Τετάρτη 18 Ιουλίου 2018

ΚΥΡΙΑΚΗ ΘΩΜΑ. ΑΓΙΟΙ ΠΕΝΤΕ ΝΕΟΜΑΡΤΥΡΕΣ ΣΑΜΟΘΡΑΚΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΚΥΡΙΑΚΗ ΘΩΜΑ!!
ΝΕΟΜΑΡΤΥΡΕΣ 5 ΣΑΜΟΘΡΑΚΗΣ
ΑΚΟΛΟΥΘΙΑ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς δύο. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Φέρει Χριστὸς φιλανθρώπως, καὶ τὴν ψηλάφησιν, ὡς καὶ Σταυρὸν πρὸ ταύτης, καὶ τὸν ἄδικον φόνον, τάφου τριημέρως ἐξαναστάς, ἐσφραγισμένου τοῦ μνήματος, καὶ τῶν θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπιστὰς ὡς παντοδύναμος.

Ἡ τοῦ Θωμᾶ ἀπιστία, τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμώνων, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν καὶ ποδῶν τολμηρότερον, ἐκψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι.

Καὶ τῶν Ἁγίων δύο. Ὅμοια.
Εὐφραίνου τέρπου ἀγάλλου σκίρτα καὶ χόρευε, ὦ νῆσος Σαμοθράκη, ἐκ σοῦ γὰρ ὥσπερ κρῖνα, ἐξήνθησαν οἱ πέντε νεοφανεῖς καὶ ἀήττητοι Μάρτυρες, ὧν τὴν χαρμόσυνον μνήμην περιχαρεῖς νῦν τελοῦμεν εὐφημοῦντες αὐτούς.

Τοὺς Ἀθλητὰς Κυρίου δεῦτε τιμήσωμεν, τοὺς νέους ἐν τοῖς χρόνοις, παλαιοὺς δὲ τοῖς ἄθλοις, φρουροὺς ἡμῶν προστάτας καὶ πρεσβευτάς, ἐκτελοῦντες τὴν μνήμην αὐτῶν· πρεσβεύουσι γὰρ οὗτοι ὑπὲρ ἡμῶν, τὸν Σωτῆρα τοῦ σωθῆναι ἡμᾶς.

Δόξα. Ἦχος α΄.
Τὴν τῶν Μαρτύρων θείαν καλλονήν, τὴν ἱερὰν χορείαν, Σαμοθράκης βλαστήματα, καὶ Μάκρης καυχήματα, ἡμῶν δὲ προστάτας, πενταρίθμους ὑπάρχοντας, ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί, ὡς στρατιώτας τοῦ Χριστοῦ, καὶ πρεσβευτὰς ἡμῶν ἀκλινεῖς πρὸς Κύριον· Ὃν καθικετεύσατε ὡς κοινωνοὶ τῶν παθημάτων Αὐτοῦ, καὶ σύμμορφοι ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β΄.
 Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ
Ὢ θαύματος καινοῦ! ὢ ξένου μυστηρίου! Πῶς ἐν ἐσχάτοις χρόνοις, νεολαμπὴς χορεία, Μαρτύρων ἡμῖν ἔλαμψεν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τέτρωται ὁ ἐχθρός, ὡς ἐν διστόμῳ ξίφει, νεοφανῶν Μαρτύρων, τῶν νῦν εὐφημουμένων, καὶ πέπτωκεν ὁ δόλιος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Οὐ ξίφος οὐ σφαγή, οὐδὲ βάσανος ἄλλη, τῆς τοῦ Χριστοῦ ἀγάπης, τοὺς Αὐτοῦ Ἀθλοφόρους, χωρίσαι ὅλως ἴσχυσεν.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὅτι χορὸν Μαρτύρων, ἐν τοῖς ἐσχάτοις χρόνοις, ἀνέδειξας πεντάριθμον.

Καὶ νῦν. Θεοτοκίον.
Νέμεις ὦ Λυτρωτά, εἰρήνην τῷ λαῷ σου, καὶ ὀφλημάτων λύσιν, πρεσβείαις τῆς πανάγνου, καὶ μόνης Θεομήτορος.

Νῦν ἀπολύεις.

Ἀπολυτίκιον. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα. Τῶν Ἁγίων. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σαμοθράκης λαμπτῆρες καὶ τῆς Μάκρης ἀγλάισμα, Νεομάρτυρες θεῖοι ἀληθῶς ἀνεδείχθητε, ἀθλήσαντες στεῤῥῶς ὑπὲρ Χριστοῦ, καὶ λύσαντες τὴν πλάνην τοῦ ἐχθροῦ, Μανουὴλ σὺν Θεοδώρω καὶ Μιχαήλ, καὶ οἱ διττοὶ Γεώργιοι, δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ χορηγούντι δι' ὑμῶν, ἡμῖν χάριν καὶ ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’  καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα στ’ τῆς Ἑορτῆς. Ἦχος α'. Ποίημα Ἰωάννου Μοναχοῦ
Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δούς, ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμός, καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι. (Δίς)

Ὁ αὐτός.
Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς· Εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ὁ αὐτός.
Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ Ἀγαθέ, ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας, ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ὁ αὐτός.
Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δοὺς τῷ Θωμᾷ ἐβόησε· Δεῦρο Ἀπόστολε, ψηλάφησον παλάμας, αἷς τοὺς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἦχος β'
Μετὰ τὴν Ἐγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.




Ὁ αὐτός.
Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς ἀφοβίαν καὶ εἰρήνην ἐδίδου. Εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς, ὅτι ἀνέστην ἐκ νεκρῶν; φέρε ὧδε τὴν χεῖρά σου, καί βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.

Καὶ γ’ τῶν Ἁγίων. Ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Ὅτε τοῖς παθήμασι τοῖς σοῖς, Χριστὲ ἐστερεώσας, οἰκουμένης τὰ πέρατα, τότε θείαν δύναμιν, καὶ ἡ ἀσθενοῦσα, φύσις τῶν ἀνθρώπων, περιεζώσατο Χριστέ· ὅθεν ἐν τούτοις τοῖς χρόνοις ἤθλησαν, κατὰ τοῦ πολεμήτορος, πέντε στεῤῥοὶ καλλιμάρτυρες, καὶ βαρβάρων ὠμότητα, παντελῶς ἀπημαύρωσαν.

Στόματα ἀνοίξαντες, μεγαλομάρτυρες πάνσοφοι, ἐν σταδίῳ εἱλκύσατε, πνεῦμα καθὼς γέγραπται, καὶ Θεὸν τῶν ὅλων, τὸν Χριστὸν ἀνδρείως, γλώσσῃ καρδίᾳ καὶ ψυχῇ, ἐχθρῶν ἐπίπροσθεν ἐκηρύξατε, καὶ θάνατον ἑκούσιον, πανευκλεῶς ὑπεμείνατε· διὰ τοῦτο ἐστέφθητε, παρ’ Αὐτοῦ ἀξιάγαστοι.

Ἀοίδιμον θάνατον, τοῦ μαρτυρίου ποθήσαντες, τὴν ζωὴν τὴν αἰώνιον, φαιδρῶς ἐκληρώσασθε, Μάρτυρες γενναῖοι, πεντάριθμοι ὄντες, καὶ χαρμονὴν διηνεκῆ, Χριστὸν ἀπαύστως καθικετεύοντες, δωρήσασθαι συγχώρησιν, ἡμῖν πταισμάτων καὶ ἔλεος, τοῖς ἐν πίστει γεραίρουσι, τὴν ὑμῶν μνήμην σήμερον.

Δόξα... Ἦχος πλ. β'
Ὑπὲρ Χριστοῦ νομίμως ἀθλήσαντες, πεντάριθμοι μεγαλομάρτυρες, καὶ τοῖς αἰσθητοῖς τυράννοις τοὺς νοητοὺς καταβαλόντες τυράννους, ἐπαξίους στεφάνους ἀπειλήφατε, παρὰ τοῦ ἀθλοθέτου Σωτῆρος Χριστοῦ. Καὶ νῦν ἐν οὐρανοῖς τῶν Ἀγγέλων τοῖς τάγμασι συναγαλλόμενοι, καὶ τῷ τρισυποστάτῳ καὶ πρώτῳ λαμρπυνόμενοι φέγγει, τῆς ἀνωτάτης φωτοχυσίας συναπολαύοντες, τρανῶς μέμνησθε καὶ ἡμῶν τῶν βοώντων ὑμῖν· χαίρετε, ἀδαμάντινοι καὶ ψυχήν, καὶ καρτερικώτατοι ὁπλῖται Χριστοῦ· χαίρετε, οἱ τὴν πλάνην τὴν κακόσπορον τοῦ ἀποστάτου ἀπελέγξαντες, καὶ τὴν ἀληθῆ πίστιν τοῦ Χριστοῦ τρανῶς ἀνακηρύξαντες. Σήμερον, ἅπας ὁ κόσμος χαίρει, καὶ τῶν ἀγώνων τὸ ἄπειρον εὐλαβούμενος καταγεραίρει ὑμᾶς· Ἄγγελοι, σὺν Ἀθλοφόροις λευχειμονοῦντες, περιχαρῶς εὐφημοῦσιν ὑμᾶς, τοὺς τέμοντας τὰς ἐπινοίας τῶν παρανόμων. Ἀλλὰ πρεσβεύσατε Χριστῷ τῷ Θεῷ καὶ ἡμᾶς τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην ὑμῶν, ἀξιῶσαι τῶν αἰωνίων ἀγαθῶν, πεντάριθμοι Μάρτυρες.

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ' αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄. Τῶν Ἁγίων.
Ἀγάλλεται σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, λαμπρυνομένη τῇ χάριτι, καὶ πιστῶς πανηγυρίζει τῶν φιλεόρτων τὰ συστήματα, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ τῶν πέντε νεοφανῶν Μαρτύρων, καὶ Χριστὸν τὸν ἀθλοθέτην δοξάζει, τὸν τὴν χάριν νέμοντα τοῖς Ἁγίοις Αὐτοῦ Μάρτυσι. Δεῦτε οὖν φιλομάρτυρες, τὴν θείαν αὐτῶν ἐκτελέσωμεν ἄθλησιν, ἱκετεύοντες Χριστόν, τοῦ ῥυσθῆναι τὴν οἰκουμένην, ἐκ παντοίων θλίψεων.

Ἦχος β΄. Τῶν Ἁγίων.
Δεῦτε φιλομάρτυρες πάντες, καὶ τῶν θείων ἀγώνων ἐρασταί, τοὺς πενταρίθμους Ἀθλητάς, Σαμοθράκης τὰ περίβλεπτα ἀκούσματα, ἱεραῖς μελῳδίαις εὐσεβοφρόνως εὐφημήσωμεν· ὅτι τὸν τύραννον Ἀλβανὸν καταβαλόντες τῇ ἰσχύϊ, τοῦ Σωτῆρος ῥωννύμενοι ἐπαξίως, καὶ τὸν τῆς νίκης στέφανον ἐκομίσαντο, καὶ τοῖς μετὰ πίστεως αὐτοὺς ἐπικαλουμένοις μέγιστοι ἐν ἀνάγκαις ἐπίκουροι ἐφίστανται. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ'. Τῆς Ἑορτῆς.
Κύριε, τῇ ἀστέκτῳ τῆς σῆς Θεότητος αἴγλῃ, τῶν θυρῶν ἐπέστης οὐσῶν κεκλεισμένων, καὶ στὰς ἐν μέσῳ τῶν Μαθητῶν, τὴν πλευρὰν τραυμάτων σου χειρῶν καὶ ἐξεγύμνωσας, καὶ τῶν ποδῶν, τὰς ὠτειλὰς δεικνύων, ἀθυμίας τὴν κατήφειάν τε λύων, σαφῶς ἐφώνησας· ὃν τρόπον ἐν ἐμοὶ καθορᾶτε, ὦ φίλοι, τῆς σαρκὸς τὴν πρόσληψιν, οὐ πνεύματος φέρω φύσιν, τῷ δὲ διστάζοντι Μαθητῇ, προετρέπου ψηλαφῆσαι φρικτῶς, κατειπών· Ἐρευνήσας ἅπαντα, δεῦρο λοιπὸν μὴ ἀμφίβαλλε, ὁ δὲ αἰσθόμενος ἐν τῇ χειρί, τῆς σῆς διπλῆς οὐσίας, ἐν φόβῳ ἀνεβόα πιστῶς, τῇ πίστει ἑλκόμενος· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.


Ἦχος πλ. δ'. Τῆς Ἑορτῆς.
Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε, δόξα σοι.

Δόξα... Τῶν Ἁγίων. Ἦχος πλ. α΄.
Ἐξέλαμψε σήμερον ἡ ἐτήσιος μνήμη τῶν πενταρίθμων Ἀθλοφόρων Χριστοῦ, τῶν διὰ Χριστὸν τὸ σῶμα ἐκδόντων ταῖς βασάνοις, τῶν σκυθρωπῶν ἠθῶν ἀπελαύνουσα σκοτομανίαν, καὶ ζωῆς αἰωνίου πρόξενος γινομένη τοῖς πιστοῖς. Τούτους εὐφημοῦντες προσείπωμεν· χαίρετε, ἀδαμάντινοι, οἱ τὴν ψυχὴν ἄτρωτον ταῖς βασάνοις διατηρήσαντες, καὶ τῶν τυράννων τὰ θράση, τῇ καρτερίᾳ ὑμῶν καταπλήξαντες· χαίρετε, Μανουήλ, Γεώργιε, Μιχαήλ, Γεώργιε καὶ Θεόδωρε, πολύαθλοι, πανθαύμαστοι Μάρτυρες. Πρεσβεύσατε τοῦ σωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην ὑμῶν.

Καὶ νῦν... Ἦχος πλ. δ' Ἀνατολίου. Τῆς Ἑορτῆς.
Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ· Δεῦρο ψηλάφησον, καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα. Τῆς Ἑορτῆς. Ἦχος δ'
Ὢ τοῦ παραδόξου θαύματος! ἀπιστία πίστιν βεβαίαν ἐγέννησεν· εἰπὼν γὰρ ὁ Θωμᾶς· Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω, ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τὸν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ἐγνώρισεν ὡς πεπονθότα σαρκί, ἐκήρυξε τὸν ἀναστάντα Θεόν, καὶ ἐβόησε λαμπρᾷ τῇ φωνῇ, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Στίχ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.
Ὢ τοῦ παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἁψάμενος σέσωσται· βαλὼν γὰρ ὁ Θωμᾶς ἐν τῇ πυρίνῃ πλευρᾷ τὴν χεῖρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, οὐ κατεφλέχθη τῇ ψηλαφήσει· τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς, ἐκέκραξεν ἀπὸ βαθέων ψυχῆς· ὁ Δεσπότης σύ μου εἶ καὶ Θεός, ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα σοι.

Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.
Ὢ τοῦ παραδόξου θαύματος! Ἰωάννης στήθει τοῦ Λόγου ἀνέπεσε, Θωμᾶς δὲ τὴν πλευρὰν προσψηλαφῆσαι κατηξιώθη· ἀλλ' ὁ μέν, ἐκεῖθεν φρικτῶς θεολογίας βυθὸν ἀνέλκει, τὴν οἰκονομίαν, ὁ δέ, ἠξίωται μυσταγωγῆσαι ἡμᾶς· παρίστησι γὰρ τὰς ἀποδείξεις τρανῶς τῆς Ἐγέρσεως αὐτοῦ, ἐκβοῶν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Δόξα... Τῶν Ἁγίων. Ἦχος β΄.
Δεῦτε τῶν εὐσεβῶν ἡ ὁμήγυρις, νοῦν τε καὶ καρδίαν καθάραντες, δεῦτε αἶνον ᾄσωμεν τῷ στεφοδότῃ Χριστῷ, ἐπὶ τῇ πολυωδύνῳ ἀθλήσει τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ. Σήμερον γάρ, ἡ τῶν πραέων γῆ τούτους δέχεται, ὡς μιμητὰς τοῦ σωτηρίου πάθους, καὶ τῶν ἀγώνων τὸ πλῆθος εὐλαβουμένη, τῶ νικοποιῷ Χριστῷ, δόξαν ἀπονέμει, ἣν καὶ κληρωσάμενοι συνδιαιωνίζουσιν αὐτῷ ὑπὲρ ἡμῶν αὐτὸν ἱλεούμενοι. Πάντες οὖν προσείπωμεν αὐτοῖς δεόμενοι· εὐσεβῶν θείαν ἄθροισιν Ἅγιοι, περιφυλάττετε τὴν ἐκ πόθου τελοῦσαν τὴν φωτοφόρον ὑμῶν ἄθλησιν.

Καὶ νῦν... Ἦχος πλ. α'. Τῆς Ἑορτῆς.
Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Νῦν ἀπολύεις.

Ἀπολυτίκιον. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα. Τῶν Ἁγίων. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σαμοθράκης λαμπτῆρες καὶ τῆς Μάκρης ἀγλάισμα, Νεομάρτυρες θεῖοι ἀληθῶς ἀνεδείχθητε, ἀθλήσαντες στεῤῥῶς ὑπὲρ Χριστοῦ, καὶ λύσαντες τὴν πλάνην τοῦ ἐχθροῦ, Μανουὴλ σὺν Θεοδώρω καὶ Μιχαήλ, καὶ οἱ διττοὶ Γεώργιοι, δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ χορηγούντι δι' ὑμῶν, ἡμῖν χάριν καὶ ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τοῦ Πεντηκοσταρίου. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῶν Ἁγίων. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Ὦ θαῦμα φοβερόν, καὶ παράδοξον τέρας, πῶς ἔφερον πληγάς, ἀνεικάστους πανδείνους, οἱ ἔνδοξοι Μάρτυρες, καὶ τυράννοις ἐκραύγαζον, οὐκ ἀρνούμεθα, Χριστοῦ τὴν ἔνθεον πίστιν, ἀλλὰ στέργομεν, Αὐτῷ τὰ ἄχραντα πάθη· δι’ ὧν κόσμος σέσωσται.
Δόξα. Καὶ νῦν. Τοῦ Πεντηκοσταρίου.
Ἐπέστης ἡ ζωή, τῶν θυρῶν κεκλεισμένων, Χριστὲ τοῖς Μαθηταῖς, καὶ πλευρὰν ὑπεδείκνυς, καὶ χεῖράς σου καὶ πόδας σου, τὴν ἐκ τάφου σου Ἔγερσιν, προπιστούμενος· ἀλλ' ὁ Θωμᾶς οὐχ εὑρέθη· ὅθεν ἔλεγεν· Ἢν μὴ θεάσωμαι τοῦτον, οὐ πείθομαι τοῖς λόγοις ὑμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ὅμοιον.
Θεὸν ἐπὶ τῆς γῆς, σταυρωθέντα βουλήσει, ἐπέγνωτε σοφοί, Ἀθλοφόροι Κυρίου, καὶ τούτῳ ἑπόμενοι, μέχρις αἵματος ἔνδοξοι, ἀπολαύετε, τὴν αἰωνίζουσαν δόξαν, ἱκετεύοντες, ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου, τελούντων τὴν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Τοῦ Πεντηκοσταρίου.
Ἰδών μου τὴν πλευρὰν καὶ τὰς τρήσεις τῶν ἥλων, Θωμᾶ, τί ἀπιστεῖς, τῇ ἐμῇ Ἀναστάσει; ὁ Κύριος ἔλεγεν ἀναστὰς ἐκ τοῦ μνήματος, ὀπτανόμενος, τοῖς Ἀποστόλοις ἀρρήτως, ὁ δὲ Δίδυμος, πεισθεὶς ἐβόα τῷ κτίστῃ· Θεός μου εἶ καὶ Κύριος.










Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (Δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (Δίς)
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Ἦχος δ': Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.
Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.
Ἡ Τάξις τοῦ Εὐαγγελίου με Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
Δόξα... Ἦχος β'
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν... Θεοτοκίον
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Πεντηκοστάριον Ἦχος β'. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.















Εἶτα οἱ Κανόνες· τοῦ Θωμᾶ μετὰ τῶν εἱρμῶν εἰς η΄, καὶ τῶν Ἁγίων εἰς στ΄.
Ὁ Κανὼν τοῦ Θωμᾶ, ποίημα Ἰωάννου Μοναχοῦ
ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμός
ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.
Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.
Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ' ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Μάρτυρας ὑμνῶν τοῦ Ἰησοῦ, προφρόνως. Ἰάκωβος.
ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Μαρτύρων θεοστεφῶν τὴν ἔνδοξον μνήμην γεραίροντι, φῶς νοητόν μοι δώρησαι Χριστέ, τὴν ἀχλὺν ἀπελαύνων μου τῆς ἁμαρτίας δέομαι, καὶ καταυγάζων τὰς αἰσθήσεις μου.
Ἀνύστακτον τῆς ψυχῆς κτησάμενοι τὸ ὄμμα πάνσοφοι, τὰς ἑλεπόλεις πάσας τοῦ ἐχθροῦ, παντελῶς ἠφανίσατε, καὶ ἀσινὲς ὀχύρωμα, τὸ τῆς ψυχῆς διετηρήσατε.
Ῥητόρων ὰς φληναφίας Μάρτυρες, στεῤῥῶς ἠλέγξατε, καὶ αἰκισμοὺς καὶ μάστιγας πολλάς, ἀνδρικῶς ὑπεμείνατε, καὶ στεφάνους ἤρασθε νίκης, πεντὰς ἡ ἀξιέπαινος.
Τυράννων τὰς ἀπειλὰς καὶ μάστιγας, οἱ θεῖοι Μάρτυρες, ἀντ’ οὐδενὸς ἠγήσαντο Χριστοῦ τῇ ἀγάπῃ πυρούμενοι, καὶ πρὸς τὸν τούτου ἔρωτα, ἀκατασχέτως ἐπαγόμενοι.
Θεοτοκίον.
Ὑψώθη τῶν γηγενῶν τὸ φύραμα, τῷ θείῳ τόκῳ Σου, ἀπὸ τῆς γῆς εἰς ὕψος οὐρανοῦ· ὅθεν πρὶν τοῦ προπάτορος, τῇ παραβάσει ἄχραντε, εἰς ᾍδου βάρθαρα πεπτώκασι.
Καταβασία.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.



ᾨδὴ γ' Ὁ Εἱρμός
Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε.
Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.
Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.
Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Ἕτερος. Εὐφραίνεται ἐπὶ Σοί.
Ῥημάτων ὀρθῶν τῇ ἀληθείᾳ ἀντειπεῖν πάνσοφοι, ἐν οὐδενὶ ἴσχυσαν πάντες, οἱ τοῦ ψεύδους ἐξάρχοντες.
Ἀθλήσαντες καρτερῶς τείχη ἀνδρείας, τοῖς πιστοῖς ὤφθητε, πᾶσαν ἐχθροῦ ἔνεδραν ἀποσκορακίζοντες Ἅγιοι.
Στεῤῥότητι λογισμοῦ, ὥσπερ ἀδάμαντες φαιδροὶ ὤφθητε, πέντε στεῤῤοὶ Μάρτυρες, ἐχθρῶν προσβολαῖς ἀταπείνωτοι.
Ὑπέρτιμον καὶ φαιδράν, ὡς πορφυρίδα τὰ σεπτὰ αἵματα ὑμῶν σοφοί, ἔχουσα νῦν, ἡ Ἐκκλησία φαιδρύνεται.
Θεοτοκίον.
Μετάνοιαν τοῖς ἐν γῇ, ὁ γεννηθεὶς ἐκ Σοῦ σεμνὴ ἔθετο· διὸ κᾀμοὶ ἐδωρήσατο καιρὸν μετανοίας πανάχραντε.
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς. Ἦχος πλ. β'
Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κοντάκιον. Τῶν Ἁγίων. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ χαρμοσύνως, ἀνευφημήσωμεν πιστῶν αἱ χορεῖαι, ὅτι αὐτοὶ ἐκήρυξαν λαμπρᾷ τῇ φωνῇ, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὠμοτάτοις βαρβάροις, Μανουὴλ Θεόδωρος, Μιχαήλ τε σὺν δύο τοῖς Γεωργίοις, οὓς χρεωστικῶς ἀνευφημοῦντες, τιμῶμεν ἐν ᾄσμασιν.
Ὁ Οἶκος.
Φώτισον μου τὰς φρένας, Χριστέ μου, τοὺς γὰρ θείους ὁπλίτας σου εὐφημῆσαι πόθῳ, τοὺς πενταρίθμους Μάρτυρας, καὶ δίδου μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, εἰς τὸ ὑμνῆσαι αὐτοὺς εὐκλεῶς, ὡς στεφανηφόρους Ἀθλητάς, καὶ τῶν παθῶν μιμητάς, καὶ τῶν σῶν δούλων ἀκλινεῖς πρεσβευτάς. Οὗτοι γὰρ ἀεὶ τῷ θείῳ σου θρόνῳ παριστάμενοι, ἐξαιτοῦνται εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, οὓς χρεωστικῶς ἀνευφημοῦντες, τιμῶμεν ἐν ᾄσμασιν.

ᾨδὴ δ' Ὁ Εἱρμός
Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.
Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.
Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.
Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.
Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.
                                        
Τῶν Ἁγίων. Ἐπαρθέντα σε ἰδοῦσα.
Νικητὰς ὑμᾶς ἔστεψεν ἐν στεφάνοις ὁ Βασιλεὺς πανένδοξοι, πάντων τῶν αἰώνων στησαμένους τρόπαια κατὰ τοῦ ἀλάστορος, λίαν θαυμαστὰ καὶ ἐξαίσια.
Ὥσπερ ἀείφωτοι Ἐκκλησίας ἀστέρες, τὸ κραταιὸν στερέωμα φαιδρῶς δᾳδουχεῖτε, νύκτα σκοτεινόμορφον, πεντάριθμοι Μάρτυρες, τὴν βαρβάρων πλάνην ἐλαύνοντες.
Τοὺς διαυγεῖς μαργαρίτας θησαυρισμάτων τοῦ παναγίου Πνεύματος, πνευματικοῖς ὕμνοις σήμερον τιμήσωμεν· τὴν ῥύσιν γὰρ νέμουσι τοῖς αὐτοὺς ἐν πίστει γεραίρουσιν.
Θεοτοκίον.
Οὐρανὸν ὡσεὶ δέῤῥιν ἐκτείνων Κόρη, Σὲ οὐρανῷ ἀνέδειξε καὶ γῆς πλατυτέραν μήτραν ἀπειρόγαμον τὴν Σήν, ὡς ηὐδόκησεν, οἰκήσας Θεόνυμφε Δέσποινα.
Καταβασία
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
                                         



ᾨδὴ ε' Ὁ Εἱρμός
Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε.
Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.
Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.
Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Τῶν Ἁγίων. Σὺ Κύριέ μου φῶς.
Ὕφαναν ἑαυτοῖς σωτηρίας ἱμάτιον τῇ πίστει οἱ Ἀθλοφόροι, ἐξ ἐκείνων αἱμάτων ὡς χλαῖναν τοῦτο βάψαντες.
Ἰκρίῳ τοῦ σταυροῦ κρεμασθέντα τὸν Κύριον, οἱ Μάρτυρες καθορῶντες ἐμιμήσαντο τούτου τὰ πάνσεπτα παθήματα.
Ἠράσθησαν Χριστὲ τοῦ Σοῦ κάλλους οἱ Ἅγιοι, καὶ δρόμῳ ἀνεπιστρόφῳ, ἐν ὁδῷ μαρτυρίου, Σοὶ πόθῳ ἠκολούθησαν.
Θεοτοκίον.
Ὄρος Σε ὡς δασὺ καὶ κατάσκιον ἄχραντε, καὶ πῖον Πνεύματι θείῳ οἱ Προφῆται προεῖδον, ἐξ ἧς Χριστὸς ἐλήλυθεν.
Καταβασία
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

















ᾨδὴ ς' Ὁ Εἱρμός
Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.
Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.
Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.
Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Τῶν Ἁγίων. Θύσω Σοι μετὰ φωνῆς.
Ὕψωσεν ὡς τὰς κέδρους Λιβάνου ὁ Ὕψιστος, ὑμᾶς στεῤῥῶς φυτευθέντας οἴκῳ τοῦ Κυρίου, καὶ ἀνθοῦντας ἐν αὐλαῖς τοῦ Θεοῦ, ὥσπερ γέγραπται.
Πλάτυνον Ἐκκλησία Θεοῦ, τὰς ἐπαύλεις σου καὶ πανήγυριζε ἄρτι τοὺς στεῤῥοὺς ἐξάρχοντας Ἀθλοφόρους κεκτημένη, καὶ τὴν τούτων ἀστράπτουσαν στίγμασιν.
Ὤφθητε Σαμοθράκης βλαστήματα Ἅγιοι, καὶ ἐν τῇ Μάκρῃ τὸν δρόμον τοῦ μαρτυρίου γενναίως ἠνύσατε, Μιχαὴλ καὶ Μανουήλ, Θεόδωρε καὶ Γεώργιοι.
Ὄλβιος ἐναντίον Κυρίου ὁ θάνατος ὑμῶν, γενναῖοι ὁπλῖται, ὡς θανατωθέντων διὰ τὴν πάντων εὐζωΐαν, καὶ θανάτῳ ζωὴν ἐκληρώσασθε.
Θεοτοκίον.
Φέρουσα ἐν ἀγκάλαις τῆς δόξης τὸν Κύριον, χερουβικῶς ὥσπερ θρόνος ἀνεδείχθης μόνη, εὐλογημένη· ὅθεν πάντες εὐλογοῦσί Σε νόες καὶ ἄνθρωποι.
Καταβασία
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Κοντάκιον. Τοῦ Θωμᾶ. Ἦχος πλ. δ'
Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.
Ὁ Οἶκος
Τίς ἐφύλαξε τὴν τοῦ Μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ Κυρίου; τίς ἔδωκε ταύτῃ τόλμαν, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν, πάντως ἡ ψηλαφηθεῖσα· εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε πηλίνῃ δεξιᾷ, πῶς εἶχε ψηλαφῆσαι παθήματα, σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις Θωμᾷ ἐδόθη, ταύτην ψηλαφῆσαι, Χριστῷ δὲ ἐκβοῆσαι· Κύριος ὑπάρχεις καὶ Θεός μου.
Συναξάριον. Τοῦ Μηναίου καὶ εἶτα τὸ ἑξῆς:
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, ἑορτάζομεν τὴν τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ ψηλάφησιν.
Εἰ νηδύος κλείς, ἢ τάφου μὴ κωλύει,
Σὴν Σῶτερ ὁρμήν, κλεὶς θυρῶν πῶς κωλύσει;

Χορὸν τὸν πεντάριθμον νέων Μαρτύρων,
Σαμοθράκη γεραίρε νῦν ἐπαξίως.
Ἕκτῃ, γενναίοις γ’ ἐφάνη βιότοιο τελευτή.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικήτα, τοῦ ἐν Σέῤῥαις

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Ναούσῃ Νεομαρτύρων

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Παναγίας τῆς Παντανάσσης ἐν Μυστρᾷ
Σεπτὴ Παντάνασσα Μυστρᾶ δόξα,
Ναὸς Παντανάσσης Ἀνάσσης δόξα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ποιούμεθα, κατὰ κοινὴ τῶν Πατέρων διάθεσιν, τῆς παραδόξως γενομένης ἀποδράσεως τοῦ ἀλλοπίστου στρατοῦ, ἐκ τῶν περιβόλων τοῦ Ὄρους καὶ ἀπαλλαγῆς τῆς ἐκδεκαετοῦς ὡμωτάτης αὐτῶν καταδρομῆς.
Τέρας βεουργὸν εὐλογῶ τὴν Παρθένον,
ὡς στρατὸν τὸν ἔκφυλον φροῦδον δεικνύσαν.
Ταῖς τῶν Σῶν Ἁγίων, καὶ τοῦ Σοῦ Ἀποστόλου Θωμᾶ πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ' Ὁ Εἱρμός
Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τὸν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλ' ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν δι' ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῶν Ἁγίων. Ἐν τῇ καμίνῳ.
Ῥύσει τοῦ θείου Εὐαγγελίου Μάρτυρες εὐκλεῶς, ὄντως ὑποκλίναντες ὑμῶν τὰς ψυχὰς ἑαυτοὺς παραδεδώκατε πολλαῖς βασάνοις, καὶ ἡμῶν πρεσβευταὶ χρηματίζετε.
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νέφεσιν, ὡς Θεὸς θείαν περιέζωσε δύναμιν, καὶ ὑμᾶς ὑπομεῖναι τὰ ἐπίπονα τοῦ μαρτυρίου, μέχρι τελευτῆς, πανεύφημοι Μάρτυρες.
Τομὴν τῆς πλάνης τοῖς ἱεροῖς ἐστήσατε Ἀθληταί, ῥείθροις τῶν αἱμάτων τῶν ὑπὲρ Χριστοῦ ἐκχυθέντων ὑμῶν ἔνδοξοι· ὅθεν νομίμως στέφος χειρὸς Αὐτοῦ ἐνεδύσασθε.
Θεοτοκίον.
Ὡς ἐπὶ πόκον ὄντως Κόρη, ἔσταξεν ἐν τῇ Σῇ μήτρᾳ οὐρανόθεν ἄχραντε, τοῦ παντὸς ὁ δεσπόζων καὶ ἐδρόσισε, τοὺς ἐκτακέντας πάλαι τῷ φλογμῷ, ἀπάτῃ τοῦ ὄφεως.
Καταβασία
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.


ᾨδὴ η' Ὁ Εἱρμός
Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας
Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Τοῦ Ἁγίου. Χεῖρας ἐκπετάσας.
Σύνεσιν κτησάμενοι σοφοί, πᾶσαν δυσσέβειαν Ἀγαρηνῶν δυσμενῶν ἀποσεισάμενοι ἔνδοξοι, ἀσυνέτως ἀπονεμόντων διεθερμάνθητε, πυρὶ τοῦ θείου Πνεύματος, καὶ τὴν πλάνην ἐν παῤῥησίᾳ πολλῇ διηλέγξατε.
Οὐ θλῖψις ὑμᾶς οὐδὲ εἱρκτή, λιμὸς ἢ στέρησις ἡδέων πάνσοφοι, οὔτε βασάνων ἐπίτασις, οὐ ζωῆς προσκαίρου στέρησις χωρίσαι ἴσχυσε, Χριστοῦ τῆς ἀγαπήσεως, ᾯ βοῶμεν· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ἰδεῖν ἐφιέμενοι σοφοί, κάλλος τὸ ἄῤῥητον Χριστοῦ καὶ ἄφραστον, πᾶσαν ἐπίγειον τρυφήν τε καὶ πλοῦτον ῥέοντα ἐξουθενήσατε, καὶ τῶν βασάνων προσβολαῖς, οὐχ ἡττηθέντες, νικητικοὺς στεφάνους εἰλήφατε.
Θεοτοκίον.
Αἴνεσιν προσάγουσιν ἀεὶ τὰ ἐπουράνια τῶν νόων τάγματα Θεογεννῆτορ, τῷ τόκῳ Σου ὡς Θεῷ· μεθ’ ὧν καὶ ἄνθρωποι οἱ ἐπιγνόντες διὰ Σοῦ τοῦτον κραυγάζομεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Καταβασία
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.










ᾨδὴ θ' Ὁ Εἱρμός
Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν.
Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.
Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.
Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Τῶν Ἁγίων. Ἁπας γηγενής.
Κάλλος νοητόν, ποθοῦντες μακάριοι, πρὸς τὰ προκείμενα, σκάμματα ἐδράμετε, τοῦ μαρτυρίου βοῶντες πάνσοφοι· ἐν ὁδῷ μαρτυρίου σου περιπατήσωμεν, ὡς ἐν πλούτῳ χαίροντες φιλάνθρωπε, εἰς αἰῶνας αἰώνων δοξάζοντες.
Ὡς ἐν ἱεροῖς, ἱερῶς δοξάσαντα ὔμνοις τὴν μνήμην ὑμῶν, Μάρτυρες πεντάριθμοι, ὑμῶν πρεσβείαις καθικετεύσατε, ἁμαρτιῶν με ἄφεσιν, εὑρεῖν καὶ κλέος, καὶ τῆς θείας, δόξης τὸν ἀνάξιον, ἀξιώσει ὑμῶν ἀξιῶσαι.
Βάρος τῆς σαρκὸς σοφοί, ἀπωσάμενοι διεβιβάσθητε, πρὸς τὰ ὑπερκόσμια, καὶ νῦν σὺν θείοις Μαρτύρων τάγμασι, καὶ τοῖς Ἁγίοις ἁπασι φαιδρῶς παρίστασθε, τῷ Κυρίῳ, ῥύσιν ἐξαιτούμενοι, τῶν πταισμάτων τοῖς πόθῳ τιμῶσιν ὑμᾶς.
Θεοτοκίον.
Φθέγματι λαμπρῷ, γλώσσῃ διατόρῳ τε τρανῶς ἐκήρυξαν, ὄντως Θεοτόκον Σε, ἐν τῷ σταδίῳ Παρθένε ἄχραντε, Μάρτυρες οἱ πεντάριθμοι, καὶ τὴν ἀντίχριστον, τῶν ἀνόμων, πλάνην ἐστηλίτευσαν, καὶ στεφάνους τῆς νίκης ἐδέξαντο.
Καταβασία.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Τό, Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν... ἐκ γ'.









Ἐξαποστειλάριον. Τοῦ Θωμᾶ. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.
Τῶν Ἁγίων. Ὅμοιον.
Ἡ παμφαὴς τῶν Μαρτύρων, ἐξέλαμψε νῦν ἑορτή, φωταγωγοῦσα τοὺς πίστει, ἐπιτελοῦντας τὴν αὐτῶν, πάμφωτον σήμερον μνήμην, καὶ τὸν Χριστὸν ἀνυμνοῦντας.
Ἕτερον τοῦ Θωμᾶ. Ὅμοιον.
Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει, σήμερον αἴρονται κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος· ὁ Κύριος καὶ Θεός μου.

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Θωμᾶ. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος. (Δίς)

Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.

Ὡς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν πάμφωτον μνήμην τῆς ὑμῶν ἀθλήσεως, πιστῶς ἄγοντες ἀνυμνοῦμεν, πεντάριθμοι Μάρτυρες, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ὑμᾶς ἐνισχύσαντα παραδόξως, καὶ νικητὰς κατ’ ἐχθρῶν ἀναδείξαντα, καὶ θαυμάτων χάρισι μεγαλύναντα· ὅθεν τὰ στίφη τῶν πιστῶν συνελθόντα, γεραίρει τὴν ἐκ Θεοῦ ὑμῖν δοθεῖσαν χάριν, καὶ ἐν πίστει βοῶσι· χαίρετε, στρατιῶται ἀήττητοι, τοῦ Βασιλέως τῶν δυνάμεων, οἱ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους, τῇ πίστει τροπωσάμενοι, καὶ Χριστὸν τὸν φωτοδότην ἐν τοῖς οἰκείοις μέλεσι δοξάσαντες, πρὸς Ὃν πρεσβείαν ποιήσατε ὑπὲρ τῆς ἐνεγκαμένης νήσου, τοῦ σώζεσθαι αὐτὴν ἐξ ἐπιδρομῆς βαρβάρων, λιμοῦ καὶ λοιμοῦ καὶ πάσης δεινῆς περιστάσεως, καὶ τοῖς ἐκ πόθου εὐφημοῦσιν ὑμᾶς, δωρηθῆναι εἰρήνην καὶ μέγα ἔλεος.
Καὶ νῦν. Τοῦ Θωμᾶ. Ἦχος πλ. β'
Μεθ' ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Σαμοθράκης νήσου γόνους λαμπρούς, καὶ τῆς χώρας Μάκρης, μέγα κλέος τε καὶ φρουρούς, καὶ τῶν ἀσθενούντων, ἰατρούς τε καὶ σώστας, τοὺς πέντε μεγάθλους, ἀνευφημήσωμεν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου