Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΦΟΡΟΣ ΠΑΡΑΚΛΗΣΙΣ


ΠΑΡΑΚΛΗΣΙΣ
(Ἀβιμέλεχ μοναχοῦ Ἁγιορείτου)


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Χριστοφόρου τῷ τεμένει προσδράμωμεν, καὶ τὴν αὐτοῦ κάραν ἀσπασώμεθα, ἐκ κατωδύνου κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἀθλοφόρε πρόφθασον, ἐκ χαλάζης καὶ σῶσον, ὅτι τιμωρούμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς δέησιν ἡμῶν, καὶ γὰρ προστάτην, θερμόν σε κεκτήμεθα.
Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Σοφίαν ἐν λόγοις σου πεπλουτηκὼς πρὸς Χριστοῦ, ἐλέγχεις τὸν Δέκιον, καὶ τοὺς λοιποὺς ἀσεβεῖς· ἐντεῦθεν καὶ εἵλκυσας, ἄνδρας τε καὶ γυναῖκας, πρὸς εὐσέβειαν μάκαρ· τέρασι καὶ σημείοις, Χριστοφόρε ἐκλάμπων· διό σε τῶν Μαρτύρων κλέος κηρύττομεν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Τιμωριῶν αἱ συμφοραὶ κατέλαβον τὴν τάλαινάν μου ψυχήν, ἁμαρτιῶν νέφη, τὴν ἐμὴν μαστίζουσι, ζωήν· διὸ αἰτοῦμαί σε, Ἀθλοφόρε Κυρίου, ὑπὲρ οὗ σὸν αἷμα ἐξέχεας, κούφισον τὸν δοῦλόν σου τάχιον.
Νῦν ἤλπισα ἐπὶ τὴν σὴν ἀντίληψιν πρεσβείαν τὴν κραταιάν, καὶ σῇ προστασίᾳ, εὐλαβῶς προσέδραμον· παρακαλῶ καὶ δέομαι, Χριστοφόρε καὶ στένω, μὴ μὴ παρίδῃς δονούμενον, πάντων χριστωνύμων προσφύγιον.
Ἐκ παντοίων με ἀναγκῶν καὶ θλίψεων καὶ τῶν πολλῶν δυσχερῶν, καὶ τῶν δεινῶν βίου, κουφισθεὶς προσφέρω σοι, καὶ τῇ γενναίᾳ ἀθλήσει σου, τὸν ἔπαινον καὶ γέρα, κάρᾳ σεπτῇ σου Χριστοφόρε, ὀργὴν Κυρίου ἐκμειλίσσουσαν.
Θεοτοκίον.
Οὐ σιωπήσω τοῦ βοᾶν τρανότατα τὰ μεγαλεῖα τὰ Σά· εἰ μὴ γὰρ Σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ Σου, τίς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐῤῥύσατο.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐξαπορήσω πάσης προστασίας κράζω σοι πρόφθασον, θερμὲ ἀντιλήπτωρ, καὶ σὴν βοήθειαν πάρεχε τῷ δούλῳ σου, Μεγαλομάρτυς ἔνδοξε, καὶ τὴν σήν μοι δώρησαι, ἐλευθερίαν δεινῶν.
Ἐθαυμαστώθης ὄντως ἐν τῷ κόσμῳ Ἅγιε, ἐπιδαψιλεύων αἰτοῦσι, σεπτά σου θαύματα· καὶ γὰρ τῆς χαλάζης, ὄμβρους καὶ βόλους ἀπείργεις, θερμῇ ἀντιλήψει σου, πᾶσι τοῖς δούλοις σου.
Καταιγίδες ἔπνευσαν καὶ ἀνέμων δονήσεις, καὶ κακόχυμοι κράσεις, καὶ ἀνεμοστρόβιλοι· ἀλλὰ σὺ πρόφθασον, ὡς ταχινὸς βοηθός μου, καὶ ῥῦσαί με τῶν κακῶν, καὶ τῆς μελλούσης ὀργῆς.
Θεοτοκίον.
Καταιγίς με χειμάζει τῶν συμφορῶν Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρέσβυν σε θερμόν, κεκτήμεθα πρὸς Κύριον, πρόμαχον στεῤῥόν, καὶ νόσων ἀμυντήριον, ἐκτενῶς σοι κράζομεν· Χριστοφόρε Ἀθλητὰ πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταχὺς βοηθὸς δεομένων σου.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Καὶ πῶς λοιπόν, μὴ σὴ ζητῶ ἀντίληψιν; ἢ προσφύγω, ἐν σοὶ καὶ σωθήσομαι; Τίνα θερμὸν ἔξω βοηθόν, συμφοραῖς παλαίειν, καὶ ὀργῇ θείᾳ κλονούμενος; Σὲ αἰτοῦμαι πρέσβυν, καὶ προστάτην μεσίτην τε, καὶ προσπίπτω τῇ κάρᾳ σου σῶσόν με.
Τὸν ποταμόν, τὸν δροσερὸν τῶν θαυμάτων σου, τὸν πλουσίως ἄνωθεν δωρούμενον, τοῖς εὐσεβέσι καὶ ταπεινοῖς, Ἅγιε σοῖς δούλοις, προσπίπτουσι καὶ αἰτοῦσί σε· ὀργῆς ἀπαλλαγέντες, μεγαλύνομεν Μάρτυς, καὶ προστρέχομεν κάραν σου πάντιμον.
Σὲ τὸν λαμπρόν, τῆς εὐσεβείας ὑπέρμαχον, εὐφημοῦμεν, τεῖχος σε κηρύττοντες, καὶ καταφύγιον τῶν πιστῶν, Χριστοφόρε Μάρτυς· μὴ οὖν παρίδῃς σοὺς ἱκέτας, ἡ χαρὰ θλιβομένων, ἰατρὸς ἀσθενούντων, κλονουμένων ἰσχὺς καὶ ἑδραίωμα.
Θεοτοκίον.
Πῶς ἐξειπεῖν, Σοῦ κατ’ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; ἀλλ’ ὢ τῆς Σῆς προνοίας, καὶ τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸν παραπήλαυσα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Εὐχαρίστως κράζει σοι· χαῖρε θεοδόξαστε, χαῖρε θεόσοφε, χαῖρε θεῖον εὖχος, χαῖρε εὐσεβῶν φύλαξ παμπόθητος, χαῖρε εὐζωΐα, καὶ ἀρωγὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
Οἱ μισοῦντές με μάτην, ἐχθροὶ παλαιμναῖοι, λάκκον μοι ὤρυξαν, καὶ ζητοῦσιν ἅμα, τὸ ταλαίπωρον σῶμα προστρῖψαί μου, καὶ καταβροχθίσαι, ζωὴν ψυχὴν ἐπιζητοῦσιν· ἀλλ’ ἐκ πάντων πρόφθασον ἐκλύτρωσαι.
Ἀπὸ πάσης χαλάζης, καὶ ὀργῆς καὶ νόσου, καὶ θλίψεως λύτρωσαι, τῇ σῇ μεσιτείᾳ, καὶ εὐχῇ σὺ φύλαξον ἄτρωτα, ἐκ παντὸς κινδύνου, κήπους ἀργούς τε καὶ ἀμπέλους, τιμώντων σε Μάρτυς πολύαθλε.
Θεοτοκίον.
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ Σῇ δυνάμει, ἐν τῇ σκέπῃ Σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων με Κόρη πανύμνητε.










ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ νέφη, τῶν συμφορῶν ἐκάλυψαν, τὴν ῥεούσάν μοι ζωὴν καὶ τὴν κτῆσιν, καὶ κλονισμόν, ἐπιφέρουσιν Ἅγιε· ἀλλ’ ὡς ἀθλήσας γενναίως ὑπὲρ Χριστοῦ, ἀπέλασον πάντα μακράν, εὐπροσδέκτοις εὐχαῖς σου πρὸς Κύριον.
Ἀνάψυξιν, ἐν τοῖς δεινοῖς σὲ ἔτυχον, καὶ φύλακα καὶ ζωῆς μου προστάτην, καὶ τέλος καταστροφὴν τῶν βλαπτόντων, καὶ ποταμὸν συμπαθείας ἀδάπανον, καὶ πασῶν μου τῶν συμφορῶν, Χριστοφόρε τὴν ταχεῖαν ἐπίλυσιν.
Κηρύττω σου, τὴν θερμήν τε πρεσβείαν, καὶ τὴν παῦσιν τῶν κακῶν μου ἁπάντων· καὶ τὴν ῥοήν, τῶν θαυμάτων σου Μάρτυς, καὶ τὴν πολλὴ συμπαθῆ σου ἀντίληψιν, χριστώνυμε τῶν Ἀθλητῶν, τὸ ἐξαίσιον θαῦμα καὶ σέμνωμα.
Θεοτοκίον.
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμήν, κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλη τῶν θλίψεων, ἀλλ’ εὕροιμί Σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην πανάχραντε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστάτην σε ἐπικαλούμεθα ἄγρυπνον, καὶ μεσίτην ὑπὲρ ἡμῶν τῷ Θεῷ εὐδυσώπητον· μὴ παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλ’ ἐπάκουσον ὡς συμπαθής, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν πιστῶς προσφευγόντων σοι· ἔκτεινον σὴν πρεσβείαν, καὶ σπεῦσον εἰς μεσιτείαν, ὁ προστατεύων ἡμᾶς, Χριστοφόρε τιμῶντάς σε

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴ ἀποστερήσῃς με σῆς εὐπροσδέκτου πρεσβείας, Χριστοφόρε ἔνδοξε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· καὶ γὰρ συνέχει με, θλῖψις οὐ βαστάζω, τὰ δεινὰ καὶ πέποιθα, τῇ σῇ ἀντιλήψει πανεύφημε, μὴ γὰρ ἀποῤῥίψῃς, κατώδυνον δέησιν ἡμῶν, ἀλλ’ ἀπολύτρωσαι Ἅγιε, πάντας τοὺς τιμῶντάς σε.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Φῶς ὁ κηρύξας Χριστοφόρε, τιμωρούμενον ὀργὴ τοῦ Θεοῦ Λόγου, ἀνακούφισον σύ, φωτὶ τῶν πρεσβειῶν σου· ὅπως πιστῶς γεραίρω σε, καὶ προστρέχω σῇ πρεσβείᾳ.
Φύλαξ γενοῦ μοι καὶ προστάτης, καταφύγιον καὶ κραταιὸς μεσίτης, στερηθέντα λοιπόν, ἁπάσης βοηθείας, Μεγαλομάρτυς ἔνδοξε, σὺ ἐκλύτρωσαι κινδύνου.
Ὅλῃ ψυχῇ τε καὶ καρδίᾳ, διανοίᾳ τε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῆς σῆς, μεγάλης προστασίας, ἐκλυτρωθεὶς κινδύνου τε, καὶ ὀργῆς τῆς ἐκ χαλάζης.
Θεοτοκίον.
Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ Σου ἐλέει.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Διὰ φίλτρον Δεσπότου θεομάκαρ, σὺ παρεῖδες στεῤῥέ, αἰκίσεις τοῦ Δεκίου, καὶ τὰς πολλὰς βασάνους, ἀλλὰ δίδου μοι χεῖρα Χριστοφόρε, λυτρωσάμενός με, τῶν συμφορῶν πασῶν τε.
Ἐπιφοραὶ κίνδυνοι καὶ ἀνάγκαι, εὕροσάν με Μάρτυς, καὶ κακόχυμοι βίαι, καὶ βλαπτικῶν ἀνέμων αἱ ἀντίπνοιαι· ἀλλὰ λύτρωσαί με, αὖθις περαιτέρω, τῆς τῶν ἁπάντων βλάβης.
Σὺ αἰτήσω παρὰ τοῦ πάντων Δεσπότου, τοῦ λυτροῦσθαι πιστῶν, τοὺς κήπους καὶ ἀμπέλους, καὶ πἆν εἶδος ἑορταζόντων σε Μάρτυς· ὅπερ ἐξεπλήρου, σὺ καὶ ὁ Δεσπότης, παμμάκαρ Χριστοφόρε.
Θεοτοκίον.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ Σου σκέπῃ.














ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Πρὸς ποῖον νῦν προσφύγω Μάρτυς σοφέ; ἢ προσπέσω θερμῶς καὶ λυτρώσεται; Ποῦ πορευθῶ; Ποίαν ἄλλην εὕρω τὴν προσφυγήν; Ποίαν λοιπὸν ἀντίληψιν; Καὶ τίς ἐν ταῖς θλίψεσι βοηθεῖ; Εἰς σὲ μόνον ἐάσω, ἐμὲ καὶ κτῆσιν πᾶσαν, ὦ Χριστοφόρε θαυματόβρυτε.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα σῆς κάρας θεόσοφε, καὶ τὴν πληθύν, ὅσων θαυμασίων τίς ἐξειπεῖν; τῶν πιστῶς ἐκτελούντων σου, μέμνησο σὴν ἁγίαν μνήμην ὦ Ἀθλητά· καὶ εὐσεβῶς τιμῶσι, καὶ στοργῇ σεβομένοις, ἡμῖν γενοῦ τε πρέσβυς ἄγρυπνος.
Ἐπίσκεψαι ἐξ ὕψους μάκαρ σοφέ, κἀμὲ τὸν σόν, ἄτορον ὑμνολόγον, καὶ τοὺς ἐμοί, αἰτίαν ταύτην δόντας, ἀγάπης στοργῇ πολλῇ· καὶ τὰς ἀμπέλους φύλαττε, καὶ κήπους καὶ ἀρούρας σῶν ἱκετῶν, καὶ ἐξ ὀργῆς χαλάζης, καὶ πάσης ἄλλης νόσου, χριστώνυμε καὶ Μάρτυς λύτρωσαι.
Θεοτοκίον.
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν Σου πᾶσιν ὁμολογῶ· καὶ τὰς εὐεργεσίας Σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Σιδηρᾷ σου ῥάβδῳ τῶν προσευχῶν, Χριστοφόρε Μάρτυς ἀποδίωξον ἐφ’ ἡμῶν, τὰς λοιμώδεις νόσους, καὶ βράβευσον εἰρήνην, τοῖς πίστει ἐκτελοῦσι σοῦ τὸ μνημόσυνον.
Δεῦτε ἐπαξίως οἱ εὐσεβεῖς, μέλψωμεν ἐν ὕμνοις, Χριστοφόρον τὸν Ἀθλητήν, μέγιστον φανέντα, ἐ Μάρτυσι καὶ στέφος, διὰ χειρὸς Κυρίου ἀναδεξάμενον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.









Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, σὺ προστάτης ἀληθής, τῶν ἑορταζόντων σὴν μνήμην, Ἀθλητὰ γεγένησαι, Χριστοφόρε πανεύφημε· ὡς γὰρ ἐξαιτήσω, τοῦτο καὶ ἀπείληφας, παρὰ τοῦ σοῦ Ἰησοῦ, προσβολὴν χαλάζης σοβεῖς, θεραπεύεις νόσους, καὶ πάσαν ἐπήρειαν λύεις· ὅθεν, καὶ αἰτοῦμέν σε Μάρτυς, οἱ δοῦλοί σου, ὕψωσον ἱκέτιδας χεῖρας, καὶ ῥῦσαι ὀργῆς τοὺς τιμῶντας, καὶ τὴν θείαν μνήμην σου γεραίροντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου