ΜΑΪΟΣ ΚΣΤ΄!!
ΣΥΝΕΣΙΟΣ ΚΑΡΠΑΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακὸν, τὸ Μακάριος ἀνήρ, καὶ στὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναίον ἐν Μάρτυσι.
Ὡς
λυχνία πολύφωτος, ἱεράρχα Συνέσιε, ἐκ τῆς φαιδρὰς πόλεως ἑξανέτειλας, τῶν
Καρπασέων, θεόπνευστε, καὶ ταύτην ἐφαίδρυνας, δογμάτων τῆς πίστεως, καὶ
αἰρέσεως ἀχλύν, ἀπελαύνεις θεόσοφε, διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων
λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Φρυκτωρίαις
τοῦ πνεύματος, ἀστραφθεὶς τὴν διάνοιαν, φωτοβόλος ἥλιος ἐχρημάτισας, τῶν
Καρπασέων θεόπνευστε, Ἱεράρχα Συνέσιε, ἀπαστράπτων γὰρ πιστῶς, καταυγάζεις τὸ
πλήρωμα, παμμακάριστε, καὶ διώκεις τὸ σκότος θεοφόρε, τῶν αἱρέσεων δυνάμει, τοῦ
ἐκ Παρθένου ἐκλάμψαντος.
Τοὺς
κακοὺς ἀπεδίωξας, νοητοὺς λύκους Ὅσιε, τῆς ἁγίας ποίμνης σου πανσεβάσμιε, καὶ
ταύτην κύκλῳ ἐτείχισας, λόγῳ τῷ τοῦ Πνεύματος, καὶ παρέστησας Χριστῷ, ἀσινῇ καὶ
ἀτάραχον, ᾦ καὶ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει
ἐκτελούντας τὴν ἀεισέβαστον μνήμην σου.
Ἀληθείας
ἐπώνυμον, εὐσεβείας διδάσκαλον, καὶ σοφὸν πρόεδρον εὐφημήσωμεν, τὸν Ἱεράρχην
Συνέσιον, Κυπρίων τὸ καύχημα, Καρπασέων τὸ φαιδρόν, τιμιώτατον βλάστημα,
χαίροις εἴπωμεν, τιμαλφέστατε πάτερ, χαίροις σκέπη, καὶ ἀντίληψις βεβαία, τῶν
εὐσεβῶς γεραιρόντων σε.
Ἀπὸ
βρέφους μακάριε, σὲ θεὸς καθηγίασεν, Ἱερὸν εὐράμενος καταγώγιον, καὶ μυστοπόλον
εἰργάσατο, αὐτοῦ Ἱερώτατον, μύστη οἰων τῶν φρικτῶν, καὶ ποιμένα πανθαυμαστόν,
ὃν ἱκέτευε, θεοτίμητε πάτερ, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ τῶν
σωμάτων τὴν εὔκλειαν.
Τὸν
σοφὸν μιμησάμενος, Ἱερὸν θεῖον Φίλωνα, ἱερὲ Συνέσιε, ζηλωτὴς γενόμενος
ὑπερθαυμαστός, τῶν Καρπασέων θεόπνευστε, τὴν ποίμνην ἐφαίδρυνας, καὶ ἐφώτισας
πιστούς, καὶ θαυμάτων ἐνέπλησας ἀξιάγαστε᾿ διὰ τοῦτο τὴν μνήμην σου τελοῦμεν,
οἱ πιστοὶ ἀξιόχρεως, Ἱεροφάντα θεόπνευστε.
Δόξα.
Ἦχος πλ. β´.
Ἡ
πάνσεπτος καὶ πάντιμος τοῦ ἱεράρχου ἐπεδήμησεν ἑορτή. Δεῦτε οὖν πιστοὶ
εὐφημήσωμεν, εὐφροσύνης γὰρ ἐνέπλησεν ἡμᾶς, διὸ μυστικῶς βοήσωμεν αὐτῷ
φιλέορτοι: Χαίροις γεώργιον τοῦ λόγου, ἀποθήκη τε θεία τοῦ Κτίστου, χαίροις τῶν
Καρπασέων φωστὴρ παμφαέστατος, καὶ κατ’ ἐχθρῶν ὅπλον καὶ τεῖχος ἀῤῥαγέστατον,
χαίροις κῆρυξ τοῦ Σωτῆρος ἱερὲ Συνέσιε πανθαύμαστε, πρέσβευε ὑπὲρ τῆς ἐκλεκτής
σου ποίμνης, ῥυσθῆναι ἐκ παντοίων κινδύνων, καὶ τοὺς πιστῶς ἐκτελοῦντας ἐν
ἐτησίοις ᾠδαῖς, τὴν χαρμόσυνον καὶ πανέορτον μνήμην σου.
Καί
νῦν.
Τίς
μὴ μακαρίση σε...
Εἴσοδος,
Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα
Μνήμη
δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ
τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ
γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου,
ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν
μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός
δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς
αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι
χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται
σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία
Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ
γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν
οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς
ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς
εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ
κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα
νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι
τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν
ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,
οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου
δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ
Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς.
Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ
ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις
ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν
Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν.
Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ
ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν
ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι
αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν
αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ.
Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.
Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ
ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ
θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ
οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς
ὑπερηφάνοις ἀντιτασσόμενος.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἐνατενίσας
ἀκλινῶς, τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς
διδαχαῖς, τῶν Καρπασέων τὴν πόλιν, κατεπλούτισας, Πάτερ, ὑπὲρ ἡμῶν ἀεὶ Χριστὸν
δυσώπει, ἱεράρχα Συνέσιε.
Ὁ
αὐτός.
Ἄνθρωπε
τοῦ Θεοῦ καὶ πιστὲ θεράπων, καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων, στῦλε καὶ
ἑδραίωμα τῶν Καρπασέων, καὶ ἔμπνους εἰκών, ὡς θεῖον θησαυρὸν σὲ ἡ σὴ ποίμνη
προσήκατο, Ἱεροφάντα Συνέσιε.
Ἦχος
β´.
Δεῦτε
τὸν σοφὸν Ἱεράρχην, καὶ τοῦ δεσπότου μιμητήν, Συνέσιον τὸν ἀοίδιμον, ἐγκωμίοις
ὑμνήσωμεν, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν λέγοντες: χαίροις ἰατὴρ τῶν
ἀσθενούντων, καὶ πιπτόντων ἀνόρθωσις, καὶ πεπηρωμένων ἀνάβλεψις. Πάτερ αἴτησε
ἱλασμὸν ἁμαρτιῶν, τοῖς τὴν μνήμην σου φαιδρῶς πανηγυρίζουσι.
Ὁ
αὐτός.
Τὸν
μέγαν ἐν ἱεράρχαις, καὶ τῆς ἐκκλησίας διδάσκαλον, τὸν ἐν τῇ πόλει τῶν Καρπασέων
ἀνατείλαντα, ὡς ἀστέρα φαεινόν, καὶ τῶν πιστῶν τὰς καρδίας καταυγάζοντα. Ἀλλ ὡς
πατέρων ἐγκαλλώπισμα, Ἱεράρχα Συνέσιε, μὴ παύσῃ δυσωπῶν ὑπὲρ τῶν εὐφημούντων
σε.
Δόξα.
Ἦχος πλ. β´.
Δεῦτε
φιλεόρτων τὰ σύστημα, καὶ τῶν Καρπασέων ὁ δῆμος ὁ θεοτίμητος, φαιδρῶς
ἑορτάσωμεν, ἐν τῇ παντίμῳ πανηγύρει τοῦ θεοφόρου πατρός, ᾀσματικὼς τὰς χεῖρας
κροτήσωμεν, καὶ πιστὼς πρὸς αὐτὸν ἐκβοήσωμεν: Χαίροις Ἱεραρχῶν τὸ θεῖον
κειμήλιον, καὶ Κυπρίων τὸ καύχημα· Χαίροις τῶν Καρπασέων φωστὴρ παμφαέστατος,
καὶ κατ᾿ ἐχθρῶν ὅπλον καὶ τεῖχος ἀῤῥαγέστατον· Χαίροις κῆρυξ τοῦ Σωτῆρος Συνέσιε
πανθαύμαστε, τὴν ἐκλεκτήν σου ποίμνην διαφυλάττε, ἀπὸ πάσης ἀνάγκης, καὶ τοὺς
πιστῶς ἐκτελοῦντας, τὴν χαρμόσυνον καὶ πανέορτον μνήμην σου.
Καί
νῦν.
Δέσποινα
πρόσδεξαι...
Στιχηρὰ
Ἀπόστιχα. Ἦχο πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις
Ἱεραρχῶν καλλονή, καὶ τῶν νοσούντων Ἰατρός τε θερμότατος, ὁ στῦλος τῶν
Καρπασέων, καὶ πρεσβευτὴς κραταιός, ὁ ποιμὴν ὁ μέγας ὁ φανότατος, φωστὴρ ὁ τὸ
σκότος, διασκεδάζων τῇ χάριτι, ὁ δεόμενος συμπαθῶς ἐπικλώμενος, ὁ καμπτόμενος,
ἀσθενῶν ταῖς δεήσεσι, ῥύστης ὁ ἐτοιμότατος, φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς
πίστει τιμῶσι, τὴν σὴν μνήμην Συνέσιε. Χριστὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι τὸ μέγα ἔλεος.
Στίχος: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται...
Χαίροις
τῶν Καρπασέων Ποιμήν, καὶ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα, ὁ στῦλος τῆς εὐσεβείας,
καὶ τῶν πιστῶν στηριγμός, καταπονουμένων ἡ βοήθεια, ὁ ταῖς λάμψεσιν
εὐπροσδέκτων δεήσεων, διασκεδάζων πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε,
Ἱεράρχα Συνέσιε, λιμὴν γαληνότατος, ἐν ᾧ καταφεύγοντες, οἱ νοσημάτων παντοίων
περιεχόμενοι σᾠζονται, Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα
ἔλεος.
Στίχος: Τίμιος ἔναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Χαίροις
Ἱεραρχῶν ἡ κρηπίς, καὶ Καρπασέων ὄντως μέγα προπύργιον, ὁ Ἰατρὸς τῶν νοσούντων,
καὶ τῶν τυφλῶν ὁδηγός, καὶ πεπλανημένων ἡ διόρθωσις, πηγὴ ἡ πηγάζουσα, ἀεννάως
Ἰάματα, καὶ τῶν νοσούντων τὰς Ἰάσεις προχέουσα, τὰ δυσώδη τε τῶν παθῶν
ἀπελαύνουσα. Δεῦτε οὖν ἡμεῖς ἄπαντες, πιστῶς ἐκβοήσωμεν, Συνέσιε πάτερ
τρισμάκαρ, τὴν σὴν ποίμνην φύλαττε, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. β΄.
Ἱεραρχῶν
τὴν καλλονήν, καὶ τῶν πατέρων κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν
ἀντιλήπτορα μέγιστον, συνελθόντες ᾦ φιλέορτοι, ἁσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν
λέγοντες. Χαίροις τῶν Καρπασέων φρουρός, καὶ πρόεδρος σεπτός, καὶ στῦλος
ἀπερίτρεπτος, Χαίροις φωστὴρ Παμφαέστατε, ὁ τῶν Κυπρίων διαλαμπῶν τοῖς θαύμασι,
Χαίροις τῶν θλιβομένων ἡ θεία χαρμονή, καὶ ἀδικουμένων θερμότατος προστάτης.
Καὶ νῦν παμμάκαρ Συνέσιε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ
πόθῳ τιμώντων ἀεί, τὴν χαρμόουνον καὶ πανέορτον μνήμην σου.
Καί
νῦν. Θεοτοκίον.
Θεοτόκε
σὺ εἰ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Απολυτίκιον,
Ἦχος δ´.
Κανόνα
πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σὲ τῇ ποίμνῃ σου,
ἡ τῶν πραγμάτων ἀλήθεια. Διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ,
τὰ πλούσια, πάτερ Ἱεράρχα Συνέσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἕτερον, Ἦχος α´.
Καρπασεων
τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα καὶ θαυματουργὸς ἀνεδείχθης, Ἱεράρχα πατὴρ ἡμῶν
Συνέσιε· διὸ τὴν χάριν τῶν θαυμάτων ἐξ οὐρανοῦ ἐδέξω μακάριε, θεραπεύειν τοὺς
νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει ποοστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι
ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
ΟΡΘΡΟΣ
Μετά
τὴν α΄στιχολογίαν, κάθισμα. ἦχος α΄. Τόν Τάφον Σου Σωτήρ.
Ἀστὴρ
ἀειλαμπὴς, ἀνεδείχθης θεόφρων, φωτίζων δαψιλῶς, τῶν ἀνθρώπων τὰ πλήθη, Ἱεράρχα
Συνέσιε, Καρπασέων ὁ πρόεδρος, πάντων γέγονας, θερμῶς προστάτης καὶ ῥύοτης, τῶν
καλούντων σε, ἔξ ἀναγκῶν θεοφόρε, λυτρούμενος θλίψεων.
Δόξα.
Καί νῦν. Θεοτκίον.
Ὁδήγησον
ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον,
παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων
ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Σκεῦος
τίμιον τῆς ἐγκρατείας, πλοῦτος ἄσυλος τῆς εὐσεβείας, ἀνεδείχθης Ἱεράρχα Συνέσιε.
Τὴν γὰρ σὴν ποίμνην μεγάλως ἐκόσμησας, τῶν Καρπασέων τὴν πόλιν ἐφαίδρυνας,
Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρησασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Καί νῦν. Θεοτοκίον.
Θείας
φύσεως οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος ἐν τῇ γαστρὶ σοῦ, ἀλλὰ Θεὸς ἐνανθρωπήσας
μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας Πανάμωμε,
μόνος Κύριος. Αὐτὸν ἐκτενῶς Ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ
τὸν Πολυέλαιον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.
Ποταμὸν
ἰαμάτων πλήρη σοφέ, καὶ πηγὴν τῶν θαυμάτων ἀνελλιπῆ, ἔδειξέ σε Συνέοιε, τοῦ
ἐλέους ἡ ἄβυσσος. Τῶν γὰρ νοσούντων πάθη διώκεις μακάριε, οἱ συμφοραῖς τοῦ βίου
πικρῶς πιεζόμενοι, πάσης ἀθυμίας καὶ κινδύνων παντοίων εὑρίσκουσι φάρμακον, τὴν
θερμὴν σοῦ ἀντίληψιν. Διὰ τοῦτο βοῶμεν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρησασθαι, τοῖς ἑορτάζουσι πὀθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καί νῦν. Θεοτοκίον.
Τὴν
Σοφίαν καὶ Λόγον ἐν σῇ γᾳστρί, συλλαβοῦσα ἀφλέκτως μήτηρ Θεοῦ, ἀφράστως
ἀπεκύησας, τὸν τὰ πάντα ποιήσαντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα κατέχοντα,
καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν τὸν κόσμον ἐκτρέφοντα. Ὅθεν δυσωπῶ σε, Παναγία
Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ
Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε παράσχου μοι· πάντα
γὰρ δύνασαι, ὅσα θέλεις Πανάμωμε.
Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε, ἐνδύσονται
δικαιοσύνην...
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ...
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκάν: Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς
ἐπὶ τόπου πεδινοῦ...
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καί νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλεήμον, ἐλέησον με ὁ Θεὸς...
Ὅσιε
πάτερ, ἱεράρχα Συνέσιε, ἐν τῇ πολει τῶν Καρπασέων, ἐξῆλθεν ὁ φθόγγος τῶν
κατορθωμάτων σου, διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν
δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον
ἀμέμπτως ἐζήλωσας, παῤῥησίαν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ κανὼν τῆς Θεοτόκου εἰς στ΄ καὶ τοῦ Ἁγίου εἰς δ΄.
ᾨδὴ
α΄. Ἀνοίξω τὸ στόμα μου.
Πλουτίσας
θεόπνευστε, πνευματικῶς τὰ μυστήρια, μάκαρ Συνέσιε, τοῖς δογμάτων λόγοις, δι᾿
ὧν γέγονας, τῶν Καρπασέων ποιμήν, πρὸς μάνδραν οὐράνιον αὐτοὺς διεδίβασας.
Πρὸς
ὕψος ἀνέδραμες, τῶν τῆς γραφῆς ἀναβάσεων, καὶ ταύτης κατόπτευσας νοῦ
καθαρότητι, τὸ ἀμήχανον, ἀπόρθητόν τε κάλλος, δι᾿ οὗ ἐχρημάτισας τῶν Καρπασέων
ποιμήν.
Τῆς
θείας ἐλλάμψεως, τοῦ νοητοῦ πάτερ ἔτυχες, φωτὸς καὶ κατηύγασας, τὴν Καρπασέων
ποίμνην, τὰς αἱρέσεις δέ, ὀρθοτομεῖς ἀκτῖσι, καταφλέξας ἐτέφρωσας διὰ τοῦ
πνεύματος.
Θεοτοκίον.
Ὁ
τόκος ἀπείρανδρος, ἐν σοὶ τελεῖται Πάναγνε, ἐκ σοῦ ὁ ὑπέρθεος Λόγος προέρχεται,
καὶ τηρήσας σε Παρθένον μετὰ τόκον, θεός τε καὶ ἄνθρωπος, ὁρᾶαι τέλειος.
Ἕτερος.
Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι Φαραῷ
Τὸν
ἀνατείλαντα ἐν τῷ κόσμῳ, Ἱεράρχην καὶ σοφὸν Συνέσιον, τὸν τῆς βασιλείας
διαλάμποντα δόγμασι, ᾄσωμεν ὅτι δεδόξασται.
Τὸν
διαπρέψαντα ἐν κόσμῳ, εὐσεβείας φωτί, καὶ ἀσεβείας τὴν ἀχλὺν ἐκδιώξαντα,
τιμήσωμεν οἱ πιστοί, τὸν Ἱεράρχην Συνέσιον Κυρίου.
Ὡς
παριστάμενος σὺν ἀγγέλοις, τῷ ἀπροσίτῳ βασιλεῖ, τοῖς ἐπιτελοῦσι τὴν μνήμην σου
ἱερὲ Συνέσιε, ἱκέτευε δοθῆναι ἰλασμόν, ἱεροκήρυξ Κυρίου θεοφόρε.
Θεοτοκίον.
Ὡς
συλλαβοῦσα τὸν προαιώνιον, καὶ ἀνάρχον Λόγον τοῦ πατρός, καὶ σαρκὶ τεκοῦσα ὑπὲρ
Λόγον πανύμνητε, ἱκέτευε ἐκτενῶς, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων.
ᾨδὴ
γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Ἀκηλίδωτον
τὸν νοῦν, τῇ ἀναλάμψει τῶν σεπτῶν πράξεων, Ἔχων ἐθείχθης ἔσοπτρον, Ἱεράρχα θεῖε
Συνέσιε.
Τῆς
χάριτος ἀληθῶς, τῆς ἐπ᾿ ἐλπίδι τελειωθεὶς Συνέσιε, ἱερουργὸς γέγονας, τοῦ
Εὐαγγελίου τῆς χάριτος.
Τῶν
λόγων σου τὸ τερπνόν, ὑπὲρ κηρίου γλυκασμὸν φέρουσα, ἡ ἐκκλησία Ἔνδοξε, ἐκπτύει
πικρίαν αἱρέσεων.
Θεοτοκίον.
Ὡς
πύλην σὲ καὶ ναόν, τῆς θείας δόξης κοινωνόν, σέβοντες Μήτηρ Θεοῦ πανάμωμε,
πάντες τῶν κινδύνων λυτρούμεθα.
Ἕτερος.
Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς.
Δι᾿
ἐγκρατείας ὄντως, καὶ προσευχῆς ἀκλινοῦς, ἀνῆλθες εἰς ἀκρόπολιν τῆς ἀρετῆς,
Συνέσιε θεοφόρε, ὅθεν ὑπὲρ τῆς ποίμνης σου πρεσβεύεις ἀεί,
Ὡς
παῤῥησίαν ἔχων πρὸς τὸν Θεὸν ἱερὲ Συνέσιε, δυσώπησον ὑπὲρ ἡμῶν, τοῦ σωθῆναι
τοὺς πίστει ἐκτελοῦντας τὴν μνήμην σου.
Ὡς
εὐσεβῶν δογμάτων καθηγητής, καὶ σοφῶν λογίων ὑφηγητής, ὡς ἀληθῶς Ἱεράρχα
Συνέσιε, τὸν στέφανον εἴληφας, παρὰ τοῦ Κυρίου τρισόλβιε,.
Θεοτοκίον.
Ὡς
οὐρανὸν καὶ θρόνον Σε, τοῦ Θεοῦ ἀνυμνοῦμεν πάντες θεοκυῆτορ ἁγνή, ὅτι ἐκ Σοῦ
ἐπεφάνη Ἰησοῦς ἡ ἀλήθεια.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καί Λόγον.
Ἐκ
γαστρὸς ἡγιάσθης ὡς ἀληθῶς, Ἱερότατε πάτερ καὶ ἐπὶ γῆς, ὡς ἄγγελος ἐβίωσας,
ἱεράρχα Συνέσιε, Φίλωνος δὲ τὸν βίον ζηλώσας, ἀξίως τε τῆς Τριάδος ἐδείχθης
θεράπων μακάριε, ὅθεν καὶ πρὸς ζῆλον, τοῦ ἐνθέου σου βίου, ἡ πόλις ἐξέλαμψε,
τῶν Καρπασέων θεοπνευστε. Διὰ τοῦτο βοῶμεν σοι, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Ὡς
πανάμωμος νύμφη τοῦ ποιητοῦ, ὡς ἀπείρανδρος μήτηρ τοῦ λυτρωτού, δοχεῖον ὡς
ὑπάρχουσα, τοῦ Παρακλήτου πανύμνητε, ἀνομίας μὲ ὄντα αἰσχρὸν καταγώγιον, καὶ
δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας μὲ
ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι’ ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ
νὲφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου πρεσβείαις
σου.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε...
Τῇ
σαγήνῃ τῆς ἀληθοῦς ὁμολογίας, ζωγρήσας πάτερ, ὡς ἰχθύας, τὰ πρόβατα τῆς λογικῆς
σοῦ ποίμνης, Ἱερὲ Συνέσιε, Θεῷ θυσίαν προσήγαγες.
Σὺ
διέκοψας κεφαλάς, τῶν ἐν ἐκστάσει αἱρετιζόντων, τῷ τῆς πίστεως κεφαλαίῳ Χριστὸν
ὁπλισάμενος. Διὸ καὶ νίκης στέφος ἀνεπλέχθη σοι Συνέσιε.
Ἱεράρχης
καὶ λειτουργός, τῆς θείας ὤφθης οἰκονομίας, καὶ τῆς δόξης τῶν τοῦ πνεύματος,
χαρισμάτων γέγονας μυσταγωγός, καὶ μύστης πανίερος.
Θεοτοκίον.
Σὲ
τεῖχος ἐν πειρασμοῖς, καὶ θείαν σκέπην ἐν περιστάσεσι, θεάνυμφε κεκτήμεθα, καὶ
λιμένα εὔδιον, καὶ ἀσφαλὲς ψυχῶν ἱλαστήριον.
Ἕτερος.
Μυστικῶς ὁ Προφήτης προορῶν.
Τὸν
ἱεράρχην πάντες καὶ σοφόν, ἐν ᾠδαῖς εὐφημήσωμεν λέγοντες θεοφόρε Κυρίου Συνέσιε,
ἐκτενῶς δυσώπει σωθῆναι ἡμᾶς.
Ὡς
εὐσεβῶν δογμάτων ὑφηγητήν, φυτουργὸν καὶ σοφὸν διδάσκαλον, θεομακάριστε ἱεράρχα
Συνέσιε, ὕμνοις καὶ ᾠδαῖς εὐφημοῦμέν σε
Τὴν
Ἱερὰν σοῦ ποίμνην οἱ πιστοί, Ἱεράρχα Κυρίου Συνέσιε, τῶν Καρπασέων πρόεδρε,
ὕμνοις καὶ ᾠδαῖς ἑορτάζομεν.
Θεοτοκίον.
Ἡ
ἀνύμφευτος νύμφη, καὶ ἁγνὴ ἀλόχευτος, μήτηρ Χριστοῦ τοῦ Θεοῦ, αὐτῷ ἀπαύστως
πρέσβευε, σωθῆναι πάντας ἡμᾶς.
ᾨδὴ
ε΄. Σὺ Κύριε μου φῶς.
Σὺ
θεῖος ποταμὸς ἐγνωρίσθης, τῇ ποίμνη σου Συνέσιε, Ἱεράρχο Καρπασέων, ἀρδεύων
τοῖς θείοις σοῦ χαρίσμασι.
Ἐξέλαμψας
ἡμῖν τῶν σῶν λόγων λαμπάτητα, σκεδάσας δέ ἀχλύν, χεῖρα βοηθείας μοι ἔκτεινον ἐν
θλίψεσι, καὶ δεινῶν δυσχερείας. Θεὸν ἱκετεύων Συνέσιε, θεράπων Χριστοῦ.
Θεοτοκίον.
Σὲ
ὅπλον ἀῤῥαγὲς κατ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα τῆς ἡμετέρας
σωτηρίας, θεονυμψε κεκτήμεθα.
Ἄλλος,
Ὁ ἐκ νύχτας ἀγνοίας.
Ποιμαντικῶς
ἐχρίσθης, τῆς εὐσεβείας τῷ μύρῳ θεόσοφε, ὅθεν ὡς Ἱεράρχην πάντες, εὐφημοῦμέν σε
Συνέσιε.
Ὡς
μιμητῆς ἐδείχθης, τῶν ἀποστόλων θεόφρων Ὅσιε, πόνοις καὶ ἀγρυπνίαις, τοῦ τῶν
Καρπασέων λαοῦ προΐστασαι.
Τὸν
ζηλωτὴν Ἠλίαν, καὶ Μωϋσὴν τὸν θεόπτην, πάτερ ἐζήλωσας, Συνέσιε Ἱεράρχα, καὶ
τὸυς αἱρεσιάρχας κατήσχυνας.
Θεοτοκίον.
Ὡς
βασιλίδα πάντων, τὸν βασιλέα τῶν ὅλων κυήσασαν, δεῦτε σὺν τῷ ἀγγέλῳ, τὴν
εὐλογημένην τιμήσωμεν.
ᾨδὴ
στ΄. Ἐβόησα προτυπῶν.
Τὴν
ἄβυσσον τῶν γραφῶν, νοημάτων ἐξήντλησας, καὶ τὸν πλοῦτον τῶν ἐνθέων δογμάτων
ἐπλούτισας, καὶ ἐξήρανας ποταμούς, Ἱεράρχα αἱρέσεων.
Τῇ
τραπέζῃ τοῦ δεσπότου Χριστοῦ παριστάμενος, καὶ τῆς θείας εὐωχίας αὐτοῦ
ἀξιούμενος, ἐκτενῶς μὴ παύσῃ πρεσβεύων, Ἱεράρχα Κυρίου Συνέσιε.
Τὴν
μάχαιραν τῷ τοῦ πνεύματος λόγῳ σπασάμενος, τῶν ἀθέων νοημάτων καθεῖλες τὰ
Ἔκφυλα, καὶ ἐῤῥίζωσας Ἱεράρχα, πιστῶν τὰ νοήματα.
Θεοτοκίον.
Τῷ
τόκῳ σου τῆς ἀρχαίας ἄρας ἀπηλλάγημεν, τὴν χαρὰν γὰρ ἐν γαστρὶ σου Παρθένε
συνέλαβες, καὶ Θεὸν τεκοῦσα, τῶν ἀνθρώπων τὴν φύσιν ἐθέωσας.
Ἕτερος.
Ὡς τὸν Προφήτην ἑῤῥύσω.
Τῆς
σῆς ποίμνης τὴν δόξαν, κατεκόσμησας Πάτερ θεομάκαριστε, θείοις σου δόγμασιν,
αὐτῇ ἀπαστράπτων τε, τὰς αἰρέσεις ἐκτέμνεις, ἱεράρχα Κυρίου Συνέσιε.
Ἀντὶ
μαχαίρας τὴν γλῶσσαν, τῷ λόγῳ χρησάμενος Ὅσιε, τὰ νόθα πάντα ἔκοψας δόγματα,
καὶ ἐτρανωσας τὴν Τριάδα πᾶσι σαφῶς.
Θεοτοκίον.
Ὁ
τεχθεὶς ἐκ Παρθένου, καὶ τὸν κόσμον φωτίσας Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων
ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.
Κοντάκιον.
Τῇ Ὑπερμάχῳ Στρατηγῷ.
Τῇ
ὑπερμάχῳ καὶ θερμῇ ἀντιλήψει σου, προσφεύγομεν οἱ πιστοὶ πάτερ Συνέσιε, τοῦ
λυτρωθῆναι διά σοῦ τῶν θλίψεων καὶ κινδύνων, ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν
Κύριον, ἐκ παντοίων ἡμᾶς σῷζε περιστάσεων, ἵνα κράζωμεν, χαίροις πάτερ Συνέσιε.
Ὁ
Οἶκος.
Ὢ
πατέρων ἀκρότης, Ἱεραρχῶν δὲ σεμνότης, εὐσεβούντων πρὸς Χριστὸν παῤῥησία,
Καρπασέων πολιοῦχε καὶ φυτουργέ, πῶς ὑμνήσω τὴν σὴν βιοτὴν Ὅσιε; Ἀστράπτεις γὰρ
τοῖς πέρασιν ὡς ἥλιος, διὸ βοῶ σοι ταῦτα: Χαῖρε τερπνὸν Κυρίου κλέος, χαῖρε
σεπτὸν οἰκουμένης γέρας, χαῖρε Καρπασέων τὸ κάλλιστον βλάστημα, χαῖρε Ἱεραρχῶν
τὸ θεῖον ἐντρύφημα, χαῖρε ὅτι τὰ οὐράνια σὺν ἀγγέλοις κατοικεῖς, χαῖρε ὅτι τὰ
ἐπίγεια οὐρανόθεν διοικεῖς, χαῖρε τῶν πατέρων εὐθύτης καὶ κανῶν, χαῖρε τῶν
ῥαθυμούντων πρὸς Θεὸν ἐγγυητής, χαῖρε πηγὴ θαυμάτων θεόβρυτος, χαῖρε σεπτὸν τοῦ
πνεύματος ὄργανον, χαῖρε δι’ οὖ ἡ πατρίς σου ηὐγάσθη, χαῖρε δι οὖ ἡ σὴ ποίμνη ἐκλάμπει,
χαῖρε πάτερ Συνέσιε.
Συναξάριον.
Τὴν
26 τοῦ αὐτοῦ Μηνός, μνήμην τοῦ Ὁσίου Συνεσίου,
ἐπισκόπου Καρπασέων.
Συνέσιε,
σύνεσιν δός μοι θείαν,
ἵνα ὑμνῶ σε
ὡς λειτουργὸν Κυρίου.
Ἐτούτου τοῦ ἁγίου πατρὸς ἡμῶν καὶ
ἱεράρχου τοῦ Χριστοῦ Συνεσίου, δὲν εὑρίσκεται πουθενὰ γραμμένος ὁ βίος του,
οὔτε εἰς τὸν Συναξαριστήν, οὔτε εἰς τὸ Ὡρολόγιον, οὔτε εἰς τὰ Μηναῖα, ἔστωντας
ὅπου δὲν ἦτο εἰς τὸν καιρὸν τοῦ μεταφραστοῦ Συμεῶν, νὰ τὸν θέσῃ καὶ αὐτὸν εἰς
τὰ δώδεκα μηναῖα, ὅπου ἐσύνθεσεν, ὡς καθὼς εἶναι καὶ ἄλλοι περισσοὶ ἅγιοι, ὅπου
δὲν εἶναι εἰς τὴν στάμπαν, ἐξόχως ἐδῶ εἰς τὸ νησὶ τῆς Κύπρου, ὅπου εἶναι τόσοι
ἅγιοι, καὶ δὲν ἔχουν τὴν ἀκολουθίαν τῆς ἁγίας ἐκκλησίας νὰ τὴν ψάλλουσιν, ἤγουν
στιχηρὰ ἑσπέρας εἰς τὸν ἐσπερινόν, εἰς τὴν λιτήν, εἰς τὰ ἀπὸστιχα, εἰς τὸν
ὄρθρον, καὶ εἰς ὅλην τὴν ἐκκλησιαστικὴν ἀκολουθίαν. Οὕτως καὶ αὐτὸς ὁ ἅγιος δὲν
εἶχε κανένα τροπάριον, νὰ ψάλλουν εἰς τὴν ἁγίαν του μνήμην, ἐξόχως ὅπου τὸν ἐορτάζουσιν
οἱ ἐντόπιοι χριστιανοὶ μὲ πολλὴν εὐλάβειαν, καὶ ἔχει καὶ μίαν μεγάλην ἐκκλησίαν
μὲ τροῦλλον, θαυμαστὴν καὶ παράδοξην, καὶ ποιεῖ καὶ θαύματα καὶ ἀκούσατε:
ΘΑΥΜΑ Α´.
Εἰς τους χίλιους ἑξακόσιους
πενῆντα δύο Χριστοῦ, ἐγινεν ἐτούτο τὸ θαῦμα. Οἱ χριστιανοὶ εἶχαν συνήθειαν κάθε
χρόνον νὰ ὑπαγαίνουν εἰς τὴν ἁγίαν του ἐκκλησίαν νὰ κάμνουν τὴν ἁγίαν
Ἀνάστασιν, διότι ἡ ἐκκλησία δὲν εἶναι μακρὰν ἀπὸ τὸ χωρίον, καὶ ἔτσι τὸ εἶχαν
συνήθειαν ἀπὸ τὸ ἔκπαλαι, ὡς καθὼς τὸ εἴπαμεν. Καὶ ὡς καθὼς ἦλθε τὰ ἅγιον Σάββατον,
ὁ Ἱερεὺς τοῦ καιροῦ ἐκείνου, ὀνόματι Παπανικόλας, ἔλαβε κατὰ νοῦν νὰ τοὺς
ἀποκόψῃ ἀπὸ τούτην τὴν συνήθειαν, καὶ εἶπεν τοὺς Χριστιανοὺς ἀπὸ ἑσπέρας, ὅτι
πῶς νὰ μὴν ὑπάγουν εἰς τὴν ἁγίαν του ἐκκλησίαν, μόνον νὰ κάμουν τὴν ἁγίαν
Ἀνάστασιν εἰς τὸ χωρίον, ὅπου εἶναι τὸ καθολικὸν τῆς ἁγίας Τριάδος. Ἀμὴ ὁ Θεὸς
δὲν ἠθέλησε, καὶ ἀκούσατε: Ὡσὰν ἠλθεν ἡ ὥρα ὅπου ἤθελεν ὑπάγει ὁ Ἱερεὺς νὰ πέσῃ
εἰς τὴν κλίνην του, διαβάζοντας τὴν ἀκολουθίαν του, ἐπῆγεν νὰ πλαγιάσῃ εἰς τὰ
ροῦχα του, καὶ ὢ θαύματος, ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, θεωρεῖ ἕνα ὀφίδιον μέγα
καὶ φοβερόν, καὶ ὤρμησε κατὰ πάνω του νὰ τὸν φάγῃ, καὶ αὐτὸς θεωρώντας ἔτσι
ἐτρόμαξε, καὶ ἐστράφη ὄπισθεν, ὡς ἀποθαμμένος, καὶ ἄλλο δὲν ἔλεγε μόνον: Κύριε
ἐλέησον, καὶ Ἅγιε τοῦ Θεοῦ βοήθει μοι. Διότι τὸ ἐκατάλαβεν ὅτι πῶς εἶναι ἀπὸ
τὸν Ἅγιον, καὶ πλέον δὲν ἐκοιμήθη, μόνον ἐπροσεύχετον ὅλην τὴν νύκτα. Καὶ ὅταν
ἠλθεν ὁ ὅρθρος, ὑπῆγεν εἰς τὴν ἐκκλησίαν καὶ ἐσήμανεν καὶ ἐσυνάχθησαν ὅλοι οἱ
χριστιανοί, καὶ τοὺς ἐδιηγήθηκεν ἐκείνην τὴν φοβερὰν ἱστορίαν ὅπου εἶδεν καὶ
ὅλοι ἐθαύμασαν, καὶ ἔτσι ὅλοι τους ἐπῆγαν εἰς τὸν ἁγιόν του ναόν, καὶ ἔκαμαν
τὴν ἁγίαν Ἀνάστασιν εἰς δόξαν Θεοῦ καὶ εἰς τιμὴν τοῦ Ἁγίου.
ΘΑΥΜΑ Β´.
Καὶ ἐτοῦτο τὸ θαῦμα ὅπου θέλω νὰ
γράψω τώρα δὲν ἔγινεν μίαν ἤ δύο φορές, ἀλλὰ κάθε χρόνον, καὶ ἀκούσατε: Ἐτούτου
τοῦ ἁγίου ἡ μνήμη του, ὡς εἴπαμεν, εἶναι εἰς τὰς κς᾿ τοῦ Μαίου μηνὸς καὶ εἶναι
καιρὸς τοῦ θέρους, καὶ ὅστις τολμήσει νὰ ὑπάγῃ τὴν ἡμέραν τῆς ἐορτῆς του νὰ
θερίσῃ, ἐκείνης τῆς ἡμέρας τὸ θερισμένον ὅλον σέπεται. Ἤγουν κωφεύει καὶ
χάνεται, καὶ ἔτσι γίνεται ἀπὸ τὴν δικαίαν ἐκδίκησιν τοῦ ἐπουρανίου Θεοῦ, διὰ νὰ
τιμοῦν τὸν θεράποντα αὐτοῦ, καὶ νὰ ἠξεύρουν πόσον τὸν ἀγαπᾷ ὁ Θεός, ἔστωντας
ὅπου τὸν παρακαλεῖ ἡμέραν καὶ νύκτα διὰ τὸ ποίμνιόν του. Ἀκόμη ἔχει χάριν καὶ
εἰς τὴν λοιμικὴν ἀσθένειαν, ἤγουν τὴν πανοῦκλαν, νὰ ἐλευθερώνῃ τὰ ποίμνιόν του,
ὡς φαίνεται. Καὶ ἔτσι θεωρώντας ἐγὼ τὴν τόσην δυστυχίαν, ὁποὺ δὲν εἶχεν ἕνα
στίχον νὰ τοῦ ψάλλουσιν εἰς τὴν ἁγίαν του ἑορτήν, ὡς τὸ ἐπροείπαμεν, ἐβάλθηκα
εἰς τὸ ἔργον, ὅπου δὲν ἦτον τῆς δυνάμεώς μου. Ὅμως τί εἶχα νὰ κάμω; Ἐπαρακάλεσα
πρῶτον τὴν ἄνω Σοφίαν, καὶ δεύτερον τὸν ἅγιον ἐτοῦτον, νὰ μοῦ δώση βοήθειαν νὰ
τοῦ συνθέσω τὴν ἐκκλησιαστικήν του ἀκολουθίαν. Καὶ ἔτσι κατὰ τὴν ὀλίγην μου
εὐλάβειάν μου ἔδωσε καὶ τόσην μάθησιν καὶ σοφίαν, καὶ ἐσύνθεσα ἐτοῦτα τὰ ὀλίγα
στιχηρά, ὅπου φαίνονται ἐδῶ γραμμένα, καὶ δεχθῆτε τὰ ὅλοι σας διὰ τὴν ἀγάπην
τοῦ Ἁγίου, ὅπου εἶναι ποιμένας σας, καὶ εἶναι ἕνας ἄγρυπνος φύλακας διὰ τὴν
πόλιν σας, καὶ τὴν φυλάγει διὰ πρεσβειῶν του ἀπὸ πάσα κακόν, ὡσὰν καὶ τὸν ἅγιον
Φίλωνα. Καὶ ἐλπίζω εἰς τὸν παντοκράτορα Θεόν, καὶ εἰς τοὺς ἁγίους ἐτούτους ὅπου
τους τιμᾶτε, πῶς δὲν θέλει σᾶς ἔλθει κανένα κακὸν διὰ πρεσβειῶν τους. Ἐτοῦτος ὁ
ἅγιος Συνέσιος εἶναι βέβαια γέννημα καὶ θρέμμα τῆς πόλεως τοῦ Καρπασίου, ὡς
φαίνεται μέσα εἰς ἕνα χειρόγραφον βιβλίον, καὶ εἶναι ἀληθινὸς ἅγιος, διατὶ
εἶναι μέσα εἰς τὲς ἐκκλησίες οἱ εἴκονές του ζωγραφισμένες, καὶ γράφουν πῶς
εἶναι ἀπὸ τριακόσιους χρόνους, καὶ ἐτοῦτες εἶναι μία μαρτυρία ἀληθινή. Εἶχε καὶ
βιβλίον χειρόγραφον, ὅπου ἔγραφε τὸν βίον του, καὶ τὰ θαύματά του, καὶ εἶχε καὶ
τὸν κανόνα τοῦ ὅλον, μὰ ἡ πολυκαιρία τὰ ἐχάλασε, καὶ ἐσαρώθησαν καὶ δὲν
φαίνονται. Ὅμως τὸν καιρὸν ἐκεῖνον, ὅπου ἔκτισαν ἐτοῦτες τὲς ἁγίες ἐκκλησίες,
ἐκεῖνοι οἱ ὀρθόδοξοι χριστιανοί, μὲ θεϊκὴν πρόνοιαν τὲς ἔκτισαν. Εἰς τὴν
ἀνατολὴν ὁ ἅγιος Ἀνδρέας, νὰ στέκεται ἀνδρειωμένα, εἰς τὴν δύσιν ἡ κυρία
Ἐλεοῦσα, νὰ διώχνῃ κάθε κακόν, νὰ μὴν τὸ ἀφίνῃ νὰ ἔρχεται μέσα εἰς τὴν πόλιν
σας, εἰς τὸν βορέαν ὁ ἅγιος Φίλων καὶ φυλάγει, εἰς τὸν νότον ὁ ἅγιος Συνέσιος,
σταυροειδῶς, διὰ νὰ μὴν ἠμπορῇ νὰ ἔμπῃ μέσα εις τὸν σταυρὸν τίποτες κανένα
ἐναντίον, καὶ οἱ ἄλλες ἐκκλησίες γύρω ὡσὰν τροχός. Καὶ ἔτσι κάμνομεν τέλος καὶ
λέγομεν: Ταῖς τοῦ ἱεράρχου Συνεσίου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον
ἡμᾶς. Ἀμήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Ἀποστόλου Κάρπου, ἑνὸς
τῶν Ἑβδομήκοντα Ἀποστόλων.
Καρποὺς ἐνεγκών,
Κάρπε, δεκτοὺς Κυρίῳ
Φέρεις καθ'
ὥραν τὴν τελευτὴν ὡς τρύγην.
Οὗτος ὁ τοῦ Κυρρίου μέγας
Ἀπόστολος, τοῖς ἑβδομήκοντα μαθηταῖς καὶ Ἀποστόλοις ὑπ’ Αὐτοῦ συναριθμηθείς,
καὶ τῷ μεγάλῳ Παύλῳ διακονῶν ἐ τῷ κηρύγματι, καὶ τὰς θείας αύτοῦ ἐπιστολὰς τοῖς,
πρὸς οὕς ἀπεστέλλοντο, διαπορθμεύων, πολλοὺς τῶν Ἑλλήνων τὴν Τριάδα σέβειν
ἐδίδαξεν. Ὅθεν, καὶ θείᾳ ἐλλάμψει τοῦ Παρακλήτου καταυγασθεὶς τὴν διάνοιαν,
ὥσπερ ἄδυτος ἀστήρ, ἐξ Ἀνατολῶν ὁρμήσας, πᾶσαν τὴν οἰκουμένην ταῖς θείαις Αὐτοῦ
διδασκαλίαις κατεφώτισε θαυμάσια μέγιστα καθ’ ἑκάστην τελῶν, καὶ ἀποσοβῶν
πνεύματα πονηρότατα. Πολλὰς δὲ πόλεις καὶ λαοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν
ἐφελκόμενος, καὶ διὰ τοῦ βαπτίσματος τοὺς πιστοὺς τῶν ἀπίστων διαιρῶν, πολλοὺς
παρ’ αὐτῶν ὑπέστη διωγμοὺς καὶ θλίψεις· τομῶς γὰρ χωρῶν πρὸς τὰ ἐπίπονα τῆς
ἀθλήσεως σκάμματα, τὸν θυμὸν τῶν ἀρχόντων οὐκ ἐδειλίασεν. Ὅθεν, ὡς δοξάσας τὸν
Θεὸν ἐν τοῖς μέλεσιν αὐτοῦ, ὑπ’ Αὐτοῦ ἐνδόξως δοξάζεται. Ἀναπαυσάμενος δὲ τὸν
γλυκύτατον ὕπνον, θαυματουργεῖ καθ’ ἑκάστην ἐν τοῖς αὐτοῦ λειψάνοις, πάθη
παντοῖα καθαίρων, καὶ ἀκάθαρτα πνεύματα ἀποδιώκων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀλφαίου, ἐν εἰρήνῃ τελειωθέντος· καὶ τῶν
τέκνων αὐτοῦ Ἀβερκίου –τοῦ ὑπὸ τῶν μελισσῶν τελειωθέντος-καὶ Ἑλένης –τῆς διὰ
λιθοβολισμοὺ τελειωθείσης.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Νεομάρτυρος Ἀλεξάνδρου
τοῦ ἐκ Θεσσαλονίκης μὲν καταγόμενου, ἐν δὲ τῇ Σμύρνη ἀθλήσαντος ἐν ἔτει 1794.
Δὸς τὴν
κεφαλὴν Ἀλέξανδρ᾿ εὐθύφρον
Καὶ στέμμα
λαβὲ χειρὸς ἐκ τοῦ Κυρίου.
Οὗτος ἢν ἐκ τῆς μεγαλοπόλεως
Θεσσαλονίκης, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, τὴν οἴκησιν ἐχόντων ἐν τῷ Μοναστηρίῳ
οὑ ἡ κλῆσις Λαγωδιανὴ (κοινῶς Λαοδηγήτρια). Ἢν λίαν εὐπρεπὴς καὶ ὡραῖος τῇ
ὄψει, καὶ ἀκόλαστος τίς Ἀγαρηνὸς ἠβουλήθη μολύναι αὐτόν, ὅπερ γνοὺς ὁ εὐσεβὴς
καὶ ὡραῖος νεανίας, ἀνεχώρησε τῆς οἰκείας πατρίδος, καὶ παρεγένετο ἐν τῇ
Σμύρνη, συνεργούσης πρὸς τοῦτο καὶ τῆς εὐσεβοῦς αὐτοῦ μητρός. Ἀλλὰ φυγὼν τὸν
ὄφιν ἐνέπεσεν εἰς δράκοντα. Ὧδε γάρ, ἀγνώστου μενούσης τῆς αἰτίας, ἐξώμοσε τὴν
πάτριον θρησκείαν, καὶ ἠσπάσατο τὸν μωαμεθανισμόν, γενόμενος ἀντὶ Χριστιανοῦ
μουσουλμάνος. Ἐντεῦθεν ἐπεσκέψατο τὴν Μέκκαν, καὶ κατελέγη ἐν τῷ τάγματι τῶν
Δερβίσιδων, καὶ ὡς τοιοῦτος περίηλθε πλείστας πόλεις. Ἀλλὰ προνοία κρείττονι,
ἀνανήψας καὶ γνοὺς ὁ πέπονθε μέγα ὀλίσθημα, ἦλθεν εἰς ἑαυτὸν καὶ ἔζη
Χριστιανικὼς ἐν μετανοίᾳ θερμή, ·σφόδρα ἐφιέμενος καὶ ἐκζητὼν ἐκχέαι τὸ οἰκεῖον
αἷμα, ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ, ᾧ τὰ πάντα ἢν ἀνατεθεικώς. Καὶ ἐπιστάσης τῆς
ὥρας, ἐλθὼν εἰς Σμύρνην, ἠμφιεσμένος τὴν τοῦ Σταυροῦ δύναμιν, παρέστη τῷ κριτῇ
εὔτολμως καὶ ἐπαῤῥησιάσατο τὴν εὐσεβειῶν, ὡμολόγησας ἑαυτὸν Χριστιανὸν
εὐθαρσῶς, καὶ ἐλέγξας καὶ καταισχύνας τὴν κατάπτυστον πλάνην. Ἔκπληκτοι οἱ
δυσσεβεῖς, ἠπείλησαν αὐτῷ ποικιλοτρόπως, καὶ ἐν φρουρὰ καθείρξαν, καὶ πλείστων
δωρεῶν χορηγία ἐδόκουν μεταβάλλειν αὐτοῦ τὴν γνώμην. Ἀλλ᾿ ὁ μακάριος
Ἀλέξανδρος, ἀνώτερος πάντων φανείς, καὶ Χριστῷ ἀκλινῶς ἀτενίζων, καὶ τὸ θεῖον
αὐτοῦ ὄνομα ἐκκαλούμενος, ἀπετμήθη ξίφει τὴν κεφαλὴν τῇ κστ᾿ (26η) Μαίου μηνός,
ἐν ἔτει σωτηρίῳ 1794, καὶ συνηριθμήθη τοῖς Ἁγίοις Μάρτυσι λαβὼν παρὰ Κυρίου τῆς
ἀφθαρσίας τὸν στέφανον.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ὁ διασώσας ἐν πυρί.
Ὡς
τῆς σοφίας ἐραστής, ἔρωτι ἀσχέτῳ συνήφθης, τῇ ἀγαπήσει τοῦ Χριστοῦ Ἱεράρχα
παμμάκαρ Συνέσιε, διὸ καὶ ἐκραύγαζες: ὑπερύμνητε Κύριε, ὁ Θεὸς τῶν πατέρων
εὐλογητὸς εἰ.
Ἐν
τῇ τῆς πίστεως στεῤῥᾷ, ἔστησας τοὺς πόδας σου πέτρα, καὶ τρικυμίαις πειρασμῶν
ἀκατάσειστος ὤφθης, καὶ ἔψαλλες: ὑπερὑμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν πατέρων
εὐλογητὸς εἰ.
Ποίμνης
κατάρχων λογικῆς, ἔθρεψας σαὐτὸν ἐν τῇ χλόῃ τῶν ἀθανάτων διδαχῶν, καὶ πιστῶς
σὺν αὐτῇ ἀνεκραύγαζες: Ὑπερύμνητε Κύριε, ὁ τῶν πατέρων εὐλογητὸς εἰ.
Θεοτοκίον.
Ἐλπὶς
καὶ σκέπη καὶ λιμήν, καὶ ἀκαταμάχητον τεῖχος, καὶ προστασία ἀσφαλὴς ὤφθης
Πανάμωμε, τοῖς κραυγάζουσιν: ὑπερύμνητε Κύριε, ὁ τῶν πατέρων εὐλογητὸς εἰ.
Ἕτερος.
Ὁ ἐν ἀρχῇ τὴν γὴν θεμελιώσας.
Ἐπὶ
γῆς φωστῆρα ἀναδείξας τὸν Συνέσιον, καὶ σοφὸν ἱεράρχην, εὐλογητὸς ἐἶ εἰς τοὺς
αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Ὁ
τῶν παθῶν κατασβέσας τὴν φλόγα, καὶ τὰς ψυχὰς ἐνθέως δροσίσας, τὴν σὴν ποίμνην
φύλαττε παμμάκαρ ἵνα βοῶμεν· Κύριος ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Τὰς
τῆς σῆς ποίμνης δεινὰς ἐπαναστάσεις κατάβαλε, τοῦ Χριστοῦ Ἱεράρχα, καὶ ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως ῥῦσαι ἵνα βοῶμεν· Κύριος ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὁ
δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ τοῦ ἐχθροῦ ῥυσάμενος τὸν κόσμον, εὐλογητὸς
εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
ᾨδὴ
η΄. Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε.
Τῷ
ἐλαίῳ χρισθεὶς τῷ τοῦ πνεύματος, ἱεράρχα Κυρίου Συνέσιε, ὡς Ἀαρὼν μακάριε,
ἐδίδασκες κράζειν, πάντα τὰ ἔργα εὐλογεῖτε, ὕμνειτε τὸν Κύριον.
Ἀπροσίτῳ
φωτὶ ἀστραπτόμενος, τὴν τῆς πλάνης ἀχλὺν ἀπεμείωσας, κἀμοῦ τὸν ζόφον σκέδασον
τῶν παθῶν ἱεράρχα, ταῖς σαῖς πρεσβείαις Συνέσιε, ἵνα χαίρων δοξάζω τὴν μνήμην
σου.
Τὴν
ἱεράν σου στολήν, τῷ τοῦ λόγου τερπνῷ θεοφάντωρ πιστῶς κατεκόσμησας, καὶ
Καρπασέων τὴν ποίμνην Ἔνδοξε, ἐκδιδάσκεις κραυγάζειν, εὐλογεῖτε, ὕμνειτε τὸν
Κύριον.
Θεοτοκίον.
Ὡς
ἐκ ζάλης παθῶν κυματούμενοι, τῷ λιμένι τῷ σῷ καταφεύγομεν. Θεοκυήτωρ ἄνασσα,
καὶ βοῶμεν ἀπαύστως, πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Ἕτερος.
Τὸν ἐν ὄρει Ἁγίῳ δοξασθέντι.
Τὸν
Μωσέα μιμούμενος τρισμάκαρ, ἐν τῷ ὄρει προέβης θεοφόρε, τὸν νοητὸν τῆς χάριτος
δεξάμενος νόμον Ἱεράρχα, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Λαὸν
Χριστοῦ ἐποίμανας ὁσίως, ποίμνης τῆς τῶν Καρπασέων θεόφρον, ὅθεν σου τὴν
μνήμην, πόθῳ ἐκτελοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Μύρῳ
νοητῷ χρισθεὶς Ἱεράρχα, τῆς ἐν λόγῳ καὶ ἔργῳ εὐσεβείας, ἱερουργεὶς τὰ θεία ἱερὲ
Συνέσιε, ὅθεν τὴν τριάδα ἐν μιᾷ οὐσίᾳ ὑμνεῖς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὸν
ἐν μήτρᾳ οἰκήσαντα Παρθένου, καὶ ἐν ταύτῃ φρικτῶς ὑπὲρ λόγον, τὸν παλαιὸν Ἀδὰμ
ἀνακαινίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἑποίησε κράτος
Ἡ
εὔσημός σου γλῶσσα, ὥσπερ σάλπιγξ εὔηχος φωνοῦσα, τὸ τοῦ λόγου μυστικῶς,
διεγείρει τοὺς πιστοὺς καὶ καθοπλίζει θεουργῶς, πρὸς ἀοράτους ἐχθρούς.
Τὸ
ἔνδυμα τὸ θεῖον στολισάμενος, μυστικῶς εἰσῆλθες εἰς τὴν ἄνω νυμφικῶς εὐωχίαν
καὶ χαράν, καὶ ἀνεκλίθης σὺν Χριστῷ, πάτερ Συνέσιε.
Ἀγάλλεται
συμφώνως, καὶ σκιρτᾷ πατέρων χορός, εὐφραίνεται ὁμήγυρις πιστῶν, καὶ χορεύει
μυστικῶς, ἡ ἐκκλησία τοῦ θεοῦ ἐπὶ τῇ μνήμῃ σου.
Θεοτοκίον.
Τὴν
τιμῶσαν σὲ πόλιν, ἡ τεκοῦσα, τὸν τοῦ Θεοῦ ἀμνὰν καὶ ἀρχιποίμενα Χριστόν, ἐκ
κινδύνων καὶ φθορᾶς καὶ ἁμαρτίας παθῶν, λύτρωσαι Δέσποινα.
Ἕτερος.
Τὸν προδηλωθέντα.
Τῆς
τῶν Καρπασέων ποίμνης πρόεδρος ἐχρημάτισας Ἱεράρχα, καὶ τοὺς λαοὺς ἐφώτισας
σοῖς δόγμασι Συνέσιε, ὅθεν σοι βοῶμεν, πρέσβευε ὑπὲρ πάντων ἡμῶν.
Ἐν
τῇ πόλει τῶν Καρπασέων ἐχρημάτισας Ἱεράρχης, καὶ σεπτὸς πρόεδρος θεοφόρε, καὶ
τὴν σὴν ποίμνην ἀξίως ἐκόσμησας, ὅθεν σὲ ὑμνοῦμεν τρισμάκαρ ἀεί.
Σὲ
τῶν Καρπασέων φωστῆρα καὶ Ἱεράρχην, ἐν ψαλμοῖς καὶ ὕμνοις τιμῶμεν ἅπαντες
ἀσιγήτως, πάτερ Συνέσιε, τὴν θείαν μνήμην σου τελοῦντες ἀεί.
Θεοτοκίον.
Χαῖρε
τὸ ἀείζωον ῥεῖθρον τῆς ἀφθαρσίας, χαῖρε ἡ ὁλόφωτος τοῦ ἡλίου νεφέλη, χαῖρε
ὄχημα τῆς θεότητος ὅλης, χαῖρε κιβωτὲ τοῦ ἁγιάσματος.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸν
Ἱερὸν Συνέσιον, καὶ Καρπασέων πρόεδρον, τὸν ἐκδιώξαντα πάσαν, τὴν τῶν αἱρέσεων
πλάνην, τὸ σκότος γὰρ ἀπήλασε, καὶ τοὺς πιστοὺς ἐφώτισεν, ἐν ὕμνοις πάντες
στέψωμεν, πιστῶς δὲ ἐκβοήσωμεν, σῷζε τὴν ποίμνην σου πάτερ, νῦν ἐκ παντοίων
κινδύνων.
Ἕτερον.
Ὅμοιον.
Τὸν
μέγαν ἀρχιποίμενα, καὶ ἱερὸν Συνέσιον, τὸν πρόεδρον Καρπασέων, καὶ λειτουργὸν
τοῦ Δεσπότου, τὸ σκότος γὰρ ἀπηλασε, καὶ τοὺς πιστοὺς ἐφώτισε, βοῶντες
ἱκετεύσωμεν, ἀεὶ τὴν ποίμνην σου· σῶζε, ἀνεπιδούλευτον Πάτερ.
Θεοτοκίον.
Προφῆται
προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, μάρτυρες ὡμολόγησαν, ἡμεῖς δὲ ἐπιστεύσαμεν,
κυρίως Θεοτόκον Σε, πᾶσι πιστοῖς ὑπάρχουσαν, διὸ καὶ μεγαλύνομεν, τὸν τόκον σου
τὸν ἄφραστον.
Αἴνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων
Ἡ
Καρπασέων σὲ πόλις ποιμένα κέκτηται, καὶ πολιοῦχον θεῖον, καὶ κινδύνων
παντοίων, ῥύστην καὶ φρουρὸν σὲ μάκαρ σοφέ, Ἱεράρχα Συνέσιε, ἀλλ᾿ ἐκδυσώπει
ἀπαύστως ὑπὲρ αὐτῆς, διασώζεσθαι ἀλώβητον.
Τῶν
Καρπασέων ὁ δῆμος δεῦτε προσδράμωμεν, ἐν τῷ ναῷ τοῦ θείου, καὶ σοφοῦ ἱεράρχου,
ᾄδοντες, κράζοντες ἐκτενῶς, Πάτερ τὴν ποίμνην σου φύλαττε, ἐξ ἀναγκῶν καὶ
κινδύνων καὶ πειρασμῶν, καὶ παντοίων περιστάσεων.
Τῶν
Καρπασέων ἡ πόλις σήμερον τέρπεται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ σοφοῦ Ἱεράρχου,
κράζουσα βοᾷ σοι, Πάτερ σοφέ, ἱεράρχα Συνέσιε, σῷζε τὴν ποίμνην σου πάτερ τὴν
ἐκλεκτήν, ἀπὸ πάσης βλάβης ἄτρωτον.
Τὸν
ἱεράρχην Κυρίου καὶ θεῖον κήρυκα, ποιμένα Καρπασέων καὶ Κυπρίων τὸ κλέος,
Συνέσιον τὸν θεῖον, πάντες πιστοί, εὐφημήσωμεν κράζοντες: ὦ Ἰατρὲ τῶν νοσούντων
καὶ νῦν ἡμᾶς, δεινῶν ῥῦσαι περιστάσεων.
Δόξα.
Ἦχος πλ. δ.
Τὸν
θαυμαστὸν καὶ μέγαν ἐν Ἱεράρχαις τιμήσωμεν, Συνέσιον τὸν γενναῖον ἰατῆρα τῶν
νοσούντων, τὸν ἐν τῇ πόλει τῶν Καρπασέων ἀνατείλαντα, καὶ ὡς ἥλιον τὰς οἰκείας
μαρμαρυγὰς καθαπλοῦντα τοῖς πέρασι, τὰ τῶν Κυπρίων μέγιστον εὖχος, καὶ Καρπασέων
ἄγρυπνον φύλακα, αὐτὸν οὖν τιμήσωμεν ἱεραῖς μελῳδίαις, ἀκαταπαύστως οὕτω
λέγοντες, Πάτερ ἡμῶν ἱερώτατε, μὴ ἐλλείπης πρεσβεύων ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
Καὶ
νῦν. Θεοτοκίον. Ὅμοιον. Μακαρίζομέν Σε
Ὡς
θεοῦ μήτηρ παῤῥησίαν Ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ Σοῦ μονογενῆ Λόγον, καὶ Πατρὶ
συνάναρχον, καὶ συμφυῆ τῷ πνεύματι, δυσωπούσα μὴ παύσῃ, κινδύνων σώσαι
Πανάμωμε, τούς Σε θεοτόκον δοξάζοντας.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
Τὰ τυπικά, καὶ ἐκ τοῦ κανόνος τοῦ Ἁγίου, ᾠδὴ γ΄ καὶ στ΄
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν
ὁ Κύριος ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐὰν τίς εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται
καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσῃ. Ὁ κλέπτῃς οὐκ ἔρχεται εἰμὴ ἵνα κλέψῃ καὶ θύσῃ
καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ
καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ μισθωτὸς
δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον
καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ
πρόβατα, ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὑ μέλλει αὐτῷ περὶ τῶν
προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμᾶ, καὶ γινώσκομαι ὑπὸ τῶν
ἐμῶν, καθὼς γινώσκει μὲ ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου
τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἀλλὰ πρόβατα ἔχω, ἃ οὐκ ἐστιν ἐκ τῆς αὐλῆς
ταύτης, κάκεινα μὲ δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία
ποίμνη, εἰς ποιμήν.
Κοινωνικόν. Εἰς μνημόσυνον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου