπίδας ἐθέμεθα, ἡγοῦ διόπερ, τοῦ ἀγῶνος δεόμεθα, ἡμᾶς πάντοτε, προστατεύων πρεσβείαις σου, νίκας ἀεὶ δωρούμενος, καὶ πάντας τροπούμενος, τοὺς καθ’ ἡμᾶς πολεμοῦντας, καὶ καταβρῶξαι σφαδάζοντας, Χριστὸν ἱκετεύων, τὸν δωρούμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν τὴν ἡμετέραν ἀναλαβόμενος εὐσπλάγχνως φύσιν, Ἱεράρχα θεόληπτε, καὶ τὸ καθ’ ἡμᾶς ὁμοιωθέντα ἄνθρωπον γενόμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐπὶ τῆς γῆς εὐηρέστησας καλῶς, τιμήσας Αὐτοῦ τὸν γλυκύτατον χαρακτῆρα εὐσεβῶς, καὶ διδάξας τοὺς λαούς, σέβειν καὶ τιμᾶν Αὐτὸν εὐλαβῶς. Τοῦτον οὖν ἱκέτευε, ἄφεσιν ἁμαρτιῶν, δοῦναι τοῖς οἰκέταις σου, ὡς φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. β'. Λαθὼν ἐτέχθης ὑπὸ τὸ σπήλαιον
Λαθὼν ἐβίωσας Παναοίδιμε· ἀλλ' ὁ Χριστὸς σε πᾶσιν ἀνέδειξεν, ὡς φωστῆρα φθεγγόμενον, λυχνίαν ἐπιθεὶς τὴν νοητήν, καὶ πλάκας ἐνεχείρισε, δογμάτων τῶν τοῦ Πνεύματος, δι' ὧν καταύγασον ἡμᾶς.
Δόξα. Ἦχος γ’. Θείας πίστεως.
Φύλαξ ἄγρυπνος, τῆς Ἐκκλησίας, καὶ καθαίρεσις, τῆς δυσσεβείας, Ἱεράρχα Θεοφύλακτε πέφηνας, τοῦ γὰρ Χριστοῦ τὴν Εἰκόνα σεβόμενος, ὑπερορίας καὶ θλίψεις ὑπέμεινας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀνέτειλεν ἰδού, Ἱεράρχου ἡ μνήμη, συνδράμωμεν λοιπόν, ὦ φιλέορτοι πάντες, καὶ ταύτην τιμήσωμεν, ἱεροῖς μελῳδήμασι, ὅπως λάβωμεν, ἁμαρτημάτων τὴν λύσιν, καὶ τὴν ἴασιν, τῶν ψυχικῶν ἀλγηδόνων, δοξάζοντες Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπερίτρεπτος στῦλος ὑπομονῆς, Ἱεράρχα ἐδεόχθης ὡς ἀληθῶς, καὶ γὰρ χειμαζόμενος, ἀδιάσειστος ἔμεινας, κἂν εἱρκτὴν καὶ μακρὰν ἐξορίαν ὑπέμεινας, ἐκλονήθης μηδόλως, θεόφρον μακάριε· ὅθεν διὰ τοῦτο, ὁ Χριστὸς σὲ ἀξίως, σοφὲ ἐστεφάνωσε, καὶ τῆς δόξης ἠξίωσε, τῆς Αὐτοῦ Θεοφύλακτε· Ὁν ὑπὲρ ἡμῶν ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν ἱκέτευε, παρασχεῖν τῶν ἐκτελούντων, ἐν πόθῳ τὴν μνήμην σου.
Δόξα. Ὅμοιον.
Γηθομένη καυχᾶται περικλεῶς, ἡ Χριστοῦ Ἐκκλησία Πάτερ ἐν σοί, καὶ γὰρ ὡραιότητα, τὴν ἀρχαίαν ἀπέδωκας, ἀναστηλῶν ἐνδόξως τὰ θεῖα μορφώματα, χριστομάχοι μανέντες κακῶς ἃ ἐξέβαλον· ὅθεν οὖν δικαίως, καὶ ἐνθέως δοξάζει, τὴν εὔσημον μνήμην σου, ἐτησίως θεόπνευστε, ἐν ἁγνοῖς μελῳδήμασι, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσιν πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.







Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α', τοῦ Ὁσίου. Ἦχος πλ. δ'. ᾌσωμεν τῷ Κυρίῳ
Θρόνῳ τῷ τοῦ Δεσπότου, Πάτερ θεοφόρε Θεοφύλακτε, παριστάμενος πίστει, τοὺς τελοῦντας τὴν μνήμην σου φύλαττε.
Ἔχρισὲ σε ἀξίως, χάρις ἡ τοῦ Πνεύματος Πανόλβιε, ἕνεκεν ἀληθείας, καὶ τὸν τρόπον σου χάριν χρηστότητος.
Ἵνα τῶν οὐρανίων, Μάκαρ ἐπιτύχῃς τὰ ἐπίγεια, κατεπάτησας πάντα, καὶ Χριστῷ τῷ Θεῷ ἠκολούθησας.
Θεοτοκίον
Ὅλος ἐπιθυμίᾳ, ὁ ἐκ τῆς γαστρός σου Θεονύμφευτε, εὐδοκήσας τεχθῆναι, γλυκασμός τε καὶ φῶς Ἁγνὴ ἄδυτον.

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα
Νόμοις σὺ πειθόμενος, τοῖς τοῦ Δεσπότου σου ἔνδοξε, Ἀρχιερεῦ, νόμων παρανόμων, βασιλέων ἠλόγησας.
Θεῖον ἐξεικόνισμα, Χριστοῦ καὶ ἄχραντον ἔσεβες, τὰς τῶν ἀσεβούντων ἀσεβείας ἀρνούμενος.
Ἔτλης τὸ μαρτύριον, τῆς συνειδήσεως πρότερον, ἀσκητικῶς, καὶ νῦν τῶν Μαρτύρων, ἀνεδήσω τὸν στέφανον.
Θεοτοκίον
Ἵνα τρίβον Δέσποτα, πρὸς ἁγιότητα φέρουσαν, δείξῃς ἡμῖν, μήτραν παναγίαν, παναγίως κατῴκησας.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν
Ἐξασκήσας ὁσίως Πάτερ σοφέ, Ἱεράρχης ἐχρίσθης ἱερουργεῖν, τὰ θεῖα μυστήρια, εἰς ψυχῶν περιποίησιν, τὴν Χριστοῦ δὲ εἰκόνα, τιμήσας ὑπήνεγκας, ἐξορίας θλίψεις, καὶ χρόνιον κάθειρξιν· ὅθεν μετὰ τέλος, ἀναβλύζων ἰάσεις, ἰᾶσαι τοὺς κάμνοντας, καὶ φωτίζεις τοὺς ψάλλοντας, Ἱεράρχα Θεοφύλακτε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε, ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου, πλῦνον ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.





ᾨδὴ δ'. Εἰσακήκοα Κύριε
Οὐ τὸ πῦρ ἐδειλίασας, τὸ τῶν πειρασμῶν παμμάκαρ θεόπνευστε, οὐκ ἐχαύνωσε τὸν τόνον σου, τῆς τρυφῆς τὸ λεῖον Θεοφύλακτε.
Φυλακήν σου τῷ στόματι, ἔθετο Χριστὸς καὶ χείλεσιν, Ὅσιε· ὅθεν ἔμεινας ἀσάλευτος, ἀσεβῶν συστάντων ἐναντίον σου.
Ὑπομένων ὑπέμεινας, τὸν ἐπὶ τὴν πέτραν πόδας σου στήσαντα, καὶ προσέσχε σοι ὁ Ὕψιστος, τὴν αὐτοῦ εἰκόνα προσκυνήσαντι.
Θεοτοκίον
Λυτρωθέντες τῷ τόκῳ σου, τοῦ τῆς ἁμαρτίας χρέους πανάμωμε, χαριστήριον ἐφύμνιον, ἀναμέλπομέν σοι Θεονύμφευτε.

ᾨδὴ ε'. Ὀρθρίζοντες βοῶμέν σοι Κύριε
Αἱ χεῖρές σου ὁσίως θεόπνευστε, πρὸς τὸν Θεόν, Πάτερ ἐπαιρόμεναι, τοὺς δυσσεβεῖς ἐτροπώσαντο.
Κρατήσας τῆς χειρός σου ὁ Κύριος Θεοφόρε, Πάτερ καθωδήγησε, πρὸς οὐρανίαν ἀπόλαυσιν.
Τὴν τρίβον τὴν στενὴν Θεοφύλακτε, διαπερῶν, πρὸς πλάτος κατήντησας, τοῦ Παραδείσου θεόπνευστε.
Θεοτοκίον
Οἱ μὴ σε Θεοτόκον γινώσκοντες, Θεομῆτορ, φῶς οὐ μὴ θεάσωνται, τὸ γεννηθὲν ἐκ σοῦ πάναγνε.

ᾨδὴ ς'. Χιτῶνά μοι παράσχου φωτεινόν
Νεκρώσας τὰς αἰσθήσεις ἐγκρατῶς, παθῶν ἐβασίλευσας, καὶ νῦν Θεοφύλακτε, ἀπαθείας ἐντρυφᾷς ταῖς λαμπρότησιν.
Εἰκόνα τοῦ Σωτῆρος προσκυνεῖν, τοὺς πάντας ἐδίδαξας, ἔργοις καὶ δόγμασι, διαπρέψας ἐμφανῶς Θεοφύλακτε.
Νεφέλην σε τὸν ὄμβρον τῆς ζωῆς, ὁ Χριστὸς ἀνέδειξε, Πάτερ πηγάζουσαν, Ἱεράρχα τοῦ Χριστοῦ Θεοφύλακτε.
Θεοτοκίον
Ὡραῖος παρὰ πάντας τοὺς βροτούς, ὁ Υἱός σου Πάναγνε, κάλλει Θεότητος, εἰ καὶ σάρκα δι' ἡμᾶς ἀνελάβετο.

Κοντάκιον. Ἦχος β’. Τούς ἀσφαλεῖς.
Ὡς ἀῤῥαγῆ, Ὀρθοδοξίας πρόμαχον, καί ἰσχυρόν, κακοδοξίας ἔλεγχον, εὐφημοῦμεν και βοῶμέν σοι, Ἱερομύστα Θεοφύλακτε, ἐκ πάσης ἐπηρείας διαφύλαττε, τοὺς πίστει ἑορτάζοντας τήν μνήμην σου, πρεσβεύων σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὀρθοδοξίας τὸν κρατύναντα τὰ δόγματα, κακοδοξίας καθελόντα τὰ φρυάγματα, Θεοφύλακτον τὸν μέγαν ἀρχιεράρχην, τὸν κινδύνων διασώσαντα τὸ ποίμνιον, καὶ λαοὺς πρὸς τὴν εὐσεβείαν ἰθύναντα, ἐπαινέσωμεν· χαίροις κράζοντες θεσπέσιε.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Θεοφυλάκτου ἐπισκόπου Νικομήδειας
Καὶ σαρκὸς ἐξόριστος, ὡς καὶ πατρίδος,
Θεῖος Θεοφύλακτος, οὗ Θεὸς φύλαξ.
Ἤλυθεν ὀγδοάτῃ Θεοφύλακτος Θεοῦ ἄγχι.
Οὗτος ὁ μακάριος, ἐκ τῶν τῆς Ἀνατιλῆς μερῶν ὥρμητο· καὶ παιδιόθεν καλῶς τὸν ἑαυτοῦ βίον διεξάγων, θείᾳ τινὶ προνοίᾳ ἐκεῖθεν ἀπάρας, ἐν Κωνσταντινουπόλει παρεγένετο· καὶ τῷ ἀφηγουμένῳ ἐντυχὼν τῶν ἐν ταῖς Βασιλικαῖς Σάκραις ὑπηρετουμένων, (ἀσηκρήτας αὐτοὺς καλοῦσι Λατίνων φωνῇ·) εἰς ὑπηρεσίαν ἑαυτὸν δίδωσι. Ταράσιος οὗτος ἦν, τὸ μέγα τῆς Ὀρθοδοξίας ἀγλάϊσμα. Ἐπεὶ οὖν οὗτος θείᾳ ψήφῳ προεκρίθη εἰς τὸν θρόνον Κωνσταντινουπόλεως, Παύλου τοῦ Κυπρίου ἑαυτὸν ἑκὼν ἐξώσαντος τοῦ θρόνου, ἀνάγεται ὁ λύχνος ἐπὶ τὴν λυχνίαν. Καὶ αὐτίκα ὁ θεῖος Ἀρχιερεύς, Μοναστήριον δειμάμενος, πρὸς τῇ εἰσβολῇ τοῦ Εὐξείνου Πόντου, τὸν πανόσιον Θεοφύλακτον καὶ Μιχαήλ, τὴν Σύνοδον ἔργοις καὶ λόγοις κοσμήσαντας, μοναστὰς ἀντὶ κοσμικῶν ἀναδείκνυσιν. Εἶτα ὁ ἀρχιερεύς, μαθὼν τὴν ἀπαστράπτουσαν τῶν ἀνδρῶν ἀρετήν τε, καὶ τὴν εἰς Χριστὸν προκοπήν, μεταστειλάμενος αὐτοὺς εὐθύς, τῷ καθ’ ἑαυτὸν εὐκτηρίῳ αὐτοὺς καθιστᾷ. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ Μιχαὴλ μὲν εἰς Συνάδα, τὸν δὲ τίμιον Θεοφύλακτον ἐν Νικομηδείᾳ προχειρίζεται ἐπισκόπους.
Ὁπόσα οὖν τὰ τούτου κατορθώματα, αὐτὰ δηλοῖ τὰ πράγματα, οἵ τε δομηθέ ντες παρ’ αὐτοῦ θεῖοι Οἶκοι, καὶ τὰ Νοσοκομεῖα, καὶ ἡ τῶν χηρῶν καὶ ὀρφανῶν προστασία, καὶ ἡ ἄμετρος ἐλεημοσύνη. Τοσοῦτον δὲ ἦν πρακτικὸς ὁ μέγας τοῦ Θεοῦ μιμητής, ὅτι πληρῶν τὴν φιάλην εὐκράτου θερμοῦ, τοὺς ἀναπήρους καὶ χωλοὺς καὶ τὰ μέλη λελωβημένους αὐτόχειρ ὁ μακάριος ἔσμηχε καὶ ἀπέῤῥιπτε.
Τοῦ τοίνυν μεγάλου Ταρασίου τὸν βίον ἀπολιπόντος, 19 χρόνους ἐν τῇ ἀρχιερωσύνῃ διαπρέψαντος, καὶ Νικηφόρου τοῦ πανσόφου τοῦτον διαδεξαμένου, ἐλεεινὸν συμπίπτει πρᾶγμα. Λέοντος γὰρ τοῦ μισοχρίστου δραξαμένου τῆς βασιλείας τὰ σκῆπτρα, πάραυτα ὁ δείλαις πρὸς τὴν τῶν Ἁγίων Εἰκόνων καθαίρεσιν χωρεῖ. Τούτου δὲ κατάδηλον γενομένου, τοὺς λογάδας τῶν ἀρχιερέων ὁ μέγας Νικηφόρος μεταστειλάμενος, τόν τε Αἰμιλιανὸν Κυζίκου, καὶ Εὐθύμιον τῶν Σαρδέων, Ἰωσὴφ Θεσσαλονίκης, Εὐδόξιον Ἀμορίου, Μιχαὴλ Συνάδων, σὺν πολλοῖς ἄλλοις καὶ τὸν μακάριον Θεοφύλακτον, πρὸς τὸν ἀσεβῆ καὶ ἀποστάτην παραγίνεται βασιλέα, καὶ πολλὰ ἀπὸ τῶν θείων Γραφῶν αὐτῷ προσάγουσι φάρμακα. Ὁ δέ, ὥσπερ ἀσπίς, τὰ ὦτα βύσας, τῶν λεγομένων οὐκ ᾔσθετο. Πάντα δὲ εἰς οὐδὲν θέμνενος, τῶν προτέρων εἴχετο. Καὶ οἱ μὲν ἄλλοι σιγὴν εἶχον τὸ ἀπὸ τοῦ δέ, μόνος δὲ ὁ μακάριος Θεοφύλακτος πρὸς αὐτὸν ἔφη: Οἶδα, ὅτι τῆς ἀνοχῆς τοῦ Θεοῦ καὶ μακροθυμίας καταφρονεῖς, ἀλλ’ ἥξει ἐπὶ σὲ ἐξάπινα δεινὸς ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίᾳ καταιγίδι, καὶ οὐχ εὑρήσεις τὸν ῥυόμενον.
Ἐπὶ τούτοις θυμοῦ πλησθείς, ἅπαντας ὑπερορίᾳ καταδικάζει· καὶ τὸν μὲν θεῖον Νικηφόρον ἐν Θάσῳ τῇ Νήσῳ· τὸν δὲ ἀοίδιμον Μιχαὴλ Συνάδων εἰς Εὐδοκιάδα καὶ ἄλλον ἀλλαχοῦ. Θεοφύλακτον δὲ εἰς Στρόβηλον (φρούριον δὲ τοῦτό ἐστι ὑπὸ τὸ θέμα τῶν Κυβεῤῥαιωτῶν, παράλιον κείμενον). Ἐκεῖσε ὁ μακάριος οὗτος, χρόνους διαρκέσας τριάκοντα, τὴν ἐκ τῆς ἀλλοτρίας κακουχίαν ἐγκαρτερῶν, πρὸς Κύριον ἐξεδήμησε. Μετὰ δέ τινας χρόνους, παυσαμένης τῆς αἱρέσεως, καὶ τῆς ὀρθοδοξίας ἀναλαμψάσης, ἐπὶ Θεοδώρας τῆς εὐσεβεστάτης Αὐγούστης, καὶ Μεθοδίου τοῦ ἁγιωτάτου Πατριάρχου, τὸ τίμιον σῶμα τοῦ Ὁσίου Θεοφυλάκτου ἐκ τῆς ὑπερορίας ἀνακομίζεται καὶ κατατίθεται ἐν Νικομηδείᾳ, ἐν τῷ ὑπ’ αὐτοῦ κτισθέντι ναῷ.






Σάλπιγξ σιωπᾷ Παῦλος ὁ Πλουσιάδος,
Σάλπιγγος ἠχὴν τὴν τελευταίαν μένων.
Οὗτος ἦν κατὰ τοὺς χρόνους τῶν Εἰκονομάχων. Καὶ τοὺς ἀφρόνως κατὰ τῆς Ἐκκλησίας μαινομένους, καὶ πᾶσαν ἀνατρέποντας θεσμῶν ἀκρίβειαν, καὶ τὰς μορφὰς τῶν Ἁγίων Εἰκόνων ἀφανίζοντας, καὶ τὴν εὐπρέπειαν τῶν ἁγίων ναῶν καταλύοντας, θείοις ῥήμασιν ὡς βέλεσι κατηκόντισε, διωγμούς, ἐξορίας καὶ σκληραγωγίας ὑπὲρ τῆς Χριστοῦ Εἰκόνος αἱρετισάμενος· ὅθεν καλῶς ἀνδρισάμενος, ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἑρμῆ
Ἑρμῇ θανόντι τῷ μαθητῇ Κυρίου,
Ἑρμῷον ἔμπνουν ἐκ λόγων διαγλύφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δίων, μαχαίρᾳ τελειοῦται
Κἄν δεξιὰ σφάττει σε δεινὴ τοῦ πλάνου,
Ἡ δεξιὰ στέφει σε Δεσπότου Δίων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δομέτιος, ἐν ἔτει 363, ἐν εἰρήνῃ τελειούται.
Ὁ Δομέτιος τῆς τελευτῆς τὸ χρέος,
Δι' ἐκβιβαστῶν ἐξέτισεν Ἀγγέλων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυρίλλου, ἐπισκόπου ἐν Ἀφρικῇ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Ἀφρικῇ· Φηλικίτης, Ἐρενίας, Ῥογάτου, Φηλίκου, Ῥογάτου, Βεάτου, Οὐρβανοῦ, Σιλβάνου καὶ Μαμμίλου.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.









ᾨδὴ ζ'. Παῖδες Ἑβραίων ἐν καμίνῳ
Δρόμον τὸν θεῖον ἐκτελέσας, καὶ τὴν πίστιν σου τηρήσας μέχρι τέλους, τῶν σῶν πόνων Σοφέ, τὸν στέφανον ἐκτήσω, ἀναβοῶν μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἅρματι θείων ἀρετῶν σου, ἐποχούμενος πρὸς ὕψος ἀνηνέχθης, τῷ Θεῷ δὲ τανῦν παρέστηκας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἴδεν ὁ πλάσας κατὰ μόνας, τὰς καρδίας τῶν ἀνθρώπων Θεοφόρε, τῆς καρδίας τῆς σῆς, τὸ ἔνθεον καὶ θρόνοις, διδασκαλίας ἵδρυσε, Θεοφύλακτε τρισμάκαρ.
Θεοτοκίον
Σοὶ νῦν προσφεύγω Θεοτόκε, καὶ τῇ σκέπῃ σου καὶ θείᾳ προστασίᾳ, λυτρωθῆναι δεινῶν, δεόμενος πταισμάτων, εὐλογημένη πάναγνε, ἡ Θεὸν σαρκὶ τεκοῦσα.

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον
Εὐφραινομένων ἔνθα νῦν, κατοικία κατῴκησας, Ὁμολογητὰ τῆς ἀληθείας πρόμαχε, καὶ φῶς σοι ἀνέτειλεν, οἷα δικαίω πάνσοφε, καὶ τοὺς τῶν Μαρτύρων ἠθληκότι ἀγῶνας, μεθ' ὧν νῦν ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑπομονῆς τὸν στέφανον, ἐκομίσω θεόληπτε· τὰς ὑπερορίας γὰρ πικρῶς κατῴκησας, μισθὸν ἐκδεχόμενος, ἀπολαβεῖν τῶν ἄθλων σου, καὶ τῆς ἀγαθῆς οὐ διεψεύσθης ἐλπίδος, Χριστῷ ἀνακραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φωτοφανῶς ἡ μνήμη σου, θεοφόρε τελεῖται νῦν, τῆς ὁμολογίας φωτισμοῦ πυρσεύουσα· ἁγίαν εἰκόνα γάρ, τὴν τοῦ Χριστοῦ ἐτίμησας, καὶ τῆς Θεοτόκου, τῶν Ἁγίων τε πάντων, μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Θεομήτωρ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα, τῶν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.










ᾨδὴ θ'. Κυρίως Θεοτόκον
Μεγάλων χαρισμάτων, ὄντως ἠξιώθης, ὑπὲρ Χριστοῦ κινδυνεύσας φρονὴματι, καρτερικῷ θεοφόρε θεομακάριστε.
Ἡμᾶς τοὺς σὲ ὑμνοῦντας, Μάκαρ ἐποπτεύεις, ἐκ πειρασμῶν καὶ κινδύνων λυτρούμενος, καὶ τῶν αἱρέσεων θραύων τὰ μηχανήματα.
Σωφρόνως καὶ δικαίως, ὡς Ἱεροφάντωρ, πολιτευσάμενος Μάρτυς ἐγένου λαμπρός, τὴν σὴν πορφύραν ὑφάνας ἐκ τῶν αἱμάτων σου.
Θεοτοκίον
Ὡς ὄρθρος τοῖς ἐν σκότει, καὶ πεπλανημένοις, δικαιοσύνης τὸν Ἥλιον ἔχουσα, ἐν ταῖς ἀγκάλαις Παρθένε Χριστὸν ἀνέτειλας.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸν Ἱεράρχην σήμερον, τῆς Τριάδος τὸν μύστην, θείων Εἰκόνων πρόμαχον, Ἐκκλησίας τὸν στῦλον, τὸν εὐκλεῆ, ἀρχιθύτην, κήρυκά τε τὸν μέγαν, τῆς πίστεως τὸν πρόμαχον, Θεοφύλακτον θεῖον, πάντες πιστοί, πόθῳ εὐφημήσωμεν ἐκτελοῦντες, φαιδρῶς αὐτοῦ τὴν κοίμησιν, ὅπως λάβωμεν χάριν.
Θεοτοκίον.
Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε· χαῖρε σεμνὴ Μητρόθεε· χαῖρ εἔμψυχε βάτε· χαῖρε λαμπάς· χαῖρε θρόνε· χαῖρε κλίμαξ καὶ πύλη· χαῖρε τὸ θεῖον ὄχημα· χαῖρε κούφη νεφέλη· χαῖρε ναέ· χαῖρε στάμνε πάγχρυσε· χαῖρε ὄρος· χαῖρε σκηνὴ καὶ τράπεζα· χαῖρε Εὔας ἡ λύσις.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος! Νέος Ἰὼβ ἀληθῶς, πειρασμοῖς ἀναδέδειξαι, ἐνεγκὼν θεόσοφε, καρτερῶς μακροχρόνιον ὑπερορίαν βασανιζόμενος, ὑπὲρ τῶν θείων Εἰκόνων Ὅσιε· ὅθεν καὶ στέφανον εἴληφας ἀθλήσεως παρὰ Χριστοῦ, δόξῃ ἐξαστράπτοντα, θεομακάριστε.

Ὦ τοῦ παραδόξου θαύματος! ὕψει σῶν λόγων σοφέ, τῶν Πατέρων τὴν Σύνοδον, θαυμαστῶς ἐκόσμησας, διαπρέπων ὡς μέγιστος, ἀστὴρ ἐν μέσῳ ἀστέρων πάνσοφε, θεοσοφίᾳ θείων δογμάτων σου· ὅθεν ὡς μέγιστον, εὐσεβείας κήρυκα πανευκλεῆ, πάντες σε γινώσκομεν, θεομακάριστε.

Ὦ τοῦ παραδόξου θαύματος! Θείων Εἰκόνων σαφῶς, ὤφθης μέγιστος πρόμαχος, Ἱεράρχα πάνσοφε, καὶ γὰρ ὄντως οὐκ ἔπτηξας, θυμὸν δυνάστου ἐπαπειλοῦντός σε, αὐτοῦ ἐλέγχων μᾶλλον ἀσέβειαν, τῆς ἐντάσεως! Δι’ ἧς ἐμεγάλυνας τὸν Ἰησοῦ, καὶ κατεστηλίτευσας, ἐχθρὸν ἀλάστορα.

Πάτερ, σοφὲ Θεοφύλακτε, πάρεσο μέσῳ ἡμῶν, συμπαθεῖν ἐπισκέψει σου, παρακλήτωρ ἄριστος, ἀθυμούντων ἐν θλίψεσι, ἡμῶν τῶν πίστει προσκαλουμένων σε, καὶ εὐλαβείᾳ ἐπιτελούντων σου, μνήμην τὴν ἔνδοξον, θεοφόρε Ἅγιε, μακαριστὲ καὶ ἐξαιτουμένων σου, θείαν ἀντίληψιν.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, ἠχήσωμεν ἑόρτια καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐπὶ τῇ ἐνδόξῳ πανηγύρει τοῦ πανοσίου Πατρός. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν Ἱεράρχην Χριστοῦ παμβασιλέως, βασιλέα Λέοντα, θηριώνυμον τὸν δυσσεβῆ διελέγξαντα γενναίως, ἀνυμνείτωσα. Ποιμένας καὶ διδάσκαλοι, τὸν τοῦ καλοῦ Ποιμένος, ὁμόζηλον ποιμένα, συνελθόντες εὐφημήσωμεν. Οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν κινδύνοις τὸν ῥύστην, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ πένητες τὸν θησαυρόν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν, τὸν συνοδίτην οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην, οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα ἔνθεον Ἱεράρχην ἐγκωμιάζοντες οὕτως εἴπωμεν· θεόφρον Θεοφύλακτε, πρόφθασον ἐξελοῦ ἡμᾶς, ἐκ πειρασμῶν ἀμετρήτων, καὶ σῶσον τοὺς σὲ γεραίροντας, ταῖς μεσιτείαις σου.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Φύλαξ παραδόσεων ἐν Χριστῷ, τῆς Νικομηδείας, Θεοφύλακτε ἱερόν, σκεῦος πεπλησμένον, ἀγάπης ἀκενώτου, καὶ Ἐκκλησίας ὤφθης, στῦλος καὶ πρόβολος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου