Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 20. ΟΣΙΟΙ ΝΙΚΗΤΑΣ, ΙΩΣΗΦ & ΙΩΑΝΝΗΣ ΝΕΑΣ ΜΟΝΗΣ ΧΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


Τῌ Κ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΟΣΙΩΝ ΚΑΙ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΝΙΚΗΤΑ, ΙΩΣΗΦ & ΙΩΑΝΝΟΥΤΩΝ ΚΤΙΤΟΡΩΝ ΝΕΑΣ ΜΟΝΗΣ ΧΙΟΥ
Ποίημα Νικηφόρου τοῦ Χίου͵αωδ´ (1804)

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες, ὕμνοις τιμήσωμεν, τοὺς τρεῖς ἡμῶν Πατέρας, τοὺς τιμήσαντας σφόδρα, Τριάδα Παναγία παντοδαπῶν, ἀρετῶν ἐπιδείξεσι, καὶ τὸν ἰσάγγελον βίον ἐπὶ τῆς γῆς, καὶ οὐράνιον διήνυσαν.

Τῶν ἐγκωμίων τὰ ἄνθη περιδρεψάμενοι, ἀειθαλεῖς στεφάνους, ἀναπλέξωμεν τούτοις, πρὸς γὰρ τοὺς ἀοράτους τῶν δυσμενῶν, ἀνδρικῶς ἠγωνίσαντο, καὶ τὰς ἐκείνων κατήργησαν μηχανὰς, τοῦ Σταυροῦ τη θείᾳ χάριτι.

Φαεινοτάτους φωστῆρας, ἡ Χίος ἔγνωκε, τῶν ἀρετῶν ταῖς αἴγλαις, καταυγάζοντας ταύτην, ὑμᾶς θεῖοι Πατέρες, τῶν ἀσκητῶν ἱεὸν ἐγκαλλώπισμα, καὶ ἀρχηγοὺς μονοτρόπων τῶν ἐν αὐτῇ, θεοσόφους καῖ συλλήπτορας.

Τοὺς ἀκηράτους καὶ θείους, καρποὺς τοῦ Πνεύματος, ἐπὶ τῆς γῆς Πατέρες, ὡς θεόφυτα ξύλα, βλαστήσαντες ἀξίως ἐν οὐρανοῖς, τῆς τρυφῆς ἀπολαύετε, τοῦ γνωστικοῦ καὶ ἀφθάρτου ξύλου σεπτοὶ, θείας γνώσεως πληρούμενοι.

Δόξα. Ἦχος πλ. α´.
Ὅσιοι Πατέρες, Νικῆτα, Ἰωάννη, καὶ Ἰωσὴφ, ὁ κόσμος κατὰ Παῦλον, οὐχ ὑμῶν ἐφάνη ἄξιος. Ἐν ἐρημίαις γὰρ πλανώμενοι, καὶ ὄρεσιν ἐντρεφόμενοι, σπηλαίοις τε καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐνοικοῦντες, ὑπερκόσμιοι γεγόνατε, καὶ τοῦ οὐρανοῦ οἰκήτορες ἄξιοι· αἰτήσατε οὐν ἡμῖν, ειρήνην παρὰ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.




Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅπαντες ἀδελφοὶ, συνέλθωμεν προθύμως, τὴν μνὴμην ἑορτάσαι, Νικήτα, Ἰωάννου, καὶ Ἰωσὴφ τοῦ μάκαρος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Χάρις προφητικὴ τοῖς θείοις ἐπεδόθη, Νικήτᾳ, Ἰωάννῃ, καὶ Ἰωσὴφ τῷ θείῳ, τοῦ γνῶναι τὰ ἐσόμενα.

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Ἐν ὕψει ἀρετῶν, ἤστραψαν ὡς ἀστέρες, διὸ καὶ τῆς ἐνθέου, ἠξιώθησαν δόξης, Θεῷ νῦν παριστάμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανάχραντε Ἁγνὴ, σὺν τοῖς σεπτοῖς Ὁσίοις, ποιήσατε πρεσβείαν, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα, περιφρουρεῖν τὴν ποίμνην σου.

Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.























ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Τῆς ἑορτῆς β´ καὶ τῶν Ἁγίων δ´. Ἦχος πλ. δ´. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;
Ποίαν ὑμνωδίαν προσείσωμεν, ἐπαινοῦντες ἐπαξίως τοῖς πατράσι τοῖς σεπτοῖς; Οὓς Τριὰς ἡ Παναγία, κατεστέψατο λαμπρῶς, ὡς ταύτην εἰκονίζοντας τῷ πνεύματι, καὶ θείοις ἀγωνίσμασιν ἐμπρέμψαντας, θεῖον ναόν τε ἐγείραντας, περικαλλῆ καὶ θαυμάσιον, αἰτοῦντας δὲ τοῦ σωθῆναι τὰς ψυχᾶς ὑμῶν.

Ὅσιοι Πατέρες θεσπέσιοι, κατὰ χρέος εὐφημούμεν, τοὺς ἀγῶνας τοὺς σεπτοὺς, οὕς ὑπέστητε γενναίως, κατ᾿ ἐχθρῶν τῶν ἀφανῶν, καὶ νίκης κατὰ αὐτῶν ᾔρατε τρόπαια, τῷ ὅπλῳ τοῦ Σταυροῦ καθοπλισάμενοι, καὶ προσευχῶν ἐν τοῖς βέλεσι, δεινῶς αὐτοὺς τραυματίσαντες, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί ὑμᾶς προσείπω θαυμάσιοι; Ἰωάννη θεοῤῥῆμον, καὶ Νικῆτα θαυμαστὲ, Ἰωσὴφ ὁ ἐγκρατείας, στάθμη ἔνθεος ὀφθείς; Τὴν χάριν γὰρ Θεοῦ ὁ μὲν ἐκτήσατο, τὴν νίκην κατ᾿ ἐχθρῶν ἕτερος ᾔρατο, ὁ δὲ τὸ σώφρων ἐπηύξησε, τοῦ συνωνύμου ταῖς χάρισιν. Αἰτήσατε τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Τί ὑμᾶς καλέσωμεν Ὅσιοι; Ἀρχηγοὺς τῶν μοναζόντων, τῶν ἐν Χίῳ θαυμαστοὺς, ἤ μιγάδων θείαν στάθμην, καὶ κανόναν ἱερόν; Ἀσκήσεως γὰρ πόνοις μόνοι πρότερον, ἰσάγγελον ἐκτήσασθε πολίτευμα, εἶτα μονὴν ἀνηγείρατε, τῆς ἀρετῆς παιδευτήριον, καὶ ὄφθητε, ὁδηγοί τε καὶ προστάται ψυχῶν.

Δόξα. Ἦχος πλ. β´.
Ἀσκητικὴν ὁδεύσαντες ὁδὸν, παθῶν σαρκὸς ὁρμὰς ἐνεκρώσατε, Πατέρες τρισόλβιοι. Ἐν γὰρ δυσβάτοις ὄρεσι, καὶ κρημνώδεσι φάρραγξι διαιτώμενοι, τὸ κατ᾿ εἰκόνα Θεοῦ ἀλώβητον ἐτηρήσατε. Ὅθεν, θείαν εἰκόνα τῆς Ἀειπαρθένου καὶ Θεομήτορος, περιλαμπομένην φωτὶ, ὡς ἀστέρα φαεινὸν ἐν τόπῳ ἀλσώδει θεωρήσαντες, ναὸν ἐκεῖ περικαλλῆ καὶ ὡραῖον, καὶ μονὴν τὴν νέαν, βασιλικοῖς ἀναλώμασιν ἀνῳκοδομήσατε. Ἣν ταῖς ὑμετέραις εὐχαῖς, ἀσινῆ εἰς τοῦς αἰῶνας φυλάττοιτε, ἀποσοβοῦντες τὰ θράση τῶν βαρβάρων ἐχθρῶν, καὶ πᾶσαν ἐπήρειαν.

Καὶ νῦν. Τῆς ἑορτῆς.



Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Bασιλειῶν Γ´ τὸ Ἀνάγνωσμα.(γ´ 15, η´ 50, 28-30).
Ἔστη Σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασε τὰς χεῖρας αὑτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ, οὐκ ἔστι Θεὸς ὡς σὺ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα ἐν τῷ ὀνόματί σου; Πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου, πρὸς σὲ σήμερον. Τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον, ὃν εἶπας, ἔσται τὸ ὄνομά σου ἐκεῖ. Τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου, καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύχωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ, εἰς τὸν τόπον τῆς κατοικήσεώς σου ἐν τῷ οὐρανῷ, καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ αὐτοῖς.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Τὴν ἱερὰν τῆς Χίου ἀπαρχὴν, καὶ τὸ σεπτὸν πρὸς Θεὸν ἀκροθίνιον, εὐφημήσωμεν πιστοὶ, τὴν τρισάριθμον χορείαν τῶν Ὁσίων, καὶ τρίφωτον λαμπάδα, οὗτοι γὰρ πρώτοι τῶν ἐν αὐτῇ, πάντα καταλιπόντες τὰ ἐν γῇ, καὶ Χριστῷ ἀκολουθήσαντες, διὰ παντοίων πόνων τῆς ἀσκήσεως, αὐτῷ εὐηρέστησαν. Καὶ ταῖς ἀκτῖσι τῶν θεουργῶν ἀρετῶν ἀστράψαντες, ὁδηγοὶ κοινοῦ καὶ ἀγγελόφρονος βίου ἐχρημάτισαν. Καὶ νῦν ἐν οὐρανοῖς, τῷ θείῳ τῆς Ἀρχιφώτου Τριάδος φωτὶ παριστάμενοι, πρεσβεύουσι φωτισθῆναι καὶ σωθῆναι τοὺς τιμῶντας αὐτούς.

Ὁ αὐτός.
Τὰ τῆς Χίου περικαλλὴ ἀναθήματα, σήμερον πιστοὶ ἀξίως ὑμνήσωμεν, Νικήταν τὸν ἔνδοξον, καὶ τὸν θεοφόρον Ἰωάννην, σὺν Ἰωσὴφ τω κλεινῷ. Οὗτοι γὰρ οἱ καρτερόψυχοι, τὰς φάλαγγας τῶν δαιμόνων τροπώσαντες ἐν γῇ, ἐν οὐρανοῖς ἐπαξίως αὐλίζονται, καὶ ἀμέσως τῇ Τριάδι παριστάμενοι, πρεσβεύουσι σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β´.
Ἐπέστη ἡμῖν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος, τῶν θεοφόρων ἡμῶν Πατέρων. Δεῦτε δὴ πάντες οἱ τούτων ὀπαδοί, τὴν θήκην τῶν ἱερῶν αὐτῶν λειψάνων, μετ᾿ εὐλαβείας κυκλώσαντες εἴπωμεν· Πατέρες θεῖοι, οἱ τὸν ζυγὸν τοῦ Χριστοῦ προθύμως ἀράμενοι, καὶ τὰς ἐντολὰς Αὐτοῦ καλῶς φυλάξαντες, καὶ ἡμᾶς τοὺς ἀθλίους, εἰς τὴν αὐτῶν ἐνισχύσατε τήρησιν, τῆς ματαίας ῥυόμενοι τύρβης, καὶ γεώδους προσπαθείας. Ὑπὸ δὲ τῆς τούτων ζοφωθέντες ἀχλύος, τῶν πρὸς Θεὸν συνθηκῶν ἡμῶν ἐπελαθόμεθα. Ἀλλ᾿ ὡς τῷ ἀπροσίτῳ τῆς θεότητος φωτὶ παριστάμενοι, καὶ ταῖς παρ᾿ Αὐτοῦ θείαις ἐλλαμπόμενοι ἀκτῖσι, φωτισμὸν καὶ ἱλασμὸν ἡμῖν ἐξαιτήσατε, τοῖς τὴν ἱερὰν ὑμῶν μνήμην γεραίρουσι.

Ἦχος γ´.
Τοὺς ἐπιγείους Ἀγγέλους, καὶ οὐρανίους ἀνθρώπους τοῦ Θεοῦ, τοῦς τρεῖς θεοφόρους ἡμῶν Πατέρας, δεῦτε πάντες εὐφημήσωμεν. Οὗτοι γὰρ οἱ ἀοίδιμοι, τῶν οὐρανίων ἐφιέμενοι ἀγαθῶν, τῶν ἐπὶ γῆς τερπνῶν κατεφρόνησαν. Δι᾿ ὃ καὶ τὸν Σταυρὸν ἀναλαβόντες, τοῦ Χριστοῦ, ἅπαντα τὸν ἑαυτῶν βίον, ἀρετὴς ἀγωνιστήριον ἀνεδείξατο. Νικήτας, ὁ νίκην κατ᾿ ἐχθρῶν ἀράμενος· καὶ Ἰωάννης ὁ χαριτώνυμος· σὺν Ἰωσὴφ τῷ τρισολβίῳ. Ὡς ἔχοντες οὖν παῤῥησίαν πρὸς Χριστὸν, Πατέρες οὐρανόφρονες, καὶ ἡμέτεροι προστάται, Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σῶσαι τᾶς ψυχὰς ἡμῶν.

Ἦχος δ´.
Σπηλαίῳ ἐνωκήσατε διὰ βίου, τὴν τοῦ ἐν σπηλαίῳ τεχθέντος, μιμούμενοι πτωχείαν, ἀποχωρήσαντες δὲ τὸν νοῦν, τῶν ὑλικῶν ἀπάντων, δι᾿ ἐγκρατείας ψάλλοντες ψαλμωδίας τε καὶ προσευχῇ, Αὐτῷ προσεκαρτερήσαντες. Ὅθεν τῷ πνεύματι τὴν διάνοιαν ἐλλαμφθέντες, τὰ μέλλοντα τῷ Μονομάχῳ προειρήκατε, καὶ τὴν τοῦ περικλεστάτου τούτου Ναοῦ οἰκοδομὴν ἐξῃτήσασθε. Ἐν ᾧ καὶ ἡμεῖς συνελθόντες, ἑορτάζομεν πόθῳ τὴν μνήμην ὑμὦν, ἐκτενῶς δεόμενοι, ἵνα πρεσβεύητε πρὸς Κύριον, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α´.
Πανηγύρεως ἡμέρα τῶν θεοφόρων ἡμῶν Πατέρων, συνευφρανθῶμεν ἐνθέως ἀδελφοί, καὶ πνευματικῶς μελωδοῦντες, εὐφημήσωμεν αὐτούς. Χαίρετε λέγοντες, Ὁσίων ἐγκαλλώπισμα, οἱ κατὰ Παῦλον σκύμβαλα ἡγησάμενοι πάντα, καὶ τῷ Χριστῶ ὁλοψύχως ἀκολουθήσαντες. Χαίρετε οἱ ἐν ὅρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐγκρυπτόμενοι, καὶ μόνως μόνοι, τῷ Θεῷ ἀδιαλείπτως προσευχόμενοι. Χαίρετε, οἱ τὰς ψυχὰς ἀγνισθέντες θεοπρεπῶς, καὶ πνευματικῆς πλησθέντες χάριτος, εἰς τὸ προφητεύειν τὰ μέλλοντα. Ἐπίγειοι Ἄγγελοι, οὐράνιοι ἄνθρωποι, θερμοὶ προστάται ἡμῶν καὶ κηδεμόνες. Ὡς ἔχοντες παῤῥησίαν πρὸς Θεὸν, αἰτήσατε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος, τοῖς ἐκ πόθου τελοῦσι τὴν μνήμην αὐτῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Δεῦτε ἐν θείοις ὕμνοις πιστοί, τοὺς τρεῖς Πατέρας εὐφημήσωμεν σήμερον, Νικήταν τὸν καθαιρέτην, τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἰωσὴφ τὸν θεῖον καὶ θεόφρονα, τὸν σάρκα τῷ πνεύματι, δουλωσάμενοι ἄριστα, καὶ Ἰωάννην τὸν δοχείον γενόμενοι, θείας χάριτος, καὶ ἀξίως ἐπώνυμον, κράζοντες παναοίδιμοι, Πατέρες δοξάζομεν, τοὺς ἱεροὺς ὑμῶν ἄθλους, καὶ τοῦς ἀγώνας θαυμάζομεν, οὓς ἐνθέως ζῶντες, ὑπηνέγκατε προθύμως μακαριώτατοι.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Χαίροις, ἡ τῶν Ὁσίων Τριὰς, ἡ θεία θείων τὴν Τριάδα λατρεύουσα, Πατέρα Υἱὸν καὶ Πνεῦμα, τὴν ἐνιαίαν ἀρχὴν, ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ δεήσεσι, καὶ πόνοις ἀσκήσεως, καὶ ἀγῶσι μακάριοι, σῶμα νεκροῦντες, καὶ ψυχὴν ἐκκαθαίροντες, θείοις νάμασι τῶν δακρύων ἐκάστοτε, τῆς θείας χάριτος ὄντως, καὶ οἰκητήριον ἅγιον, ἧς ἀξιωθῆναι, καὶ ἡμᾶς ἐκδυσωπεῖτε, τὸν πανοικτίρμονα.

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Χαίροις τῶν ἀσκητῶν ἡ Τριὰς, Νικῆτα νίκης, ὁ φερώνυμος χαῖρέ μοι, καὶ χάριτος τῆς ἐνθέου, ὁ ἐπωνύμως κληθεὶς, Ἰωάννη χαῖρε παναοίδιμε· Παγκάλου ὁμώνυμε, Ἰωσὴφ καὶ ὁμότροπε, χαῖρέ σοι, ᾄδω, σωφροσύνης τὸ ἄγαλμα, ἡ Τριὰς ὁμοῦ, χαίροις πᾶσα τηρήσασα, ὅλως ἀδιαλώβητον, εἰκόνα τοῦ Κτίστου σου, καὶ ἐφικτὸν ὡς ἦν ὄντως, ταῖς ἀρεταῖς πρὸς ὁμοίωσιν, Θεοῦ ἀναβάσα, ὃν ἱκέτευε σωθῆναι τοὺς ἀνυμνοῦντάς σε.

Δόξα. Ἦχος πλ. δ´.
Σολομὼν μὲν ὁ θαυμάσιος, πάλαι τὸν Ναὸν οἰκοδομήσας, ἔστη πρὸ τοῦ θυσιαστηρίου παρὰ Θεοῦ ἐξαιτούμενος, εἶναι τοὺς ὀφθαλμοὺς Αὐτοῦ, ἀνεῳγμένους εἰς Αὐτὸν, καὶ εἰσακούειν τῆς ἐν Αὐτῷ τοῦ λαοῦ δεήσεως. Ὑμεῖς δὲ πανεύφημοι τὸν περίκλυτον τοῦτον δομησάμενοι Ναὸν, ὑμῖν τοῖς ἐν Αὐτῷ ἀναξίως προσυεχομένοις, διηνεκῶς παρ᾿ Αὐτοῦ, τῶν ἀμαρτιῶν ἐξαιτεῖσθε τὴν λύσιν, καὶ τὸν θεῖον Αὐτοῦ καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α´. Τοὺς τρεῖς μεγίστους φωστῆρας.
Τοὺς τρεῖς Ὁσίους Πατέρας, τοῦς ἐν ἀσκήσει ἐκλάμψαντας, καὶ τὴν Χίον πᾶσαν, ἐνθέου βίου ταῖς ἀκτῖσι φωτίσαντας, τοὺς θεοκινήτως Μονήν, τοῖς μονοτρόπων πλήθεσιν, ἀνεγείραντας ἀξιάγαστον, τὸν ἔνδοξον Νικήταν, καὶ Ἰωάννην τὸν χαριτώνυμον, σὺν Ἰωσὴφ τῷ γενναίῳ, καὶ τὸν νοῦν θεόφρονι. Πάντες οἱ τῶν τρόπων αὐτῶν ἐρασταὶ, ἀθροισθέντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.

Καὶ Ἀπόλυσις.








ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἀσκήσει τὴν ψυχὴν, καθαρθέντες ἐνθέως, ἐφάνητε λαμπροὶ, ἀρετῶν ταῖς ἀκτῖσι, Πατέρες παναοίδιμοι, τῆς Τριάδος ἰσάριθμοι, καὶ τὰ μέλλοντα θεόθεν θεῖοι προγνόντες, ἐδηλώσατε τῷ Μονομάχῳ ἐν Λέσβῳ, καὶ ἔργον ἡ πρόῤῥησις.
Δόξα. Ὅμοιον.
Τριάδα τὴν σεπτὴν, τῶν Ὁσίων ὑμνοῦντες, βοήσωμεν Χριστῷ, πολυέλεε Σῶτερ, ἱλάσθητι τοῖς δούλοις Σου, ἱκεσίαις δεξάμενος τῶν Ἁγίων Σου, τῶν ἐν ἀσκήσει λαμψάντων, καὶ ὑπόδειγμα, ἐνθέου βίου ὀφθέντων, ἐν Χίῳ λαμπρότατον.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Μωϋσέως τῷ ζήλῳ, καὶ Ἠλιοῦ καὶ Προδρόμου μιμήσει θείᾳ σοφοὶ, ἐρήμοις ἐν ὄρεσι, διὰ βίου ὠκήσατε, ὦ Ἰωάννη μάκαρ, Νικῆτα ἀοίδιμε, Ιωσὴφ θεοφόρε, τῆς Χίου βλαστήματα, ὅθεν καὶ τὴν χάριν, προφητείας ἀξίως, θεόθεν εἰλήφατε, προθεσπίσαι τὰ μέλλοντα, Κωνσταντίνῳ τῷ Ἄνακτι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσιν πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς.
Τὸ ἐκ Θεοῦ προγνωσθὲν οἱ θεοφόροι, λαβόντες ἄμφω, Ἰωσήφ τε καὶ Νικήτας, πρὸς τὴν Λέσβον ἔπλευσαν, καὶ τῷ Κωνσταντίνῳ, ἐδήλουν λόγοις ἀπλάστοις, καὶ τὴν πολλὴν, ἄνιαν τὴν ἐν ἐκείνῳ μεταβαλεῖν, ἐπειρῶντο οἱ πάνσοφοι, τὴν Βασιλείαν λαβεῖν, προλεγόντες ἐκ Πνεύματος, καὶ πιστεῦσαι παρέπεισαν.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.
Θεοφόροι Πατέρες ὡς πρὶν ἐῤῥύσασθε, τῆς λοιμικῆς ἀσθενείας τὸν προσφυγόντα ὑμῖν, καὶ δεόμενον θερμῶς, τυχεῖν ἰάσεως, Ἱερεμίαν τὸν ὑμῶν, οἰκέτην Ἅγιοι πιστὸν, ὁράματι ἐποφθέντες. Οὕτω καὶ νῦν τῶν κατεχόντων παθῶν, πρεσβεύσατε ῥυσθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.





Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ια´ 27-30).(Ζήτει τῇ Ε´ Δεκεμβρίου, εἰς τὴν Λειτουργίαν).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ σῶν Ὁσίων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´.
Ἰσάγγελον βιοτὴν, ἐν γῇ βιώσαντες θεοφόροι, ἰσάγγελον ὲν οὐρανῶ παρὰ Θεοῦ ἐκομίσασθε εὔκλειαν, Ιωσὴφ, Νικῆτα, καὶ Ἰωάννη. Μὴ οὖν ἐλλίπητε πρεσβεύοντες Αὐτῷ, τοῦ ἐλεῆσαι καὶ σῶσαι τοὺς τιμώντας ὑμῶν τὸ μνημόσυνον.

Οἱ Κανόνες· πρῶτον τῆς ἑορτῆς καὶ εἶτα τῶν Ἁγίων οἱ ἑξῆς δύω.
Κανὼν α´ τῶν Ἁγίων.
Ὠδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Τὸν νοῦν μου καταύγασον, Τριὰς Ἁγίας σαῖς λάμψεσι, καὶ φώτισον δέομαι, τοῦ ἀνυμνῆσαί σου, τὴν τρισάριθμον χορείαν τῶν Ὁσίων, πηγὴ φωτοπάροχε τὴν σὲ δόξασασαν.
Πατέρες θεόφρονες, Τριάδος θείας θεράποντες, ἡμῖν καταπέμψατε, χάριν οὐράνιον, τοῖς γεραίρουσιν, ὑμῶν τὴν πολιτείαν, τὴν ὄντως ἰσάγγελον καὶ ὑπὲρ ἄνθρωπον.
Κόσμον ἀρνησάμενοι, καὶ τὰ ἐν κόσμῳ ἀοίδιμοι, Σταυρὸν δὲ ἀράμενοι, ἐπὶ τῶν ὤμων ὑμῶν τὸν χρηστὸν ζυγὸν, Χριστοῦ τοῦ πρᾳοτάτου, ἐν ᾧ θείαν εὔρατε, ψυχῆς ἀναύπασιν.
Θεοτοκίον.
Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν ᾀειμακάριστον καὶ Παναμώμητον.
Ἕτερος Κανών οὗ ἡ ἀκροστιχίς, κατὰ ἀλφάβητον καὶ ἐν τοῖς Θεοτοκίοις· Νικηφόρου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἀρματηλάτην Φαραώ.
Ἀπὸ χειλέων ἐναγῶν πανάγιοι, ὕμνον προσάδω ὑμῖν, ὁ ῥυπαρὸς ὅλος, ψυχῇ τε καὶ σώματι, ἀλλ᾿ εὐμενῶς προσδέξασθε, χριστομίμητοι τοῦτον, καὶ καθαρθῆναι με πρέσβευε, Τριὰς τῶν Ὁσίων πρὸς Κύριον.
Βίον Ἀγγέλων ἀληθῶς ἰσάγγελοι, διαβιοῦντες ἐν γῇ, Ὅσιοι Πατέρες, ἀσκητῶν τὸ καύχημα, ἀπάθειαν ἐκτήσασθε, καὶ πρὸς ἔνθεον ὕψος, τῶν ἀρετῶν ἀνεδράμετε, καὶ νῦν τοῖς Ἀγγέλοις ἡνῶθητε.
Γέγονας τύπος καὶ κανὼν ἀσκήσεως, ὦ μακαρία Τριὰς, εἶτα κοινοῦ βίου, ἱερῶς προέστητε, Νικῆτα παμμακάριστε, Ἰωάννη θεόφρον, καὶ Ἰωσὴφ παναοίδιμε, λύχνοι παμφαεῖς διακρίσεως.
Θεοτοκίον.
Ναοὶ Τριάδος λογικοὶ γεγόνατε, θεοπρεπῶν ἀρετῶν, τῷ ἐνθέῳ κάλλλει, θείως καλλυνόμενοι, δι᾿ ὅ σου Παναμώμητε, τὸν περίκλυτον τοῦτον, Ναὸν ἐν γῇ ἀνεγείραντο, οἱ σοὶ θεοφόροι θεράποντες.

ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
Ποθοῦντες τυχεῖν τῶν ουρανίων, τερπνῶν καὶ ἀῤῥήτων ἀγαθῶν, σπηλαίῳ ἐνωκήσατε, μόνῳ Θεῷ προσέχοντες, Πατέρες πανσεβάσμιοι, ὧν νῦν τυχόντες ἀγάλλεσθε.
Ἠλίαν ζηλοῦντες τὸν Προφήτην, καὶ τρίβοι ταῖς θείαις ἀπλανῶς, τοῦ Βαπτιστοῦ ἐπόμενοι, Πατέρες οὐρανόφρονες, τὸν βίον διηνύσατε, ἐνθέως πάντα ἀοίδιμοι.
Προβάτειον ὄρος ἡγιάσθη, Ὁσίων τοῖς βήμασι τριῶν, ἐκεῖ δὲ κατεπάτησαν, τὴν κεφαλὴν τοῦ ὄφεως, τοῦ ἐν Ἐδὲμ τὸ πρότερον, Ἀδὰμ καὶ Εὔαν πτερνίσαντος.
Θεοτοκίον.
Ἐξ ὕψους τοῦ ὄρους καθεώρων, ἐν ἄλσει τὸ σύνεγγυς νυκτὸς, φῶς ἀπαστράπτον Πάναγνε, ὡς Μωϋσῆς ἐν ὄρει Σινᾷ, ἔνθα εἰκόνα εὔροσαν, σοῦ τῆς Θεοτόκου οἱ Ὅσιοι.

Ἕτερος. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Δαυϊτικῶς τοὺς ὀφθαλμοὺς, εἰς τὰ οὐράνια ὄρη, τῆς ψυχῆς ὑμῶν Πατέρες ὑψοῦντες, ἐξῃτεῖσθε ἐκτενῶς, θεόθεν τὴν βοήθειαν, ἧσπερ ἐπιτυχόντες, ἰσχὺν δαιμόνων ὠλέσατε.
Ἐπὶ τῶν θείων ἐντολῶν, τὴν ἀῤῥαγῆ Χριστοῦ πέτραν, ἐπεστήσατε ἑδραίως τοῦς πόδας, θεοφόροι τὴν ὁδὸν, τὴν κατὰ βίον ἅπασαν, ἀπτώτως διελθόντες, ἐν οὐρανοῖς ἐσκηνώσατε.
Ζωὴν θεόφρονες σοφῶς, τὴν κατὰ κόσμον μισοῦντες, καὶ πτερούμενοι Χριστοῦ τῇ ἀγάπῃ, ᾐρετίσασθε οἰκεῖν, ἐν ἐρημίᾳ Ὅσιοι, τὴν μακαρίαν ὄντως, ζωὴν ποθοῦντες καὶ ἄληκτον.

Θεοτοκίον.
Ἰσχύν μοι δώρησαι Ἁγνὴ, κατὰ παθῶν ὀλεθρίων, καὶ πρεσβείαις σου περίζωσον κράτος, κατ᾿ ἐχθρῶν τῶν νοητῶν, καὶ αἰσθητῶν ἐκλύτρωσαι, τῆς ἐπηρείας Κόρη, τὸν ἱσχυρὸν ἡ κυήσασα.

Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐν ἀσκήσει ἐκλάμψαντες νοητῶς, ὡς τρισήλια φῶτα ἐπὶ τῆς γῆς, θαύμασιν ἐκλάμπετε, τὰ τῆς Χίου πληρώματα. Δι᾿ ὅ, ληστὰς βαρβάρους, ἀθέους αἰθίοπας, τῇ Μονῇ προσελθόντας, ὡς ταύτην συλύσοντας, καὶ πρὸς Ναὸν τὸν θεῖον, τὸν ὄντως πανθαύμαστον, ἄνω ἀναβάντας, καὶ ὀρύζοντας σμύλῃ, πῦρ ἀθρῶον πέμψαντες, τούτους ἀπετρεφώσατε, καὶ τὸ θαῦμα κηρύττεται, ἕως τοῦ νῦν ἐν τῇ Μονῇ. Ἡ δἐ ὀπὴ τοῦτο δείκνυσιν, ἐν τῇ γῇ ὁρωμένη πανθαύμαστη.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον.
Γνωρίσαι ποθοῦντες, τὶ ἄρα τὸ φῶς, σπουδῇ θεοφόροι ἀπήρξασθε, τὸ ἄλσος καίειν, ἀλλὰ ἔστη θαυμαστῶς, ἡ φλὸξ ἡ ὑπερβάλλουσα, τῆς μυρσίνης ὅλως μὴ ψαύσασα.
Πόῤῥωθεν ὁρῶντες, τὸ θαῦμα ὑμεῖς, ἐκθαμβοι γεγόνατε Ἅγιοι, ὅτι τῆς μύρτου, οὐ καθήψατο τὸ πῦρ, ἔνθεντοι προσπελάσαντες, εὕρατε εἰκόνα τὴν Ἄχραντον.
Πρὸ τῆς νομικῆς ὀρχούμενος Κιβωτοῦ, πάλαι μὲν Δαυῒδ ὁ θεόληπτος, ἔψαλλε χαίρων, τῇ εἰκόνι δὲ ὑμεῖς, γονυκλιτοῦντες Ὅσιοι, λίαν ἀσυγκρίτως ἠγάλλεσθε.
Θεοτοκίον.
Ὅτε τὴν εἰκόνα σου εἶδον Ἁγνὴ, ἡδονῆς ἀφθάρτου ἐπλήσθησαν, καὶ εὐφροσύνης, οἱ θεράποντες οἱ σοὶ, ὑμνοῦντες καὶ δοξάζοντες, τὴν σὴν πρὸς αὐτοῦς θείαν πρόνοιαν.

Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.
Ἡσύχῳ νῷ, Ὅσιοι Θεῷ ἐνούμενοι, τῶ ἀΰλως, ψυχαῖς ἐμβατεύοντι, ταῖς καθαραῖς, καὶ τῶν ἀρετῶν, κατηγλαϊσμέναις, ταῖς λαμπηδόσι μακάριοι, προέγνωτε τὰ πόῤῥω, ὡς παρόντα βεβαίως, καὶ ἐκ τούτου τοῖς πᾶσιν ἐγνώσθητε.
Θεὸς ἡμᾶς, θαύμασι δοξάσας ἔδειξεν, ἐν τῷ κόσμῳ, καὶ σαφῶς ἐγνώρισε, Νικῆτα μάκαρ, σὺν Ἰωσὴφ, καὶ τῷ Ἰωάννῃ, καὶ ἰδιώταις καὶ ἄρχουσι, πρὸς δὲ καὶ βασιλεῦσιν, ὡς Προφήτας ἐνθέους, τῶν μελλόντων, Πατέρες θεσπέσιοι.
Ἰλὺν παθῶν, πρότερο ἀποξηράναντες, ἐν ἀσκήσει, θεῖοι κακουχούμενοι, καὶ ἀπαθείας τῷ ἀγνισμω, ὅλως ἁγνισθέντες, καὶ ἀρετῶν ταῖς ἐλλάμψεσι, τὸν νοῦν καταυγασθέντες, ἐσομένων τὴν γνῶσιν, θεοφόροι θεόθεν ἐδέξασθε.
Θεοτοκίον.
Κλίμαξ σὺ εἶ, Ἄχραντε, ἤν ἐθεάσατο, τεταμένων γῆθεν πρὸς οὐράνια, ὁ Ἰακὼβ πάλαι μυστικῶς, δι᾿ ἧς οὐρανόθεν, εἰς γῆν κατῆλθεν ὁ Ὕψιστος, καὶ ἔσωσεν εὐσπλάγχνως, τῶν ἀνθρώπων τὸ γένο, καὶ πρὸς ἔνθεον δόξαν ἀνήγαγεν.

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Ἐνθέως Πανάχραντε, καὶ εὐλαβῶς κατέχοντες, τὴν σὴν πανσεβάσμιον εἰκόνα, καὶ εἰς τὸ ὄρος ἀναδραμόντες σπουδῇ, ἀπέθεντο ἐν τῷ ἑαυτῷ, σπηλαίῳ γηθόμενοι, ὥσπερ θεῖον κειμήλιον.
Χαρᾶς ένεπλήσθητε, ἀῤῥήτου ὦ θειότατοι, Πατέρες ἐπὶ τῇ ἀνευρέσει, τοῦ θείου τύπου τῆς Θεοτόκου Ἁγνῆς, νυκτὸς δὲ ἀπειοῦντος ἀφ᾿ ὑμῶν, ὅλη μετεβάλετο, ἡ χαρὰ εἰς κατήφειαν.
Ἡρέτισας Ἄχραντε, τέμενος δομηθῆναί σοι, ἐνταῦθα ἔνθα ἡ σὴ εὐρέθη, εἰκὼν ἡ θεία, δι᾿ ὃ οὐχ ἅπαξ καὶ δὶς, ὤ θαῦμα φρικτὸν ἀποχωρεῖ, τοῦ σπηλαίου θέουσα, εἰς τὴν μύρτον τὴν θάλλουσαν.
Θεοτοκίον.
Ἐξέστησαν ὅτε σου, τὸ τῆς μορφῆς εἰκόνισμα, Παρθένε οἱ Ἅγιοι ἑώρων, ἐπὶ τῶ θάλλει τῷ τῆς μυρσίνης, καὶ πῶς. ὡς ἔμπνουν ἐχρήσατο φυγῇ, ἀποροῦντες ἔκραζον, μἐγα θαῦμα ὃ γέγονεν.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Κεκρυμμένοι σπηλαίῳ, κατὰ τοῖς ἐν τῷ κόσμῳ διάγοντες ἄγνωστοι, θαῦμα μέγα θεῖοι, πῶς λαμπροὶ καὶ ἐπίσημοι ὤφθητε. Τῆς δὲ βασιλείας, τῇ ἀσφαλεῖ ποσαγορεύσει, βασιλεῦσι καὶ πᾶσι ἐγνώσθητε.
Λύχνοι τὸν Μονομάχον, προφητείας τῷ φέγγει καταφωτίζοντες, ὤφθητε Πατέρες, προδηλοῦντες ἀδήλων τὴν δήλωσιν, ὅτι πάντως ἕξει, παρὰ Θεοῦ τὴν Βασιλείαν, καὶ ἀχλὴν τὴν τῆς λύπης ἐλύσατε.
Μετ᾿ αἰδοῦς τε καὶ πόθου, τὸν αὐτοῦ δακτύλιον ὑμῖν παρέχετο, ἀσφαλείας χάριν, θεοφόροι Πατέρες καὶ σύμβολον, τῶν ὑπεσχημένων, ὁ Κωνσταντῖνος ὡς εὐγνώμων, πρὸς ὑμᾶς ὦ Τριὰς θεοδόξαστε.
Θεοτοκίον.
Ἡδονῆς μοι ἀφάτου, πρόξενος καθίσταται ὁ θεῖος οἶκός σου, Ἄχραντε Παρθένε, ὃν οἱ θεῖοι Πατέρες ἀνήγειραν, μεγαλοπρεπείας, βασιλικῆς ὑπάρχων ἔργον, καὶ χειρὸς φιλοτίμου κατόρθωμα.








ᾨδὴ στ´. Τὴν θείαν ταύτην.
Τίς ἂν ἀξίως ὑμνήσειε, τοὺς πόμους οὓς ὑμεῖς ὑπεμείνατε, Πατέρες τίμιοι, ὅπως Ναὸν τὸν περίκλυτον, τοῦτον ἐξεγερῆτε τῇ Θεομήτορι.
Ἐκ γὰρ τῆς Χίου ἀπάραντες, πρὸς τὴν πλησίον Λέσβον ἐδράμετε, νεύσει τῇ κρείττονι, ἵνα σαφῶς προφητεύσητε, τῷ Μονομάχῳ πάντα τὰ γενησόμενα.
Ἐν ὕψει λάμποντες Ἅγιοι, ἐνθέου πολιτείας προέγνωτε, νοῦ καθαρότητι, καὶ προηγγείλατε χάριτι, περὶ ἀρχῆς τῶν ὅλων καὶ διαδήματος.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε Θεόνυμφε, ἡ Δέσποινα ἁπάσης τῆς κτίσεως, ἥνπερ ηὐδόκησας, Μονὴν ἐνταῦθα γενέσθαι σοι, ἐξ ἐπηρείας πάσης σῶζε πρεσβείαις σου.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Νόμοις Χριστοῦ ἱεροῖς, ὑπείκοντες πανσεβάσμιοι, νόμος σεπτὸς καὶ κανὼν, καὶ θεῖον ὑπόδειγμα, ἄσκήσεως ὤφθητε, καὶ μονήρους βίου, θεία ὄντως διατύπωσις.
Ξενώσαντες ἑαυτοὺς, τῶν ἐπὶ γῆς οὐρανόφρονες, καὶ τὰ ἐν βίῳ τερπνὰ, σοφῶς καταλείψαντες, Θεῷ ᾠκειώθητε, Ὅσιοι Πατερές, διὰ βίου καθαρότητα.
Οἶκος τῷ πάντων Θεῷ, καὶ ἱερὸν ἐνδιαίτημα, κτισθέντες τῶν ἀρετῶν, τοῖς λίθοις μακάριοι, Ναὸν χειροποίητον, ἀνεγεῖραι θεῖον, τῇ Παρθένῳ ἠξιώθητε.
Θεοτοκίον.
Φωνῆς τῶν σῶν οἰκετῶν, ἐπάκουσον Παναμώμητε, τῶν εὐλαβείᾳ ψυχῆς, καὶ πόθῳ βοώντων σοι, ἐν Ναῷ τῆς δόξης σου, πρὸ τῆς σῆς εἰκόνος, καὶ παράσχου τὰ αἰτήματα.















Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τοὺς τρεῖς Πατέρας τοὺς σεπτοὺς νῦν μακαρίσωμεν, ὡς τὰ τοῦ κόσμου ἅπαντα καταφρονήσαντας, σπηλαίοις τε καὶ ὄρεσι κατοικοῦντες, ἀλλ᾿ ὡς ἔχοντες τὴν χάριν τὴν οὐράνιον, ἐκ τοῦ ὕψους ἡμῖν, πᾶσον χάριν πέμψατε· ὅπως κράζομεν· Χαίρετε Πατέρες τίμιοι.
Ὁ Οἶκος.
Ὡς Ἄγγελοι ἐπίγειοι, καὶ ἄνθρωποι οὐράνιοι, ἐπὶ τῆς γῆς οἰκοῦντες μακάριοι, ἐφάμιλλον αὐτοῖς τὸν βίον διηνύσατε, σκύβαλα πάντα κατὰ Παύλον ἡγησάμενοι. Ὅθεν καὶ τὸν ὕμνον ἐπάξιον μέλμποντες ὑμῖν βοῶμεν·
Χαίρετε, δι᾿ ὧν ὁ Χριστὸς ἐδοξάσθη·
χαίρετε, δι᾿ ὧν ὁ ἐχθρὸς κατησχύνθη.
Χαίρετε, τῶν μοναστῶν ἡ κρηπὶς, καὶ τὸ στήριγμα·
χαίρετε, τῶν μιγάδων, ἀρετῆς τὸ ὑπόδειγμα.
Χαίρετε, ὅτι περιβόητον Μονὴν ἀνεδείμασθε ἐν γῇ·
χαίρετε, ὅτι Ναὸν περικαλλῆ, ἐκ βάθρων ἠγείρατε ἐν αὐτῇ.
Χαίρετε, οἱ ἐν σπηλαίῳ διὰ βίου οικοῦντες·
χαίρετε, οἱ μετὰ τέλος τοῖς Ἀγγέλοις συνόντες.
Χαίρετε, οἱ τῷ Μονομάχῳ τὰ μέλλοντα ἐξειπόντες·
χαίρετε, οἱ τῶν δεομένων τὰς αἰτήσεις πληροῦντες.
Χαίρετε, Πατέρες τίμιοι.

Συναξάριον.
Τῇ Κ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.
Ἀκέστορι τμηθέντι τῷ Θαλλελαίῳ,
Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Εἰκοστῇ Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀστερίου τῶν διατελεσάντων βασανιστῶν τοῦ Ἁγίου Θαλλελαίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἱσαποστόλου Λυδίας τῆς Φιλιππησίας τῆς πορφυροπώλιδος.
Πανοικεὶ πιστεύσασα Χριστῷ Λυδία.
Ἐν Φιλίπποις πέφηνεν ἀρχὴ Ἁγία.

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀσκλᾶ, ὅστις, ἐν ποταμῷ ῥιφείς, τελειοῦται.
Αἰγύπτιος τὴν γλῶσσαν Ἀσκλᾶς πῦρ φέρει,
Δι᾿ ἔνθεον κήρυγμα γλωσσῶν ἐμπόρων.


Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καὶ Ἰωσήφ, οἱ κτίτορες τῆς ἐν Χίῳ ἱερᾶς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται.
Οἱ τρεῖς Ὅσιοι τῇ Ἁγίᾳ Τριάδι,
Σὺν τοῖς ἀΰλοις νῦν παρίστανται νόοις.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.
Φάνας ὁ νεκρός σου, θεόφρον, τὴν ἕω,
Ἔφανεν αὖθις καὶ δύσιν τεραστίοις.

Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θαλάσσιος ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Θαλάσσιος καὶ κατοικήσας τάφον,
Βλύζει θαλάσσας χαρίτων ἐκ τοῦ τάφου.

Ὁ Ὅσιος Μᾶρκος ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται.
Δίδωσι Μάρκῳ τῆς Ἐδὲμ κῆπον μέγαν,
Ὁ κῆπον εὑρὼν εἰς ταφὴν Χριστὸς πάλαι.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὐρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἀλεξίου Μητροπολίτου Μόσχας καὶ πασῶν Ῥωσσιῶν.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Ὡς ἐπέγνωτε, τὸν Κωνσταντῖνον Ὅσιοι, τὰ σκῆπτρα δέξασθαι, αὐτῷ ἐλθόντες σπουδῇ, τὸν αὐτοῦ δακτύλιον ἐπεδεικνύετε, ὃς ἀνέμνησεν τῶν ἐν τῇ Λέσβῳ πρότερον, πρὸς ὑμᾶς ἐπηγγελμένων.
Εὐγνωμόνως, οὖν Πατέρες ὁσιώτατοι, εὐθὺς ἀπέστειλεν, οἰκοδομῆσαι Ναόν, ὡς ὑμῖν ὑπέσχετο περικαλλέστατον, ὃν ἀνέθετο, τῇ μόνῃ Θεομήτορι, Βασιλείου κράτους δεῖγμα.
Ὁσιώτατοι Πατέρες καὶ θειότατοι, πόθῳ γεραίρομεν, πόνους ὑμῶν τοὺς πολλοὺς, τῆς θείας ἀσκήσεως, καὶ τοὺς καμάτους δὲ, οὓς ὑπέστητε, κατά τε γῆν καὶ θάλατταν, τῆς Μονῆς ἕνεκα ταύτης.
Θεοτοκίον.
Παναμώμητε Παρθένε καθικέτευε, ὃν ἐσωμάτωσας, φιλάνθρωπον Ἰησοῦν, φυλάττειν τὴν ποίμνην σου, ἐξ ἐπηρείας τε, καὶ κακώσεως, ἐχθρῶν παντοίων ἵνασε, ὡς προστάτιδα γεραίρῃ.






Ἕτερος. Παῖδες Ἑβραίων.
Ποίαις ἀσμάτων εὐφημίαις, στεφανώσωμεν ἀξίους τοὺς Ὁσίους; Τοὺς προστάτας ἡμῶν, καὶ θείους εὐεργέτας, καὶ πρεσβευτὰς πρὸς Κύριον, εὐπροσδέκτους εἰς αἰῶνας;
Ῥύσασθε ποίμνην τὴν τιμῶσαν, τὴν πανίερον καὶ θείαν ὑμῶν μνήμην, ἐξ ἐχθρῶν αἰσθητῶν, καὶ νοητῶν Πατέρες, καὶ ἐκ Θεοῦ αἰτήσατε τὴν εἰρήνην εἰς αἰῶνας.
Σῶμα νεκρώσαντες ἐν κόσμῳ, ἀπελάβετε ζωὴν τὴν αἰώνιαν, θεοφόροι Χριστῷ, συνόντες εἰς αἰῶνας, καὶ σὺν Ἀγγέλοις ψάλλοντες: ὁ Θεὸς εὐλογητὶς εἶ.
Θεοτοκίον.
Ὄμματα νοῦν καὶ τὴν καρδίαν, Παναμώμητε πρὸς σὲ νῦν ἀνατείνω, πρεσβειῶν σου φωτὶ, ὅλον καταύγασόν με, καὶ πρὸς τὸ θεῖον θέλημα, καθοδήγησον Παρθένε.

ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Τύποι καὶ κανόνες ἐν τῇ Χίῳ, ἀσκήσεως πρῶτοι ὤφθητε σεβάσμιοι, πάντων γὰρ ἀφέμενοι, καὶ Χριστῷ ἐπόμενοι, ἀύλως βιώσαντες, πᾶσιν ἐγνώσθητε, μιγάσι τε καὶ Μονασταῖς ἡ στάθμη, θείας πολίτειας καὶ οὺρανίου βίου.
Τριὰς σεβασμία τῶν Ὁσίων, Τριἀδα τὴν Παναγίαν ἱκετεύσατε, δοῦναι ἡμῖν ἄφεσιν, τῶν ἁμαρτιῶν ἡμῶν, ὡς παῤῥησίαν ἔχοντες πολλὴν πανεύφημοι, δεήσεις πρὸς Αὐτὴν ἀναφέρει, ὑπὲρ τῶν τιμώντων τὴν θείαν ὑμῶν μνήμην.
Θεῖον θησαυρόν θείων χαρίτων, τὴν λάρνακα τῶν λειψάνων ὑμῶν Ἅγιοι, ἔχοντες δοξάζομεν, τὸν ὑμᾶς δοξάσαντα, καὶ πίστει ἀσπαζόμενοι ἀγιαζόμεθα. Ἡ θεία γὰρ τοῦ Πνεύματος χάρις, μένει ἀχωρίστως, ἐν τοῖς ὑμῶν ὁστέοις.
Θεοτοκίον.
Σὺ μου σκέπη εἶ καὶ προστασία, Παρθένε Ἁγνὴ, ἀντίληψις καὶ λύτρωσις, τεῖχος καὶ ἀσφάλεια, ὅθεν μεγαλύνω σε, ἡ σὴ Μονὴ κυηρύττουσα τὰς δυναστείας σου, πρὸς ἅπαντας, ὅτι καὶ νῦν ἡ Μύρτος, ἄφλεκτος ἐσώθη, ὥσπερ ἡ βάτος πάλαι.

Ἕτερος. Τὸν ἐν Ὄρει Ἁγίῳ.
Τῷ ἀστέκτῳ, νῦν παρεστῶτες θρόνῳ, τῆς Τριάδος, τρισάριθμοι Πατέρες, τῆς τριλαμποῦς πληρούμενοι λαμπρότητος, χαίροντες ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοῦς αἰῶνας.
Ὑπερφώτου, Τριάδος ταῖς ἀκτῖσι, τῶν Ὁσίων, ἡ τριφεγγὴς χορεία, ἐλλαμπομένη σὺν Ἀγγέλων τάγμασι, θείως γηθομένη, μέλπει ἀσιγήτως, Αὐτὴν εἰς τοὺς αἰῶνας.
Φεγγοβόλοις, αὐγαῖς φωτὸς ἀδύτου, τῆς τριφώτου, καὶ τριφεγγοῦς Οὐσίας, Πατέρες θεῖοι καταγλαϊζόμενοι, ἄδοντες ὑμνεῖτε καὶ ὑπερυψοῦτε Αὐτὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι ποίμνην, τὴν σοὶ ἀνακειμένην, Θεοτόκε, Πανύμνητε, Παρθένε, ἐκ τῆς ὁρμῆς τοῦ νοητοῦ με λέοντος, τοῦ ὀρυομένου, καὶ καταπιεῖν με, ζητοῦντος καὶ ὀλέσαι.

ᾨδὴ θ´. Ἅπας γηγενὴς.
Τίς μὴ ἐκπλαγῇ, Πατέρες θειότατοι, τοὺς ὑπὲρ ἄνθρωπον, πόνους τὴς ἀσκήσεως, καὶ τοὺς ἀγῶνας οὓς διηνύσατε, νηστείαις καὶ δεήσεσιν ἐνασχολούμενοι, ἐνοικοῦντες φάραγξι κρυμνώδεσι, τῷ δὲ θείῳ πόθῳ πυρούμενοι.
Δέξασθε σεπτοὶ, ᾠδὴν ὑμνητήριον, καὶ καταπέμψατε, τῷ δὲ ἐκ πονήσαντι, καὶ τοῖς συμψάλλουσι χάριν ἄνωθεν, ὅπως ὀρθῶς βιώσαντες, ζωὴν αἰώνιον, θεοφόροι, δι᾿ ἱκεσιῶν ἡμῶν, πρὸς Χριστοῦ τοῦ Θεοῦ ἀπολαύσωσι.
Δέσποτα Χριστὲ, πρεσβείαις δεξάμενος, τῆς κυησάσης σε, καὶ τῶν ἄνω τάξεων, τῶν Ἀποστόλων καὶ τῶν Μαρτύρων σου, Ἱεραρχῶν Ὁσίων τε, ἡμᾶς ἐλέησον καὶ παράσχου, ἄφεσιν τοὶς δούλοις σου, τῶν πολλῶν ἐγκλημάτων ὡς εὔσπλαγχνος.
Θεοτοκίον.
Δέσποινα Ἁγνὴ, ὡς πάλαι ἐτήρησας, τὴν μύρτον ἄφλεκτον, οὕτω τὴν Μονὴν τὴν σὴν, φρούρει, συντήρει καὶ διαφύλαττε, ἐκ πάσης περιστάσεως, ταῖς σαῖς δεήσεσιν, ἵνα ὑμνῶμεν καὶ πιστῶς δοξάζωμεν, σὲ Παρθένε, ἡμῶν προστατεύουσαν.

Ἕτερος. Ἔφριξε πᾶσα ἀκοή.
Χαῖρέ σοι ᾄδω ἐκ ψυχῆς, ὦ τριὰς τῶν ἀσκητῶν θεοσύλλεκτε, καὶ θεοτίμητε, ἣ τὴν Τριάδα τὴν ὁμοούσιον, ἔργοις ἐνθέοις ἱερῶς, βιοῦσα ἐδόξασας, καὶ νῦν ἀπείληφας, τὰ βραβεῖα, τῶν σῶν πόνων ἐπάξια.
Ψάλλων ἐν Πνεύματι Δαβίδ, τῶν Ὁσίων ὁ θειότατος θάνατος, τίμιος ἔναντι, ἔφη Κυρίου, καὶ ὁ σοφώτατος, φάσκει δικαίων αἱ ψυχαὶ, χειρὶ ἐνυπάρχουσι, Θεοῦ τοῦ σώζοντος, καὶ οὐ μὴ αὐτῶν καθάψηται βάσανος.
Ὦ σεβασμία μοι τριὰς, ὦ χορεία τῶν Ὁσίων θεόλεκτε, λαμπὰς ἡ τρίφωτος, Τριάδος θείας, θεῖοι θεράποντες, τῷ ἐγκωμίοις ἱεροῖς, καὶ ὕμνοις δοξάσαντι ὑμᾶς πανεύφημοι, ὀφλημάτων ἐξαιτεῖτε τὴν ἄφεσιν.
Θεοτοκίον.
Οὐκ ἠδυνήθη τῆς φλογὸς, τῆς μυρσίνης τὸ χλοάζον λυμῃνασθαι, ἡ ὑπερβάλλουσα, δύναμις Κόρη, μόνη Πανάχραντε, ὡς οὐδὲ πάλαι ἐν Σινᾷ, τὴν βάτον οὐκ ἔφλεξεν, ἥ προετύπου σε, μυστικῶς τῷ Μωϋσῇ, καὶ εἰκόνιζεν.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸν δρόμον διανύσαντες, ἀπλανῶς θεοφόροι, τῆς ἱερᾶς ἀσκήσεως, πρὸς σκηνώματα καὶ σὺν πᾶσι, τῶν Ἁγίων τοῖς δήμοις, ἐνδόξως, ἐσκηνώσατε, καὶ τρυφῆς τῆς ἀλήκτου, ἐν μετοχῇ, γενόμενοι πάντως τῇ ἀνεκφράστῳ, ἀγάλλεσθε μακάριοι, τῷ Θεῷ παρεστῶτες.
Μετὰ τῆς Θεομήτορος, καὶ Παρθένου Μαρίας, Νικῆτα παμμακάριστε, καὶ Ἰωσὴφ θεόφρον, σὺ τῷ κλεινῷ Ἰωάννῃ, τῷ Θεῷ παρεστῶτες, τῷ κόσμῳ τὰ σωτήρια, ἐξαιτεῖτε ἀπαύστως, καὶ τῇ αὐτῶν, ποίμνῃ ὁνόνοιαν καὶ εἰρήνην, ἥν περιεποιήσασθε ἐν ἀτρύτοις καμάτοις.
Καὶ τὸ τῆς ἑορτῆς.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Νικῆτα μακάριε, σὺ ὄντως νίκη Θεοῦ, ἐπαξίως ὠνόμασαι, ὡς νικήσας Ὅσιε, τοὺς ἀσάρκους ὁ ἔνσαρκος. Τὸν δὲ Σταυρόν σου, ἄναλαβόμενος, τῶ θείῳ λόγῳ κατηκολούθησας, ἔχων ἀκλόνητον, τὴ ψυχὴν καὶ ἄκαμπτον πρὸς πειρασμοὺς, τοὺς ἐπαγομένους σοι, ἐξ ἀοράτων ἐχθρῶν.

Ὦ Ἰωάννη θεόσοφε, τῶν ἀρετῶν ἡ κρηπίς, μοναζόντων τὸ καύχημα, τῆς ἐνθέου χάριτος, ἐπαξίως ἐπώνυμος, ὁ τοῦ Προδρόμου, τοῖς θείοις ἴχνεσιν, ἀκολουθήσας καὶ μιμησάμενος, τὸ ὀρεσίτροφον, σὺν τοῖς θεοφόροις σου συνασκηταῖς, μεθ᾿ ὧν νῦν ὑμνούμενος, ἡμῶν μνημόνευε.

Νενεκρωμένον με ζώωσον, ταῖς τῶν παθῶν προσβολαῖς, τεθαμμένον ἀνάστησον, Ἰωσὴφ πανάριστε, τοῦ παγκάλλου ὁμώνυμε, τῆς σωφροσύνης στάθμη ἡ ἔνθεος, ὁ καταισχύνας, τὸν πολυμήχανον, ὄφιν τὸν δόλιον, καὶ τῆς Εὔας Ὅσιε τὸν πτερνιστὴν, τὸν εὶς ὕψος ἄμετρον, κατακαυχώμενον.

Χίου, τὰ θεῖα βλαστήματα, τὴν ἱερὰν πρὸς Θεὸν, ἀπαρχὴν εὐφημήσωμεν, ἱερῶς φιλέορτοι, καὶ σεπτὸν ἀκροθίνιον, ἐν ἐτησίοις, ὕμνοις γεραίροντες, τοὺς τούτων ἄθλους καὶ τὰ παλαίσματα, καὶ τὴν τοῦ σώματος, τῆξίν τε καὶ νέκρωσιν, δι᾿ ὧν Χριστῷ, προσφοραὶ προσήχθησαν, λίαν εὐπρόσδεκτοι.

Δόξα. Ἦχος πλ. δ´.
Τῶν Μοναστῶν ἡ πληθύς, τοὺς καθηγητὰς καὶ ἀρχηγοὺς ἡμῶν Πατέρας, ἀξίως τιμήσωμεν. Οὗτοι δὲ οἱ ἀξιοθαύμαστοι, τὴν σεμνὴν καὶ τεθλιμμένην τῆς ἀσκήσεως ὁδὸν, ἀσφαλῶς ὁδεύσαντες, ζωὴν αἰώνιον, καὶ ἀνάπαυσιν εὗρον αΐδιον, καὶ τῆς μακαρίας ἐκείνης τοῦ Κυρίου φωνῆς, ἀκοῦσαι κατηξιώθησαν. Εὖ δοῦλοι ἀγαθοὶ καὶ πιστοὶ, οἱ τῆς ἡμέρας τὸ βάρος βαστάσαντες, καὶ τὸ δοθὲν ὑμῖν τάλαντον αὐξήσαντες, εἰσέλθετε εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, αἰωνίως ἀγαλλόμενοι.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τοὺς τῶν μοναζόντων καθηγητὰς, καὶ τῶν μονοτρόπων, διδασκάλους καὶ ὁδηγοὺς, τοὺς ἀναφανέντας ἐν Χίῳ θείου βίου, ὑπόδειγμα ἐν ὕμνοις ἀνευφημήσωμεν.
Ποίμνην τὴν τιμῶσάν σε, ὦ τριὰς, τῶν κλεινῶν Ὁσίων, διατήρησον ἀσινῆ, ἐκ παντοίας βλάβης, αὐτῇ ἐπερχομένης, ταῖς πρὸς Θεὸν ἀλήκτοις σου παρακλήσεσι.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου