ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
ΘΕΟΔΩΡΑΣ ΑΡΤΑΣ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δ’ τοῦ
Ἤχου καὶ στ’ τῆς Ἁγίας. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Θαυμαστῶς
ἀνευρέθησαν, ἱερά σου τὰ λείψανα, Θεοδώρα ἄνασσα παναοίδιμε, ἀνορυχθέντος τοῦ
τάφους σου, ὡς ἤλιος στίλβοντα, τὴν δ’ ἀνεύρεσιν ἡμῖν, πανηγύρεως πρόξενον
ἀπειργάσαντο, εὐφροσύνης πληροῦντα θεοπνεύστου, ἰαμάτων τ’ ἐμπιπλῶντα, τοὺς
εὐσεβῶς σε γεραίροντας. (Δίς)
Ἀνακτόροις
μὲν πρότερον, Θεοδώρα βασίλισσα, ἐν ἀσκήσει ἔπειτα σὺ διέλαμψας· νῦν δὲ εὑρέσει
λειψάνων σου, φαιδρὰς παναοίδιμε, τὰς ἀκτῖνας ἐφ’ ἡμᾶς, ἐκ τοῦ τάφου ἐφήπλωσας·
διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει προσκυνοῦντας,
ταῦτα καὶ πόθῳ ὑμνοῦντάς σε.
Τοὺς
τιμῶντας ἐν ᾄσμασι, Θεοδώρα πανένδοξε, καὶ τοὺς ἑορτάζοντας μετὰ πίστεως, τὴν
τῶν λειψάνων σου εὕρεσιν, τῆς βλάβης ἐκλύτρωσαι, καὶ παγίδων τοῦ ἐχθροῦ, καὶ
κινδύνων καὶ θλίψεων καὶ ἀπάλλαξον, τῶν πταισμάτων λιταῖς σου εὐπροσδέκτοις,
ταῖς πρὸς τὸν κοινὸν Σωτῆρα, καὶ δόξης τούτους ἀξίωσον.
Ἕτερα.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε,
τοῦ Κυρίου ὁ λαός, δεῦτε εὐσεβεῖς οἱ τῆς Ἄρτης νῦν τὰ προκείμενα, λείψανα
τιμήσωμεν καὶ προσκυνήσωμεν, εὐλαβῶς ἀνακράζοντες· μῆτερ Θεοδώρα, βασιλὶς
πανένδοξε ῥῦσαι ἡμᾶς πειρασμῶν, νόσων καὶ δεινῶν ἀδοκήτων, ταῖς πρὸς τὸν Σωτῆρα
λιταῖς σου, καὶ ὑγείαν βράβευσον τοῖς δούλοις σου.
Ὕμνοις,
καὶ ᾠδαῖς πνευματικαῖς, πάντες οἱ Ἀρταῖοι προθύμως νῦν καταστέψωμεν, κόρην τὴν
ὑπέρκαλλον μητέρα πάντων ἡμῶν, Θεοδώραν τὴν ἄνασσαν ἧς καὶ προσκυνοῦντες,
λείψανα τὰ πάνσεπτα πόθῳ τιμήσωμεν· νέμει γὰρ πλουσίως τοῖς πᾶσι, ταύτῃ
προσπελάζουσι χάριν, ταῖς λιταῖς αὐτῆς Θεὸς ὁ Ὕψιστος.
Μνήμην,
τὴν ἐτήσιον πιστοί, ἀνακομιδῆς τῶν λειψάνων τῆς πανοσίας μητρός, δεῦτ’
ἐπιτελέσωμεν χαρμονικῶς ἐν ᾠδαῖς, Θεοδώρα δεόμενοι αὐτῆς ταῖς πρεσβείαις, ὁ
οἰκτίρμων Κύριος ὅπως παράσχῃ ἡμῖν, ἄρσιν τῶν δεινῶν καὶ ποιήσῃ, τῆς τῶν
οὐρανῶν Βασιλείας, μετόχους γενέσθαι καὶ λαμπρότητος.
Δόξα.
Ἦχος β΄.
Συντρέχει
ποιμήν, καὶ τὸ ποίμνιον χαίρει φαιδρῶς, ἑορτάζει εὐσεβὴς πιστῶν χορεία, ἐπὶ τῇ
ἀνακομιδῇ τῶν λειψάνων σου, Θεοδώρα πανέντιμε· καὶ γεραίροντές σε πάντες
θεοπρεπῶς, ἐκτενῶς καθικετεύουσι· μνήσθητι ἡμῶν τῶν τέκνων σου μῆτερ Ὁσία, καὶ
πρέσβευε τῷ Λόγῳ τοῦ Πατρός, Χριστῷ τῷ Θεῷ ἡμῶν, πᾶσαν πνευμάτων ἀκαθάρτων,
διασκεδάσαι κακόνοιαν, καὶ ῥῦσαι ἡμᾶς ἐκ παντοίων νόσων καὶ κινδύνων, καὶ σῶσαι
τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον. Τοῦ ἤχου.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου·
ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ
σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ὢ
τῆς στεῤῥᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, Θεοδώρα θεοδόξαστε! Σὺ γὰρ πρὸς τὸν Θεὸν
καὶ πλάστην σου, ἀνένδοτον ἔχουσα τὴν ἔφεσιν, κόσμον παρεῖδες καὶ πάντα τὰ ἡδέα
αὐτοῦ· ὅθεν θείῳ Πνεύματι ἐνισχυομένη, δεινὰ παντοῖα ὑπερεπήδησας, καὶ τῆς
ἀκρότητος τῶν ἀρετῶν ἐν μετουσίᾳ γέγονας, πρὸς τὸν ποθούμενον καταφθάσαι
σπουδάζουσα. Αὐτὸν ἱκέτευε παναοίδιμε, ὑπὲρ τῶν ἐν πίστει τιμώντων τὰ ἱερά σου
λείψανα.
Ἦχος
β΄.
Ἐπὶ
τῇ σῇ πανηγύρει, καὶ τῇ ἀνευρέσει τῶν λειψάνων σου, Θεοδώρα πανένδοξε, σήμερον
Ἀγγέλων πληθὺς συγχορεύει ἡμῖν, καὶ δοξάζει ἐκτενῶς τὸν ὑπεράγιον Κύριον, τὸν
σὲ δεόντως δοξάσαντα. Αὐτὸν Ὁσία ἱκέτευε, εἰρήνην καὶ ἔλεος ἡμῖν δωρήσασθαι,
τοῖς προσκυνοῦσιν ἐν πίστει τὰ ἱερά σου λείψανα.
Ὁ
αὐτός.
Ἡ
τῶν θείων ὀστέων σου χάρις, Θεοδώρα πανεύφημε, γένοιτο ἡμῖν σεπτὸν ἰατρεῖον, ἐν
νόσοις παντοίαις καὶ δεινοῖς· αἱ ἀκουσίθεοι δέ σου εὐχαὶ ἱλαστήριον πᾶσι, καὶ
πρὸς Θεὸν ὁδὸς καὶ ὁδηγός, τοῖς ἐν πίστει τιμῶσι καὶ εὐλαβῶς προσκυνοῦσι, τὴν
θείαν θήκην τῶν λειψάνων σου.
Δόξα.
Ὁ αὐτός.
Ἡ
πόλις Ἄρτα σήμερον πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς βασιλικὴν
πορφύραν καὶ βύσσον, τὴν εὕρεσιν τῶν πανσέπτων λειψάνων, τῆς πανενδόξου
Θεοδώρας. Ταύτην γὰρ ἐκθρεψαμένη εὐσεβείᾳ καὶ ἀρετῇ, Χριστῷ προσήγαγε δῶρον
εὐπρόσδεκτον· διὸ ὁ ταύτην δοξάσας, καὶ στέφει στεφανώσας ἀμαραντίνῳ, καὶ ἡμῖν
κατάπεμψον ταῖς πρεσβείαις αὐτῆς, τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε,
σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ
δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, τὰ τοῦ Ἤχου.
Δόξα. Ἦχος πλ. β΄.
Ἡ τῶν ἔργων μου λαμπάς, Θεοδώρα
πανεύφημε, πέφυκε στυγνή, καὶ πρὸς ὑπάντησιν δειλιῶ, τῶν ἱερῶν λειψάνων σου· ἀλλ’
αὐτή με ὁδήγησον, καὶ τρίβους μου εὔθυνον, καιρὸν μετανοίας μοι παρέχουσα, καὶ
τῶν πολυπλόκων δεινῶν, τὴν ζάλην κατεύνασον, καὶ σῶσόν με εἰς τέλος, μῆτερ ταῖς
πρεσβείαις σου· ὅπως γεραίρω ἀεί, τὴν ἀνακομιδὴν τῶν λειψάνων σου, καὶ προσκυνῶ
μετὰ πόθου ταῦτα καὶ πίστεως.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ήχος
γ΄. Θείας πίστεως.
Κατεπλούτισας, τὴν πόλιν Ἄρταν, καὶ
ἐστήριξας, τοὺς ὀρθοδόξους, ὦ θεῖον δῶρον Θεοδώρα πανεύφημε, καθαγιάσασα πάντων
τὰ πνεύματα, ἀνακομιδῆ τῶν θείων λειψάνων σου· ὦ βασίλισσα Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Καθίσματα τοῦ Ἤχου.
Μετὰ
τὴν β’ Στιχολογίαν, Καθίσματα τῆς Ὁσίας. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Κακίαν
τῶν ἐχθρῶν, φθονερὰν καθελοῦσα, ἐν ἔτεσι πολλοῖς, ὑπὸ γῆν κεκρυμμένη, ἡμῖν
πεφανέρωσαι Θεοδώρα ἀοίδιμε, θεραπεύουσα, τὰ τῶν ψυχῶν ἡμῶν πάθη, καὶ τοῖς
σώμασι, τῇ τῶν ὀστῶν σου προσψαύσει, ὑγείαν βραβεύουσα.
Δόξα.
Εὐφράνθη
μυστικῶς, τῶν Ἀρταίων ἡ πόλις, τῇ ἀνακομιδῇ, τῶν σεπτῶν σου λειψάνων, καὶ ταῦτα
περιστείλασα, ὡς χρυσὸν πολυτάλαντον, ἐκτιμᾷ πιστῶς καὶ προσκυνεῖ μετὰ πόθου,
ὡς ἰάματα, ταῖς σαῖς λιταῖς Θεοδώρα, ἀφθόνως παρέχοντα.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον,
ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων.
Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις
τοὺς δούλους σου.
Ἅπασα ἡ τάξις τοῦ Εὐαγγελίου τοῦ Ὄρθρου τῆς Κυριακῆς.
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐπὶ
τῇ σῇ πανηγύρει, καὶ τῇ ἀνευρέσει τῶν λειψάνων σου, Θεοδώρα πανένδοξε, σήμερον
Ἀγγέλων πληθὺς συγχορεύει ἡμῖν, καὶ δοξάζει ἐκτενῶς τὸν ὑπεράγιον Κύριον, τὸν
σὲ δεόντως δοξάσαντα. Αὐτὸν Ὁσία ἱκέτευε, εἰρήνην καὶ ἔλεος ἡμῖν δωρήσασθαι,
τοῖς προσκυνοῦσιν ἐν πίστει τὰ ἱερά σου λείψανα.
Εἶτα, οἱ Κανόνες· ὁ Ἀναστάσιμος καὶ τῆς Θεοτόκου τοῦ ἤχου, καὶ
τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Τὴν βασίλισσαν αἰνέσω Θεοδώραν. Ἰώβ μο(ναχός).
ᾨδὴ
α΄. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὴν
χάριν ὑμνοῦντί σου τῶν θαυμάτων ἀείμνηστε, θεόθεν μοι βράβευσον χάριν τὴν
ἄφθονον, καὶ καταύγασον, εὐχαῖς σου Θεοδώρα, νοός μου τὴν ζόφωσιν, λόγον
παρέχουσα.
Ἡ
θεία τοῦ Πνεύματος, χάρις ἐν σοὶ κατοικήσασα, ναόν σε εἰργάσατο θεῖον
βασίλισσα, καὶ κατεύθυνε, ψυχῆς σου τὰς κινήσεις, τὰ θεῖα θελήματα, πράττειν
τοῦ κτίσαντος.
Νοός
σου ταῖς αὔλαξι, σπόρον τὸν θεῖον εἰσδέδεξαι, καὶ τοῦτον ἐπηύξυσας, ὄμβροις
δακρύων σου, ὃν συγκλείσασα, ταῖς θείαις ἀποθήκαις, μισθὸν τὸν οὐράνιον, εὗρες
βασίλισσα.
Θεοτοκίον.
Βασίλισσα
πέφυκας, τῶν οὐρανίων Δυνάμεων· τὸν Κτίστην γὰρ τέτοκας, τούτων καὶ Κύριον, Ὃν
ἱκέτευε, δουλείας με τοῦ πλάνου, ῥυσθῆναι πανάμωμε, τὸν ἀνυμνοῦντά Σε.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀξίας
φθαρτῆς ὑπεριδοῦσα, καὶ πλούτου καὶ δόξης γεηρᾶς, ἐν ταπεινώσει πνεύματος, τῷ
Βασιλεῖ καὶ κτίστῃ σου, προσέδραμες βασίλισσα, καὶ δόξαν εὗρες τὴν ἄφθαρτον.
Στολῆς
εὐανθοῦς καὶ βασιλείου, ἠλλάξω στολὴν μελεμβαφῆ, μοναστριῶν συστήματι, σαυτὴν
ἐμφρόνως μίξασα· ὅθεν θαλάμων ἔτυχες, τῶν οὐρανίων βασίλισσα.
Ἰσχὺν
τὴν ἀνίκητον λαβοῦσα, Σταυροῦ Θεοδώρα κατ’ ἐχθρῶν, τῶν νοητῶν ἐχώρησας, καὶ
τούτους διολέσασα, νηστείαις καὶ δεήσεσι, νίκης τὸν στέφανον εἴληφας.
Θεοτοκίον.
Λιμένα
καὶ τεῖχός Σε καὶ σκέπην, Παρθένε κεκτήμεθα πιστοί· διό Σοι καὶ προσπίπτοντες,
δουλοπρεπῶς βοῶμέν Σοι· χαῖρε κατάρας λύτρωσις, καὶ εὐλογίας ἀντίδοσις.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀσκητῶν
ὑπερβᾶσα τὴν βιοτὴν ἀληθῶς παρὰ Θεοῦ ἀπολαύεις αἰωνιζούσης μονῆς, καὶ αὐτοῦ τῆς
θείας αἴγλης ἐμπεπλήρωσαι· διὸ μὴ παύσῃ νῦν αὐτὸν δυσωποῦσα ἐκτενῶς, πανένδοξε
Θεοδώρα, ὑπὲρ τῶν σὲ ὑμνούντων καὶ τιμώντων σου τὰ λείψανα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε
Νύμφη Θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ
προσκυνοῦμέν Σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει
ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἰατρεῖον
τοῖς νοσοῦσιν ἡ σορὸς τῶν λειψάνων σου, ἀνεδείχθη πᾶσι ῥῶσιν Θεοδώρα παρέχουσα·
ὅθεν μετέχοντες πάντες τῶν χαρίτων σου, μεγαλύνομεν, τὸν ἐπὶ γῆς σε δοξάσαντα.
Σκληροτάταις
τὸ σαρκίον ἀγωγαῖς κατατήξασα, δάκρυσι καὶ πόνοις ἔζησας ζητοῦσα τὸν Κύριον, ὃν
δὲ ἐπόθεις εὑροῦσα χάριν ἔλαβες, τῶν θαυμάτων προχέειν τὴν βρύσιν τοῖς
χρήζουσι.
Σὺν
τηρήσει θείων νόμων σὺ ἐν γῇ πεπολίτευσαι, σωφροσύνης στήλη, καὶ δικαιοσύνης
εἰκόνισμα, τῆς ἐγκρατείας κανών τε ἀκριβέστατος, μοναστρίαις ὀφθεῖσα, σεμνὴ
θεοδόξαστε.
Θεοτοκίον.
Ἀνεκφράστως
συλλαβοῦσα, ἀποῤῥήτως γεγένηκας, τοῦ Πατρὸς τὸν Λόγον, τέλειον ὀφθέντα
Θεάνθρωπον, ὃν ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Κύριον, δογματίζοντες, Σὲ Θεοτόκον
κηρύττομεν.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νοός
σου καθαρότητι ψυχῆς σου τὴν εὐγένειαν, ἄμωμον τηροῦσα Θεοδώρα, ἔσοπτρον θεῖον ὤφθης
τοῦ Πνεύματος, πᾶσι ταῖς αὐγαῖς φωτοβολαῖς, τῶν κατορθωμάτων σου, πρὸς σὴν
μίμησιν ἕλκουσα.
Ἀνύστακτον
φέρουσα τὴν ψυχικὴν λαμπάδα σου, ὅλον σου τὸν βίον θεαρέστως, ἤνυσας ὄντως
θεομακάριστε, πάντων ἀλογήσασα τερπνῶν, εἶχες γὰρ τὸ ἔλαιον, ἐν ἀγγείῳ τοῦ
Πνεύματος.
Ἰστίῳ
τοῦ Πνεύματος τὴν κοσμικὴν διέπλευσας, θάλασσαν ἀβρόχως Θεοδώρα, δόξης ματαίας
μὴ ποντισθεῖσα βυθῷ, μᾶλλον πρὸς λιμένα δὲ ζωῆς, εὔδιον ὁρμήσασα, τὸ οὐράνιον
πάνσεμνε.
Θεοτοκίον.
Νοεῖν
οὐ δεδύνηνται τὴν ἄφραστον λοχείαν Σου, τάξεις τῶν Ἀγγέλων Θεοτόκε· μόνη γὰρ
ὤφθης ἅγιον σκήνωμα, ᾧπερ ἐνοικήσας ὁ Θεός, σάρκα ἀνελάβετο, καὶ θεοῖ με δι’
ἔλεον.
ᾨδὴ
στ΄. Ἐβόησε προτυπῶν.
Ἐν
ὕδασι φυτευθεῖσα τοῖς λόγοις τοῦ Πνεύματος, Θεοδώρα ὥσπερ φοίνιξ ὑψώθης
κατάκοσμος, ἀρετῶν τοὺς πόνους, ὡς καρποὺς τῷ Θεῷ προσενέγκασα.
Σταλάζει
σου γλυκασμὸν Θεοδώρα τὰ λείψανα, ψυχικὴν τὴν πικρίαν τῶν νοσούντων διώκοντα,
καὶ πιστῶς εὐφραίνει, ἀνυμνεῖ τὸν σὲ μεγαλύναντα.
Ὡς
εὔσταχυ τῆς ψυχῆς σου τὸ λήϊον πέφυκε! Τῶν θαυμάτων τὴν πληθὺν Θεοδώρα τοῖς
χρήζουσιν, ὥσπερ σῖτον νέμον, τὸν στηρίζοντα ψυχὰς τῶν τιμώντων σε.
Θεοτοκίον.
Θεότητος
ἐν γαστρί Σου τὸ πῦρ ἀπειρόγαμε, συλλαβοῦσα θαυμαστῶς οὐκ ἐφλέχθης ἀλλ’
ἔμεινας, ὥσπερ ἧς πρὸ τόκου, ἀδιάφθορος ὅλη καὶ ἄφλεκτος.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐκ
γῆς ἀνατείλασα ἡλίου δίκην, Ἄρταν πᾶσαν ἔλαμψας ταῖς τῶν λειψάνων σου βολαῖς,
καὶ τοὺς πιστοὺς ἐστερέσας, ὦ Θεοδώρα, ἀνάκτων τὸ καύχημα.
Ὁ
Οἶκος.
Ὡς
ῥόδον ἐν τοῖς γηΐνοις σπλάγχνοις, τῶν λειψάνων σου ἀνθούντων, ὀσμὴν ὀρθοδοξίας
ἐπήγασας, τῇ ἀνακομιδῇ αὐτῶν, ἐν τῇ ἀρχαίᾳ πόλει τῆς Ἄρτης, Θεοδώρα βασίλισσα
πανένδοξε· κόσμου τὰ τερπνὰ ἀρνησαμένη, οὐ σμικρὰς κακουχίας ὑπέμεινας· τὸν
σύζυγον ἀνομήσαντα, ἤλεγξας καὶ ἐσωφρόνησας, τὸν Βασιλέα καὶ Δεσπότην, τῶν
ἁπάντων ἀγαπήσασα. Διὰ τοῦτο οὐρανῶν τὰ κάλλη ὁρῶσα, καὶ ἀπολαμβάνουσα ἤδη,
ἐκτενῶς τὴν θερμήν σου ἱκεσίαν προσάγαγε, τῷ Βασιλεῖ τῶν αἰώνων ὑπὲρ τῶν τέκνων
σου, τῶν τὴν ἀνάμνησιν τελούντων, τῆς ἀνακομιδῆς τῶν θείων σου λειψάνων, ὦ
Θεοδώρα, ἀνάκτων τὸ καύχημα.
Τὸ Συναξάριον τοῦ Μηναίου, καὶ εἶτα τό·
Τῇ
αὐτῇ ἡμέρᾳ, Β΄ Κυριακῇ τοῦ Ματθαίου, Μνήμη τῆς
εὑρέσεως καὶ ἀνακομιδῆς τῶν λειψάνων τῆς Ὁσίας Θεοδώρας βασιλίσσης Ἄρτης.
Τὴν γὴν
ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ,
θησαυρὸν φέρω
Θεοδώρας κεκρυμμένον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ὁσίων Πατέρων, τῶν ἐν
τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθω λαμψάντων.
Ὄρη
παρῆλθε πάντα τοῦ Ἄθω Ὄρος,
Εὐρωπικῆς
γῆς, τῆς ἁγιωνυμίας
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς
Ἀρβανίτισσας ἐν Χίῳ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐπιχρώσασα
πορφύραν ὡς πολύτιμον, ῥάκος ἐν δάκρυσι, νηστείαις τε καὶ εὐχαῖς, ταύτην
κατεστόλισας· καὶ νῦν παρίστασαι, ὡς βασίλισσα, τῷ Βασιλεῖ καὶ Κτίστῃ σου, μακαρία
Θεοδώρα.
Οὐχ
ὑψώθης τὴν καρδίαν οὐ μετέωρον, ἔσχες τὸ ὄμμα σου, ἐν βασιλείᾳ κενῇ· μᾶλλον δὲ
ἀνύψωσας, ψυχῆς τὴν φύσιν τῆς σῆς, πρὸς τὸν Κύριον, καὶ βασιλεύεις ἔνδοξε, σὺν
Αὐτῷ εἰς τοὺς αἰῶνας.
Δειμαμένη
Γεωργίῳ θείῳ Μάρτυρι, σεμνεῖον τίμιον, τούτῳ ἐνέθου σαυτήν, ὡς ὄλβον πολύτιμον,
ὕπνον τε ἐφύπνωσας, τὸν φυσίζωον, τὸν τοῖς δικαίοις πρέποντα, Θεοδώρα θαυμασία.
Θεοτοκίον.
Ὠριμώτατον
ἐδρέψατο ἡ βρότειος, καρπὸν τῷ τόκῳ Σου, φύσις Παρθένε ἁγνή, ἐξ οὗ οἱ
μετέχοντες, ζωὴν εὑρίσκομεν· ὅθεν ἅπαντες, χρεωστικῶς ὑμνοῦμέν Σου, τὴν φρικτὴν
κυοφορίαν.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ῥῶσιν
τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἀντλήσατε προσιόντες πάντες οἱ πιστοί· πρόκειται γὰρ
βρύουσα, θαύματα ὡς νάματα, θεῖα σορὸς τοῖς χρήζουσι τῆς βασιλίδος ἡμῶν, τὰ
πνεύματα καὶ πάθη σοβοῦσα, καὶ τὰς ὀλεθρίους ἐξιωμένη νόσους.
ᾌδει
σου πιστῶς Ἀκαρνανία, βασίλισσα Θεοδώρα τὰ τεράστια, πᾶσαί τε συντρέχουσι,
πόλεις ἐν τῇ θήκῃ σου, χάριτος σῆς μετέχουσαι καὶ ἀνυμνοῦσαι Χριστόν, τὸν
δείξαντα ἡμῖν σε προστάτιν, καὶ τῶν αἰτουμένων βοήθειαν ἑτοίμην.
Νομίμῳ
βιοῦσα συζυγίᾳ, καὶ παίδων ἐναλλομένη τοῖς βλαστήμασι, βλάβην οὐχ ὑπέμεινας,
τὴν ἐκ ματαιότητος, ἀλλ’ ἀντὶ τούτων ἔκρινας μόνον κερδῆσαι Χριστόν· διὸ καὶ
τῆς ἐφέσεως ἔστης, χαίρουσα ἐν τούτῳ Ὁσία εἰς αἰῶνας.
Θεοτοκίον.
Ἵνα
τὰ ἐπίγεια τοῖς ἄνω, συνάψῃ ὁ πάντων Κτίστης τε καὶ Κύριος, σάρκα προσελάβετο,
Κόρη ἐξ αἱμάτων Σου, καὶ ὁ Θεὸς ὡς ἄνθρωπος ὤφθη δι’ ἔλεον· διό Σου τὸ
μυστήριον φόβῳ, ἀνυμνολογοῦμεν ἁγνὴ εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ὤφθης
ὡς φωστήρ, τῇ πόλει σου λάμπουσα θαυμάτων χάρισι, καὶ καταφαιδρύνουσα, πιστῶν
καρδίας θείοις πυρσεύμασι, βασιλισσῶν ἀγλάϊσμα Ὁσίων σύσκηνε, συνελθόντες
τιμῶμεν τὴν μνήμην σου.
Βάθρον
καὶ κρηπίς, καὶ στήριγμα πέφυκας σεμνὴ τῆς ποίμνης σου· ὅθεν καὶ κυκλοῦσά σου,
πιστῶς τὴν θήκην μοναστριῶν ἡ πληθύς, ἣν εἰς Χριστὸν ὡδήγησας ὕμνοις γεραίρει
σε, καὶ κροτεῖ τὰς χεῖρας ἐν τῇ μνήμῃ σου, Θεοδώρα Χριστὸν μεγαλύνουσα.
Μύρον
νοητόν, οὐράνιον ἔσχηκας ἐν τῇ καρδίᾳ σου, νῦν καὶ πᾶσαν αἰσθησιν, ἀεὶ μυρίζον
σου παναοίδιμε· χαίρουσα τοίνυν Πνεύματι βίον ἐβίωσας, ὃν βιοῦσι πάντες οἱ
ποθήσαντες, σὺν Ἀγγέλοις Θεοῦ τὰ οὐράνια.
Θεοτοκίον.
Ὄρος
νοητόν, Μαρία θεόνυμφε ἐδείχθης χάριτι, λίθος τε ἀκρόγωνος, ἐξ οὗ ἐτμήθη
Χριστὸς ὁ Κύριος, ἡμᾶς συνάψας ἄχραντε τοὺς διεστῶτας τὸ πρίν· ὅθεν πάντες νῦν
Σε μεγαλύνομεν, προσκυνοῦντες τὸν ἅγιον τόκον Σου.
Ἐξαποστειλάριον.
Ὀ οὐρανὸν τοῖς ἄστροις.
Φερωνύμως
ἐδείχθης, δῶρον Θεοῦ Θεοδώρα, ἀγάπῃ τε καὶ ἀσκήσει, νενικηκυῖα τὸν κόσμον· ὅθεν
καὶ δῶρον τὸ στέφος, ἐδέξω παρὰ Ὑψίστου.
Ἕτερον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλου
Ἄρτα πόλεων, Ἠπείρου ἡ πανάρχαιος, ὡς τῆς Ἁγίας μητρός σου, καὶ πολιούχου τοῦ
σκήνους, σήμερον ἀπολαύουσα, τῆς πρεσβευούσης πάντοτε, θεοφεγγοῦς Θεοδώρας, καὶ
ἐπικρότει τοῖς ὕμνοις, ὅπως ῥυσθῇς τῶν κινδύνων.
Θεοτοκίον.
Μαρία
καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη · ἐν
ᾧ Πατὴρ εὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι
Κόρη, ἀνέδειξε Θεοτόκον.
Εἰς τοὺς Αἴνους· δ’ τοῦ ἤχου, καὶ δ’ τῆς
Ἁγίας. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Οἶκόν
σου τὸν πάνσεπτον, ἐκ πολεμίων ἐφύλαξας, καὶ τὸν τάφον ἀνέπαφον, τὴν Ἄρταν δ’
ἐτίμησας, τὰ σεπτὰ ὀστᾶ σου, ἤδη Θεοδώρα, ἀποδιδοῦσα εἰς αὐτήν, ἐξ ὧν πηγάζει
πηγὴ ἰάσεων, ἐν Ἄρτῃ γὰρ ἀσκήσασα, τὸν δυσμενῆ ἐταπείνωσας, καὶ θεόθεν
ἀπήλειφας, στέφος ὄντως ἀμάραντον. (Δίς)
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς
δεήσεώς μου.
Ἴνδαλμα
σὺ γέγονας, τῆς τῆς εὐσεβείας πανόλβιε, ἐγκρατείας ἀσκήσεως, καὶ πάσης ἀοίδιμε,
ἀρετῆς δοχεῖον, μῆτερ Θεοδώρα, καταλιποῦσα εὐθαρσῶς, τῶν ἀνακτόρων δόξαν τὴν
πρόσκαιρον· διὸ καὶ τὰ σὰ λείψανα, Θεὸς πρεπόντως ἐδόξασε, καὶ ἡμῖν ταῦτα
δέδωκε, θησαυρὸν ὡς πολύτιμον.
Στ.: Καὶ ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν
ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου
Σήμερον
ἀβρύνεται, ἡ πόλις Ἄρτα κατέχουσα, τὴν σορὸν τῶν λειψάνων σου, ὡς κρήνην
πηγάζουσαν, τῶν θαυμάτων ῥεῖθρα, μῆτερ Θεοδώρα, καταπλουτίζουσαν αὐτήν, ταῖς
θεραπείαις καὶ ταῖς ἰάσεσι, τὰς νόσους ἀπελαύνουσαν, τὰς ἀσθενείας διώκουσαν,
τοὺς πιστοὺς προστατεύουσαν, καὶ τὴν πόλιν φυλάττουσαν.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἀντλήσατε
πιστοὶ νᾶμα σωτήριον, βρύον ἐξ ἀΰλων πηγῶν, διὰ τῶν ἱερῶν λειψάνων τῆς Ὁσίας
Θεοδώρας, ὧν τὴν ἀνακομιδὴν καὶ ἀνεύρεσιν τιμῶντες, ἐνθέως βοήσωμεν· Θεοδώρα
πανένδοξε, συγγενοῦς οἰκειότητος μὴ ἐπιλανθάνουσα, μνημόνευε καὶ ἡμῶν τῶν
τέκνων σου, καὶ πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ, εἰρηνεῦσαι τὸν κόσμον καὶ σῶσαι τὰς
ψυχὰς ἡμᾶς.
Καὶ
νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη
ὑπάρχεις...
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Δεῦτε
προσκυνήσωμεν ἐν χαρᾷ, λείψανα τὰ θεῖα, Θεοδώρας τῆς εὐκλεοῦς, ἄφεσιν
πταισμάτων, αἰτούμενοι πρεσβείαις, αὐτῆς πρὸς τοῦ Σωτῆρος, καὶ παντοκράτορος
Ἄνθος
τῶν Σερβίων ἐρατεινόν, χαίροις Θεοδώρα, ἡ σφραγὶς τῶν βασιλισσῶν, χαίροις τῶν
Ὁσίων, τὸ καύχημα καὶ μέγα, χαίροις ἡ προστασία, τῶν ἀνυμνούντων σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου