ΜΑΡΤΙΟΣ ΚΓ΄!!
ΛΟΥΚΑΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΜΥΤΙΛΗΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Νικηφόρου
ἱερομονάχου τοῦ Χίου)
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Τοῦ Ἁγίου. Ἦχος α΄. Ὢ τοῦ
παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος, ψυχοσῶστα Χριστέ! Πῶς ἀῤῥήτοις κρίμασιν, εἰς ἔρωτα τὸν
Λουκᾶν, τὸν σὸν θεράποντα, καὶ πόθον διακαῇ, καὶ θερμοτάτην ἀγάπην ἀνέφλεξας,
ἀθλῆσαι ὑπὲρ τοῦ σοῦ, ὑπερυμνήτου καὶ θείου ὀνόματος, καὶ τρανῶς ἀνακηρύξαι,
δυσσεβῶν ἐνώπιον, σὲ Θεόν τε καὶ Πλάστην, πάσης κτίσεως πανάγαθον.
Βαβαὶ
τῆς σῆς διαπύρου Λουκᾶ, πρὸς Χριστὸν ἀγάπης! ὑπὲρ ἧς ἠλόγησας, τοῦ σώματος καὶ
θανεῖν, προθύμως ἔσπευσας! Διὸ ἐν ὕμνοις πιστῶς, ὡς πιστὸν ὄντως αὐτοῦ φίλον
ἅπαντες, τιμῶμεν χρεωστικῶς, καὶ ἐν ᾠδαῖς ὡς ἀήττητον Μάρτυρα, καὶ ὡς ἀριστέα
θεῖον, εὐφημοῦμεν σήμερον, καὶ γενναῖον ὁπλίτην, τῆς Κυρίου παρατάξεως.
Τὴν
σὴν δοξάζοντες ἄθλησιν, Ἀθλοφόρων νέων, ἱερὸν ἀγλάϊσμα, αἰτοῦμεν διὰ τῶν σῶν,
εὐαποδέκτων εὐχῶν, τὴν ἄφεσιν τῶν ἡμῶν, πλημμελημάτων λαβεῖν καὶ συγχώρησιν,
καὶ γὰρ πολλὴν πρὸς Χριστόν, εἰς τὸ πρεσβεύειν πλουτεῖς παναοίδιμε, παῤῥησίαν
Ἀθλοφόρε, ὡς τοῦ ζῇν τὸν θάνατον, προελόμενος πόθῳ, τῷ αὐτοῦ Λουκᾶ μακάριε.
Κλίμαξ
οὐρανοῦ πρὸς ἄνοδον, ἡ ἀγχόνη Μάρτυς, ὄντως σοὶ ἐγένετο, δι’ἧς λαμπρῶς ἐπιβάς,
τῶν ἀθεάτων τὰ κάλλη τεθέασαι, ἃ ὀφθαλμὸς αἰσθητός, ὁρᾷν οὐ σθένει, καὶ οὖς οὐκ
ἀκήκοεν, Ὁσιομάρτυς Χριστοῦ, καὶ διανοίαις βροτῶν ἀκατάληπτα· ἀλλὰ καὶ τῶν ἐπὶ
γῆς σε, εὐφημούντων μέμνησο, ἐξαιτούμενος πᾶσι, πρὸς Θεοῦ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος δ΄.
Ὅτι
δι’ ἀγχόνης ἐκ γῆς ἀπῃώρησαι, Ὁσιομάρτυς Χριστοῦ, καὶ κλίνας τὴν κεφαλὴν τὸ
θεῖόν σου πνεῦμα παρέδωκας, τότε οἱ τῶν Ἀγγέλων δῆμοι, καὶ οἱ τῶν Ὁσίων καὶ
Μαρτύρων χοροί, οὐρανόθεν συμπροκύψαντες, γηθοσύνως παρέλαβον αὐτό, καὶ τῷ Θεῷ
τῶν ὅλων ἐν δόξῃ προσήγαγον, καὶ χαρὰ ἐν οὐρανοῖς γέγονεν ἀνεκλάλητος· ᾧ
παριστάμενος, καὶ τοῖς ἀπ’ αἰῶνος συναυλιζόμενος ἐκλεκτοῖς, ἀντὶ τῶν δακρύων
τῶν ἐπὶ γῆς, καὶ τῶν ποικίλων θλίψεων τῆς ὑπὲρ νοῦν ἀπολαύεις ἀγαλλίασεως· ἧς
καὶ ἡμᾶς τοὺς ὑμνητάς σου ἀξιωθῆναι, πρέσβευε πρὸς Κύριον, Λουκᾶ τῶν Ὁσίων, καὶ
Μαρτύρων ἰσοστάσιε.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ,
μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα
ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι
εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ
πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ
τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον,
Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Λιτή.
Ἦχος α΄.
Τὸν
γενναῖον ὁπλίτην τοῦ Χριστοῦ, καὶ λαμπρὸν ἀριστέα, Λουκᾶν τὸν νέον Ὁσιομάρτυρα,
στέμμασιν εὐφημιῶν καταστέψωμεν, ὡς ἀνδρείως ἀγωνισάμενον, καὶ τρόπαια νίκης,
δυνάμει τοῦ Σταυροῦ, κατ’ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων ἀράμενον, καὶ πρεσβεύοντα
ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
μιγάδες καὶ μονάζοντες· δεῦτε εὐσεβούντων τὸ σύστημα· δεῦτε καταστέψωμεν
ᾄσμασι, Λουκᾶν τὸν νέον τοῦ Χριστοῦ Ὁσιομάρτυρα, τὸν δυσὶ στέμμασι
κατεστεμμένον, τὸν ἀσκητικοῖς πόνοις τε καὶ ἱδρῶσι, καὶ ἐμπόνοις δάκρυσιν,
αἶσχος ἅπαν, καὶ πάσας τὰς ἐκ τῆς ἀρνήσεως κηλίδας ἀπαλείψαντα, καὶ τελευταῖον
τοῖς μαρτυρικοῖς ἀγῶσι λαμπρυνθέντα, οὕτω βοῶντες αὐτῷ· χαίροις Λουκᾶ, τῶν
Ὁσίων καὶ Μαρτύρων ἰσοστάσιε· χαίροις, θεράπον Χριστοῦ, καὶ φίλε πιστότατε·
χαίροις, κοινωνὲ τῶν αὐτοῦ παθημάτων, καὶ σύμμορφε τοῦ θανάτου αὐτοῦ· ᾧ
πρεσβεύων μὴ διαλίπῃς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ
παιδιόθεν Χριστὸν ὑπερφιλήσας, Λουκᾶς ὁ ἀοίδιμος, καὶ πάντα σκύβαλα, τὰ ἐπὶ γῆς
θαυμαζόμενα, ῥέουσαν δόξαν, πλοῦτον ἐφήμερον καὶ ἐπίκηρον, σοφῶς ἡγησάμενος,
καὶ τὸν ἀκήρατον, πλοῦτον τῆς πίστεως ἄριστα, προκρίνας πάντων, καὶ ὑπὲρ ταύτης
Χριστοῦ τὰ στίγματα, καὶ θεῖα πάθη εἰσδεξάμενος, εἰς Θεοῦ θεῖον ὕμνον καὶ
αἴνεσιν, νῦν προτρέπεται πάντας, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πρὸ
τοῦ τιμίου Σταυροῦ τε καὶ τοῦ πάθους, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τῆς ἐγέρσεως,
πᾶσιν ἐδόκει ὁ θάνατος, φοβερὸς λίαν, ἐξ ἐναντίας νῦν δὲ ἐπέραστος, τοῖς
Μάρτυσι γέγονε, καθ’ οὗ λαμπρότατα, καὶ ὁ στεῤῥόφρων ἠρίστευσε, Λουκᾶς ὁ θεῖος,
κομιδῇ νέος ὁ ἀξιάγαστος· ὃν εὐφημοῦντες μεγαλύνωμεν, τὸν οἰκείῳ θανάτῳ τὸν
θάνατον, καθελόντα ἰσχύϊ, ἀηττήτῳ τῆς Θεότητος.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τὸν
ἀσθενείᾳ σαρκὸς ἰσχὺν δαιμόνων, Λουκᾶν εὐφημήσωμεν τὸν Νεομάρτυρα, καταβαλόντα
ἐν χάριτι, σταυροῦ τοῦ θείου, καὶ τῶν τυράννων θράσος τὸ ἄθεον, θραύσαντα
φραξάμενον ὅπλοις τῆς πίστεως, καὶ παντευχίᾳ τοῦ πνεύματος, ὀφρὺν ἐκείνων, τὴν
ὑπερήφανον ταπεινώσαντα, καὶ τὴν μανίαν καὶ ἀπήνειαν, οὐδαμῶς πτοηθέντα καὶ
πτήξαντα, ἀλλὰ τούτων τὴν πλάνην, θεοσόφως στηλιτεύσαντα.
Δόξα.
Ἦχος πλ. β΄.
Ὁσιομάρτυς
Χριστοῦ, Λουκᾶ ἀξιάγαστε, πρόσδεξαι ἡμῶν, τὰς ἐξ ἀνάγνων χειλέων προσαγομένας
σοι εὐφημίας καὶ δεήσεις, καὶ παράσχου ἡμῖν τῶν ὀφλημάτων τὴν λύσιν, ταῖς πρὸς
Θεὸν μεσιτείαις σου· ἔχεις γὰρ τὴν παῤῥησίαν, ὡς θεράπων καὶ φίλος αὐτοῦ, εἰς
τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
δ'.
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ Ἄθῳ, τὰς νοητὰς τῶν δυσμενῶν
παρατάξεις, τὴν πανοπλίαν ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ, αὖθις δὲ πρὸς ἄθλησιν,
ἀνδρικῶς ἀπεδύσω, κτείνας τοὺς τῆς πίστεως, αἰσθητοὺς πολεμίους, Ὁσιομάρτυς
ξίφει νοητῷ, διὸ ἐστέφθης, Λουκᾶ διττοῖς στέμμασι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τὸν
μεγάλα καυχώμενον Ἀθλητά, ἐξαλείφειν τὴν θάλασσαν καὶ τὴν γῆν, ἄθλοις σου κατέῤῥαξας,
καὶ εἰς γῆν καταβέβληκας, ὡς Γολιὰθ τὸν πάλαι, Δαβὶδ ὁ θαυμάσιος· καὶ νικητὴς
ἐκείνου, ἐφάνης λαμπρότατος, ὅπλοις ἀοράτοις, τοῖς τοῦ Πνεύματος Μάρτυς,
χρησάμενος ἔνδοξε, κατ’ αὐτοῦ· ὅθεν εἴληφας, ἀφθαρσίας τὸν στέφανον, πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, Λουκᾶ
τὴν σὴν ἄθλησιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία
Παρθένε Μήτηρ Θεοῦ, ἡ ἐλπίς μου καὶ σκέπη μετὰ Θεόν, φεῖσαί μου τοῦ δούλου Σου,
τοῦ ἀθλίου καὶ πρόσχες μου, τῇ ταπεινῇ δεήσει, καὶ ταύτην προσάγαγε, τῷ Σῷ Υἱῷ
καὶ Κτίστῃ, καὶ τοῦτον ἱκέτευσον, ἵνα με πρὸς τρίβους, τὰς αὐτοῦ ὁδηγήσῃ, τοῦ
κόσμου ἁρπάσας με, τῆς δεινῆς ματαιότητος, καὶ γὰρ ἅπας ὁ βίος μου, ἄχραντε
ἐξέλειπε κακῶς, καὶ πτοοῦμαι τὰς ἀποκειμένας μοι, ἐν τῷ ᾅδη βασάνους, ὧν με
ῥῦσαι πρεσβείαις Σου.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀσκήσει
Ἀθλητά, καὶ δακρύων τοῖς ῥείθροις, ἥγνισας τὴν ψυχήν, καὶ ἀθλήσει νομίμῳ,
ἐνδόξως ἐλάμπρυνας, καὶ παρέθου τῷ Κτίστῃ σου· ὡς οὖν ἔτυχες, οὗπερ ἐπόθεις
δυσώπει, τὸ ἀνείκαστον, τῶν οἰκτιρμῶν αὐτοῦ πλῆθος, σωθῆναι καὶ πάντας ἡμᾶς.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Προσάγαγε
ἁγνή, ἐκτενῆ ἱκεσίαν, καὶ σπλάγχνα οἰκτιρμῶν, ἐπ’ ἐμοὶ τὸν Υἱόν Σου,
ἐνδείξασθαι ποίησον, τὸν πανάθλιον δέομαι, οὐ γὰρ κέκτημαι, οὐδὲ ἐποίησα ὅλως,
ἀγαθὸν οὐδέν, ἀλλὰ ἀρχὴν νῦν βαλεῖν μοι, πρεσβείαις Σου δώρησαι.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ῥείθροις
δακρύων σου, τὴν σὴν ἐκάθῃρας, ψυχὴν πανεύφημε, καὶ ἀξιάγαστε Λουκᾶ, Ὁσίων
καλλονή, καὶ καύχημα τῶν Μαρτύρων· ὅθεν σοῦ δεόμεθα, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς
σε, σαῖς λιταῖς ἀξίωσον, πρὸς Χριστὸν τὸν φιλάνθρωπον, τὰς ψυχικὰς ἡμῶν
κηλίδας, δάκρυσι θερμοῖς ἐκκαθάραι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Αἶνος
ἐπάξιος, οὐδείς Σοι πάναγνε· διὸ τὴν δέησιν, τρέπω ὁ δείλαιος, τὴν γλῶσσαν
ἄχραντε πρὸς Σέ, τὴν ἔμμυσον καὶ ἐναγεστάτην, καὶ οἰκτρῶς κραυγάζω Σοι· ἐκ
ψυχῆς κατωδύνου μου, ἴδε τὴν κατήφειαν, καὶ ῥοὴν τῶν δακρύων μου, καὶ ῥῦσαί με
δεινῶν τῶν ἐν ᾅδου, τῇ πρὸς τὸν Υἱόν Σου δεήσει.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ὁσιομάρτυς
Χριστοῦ, Λουκᾶ ἀξιάγαστε, πρόσδεξαι ἡμῶν, τὰς ἐξ ἀνάγνων χειλέων προσαγομένας
σοι εὐφημίας καὶ δεήσεις, καὶ παράσχου ἡμῖν τῶν ὀφλημάτων τὴν λύσιν, ταῖς πρὸς
Θεὸν μεσιτείαις σου· ἔχεις γὰρ τὴν παῤῥησίαν, ὡς θεράπων καὶ φίλος αὐτοῦ, εἰς
τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὸν
σὲ ἐν ἄθλοις ἱεροῖς δοξάσαντα, Λόγε Θεοῦ καὶ Θεέ, λόγων μοι παράσχου, χάριν τε
καὶ ἔμπνευσιν, ὅπως ὑμνήσω σήμερον, καὶ δοξάσω ἀξίως, Λουκᾶν τὸν θεῖον ἐν
ᾄσμασι, Ὁσιομαρτύρων τὸ καύχημα.
Ἐν
ἀτελεῖ τῇ ἡλικίᾳ πέπτωκας, εἰς ἀσεβείας βυθόν, ἀλλ’ οὐδέν σοι μάκαρ, ἐμποδὼν
ἐγένετο, Λουκᾶ πρὸς τὴν ἀνόρθωσιν, ἀγαθῶν τῶν τοῦ κόσμου, πλοῦτος οὐ δόξα οὐ
σώματος, ἡδονῶν παντοίων ἀπόλαυσις.
Θεοῦ
προνοίᾳ ἐξ ἀρκύων ἔφυγες, Ἀγαρηνῶν τῶν δεινῶν, καὶ δίκην ἐλάφου, ταχυδρόμου
ἔφθασας, εἰς ὄρος ἁγιώνυμον, τὸ τοῦ Ἄθωνος πόθῳ, καὶ σωτηρίαν τοῖς δάκρυσι, τὴν
σὴν κατειργάσω ἀοίδιμε.
Θεοτοκίον.
Τῶν
πειρασμῶν τὰς προσβολὰς πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ταῖς σαῖς ἱκεσίαις,
στρέψον εἰς ὠφέλειαν, τῶν πίστει ἀδιστάκτῳ Σε, Θεοτόκον ὑμνούντων, ὡς τῷ Λουκᾷ
πρὶν πεποίηκας, ἵνα Σοῦ τὴν χάριν κηρύττωμεν.
ᾨδὴ
γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ
ἐκ μὴ ὄντων Ἰησοῦ, τὰ σύμπαντα ὑποστήσας, τῇ ἐμπνεύσει σου Χριστὲ καὶ ἐλλάμψει,
μαρτυρίου λογισμόν, ἐν τῷ Λουκᾷ ἐνέβαλες, μηδαμῶς πρώην ὄντα, καὶ πρὸς τοὺς
ἄθλους ἐνίσχυσας.
Ἀσκητικῶς
προγυμνασθείς, διὰ ποικίλων ἀγώνων, καὶ εὐχαῖς ἐνισχυθεὶς τῶν Πατέρων, καὶ
δυνάμει τοῦ Σταυροῦ, φραξάμενος ἐχώρησας, εἰς τὸν τοῦ μαρτυρίου, δρόμον Λουκᾶ
γενναιότατε.
Ἐπαίνοις
στέφεται πολλοῖς, τὸ βάπτισμα ἐξαιτήσας, ὁ Κανδάκης πρὸς Φιλίππου τοῦ θείου,
προθυμίᾳ καὶ σπουδῇ· σὺ δὲ Λουκᾶ τὸ βάπτισμα, αἰτῶν τὸ δι’ αἱμάτων, ἐπαίνους
πάντας ὑπέρκεισαι.
Θεοτοκίον.
Τὸν
Σὸν Θεάνθρωπον Υἱόν, πανάχραντε Θεοτόκε, τὸν ποτὲ ἐπὶ τῷ τάφῳ Λαζάρου, κατ’
οὐσίαν τὴν θνητήν, δακρύσαντα ἱκέτευε, ἵνα ἡμῖν τὸ πένθος, Λουκᾶ τοῦ θείου
δωρήσηται.
Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν
παννύχοις ᾄσμασι, τοὺς σὲ ὑμνοῦντας, καὶ πρός σε ὀρθρίζοντας, μετ’ εὐλαβείας
ἱερᾶς, σκέπε καὶ φρούρει πρεσβείαις σου, Ὁσιομάρτυς, Λουκᾶ παναοίδιμε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Σαῖς
ἀγρύπνοις Δέσποινα, Παρθενομῆτορ, ἱκεσίαις φύλαττε, τοὺς Σὲ τιμῶντας εὐσεβῶς,
καὶ εὐφημοῦντας τὴν ἄθλησιν, τοῦ Σοῦ οἰκέτου, Λουκᾶ τοῦ θεόφρονος.
ᾨδὴ
δ΄. Σύ μου ἰσχὺς Κύριε.
Οἱ
ὀφθαλμοί, οἱ σοὶ δακρύων ἀένναοι, ἑωρῶντο, πηγαὶ παναοίδιμε, Ὁσιομάρτυς Χριστοῦ
Λουκᾶ, καὶ πρὸς οἶκτον πάντας, τοὺς μετὰ σοῦ καὶ συμπάθειαν, ἐκείνεις καὶ πρὸς
πόθον, τοῦ ἐν σοὶ θείου πόθου, θαμβουμένους τὴν φλόγα τὴν ἄϋλον.
Ἐν
προσευχαῖς, ἀδιαλείπτοις καὶ δάκρυσι, καὶ νηστείαις, καὶ παννύχοις στάσεσι, Λουκᾶ
θεόφρον καὶ συνεχεῖ, τῶν γονάτων κλίσει, καὶ μεταλήψει φραξάμενος, τῶν θείων
τοῦ Κυρίου, καὶ σεπτῶν Μυστηρίων, μαρτυρίου πρὸς ἄθλους ἐχώρησας.
Δικαστικῶν,
ἀκαταπλήκτῳ φρονήματι, πρὸ βημάτων, ἔνδοξε ἐκήρυξας, σὺ τὸν Χριστόν, εἶναι
Ποιητήν, πάντων ὡρωμένων, καὶ ἀοράτων πανθαύμαστον, τὸν δὲ τῆς ἀντιχρίστου,
ἀρχηγέτην θρησκείαν, θεοσόφοις σου λόγοις ἐζήλεγξας.
Θεοτοκίον.
Σύ
μου ἐλπίς, τῆς σωτηρίας πανάμωμε, Σὺ αἰτία, ὡς Θεὸν γεννήσασα, τὸν Ποιητήν μου
καὶ Λυτρωτήν, ὑπὲρ νοῦν καὶ λόγον, καὶ ὑπὲρ ἔννοιαν ἅπασαν, καὶ Σύ μοι πρὸς
τοὺς ἄθλους, τὸ ἀνίκητον θράσος, ὁ Λουκᾶς Σοὶ Παρθένε ἀνέκραζεν.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Ἐν
εἱρκτῇ σε ζοφώδει, τὸν λαμπρὸν ἀριστέα Χριστοῦ κατέκλεισεν, ἡ δεινὴ ἀνόμων,
ἱταμότης Λουκᾶ καὶ ἀπήνεια, καὶ ἐν ποδοκάκῃ, τοὺς σοὺς σεπτούς τε καὶ ὡραίους,
ἠσφαλίσατο πόδας τρισόλβιε.
Οὐρανός
σοι ἐδόκει, ἡ ζοφωδεστάτη εἱρκτὴ φαεινότατος, καὶ ἡ ξύλου θλίψις, πλατυσμὸς καὶ
χαρὰ ἀνεκλάλητος, τὰς ἀτελευτήτους, ἀποσκοποῦντι ἀπολαύσεις, καὶ ζωὴ αἰωνία ὁ
θάνατος.
Ὡς
ποτὲ ἱκεσίαν, ἀπαγόμενος Μάρτυς Θεῷ προσήγαγες, εἰς τὸν δι’ ἀγχόνης, ὑπὲρ
Χριστοῦ ἀοίδιμον θάνατον, ὑπὲρ τῶν ἐν βίῳ, λειτουργησάντων σοι προθύμως, οὕτω
καὶ νῦν τῶν ὑμνούντων σε μέμνησο.
Θεοτοκίον.
Τῶν
Μαρτύρων τὸ θάῤῥος, χαῖρε παναμώμητε ῥώμη καὶ δύναμις, ἡ καὶ νῦν ἐνθέως, τὸν
Ἀθλοφόρον Λουκᾶν ἐνισχύσασα, Σὲ γὰρ καθειρμένος, παραμύθιαν ἔσχε μόνην, καὶ ἐν
ἄθλοις ἀήττητον σύμμαχον.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐπὶ
τοῦ θείου Σταυροῦ, Χριστὸς τὸ πνεῦμα παρέδωκεν, ὁ δὲ οἰκέτης αὐτοῦ, Λουκᾶς ὁ
πανεύφημος, ἀπαγχονιζόμενος, ταῖς χερσὶν ἐκείνου, τὴν ψυχὴν χαίρων παρέθετο.
Ἐν
οὐρανῷ καὶ ἐν γῇ, χαρὰ μεγίστη ἐγένετο, Ὁσιομάρτυς Λουκᾶ, ὁπλῖτα ἀήττητε, ἡνίκα
ἐδόξασας, τὸν Θεὸν τῶν ὅλων, δι’ ἀγχόνης τελειούμενος.
Ἀγγέλων
παρεμβολή, Μαρτύρων δῆμος ὁ ἔνθεος, καὶ τῶν Ὁσίων πληθύς, ἐν δόξῃ παρέλαβον, ψυχὴν
τὴν φωσφόρον σου, καὶ τῷ στεφοδότῃ, Βασιλεῖ Χριστῷ προσήγαγον.
Θεοτοκίον.
Οὐκ
ἐν εἰκόσιν ὁρᾷ, Σὲ νῦν Θεόνυμφε Δέσποινα, ὁ Σὸς θεράπων Λουκᾶς, ἀλλ’ ὥς περ
βασίλισσαν, ἐν δόξῃ ἀστράπτουσαν, ἐν τῇ τοῦ Υἱοῦ Σου, Βασιλείᾳ ὑπερένδοξε.
Κοντάκιον. Ἦχος
γ'. Ἡ Παρθένος σήμερον.
Τὴν λαμπράν σου ἄθλησιν, ἀνευφημοῦμεν ἐκ πόθου, ἐν ᾠδαῖς καὶ
ᾄσμασιν, Ὁσιομάρτυς Κυρίου, ἤλεγξας καὶ γὰρ τὴν πλάνην τῶν ἐκ τῆς Ἄγαρ, ἔστησας
Λουκᾶ γενναῖε τρόπαια νίκης, κατ’ ἐχθρῶν τῶν ἀοράτων, διὸ ἐστέφθης, ἀξίως παρὰ
Χριστοῦ.
Ὁ
Οἶκος.
Σός
ἐστι Λόγος, Υἱὲ καὶ λόγε Θεοῦ, καὶ Θεὲ προαιώνιε, ὁ χωρὶς ἐμοῦ λέγων· οὐ
δύνασθε ποιεῖν οὐδέν· διὸ κἀγὼ ὁ ἀνάξιος, τὴν λαμπρὰν τοῦ σοῦ λαμπρῶς ἀριστέως,
καὶ Ὁσιομάρτυρος Λουκᾶ, ἐκδιηγήσασθαι βουλόμενος ἄθλησιν, τὴν σὴν ἐξαιτοῦμαι
θείαν χάριν καὶ ἔμπνευσιν. Ὡς οὖν ἐκείνῳ ἐνέπνευσας, τοὺς θείους τοῦ ὑπὲρ σοῦ
μαρτυρίου λογισμούς, οὕτω κᾀμοῦ τῇ διανοίᾳ ἔμπνευσον λόγον, ἵνα δι’ αὐτοῦ
παραστήσω, ὅπως γενναίως ἀθλήσας, ἔστησε τρόπαια νίκης κατ’ ἐχθρῶν ὁρατῶν καὶ
ἀοράτων, τῇ σῇ θείᾳ δυνάμει ῥωννύμενος, καὶ ἀξίως ἐστέφθη τῷ τῆς ἀφθαρσίας
στέμματι, παρὰ σοῦ τοῦ στεφοδότου Χριστοῦ.
Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Λουκᾶς, ὁ
Σταυρονικητιανός, ἐν Μυτιλήνῃ, ἐν ἔτει 1802, ἀγχόνῃ τελειοῦται.
Λουκᾶς
Ὅσιος ἐκ δὲ τοῦ ξίφους πέλει,
συνθιασώτης τοῦ χοροῦ τῶν Mαρτύρων.
συνθιασώτης τοῦ χοροῦ τῶν Mαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Νίκωνος, καὶ
τῶν σὺν αὐτῷ 199 μαθητῶν του.
Νίκης
στέφανον εὐτρεπίζει σοι, Νίκων,
βραβεὺς
στεφάνων, θνῇσκε λοιπὸν τῷ ξίφει.
Οὗτος ὁ
Ἅγιος Νίκων, ὑπῆρχε κατὰ τοὺς καιροὺς Κυντιλιανοῦ ἡγεμόνος, ἐκ τῆς τῶν
Νεαπολιτῶν χώρας ὁρμώμενος, ὡραῖος τὸ κάλλος, καὶ τὴν ὄψιν λαμπρός, καὶ φοβερὸς
ἐν πολέμοις, πατρὸς μὲν Ἕλληνος, μητρὸς δὲ Χριστιανῆς. Πολέμου δὲ
συγκροτηθέντος μεγάλου, καὶ σφοδροῦ ἀγῶνος ἐνστάντος, τῶν τῆς μητρὸς
παραινέσεων ὁ μακάριος μνησθείς, καὶ βαθὺ στενάξας, καί· Κύριε Ἰησοῦ Χριστὲ βοήθει μοι, ἐπειπών, καὶ τῷ σημείῳ τοῦ τιμίου
ἑαυτὸν τειχισάμενος Σταυροῦ, μέσον τῶν πολεμίων ἐλαύνει· καὶ οὓς μὲν μαχαίρᾳ
παίων, οὓς δὲ δόρατι βάλλων, οὐ πρότερον ἀνῆκεν, ἕως οὗ πάντας ἐτροπώσατο, καὶ
φυγάδας ἐποίησε. Πάντων δὲ ἐπὶ τούτῳ ἐκπλαγέντων, ἐπεὶ κατὰ ῥοῦν αὐτοῖς τὰ τοῦ
πολέμου προὔβη, μετὰ πάντων καὶ αὐτὸς τὸν ἴδιον οἶκον καταλαμβάνει· καὶ τῇ
μητρὶ τὰ τοῦ σκοποῦ προσαναθείς, ἐπὶ τὰ μέρη Κωνσταντινουπόλεως ἔπλει.
Φθάσας
δέ τινα νῆσον, καλουμένην Χίον, προσβάλλει τῷ ταύτης ὄρει· καὶ ἐπιμείνας ἡμέρας
ἑπτά, καὶ νηστείαις καὶ ἀγρυπνίαις καὶ προσευχαῖς σχολάζων, εὐαγγελίζεται ὑπὸ
θείου Ἀγγέλου κατελθεῖν εἰς τὸν αἰγιαλὸν μετὰ τῆς ῥάβδου, ἣν παρέσχεν αὐτῷ ὁ
φανείς. Καὶ καταλαβὼν τὸν αἰγιαλόν, καὶ εὑρὼν πλοῖον, ἀνῆλθεν ἐπ’ αὐτῷ, καὶ διὰ
δύο ἡμερῶν καταλαμβάνει τὸ τοῦ Γάνου ὄρος. Καὶ κατὰ συγκυρίαν παρέστη αὐτῷ
ἐπίσκοπος ἐν σχήματι μοναχοῦ· καὶ ἐπιλαβόμενος αὐτοῦ τῆς χειρός, ἀπήγαγεν αὐτὸν
εἰς ὃ αὐτὸς κατώκει σπήλαιον· καὶ κατηχήσας αὐτόν, εἰς τὸ τῆς Ἁγίας Τριάδος
ἐβάπτισεν ὄνομα, μεταδοὺς αὐτῷ καὶ τῶν Ἁγίων Μυστηρίων· καὶ μετὰ χρόνους τρεῖς
χειροτονεῖ αὐτὸν πρεσβύτερον, ἔπειτα ἐπίσκοπον.
Πάντων
δὲ τῶν συνελθόντων μοναχῶν τὴν προστασίαν ἀναδεξάμενος, ἑκατὸν ἐννενήκοντα
ὄντων τὸν ἀριθμόν, εἰς Μυτιλήνην μετὰ πάντων ἔρχεται· ἐκεῖθεν πρὸς Ἰταλίαν
ἀπαίρει· καὶ τὴν μητέρα θεασάμενος, καὶ θανοῦσαν αὐτὴν κηδεύσας, τὴν Σικελίαν
καταλαμβάνει, καὶ τὸ τοῦ Ταυρομενίου ὄρος οἰκεῖ μετὰ καὶ ἄλλων ἐννέα. Ὁ δὲ
ἡγεμών, τὰ κατὰ τὸν Ἅγιον μαθών, αὐτίκα παρέστησεν ἅπαντα ἐνώπιον αὐτοῦ· καὶ
ἐρωτηθέντες, ἐπ’ ἐδάφους τείνονται, καὶ πληγαῖς κατακόπτονται, καὶ τελευταῖον
τελειοῦνται τῷ ξίφει. Ὁ δὲ Ἅγιος Νίκων τείνεται ἐκ τεσσάρων, καὶ λαμπάσιν
ὑποκαίεται, καὶ ὑποζυγίοις δεσμεῖται, καὶ κατὰ γῆν σύρεται, καὶ κατὰ κρημνοῦ
ὠθεῖται, καὶ τὸ στόμα λίθοις τύπτεται, καὶ τὴν γλῶτταν ἐκτέμνεται, καὶ
τελευταῖον, ξίφει τὴν κεφαλὴν ἀποτέμνεται· καὶ οὕτως ἐπληρώθη αὐτοῦ ἡ μαρτυρία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Δομέτιος, ξίφει τελειοῦται.
Ὁ
δεινὸν οὗτος εἰσορῶν σπαθηφόρος,
Ὀργᾷ κατοῖσαι τὴν σπάθην Δομετίου.
Ὀργᾷ κατοῖσαι τὴν σπάθην Δομετίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραίμ τοῦ ἐν τοῖς Σπηλαίοις τοῦ
Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τῆς
Τοτίμης ἐν Ῥωσσίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασσιανοῦ, ἐπισκόπου Ῥοστὼβ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παχωμίου τῆς Νερέκτα, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νίκωνος, καθηγουμένου τῆς Λαύρας τῶν
Σπηλαίων τοῦ Κιέβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Τὸ
σῶμα κρεμάμενον, καὶ εὐωδίαν πολλὴν ἐκπνέον, τὸ σόν, τοὺς πιστοὺς μετὰ θάμβους
καὶ εὐφροσύνης ἀναβοᾷν ψυχικῆς, καὶ μελῳδεῖν τῷ Κυρίῳ προὐτρέπετο, ὡς θαυμαστὸς
ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Συνὼν
τῷ Δεσπότῃ σου, σὺν τοῖς Ἀγγέλων καὶ τῶν Μαρτύρων χοροῖς, καὶ Ἁγίων ἁπάντων, ἐν
πανολβίαις καὶ μακαρίαις σκηναῖς, ἐν τῷ Ναῷ τῆς θείας δόξης γηθόμενος,
εὐλογητὸς μελῳδεῖς, ὁ τῶν Πατέρων Θεός.
Ἀγάλλου
καὶ χόρευε, νῦν ἀπολαύων τῆς θείας δόξης Λουκᾶ, ὑπὲρ ἧς ἠγωνίσω, καὶ τῆς
προσκαίρου οὐκ ἐφείσω ζωῆς, καὶ τὰ ἡδέα τοῦ κόσμου κατέλιπες, εὐλογητὸς
μελῳδῶν, ὁ τῶν Πατέρων Θεός.
Θεοτοκίον.
Ὁρᾶν
Σε πανύμνητε, ὡς Βασιλίδα ἐκ δεξιῶν τοῦ Θεοῦ, ὁ Λουκᾶς ἠξιώθη, παρισταμένην ἐν
θείᾳ δόξῃ τρανῶς, καὶ ἀσιγήτως βοᾷ Σοι γηθόμενος· εὐλογημένη ἁγνή, Μήτηρ
Χριστοῦ τοῦ Θεοῦ.
ᾨδὴ
η΄. Ἑπταπλασίως κάμινον.
Ναοὺς
ἡμᾶς ἀνάδειξον, ταῖς ἐνθέοις πρεσβείαις σου, τοὺς σὲ εὐφημοῦντας, καὶ πιστῶς
γεραίροντας, τῆς χάριτος ἔνδοξε, τοῦ παναγίου Πνεύματος, τοῦ ἐν ταῖς ἁγναῖς,
καὶ ἀμωμήτοις καρδίαις, σκηνοῦντος καὶ πληροῦντος, χαρισμάτων ἐνθέων, ὡς ἂν ἀπὸ
κηλίδος, ἐκκαθαρθῶμεν πάσης.
Ἴδε
τοὺς σὲ γεραίροντας, καὶ εὐσπλάγχνως ἐπίσκεψαι, καὶ παθῶν παντοίων, συμπαθῶς
ἀπάλλαξον, Ὁσίων ὁμόσκηνε, καὶ Ἀθλητῶν ἰσότιμε, ταῖς πρὸς Θεόν, μαρτυρικαῖς
ἱκεσίαις· Ὃν παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας
τοὺς αἰῶνας.
Κολαστηρίων
ἅπαντας, τοὺς τιμῶντάς σου λύτρωσαι, τὴν πανευκλεῆ, καὶ φωτοφόρον ἄθλησιν, ταῖς
θείαις πρεσβείαις σου, Λουκᾶ πρὸς τὸν οἰκτίρμονα, ἔχων πρὸς Αὐτόν, μαρτυρικὴν
παῤῥησίαν ὃν ἄθλοις σου τοῖς θείοις, καὶ λαμπραῖς ἀριστείαις, ἐδόξασας ἐν
κόσμῳ, ὡς Ποιητὴς τῶν ὅλων.
Θεοτοκίον.
Ἡ
κραταιὰ βοήθεια, τῶν Μαρτύρων καὶ σύμμαχος, ἄχραντε Παρθένε, Σὺ ὑπάρχεις
Δέσποινα, καὶ πάντων ἀντίληψις, τῶν ἐπικαλουμένων Σε, Σαῖς καὶ νῦν εὐχαῖς Λουκᾶν
τὸν θεῖον ἐν ἄθλοις, ἐνίσχυσας ἀνδρείως, διανύσαι τὸν δρόμον, τοῦ ὑπὲρ τοῦ Υἱοῦ
Σου, ἐνδόξου μαρτυρίου.
ᾨδὴ
θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Φόβος
καὶ τρόμος καὶ δεινή, φρίκη πάντας τοὺς δημίους συνέλαβε, ὅτε τὸ σῶμά σου, ἐν
τῇ θαλάσσῃ Μάρτυς ἀπέῤῥιψαν, κλύδων γὰρ μέγας ἐν αὐτῇ, ἐξαίφνης ἐγένετο, καὶ
κατεκάλυπτε, τὴν ὀλκάδα, κορυφούμενα κύματα.
Ὅλος
παρίστασαι φαιδρός, ὅλος αἴγλῃ καὶ λαμπρότης ᾀείφωτος, καὶ ἀστραπόμορφος,
Ὁσιομάρτυς Λουκᾶ πανένδοξε, τῷ θείῳ θρόνῳ τοῦ Θεοῦ, τρυφῶν παναοίδιμε, τῆς ὑπὲρ
ἔννοιαν, θείας δόξης, καὶ μεθέξει θεούμενος.
Ῥῦσαί
με σκότους τῶν παθῶν, καὶ δεινῶν τῶν ἐν ᾅδῃ πρεσβείαις σου, Ὁσιομάρτυς Χριστοῦ,
καὶ θείαις αἴγλαις, τὸν νοῦν μου φώτισον, ὡς ἀπροσκόπτως τὰς ὁδούς, τῶν θείων
πορεύομαι, δικαιωμάτων Χριστοῦ, τὸν ἐν ὕμνοις σου, τὴν μνήμην φαιδρύναντα.
Ὄμματα
χεῖρας καὶ τὸν νοῦν, ἀνατείνω πρὸς τὸ ὕψος τῆς δόξης σου, καὶ ἱκετεύω σε,
Ὁσιομάρτυς Λουκᾶ πανθαύμαστε, ὥσπερ λεπτὰ χειριακά, Χριστὸν ἐκμιμούμενος, τὸν
πόνον δέξαι μου, δι’ οὗ πόθῳ, τοὺς σοὺς ἄθλους συνέγραψα.
Θεοτοκίον.
Ὕμνους
ὑφαίνει τῇ Μητρί, τοῦ τῶν πάντων ποιημάτων δεσπόζοντος, λίαν ἐργώδές ἐστι, τὰ
μεγαλεῖα καὶ γὰρ κατ’ ἔκστασιν, καὶ κατ’ ἐπίτασιν πολλά, Σοῦ ἄχραντε πέλουσιν,
ὡς Θεομήτορος, καὶ τοὺς νόμους ἐγκωμίων ὑπέρκεινται.
Ἐξαποστειλάριον.
Τοῖς μαθηταῖς συνέλθωμεν.
Ὁσιομάρτυς
ἔνδοξε, τοὺς τιμῶντάς σε πόθῳ, Λουκᾶ ταῖς ἱκεσίαις σου, σκέπε φρούρει καὶ σώζε,
ἐκ πάσης τοῦ ἀλλοτρίου, ἐπηρείας καὶ βλάβης, καὶ πρὸς τὰς τρίβους εὔθυνον, καὶ
ὁδοὺς τοῦ Κυρίου ὡς ἂν καλῶς, βιώσαντες σωτηρίας, ἀξιωθῶμεν ἅπαντες, οἱ οἰκτροί
σου ἱκέται.
Θεοτοκίον.
Θεὸν
ὃν ἐσωμάτωσας, Παναγία Παρθένε, ἱλέωσαι πρεσβείαις σου, καὶ σεπταῖς ἱκεσίαις,
ἡμῖν τοῖς Σὲ Θεοτόκον, ἀληθῶς καὶ κυρίως, ὁμολογοῦσιν ἅπασι, Σὲ γὰρ ἔχομεν
μόνην, πρὸς τὴν αὐτοῦ, θείαν ἀγαθότητα μεσιτείαν, καὶ διὰ Σοῦ ἐλπίζομεν, τῶν
πταισμάτων τὴν λύσιν.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Μαρτυρικὴ
πανδαισία πρόκειται σήμερον, δεῦτε οὖν ἐν ᾀσμάτων, εὐφρανθῶμεν ἐνθέως,
τερπνότητι ὑμνοῦντες τὸν Ἀθλητήν, καὶ ἀήττητον Μάρτυρα, καὶ ἀριστέα λαμπρότατον
τοῦ Χριστοῦ, φιλεόρτων τὰ συστήματα.
Τῆς
ἐπικήρου θεόφρον ζωῆς ἠλόγησας, καὶ διαπύρῳ πόθῳ, ηὐτομόλησας Μάρτυς, πρὸς
σκάμματα καὶ ἄθλους μαρτυρικούς, καὶ τὸν δρόμον τελέσας σου, ἐν οὐρανίαις
ἐσκήνωσας νῦν σκηναῖς, ἔνδοξε Λουκᾶ γηθόμενος.
Ἀναπολοῦντες
την δόξαν ἧς περ ἠξίωσαι, παρὰ Χριστοῦ ἀξίως, εὐφημοῦμέν σε πίστει, Λουκᾶ
Ὁσιομάρτυς καὶ εὐλαβῶς, τὴν ἁγίαν εἰκόνα σου, κατασπαζόμεθα πάντες καὶ τὰ
σεπτά, καὶ πανίερά σου λείψανα.
Ἀνδριανούπολις
χαῖρε καὶ Λέσβος χόρευε, σὺν τῷ ἁγιωνύμῳ, τῷ τοῦ Ἄθωνος ὄρει, τῆς μὲν γὰρ πέλει
γόνος ὁ θεῖος Λουκᾶς, τῶν δὲ δόξα καὶ καύχημα, ὅτι ἐκεῖθεν τὸν σπόρον ἔνδον
λαβών, ἐν τῇ Λέσβῳ στάχυν ἔφυε.
Δόξα.
Ἦχος πλ. δ΄.
Νέος
ὢν τῇ ἡλικίᾳ, νέος καὶ τοῖς ἀγῶσι, καὶ ἱερὰ προσθήκη τῶν Ἁγίων, ὁ Ὁσιομάρτυς
Λουκᾶς, καὶ πανήγυριν νέαν ἐν τῇ Ἐκκλησίᾳ συνεκρότησεν· ἐν ᾗ συνελθόντες ἐκ
πόθου, εὐφήσωμεν ᾄσμασι, τὰ τῆς ἀθλήσεως αὐτοῦ ἀριστείας, καὶ τῷ νικοποιῷ
Χριστῷ, ᾆσμα καινὸν ἀναπέμψωμεν, τῷ ἐν ἀσθενείᾳ σαρκός, τὸν ἰσχυρὸν
καταβαλόντι, καὶ ἀκηράτοις στέμμασι καταστέψαντι, τὸν νέον Ἀθλοφόρον Αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Δόξῃ
Ἀθλοφόρε μαρτυρικῇ, παρεστὼς τῷ θρόνῳ, τοῦ παντάνακτος καὶ Θεοῦ, μέμνησο τῶν
πίστει, τὴν μνήμην σου τελούντων, Λουκᾶ Ὁσιομάρτυς, Χριστοῦ πανθαύμαστε.
Ὡς
ἀστὴρ ἀνέτειλε νοητός, ἄθλοις μαρτυρίου, ἀποστίλβων καὶ τῶν παθῶν, τὴν ἀχλὺν
ἐλαύνων, Λουκᾶ Ὁσιομάρτυς, τῶν ἐπικαλουμένων σε, μετὰ πίστεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου