Τετάρτη 11 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ11 . ΟΣΙΑ ΘΕΟΔΩΡΑ ΑΥΓΟΥΣΤΑ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΑ΄!!
ΘΕΟΔΩΡΑ ΟΣΙΑ ΑΥΓΟΥΣΤΑ
ΑΚΟΛΟΥΘΙΑ


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄.Ὅλην ἀποθέμενοι.
Αἰνοῦντες τοῖς χείλεσι, καὶ ἀνακρούοντες μέλος, καρδιῶν τῇ φόρμιγγι, ψαλμικῶς θεόφρονες διηχήσωμεν, τῆς παμμακαρίστου, βασιλίδος μνήμην, Θεοδώρας τὴν ἑόρτιον, αὐτὴ γὰρ πέφυκε, τῆς Ὀρθοδοξίας τὸ στήριγμα, Χριστοῦ τὰ ἐκτυπώματα, καὶ τῆς Θεοτόκου τιμήσασα, καὶ Ἁγίων πάντων, μεθ’ ὧν ἀεὶ παρίσταται Θεῷ, ἐν παῤῥησίᾳ πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἡ θήκη θεόστεπτε, τῶν σῶν ἁγίων λειψάνων, πλήρης οὖσα χάριτος, καταφλέγει δαίμονας καὶ αἱρέσεως, τὴν δυσωδεστάτην, ψυχόλεθρον λύμην, ἀπελαύνει τε καὶ ῥώννυσι, πιστῶν τὸ φρόνημα, θείᾳ εὐωδίᾳ τοῦ Πνεύματος· ἀεὶ ἀρωματίζει δέ, Ἐκκλησίας πάσης τὸ πρόσωπον, ἥτις Θεοδώρα, προσφέρει σοι ἐν πίστει νῦν ᾠδήν, πανευλαβῶς τὴν προσκύνησιν, τῶν εἰκόνων στέργουσα.

Ὄντως θείου Πνεύματος, ἐν τῇ ψυχῇ σου ἡ χάρις, ὡσεὶ πῦρ ἐνσκήψασα, νοητὸν σπινθῆρά σε ἀπειργάσατο, καὶ ἐκ σοῦ ἀνῆψε, πίστεως τὴν φλόγα, ὑπεμφαίνουσα μετέωρον, ἐν ᾗ ἐνέπρησε, τὰ τῶν μισοχρίστων ζιζάνια, τὸ Ἐκκλησίας φρόνημα, δείξασα χρυσίου λαμπρότερον· ὅθεν Θεοδώρα, τιμῶμεν σὴν φωσφόρον ἑορτήν, πίστει θερμῇ προσπτυσσόμενοι, σκῆνός σου τὸ ἅγιον.

Τῇ θήκῃ προστρέχομεν, σῶν σεβασμίων λειψάνων, ᾄσματα δὲ μέλπομεν, πυρακτουμένῳ καρδίας αἰσθήματι, ἔνθεον χορείαν συστήσαντες, ἰδεῖν καὶ προσκυνῆσαι βουλόμενοι, νοΐ σωφρόνῳ, ᾠδὰς εὐχαριστίας προσφέρομεν, ὅλη Ἐκκλησία δέ, ψυχῇ εὐγνώμονι, ὕμνους ψάλλει σοι, πίστει δὲ προσκτᾶται, εὐφρόσυνον ψυχῆς χαράν, εἰκόνων προσκυνήσεως, πόθου ἱεροῦ ἀπολαύουσα.

Μεταρσίους ἄνασσα, ἡμῶν σεμνὴ Θεοδώρα, τὰς ψυχὰς κατεύθυνον, ῥύσαι δὲ ἅπαντας πλάνης αἱρέσεων, Ὀρθοδοξίᾳ, καθόπλισον σέβεσθαι, πίστει τε ἀεὶ ἐργάζεσθαι, ὅλῃ καρδίᾳ, τὰ ἅγια τοῦ Χριστοῦ ἐντάλματα, λύμην τε την ψυχόλεθρον, τῶν κακοδόξων ἀπελαύνεσθαι, ἵνα Θεοδώρα, ταῖς εἰκόσι διδόντες ἀσπασμόν, ὅλῃ ψυχῇ πρωτοτύποις, τὴν τιμὴν ὕμνοις νέμωμεν.

Μύστιν Θεοδώρα σε, εὐσεβοφρόνως τιμῶμεν, Θεοῦ τῆς λαμπρότητος, ἀρετῇ χωρήσασαν πίστει ζήσασαν, ὅλη λευκότητα ἠμφιεσμένη, Τάγμασιν Ἀγγέλων ἀγάλλεσαι, διηνθισμένη δὲ Μῆτερ, ἰδίων κόσμῳ ἀρετῶν, Ὁσίων καὶ Δικαίων, ἐν χορείαις τῆς χαρᾶς συμμετέχεις, ὕμνοις διὸ ἄνασσα, τιμῶμεν σὴν μνήμην καὶ ᾠδαῖς, καὶ εὐλαβῶς ἀσπαζόμεθα, λείψανόν σου ἅγιον.

Δόξα. Ἦχος πλ. β΄.
Τίς ἐπαξίως διηγήσεται καὶ ἐξυμνήσει σου τὰς φωταυγεῖς τῆς πολιτείας ἀρετάς, Θεοδώρα ἀξιΰμνητε; Ἢ ποία γλῶσσα, τῆς θερμῆς σου πίστεως τὸ σθένος ἀπφθέγξεται; Σὺ γὰρ ἐν τούτῳ ἐτροπώσῳ στίφος δυσμενῶν, κατὰ τῶν ὀρθοδόξων ἀντιμαχομενον· ἐν τῷ σθένει δὲ τούτῳ τῶν ἱερῶν τὴν προσκύνησιν εἰκόνων ἐκράτυνας, καὶ τὸν ἀσεβῆ σὸν σύνευνον ἐκ χάους ᾅδου ἀνείλκυσας· φρούρησον οὖν καὶ ἡμᾶς ὀρθοδοξεῖν, σαῖς πρὸς Θεὸν ἐντεύξεσι, βασιλὶς ἀξιΰμνητε, τοὺς εὐσεβῶς τελοῦντας τὴν ἑόρτιον μνήμην σου, καὶ πιστῶς δοξάζοντα, τὸν δοξάσαντά σε Κύριον.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. 9, 1-11)
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Ἀρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· εὐσεβεία δὲ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν. Ἄκουε, υἱέ, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· στέφανον γὰρ χαρίτων δέξαι σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς· οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα· οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυον πτερωτοῖς. Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου. Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσει φόβον Κυρίου καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις. Ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν· κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει· ἐν αἰσθήσει ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύησαν δρόσους. Υἱέ, μὴ παραῤῥυῆς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζήσῃς ἡ ψυχή σου, καὶ χάρις ἧ περὶ σῷ τραχήλῳ. Ἔσται δὲ ἴασις ταῖς σαρξί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις, ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου. Ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει. Κατάρα Θεοῦ ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.

Λιτή. Ἦχος α΄.
Ἐν εὐφροσύνῃ καὶ σκιρτήματι ψυχῆς, ὁ τῆς Κερκύρας πιστὸς λαὸς συντρέχει, ἐπὶ τῇ σῇ ἐπετείῳ ἑορτῇ, Θεοδώρα βασιλὶς ἀξιάγαστε· φαιδρῶς δὲ πανηγυρίζει καὶ ἐν ἀγαλλιάσει ψυχῆς τῷ ἱερῷ σου προσπελάζει λειψάνῳ, τοῦ προσκυνῆσαι καὶ χάριν λαβεῖν ἁγιότητος, ὀρθοδόξῳ φρονήματι, σὲ τὴν ὀρθοδοξίαν τὴν στηρίξασαν, εὐσεβείας λόγοις καὶ χάριτος ἐγκωμιάζει, πίστεως ὀρθοδοξίᾳ, εὐσεβείᾳ τε, καὶ ἡμῶν τὰς καρδίας στήριξον, ὡς παῤῥησίαν πρὸς τὸν Θεὸν κεκτημένη, Θεοδώρα ἀξιΰμνητε.

Ἦχος β΄.
Ὡς δώρημα θεῖον καὶ θησαυρὸν ὑπέρτιμον, τὸ σεπτόν σου κατέχομεν σκῆνος, Θεοδώρα βασιλὶς πανεύφημε· σὺ γὰρ τὴν ὀρθοδοξίαν τῆς πίστεως μέχρι θανάτου ἐτήρησας, καὶ τὸν βίον ὁσίως ἐν ὑπομονῇ διήνυσας, τῷ βάρει τῶν πειρασμῶν μὴ καμφθεῖσα, τὸ κάλλος τοῦ στέμματος, οὔ σε συνήρπασε, τὸ δὲ κάλλος τῆς ψυχῆς διεφύλαξας, πίστει τεθωρακισμένη καὶ εὐσεβείᾳ· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, καὶ ἡμῶν τὰς καρδίας, ὀρθοδοξίᾳ ἑδρασθῆναι πανεύφημε.

Ἦχος γ΄.
Βασίλειον διάδημα, ὀρθοδοξίᾳ πίστεως, καὶ εὐσεβείᾳ ἐλάμπρυνας, καὶ Χριστοῦ τὴν Ἐκκλησίαν ἐτίμησας, κεκοσμημένη τῶν ἀρετῶν τοῖς ἄνθεσι, ἐν ἁγιότητι τὴν ζωὴν Ὁσία διήνυσας, ὑπόδειγμά τε καρτερίας καὶ στῦλος ὑπομονῆς, ἐν ταῖς θλίψεσιν ἀνεδείχθης· διὸ παρὰ Χριστοῦ τὸ ἔπαθλον, μετὰ Δικαίων καὶ Ὁσίων ἀπείληφας, καὶ ἡμῶν τὴν εὐλάβειαν δέξαι, Θεοδώρα θεοτίμητε.




Ἦχος δ΄.
Θεοτίμητε ἄνασσα, Θεοδώρα πανεύφημε, θείων δωρεῶν ἐπώνυμε, ὡς δώρημα θεῖον τὴν λάρνακα τῶν σῶν ἁγίων λειψάνων κατέχομεν, πίστει δὲ προστρέχομεν, χάριν καὶ ἁγιασμόν, ἀσπασμῷ εὐλαβείας ἐξ αὐτῶν ποθοῦντες ἀρύσασθαι· τὸν ζῆλον δέξαι οὖν ἡμῶν, ἡ ζήλῳ εὐσεβείας ὀρθοδοξίαν στηρίξασα, καὶ Χριστοῦ τὴν εἰκόνα προσκυνεῖσθαι διδάξασα. Παῤῥησίαν κεκτημένη πρὸς Χριστὸν τὸν Θεόν, πρέσβευε ἑδρασθῆναι καὶ ἡμᾶς, ἐν πίστει ὀρθοδόξῳ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. α΄.
Ἐνθέῳ φρονήματι καὶ εὐσεβούσῃ καρδίᾳ, τῇ θήκῃ τῶν σεπτῶν σου λειψάνων προστρέχομεν ἄνασσα, ῥῶσιν ἀντλῆσαι, εἰς ἁγιότητα ψυχῶν τε καὶ σωμάτων· σὺ γὰρ ἁγιότητι ἐν βίῳ διέπρεψας, καὶ ἁγιότητος χάριν ἡ λάρναξ τῶν σῶν ἁγίων διαχέει λειψάνων, δέξαι οὖν ἡμᾶς προσπίπτοντας καὶ μὴ ἀπώσῃ ποθοῦντας χάριν παρὰ Χριστοῦ, διὰ σοῦ κομίσασθαι, σὲ γὰρ ὡς θεοδώρητον πρέσβυν, ὑπὲρ ἡμῶν προβάλλομεν καὶ αἰτοῦμεν στηριχθῆναι ὀρθοδοξίᾳ καὶ τὴν τιμὴν προσκυνήσει, ἀπονέμειν εἰκόσι ταῖς ἁγίαις, καὶ τυχεῖν σωτηρίας ἐν ἡμέρᾳ τῆς κρίσεως.

Δόξα. Ἦχος πλ. β΄.
Ἀσάλευτον κρηπίδα ζωῆς σου, πίστιν ὀρθόδοξον ἔθηκας, Θεοδώρα Αὐγοῦστα ἔνδοξε, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ συνοδικῶς τὸν σάλον τῶν αἱρέσεων κατέπαυσας. Τίς μὴ μακαρίσει σου τὴν ἐν πίστει ζωήν, ἢ τίς μὴ ἐξυμνήσει τῶν ἀρετῶν σου τὸ φρόνημα, ὅπερ τὴν σὴν ψυχὴν εὐσεβοφρόνως εἰς ἀγῶνας κατηύθυνε, δι’ αὐτῶν γὰρ ἄνασσα σεμνή, καὶ τὴν Ἐκκλησίαν ἐκόσμησας, καὶ τῆς Βυζαντίδος πολεως τὸ στέμμα ἐτίμησας καὶ ἐκλέϊσας· διὸ πύλη σοι τῆς θείας δόξης ἠνέῳκται, καὶ τέρπῃ εἰς τὴν χαρὰν τοῦ Κυρίου, Θεοδώρα πανένδοξε, πρεσβεύουσα ὑπὲρ τῆς Ὀρθοδόξου Ἐκκλησίας σου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ πάσης κακοδοξίας καὶ παντοίων κινδύνων, πρεσβείαις τῆς βασιλίδος σεμνῆς τε Θεοδώρας, σοὺς δούλους φύλαττε, Μῆτερ τοῦ Κυρίου εὐλογημένη Θεοτόκε· ἐν Σοὶ γὰρ τὰς ἐλπίδας στρέφομεν ὑπὲρ Ὀρθοδοξίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.








Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ὤφθης πολυτίμητον, δῶρον τῷ πάντων δεσπόζοντι, ταῖς ἀρίσταις σου πράξεσιν, Αὐγοῦστα πανεύφημε, σὺ γὰρ ἐτροπώσω, τοὺς πανολεθρίους εἰκονομάχους πανσθενῶς, εἰκόνας θείας ἀναστηλώσασα· διό σε μακαρίζομεν, εὐσεβοφρόνως θεόστεπτε, Θεοδώρα γεραίροντες, ἐπαξίως τὴν μνήμην σου.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὁ πανυπεράρχιος, καὶ Βασιλεὺς πάσης κτίσεως, ἐν ἐλαίῳ ἁγίῳ σε, Χριστὸς ὁ φιλάνθρωπος, βασιλίδα ἔχρισε, σκῆπτρα παρασχών σοι, Πόλεως πόλεων πασῶν, ἣν διοικήσασα ἐν χρηστότητι, ἐπήρθης πρὸς μετάρσιον, ὕψος τῆς ἄνω λαμπρότητος, σὺν Χριστῷ βασιλεύουσα, Θεοδώρα πανθαύμαστε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πέφυκας πανσέβαστε, δεινοπαθούντων ἀνάψυξις, τῶν βασάνων κατάπαυσις, Ἁγίων ἀνάῤῥησις, καταπονουμένων, ὑπὲρ εὐσεβείας, καὶ ἄπαυστος ἀρωγή, Ὀρθοδοξίας στήλη ἀκράδαντος, οἴκου Θεοῦ εὐπρέπεια, σεπτῶν εἰκόνων τε ἀναστήλωσις· διὸ φῶς εἰς ἀνέσπερον, γηθομένη κατώκησας.

Δόξα. Ἦχος πλ. δ΄.
Βασιλικὴ πανήγυρις ἐπέστη σήμερον ἡμῖν, ὦ εὐσεβεῖς φιλέορτοι· δεῦτε οὖν σκιρτήσωμεν ψυχῇ, καὶ φωναῖς ἐκθειάζοντες εὐλαβείας, εὐφημήσωμεν τὴν θεόσεπτον ἄνασσαν, τῶν πονηρῶν αἴρουσαν ἡττημένων τὸ τρόπαιον, καὶ ἐπινίκιον ᾄδοντες αὐτῇ οὕτως εἴπωμεν· χαῖρε, πανευκλεὴς βασιλίς, τῶν ἱερῶν εἰκόνων ὑπέρμαχος, καὶ ζῶσα εἰκὼν τῆς τοῦ Θεοῦ λατρείας, σὲ εὐσεβῶς ὕμνοις στέφομεν τὴν τὰς εἰκόνας προσκυνεῖσθαι τὰς σεπτὰς ὑπάρξασαν αἴτιον, καὶ τὸ σὸν πανέντιμον εὐλαβῶς ἀσπαζόμενοι λείψανον, ἐκτενῶς ἱκετεύομεν Θεοδώρα, θείας δωρεὰς πρεσβείᾳ σου, ἐφικέσθαι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.






Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Ὀρθοδοξίας καλλονή, εὐσεβείας ἀκρόπολις καὶ ἐπίκουρος, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, σεπτῶν εἰκόνων φαιδρὰ διακόσμησις, βασίλισσα σεμνὴ Θεοδώρα πανεύφημε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, λύτρωσαι ἐκ τῶν αἱρέσεων, τοὺς εὐφημοῦντάς σε, ἄνωθεν ἀεὶ ἁμαρτημάτων τὴν λύσιν βραβεύουσα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ἀξιέπαινον, ἄνασσαν ἅπαντες, πιστοὶ ἐν ᾄσμασιν, ἀνευφημήσωμεν, καὶ ὀρθοδόξως πρὸς αὐτήν, συνδράμωμεν ἐκβοῶντες· χαῖρε ἡ ὑπέρμαχος, τῶν εἰκόνων καὶ στήριγμα, εἰκονομαχούντων δέ, ἀπώλεια καὶ σύντριμμα, φρουρὰ τῆς Ἐκκλησίας ἀνύστακτος, ζῶσα εἰκὼν καὶ σεμνοπρέπεια.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον δώρημα, τῇ Ἐκκλησίᾳ, πλοῦτον ἄσυλον, ὀρθοδοξίας, σὺ κατέθου Θεοδώρα πανέντιμε, πίστει ζεούσῃ τὴν ψυχὴν στηρίξασα, ὑπομονῇ ἐν πειρασμοῖς ἐκαρτέρησας· Ὁσία Μῆτερ, Χριστὸν τὸν Θεὸν ἱκέτευε, εἰρήνην τῇ Ἐκκλησίᾳ δωρήσασθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῇ ἁγνότητι, ὡραϊσμένη, καὶ σεμνότητι, πεπροικισμένῃ, ἀκλονήτῳ πίστει τεθωρακισμένη, τοῦ Χριστοῦ σκηνὴ ἀξιωτάτη γέγονας, ἀειπάρθενε Θεοτόκε Δέσποινα· Μῆτερ ἄχραντε, Χριστὸν τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν πανεύφημον ἄνασσαν νῦν ὑμνήσωμεν, Θεοδώραν Αὐγοῦσταν Ὀρθοδοξίας καλλονήν, τὴν διαπρέψασαν πίστει καὶ εὐσεβείᾳ· αὕτῃ γὰρ ἐκόσμησε, τοὺς ναοὺς τοῦ Θεοῦ, ἀναστήλωσασα τὰς εἰκόνας, καὶ νῦν πρεσβεύει Κυρίῳ, δοθῆναι εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ τεκοῦσα ἀφράστως τὸν Χριστὸν πάναγνε, εὐλογημένη καὶ μακαρία ἐν γυναιξί, Σὺ Μῆτερ προσδέχου ἡμῶν ταπεινὰς δεήσεις· παράθου δὲ ταύτας τῷ Σῷ Υἱῷ, ἄχραντε Θεοτόκε, καὶ φύλαττε πάντοτε τοὺς Σοὺς ἱκέτας, ἀπό τε παντοίων δεινῶν καὶ θλίψεων.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὀρθοδοξίας κρηπίδα σε κέκτηται, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, βασιλὶς ἀξιάγαστε· ὡς δ’ αὐτὴν ὑπομονῇ καὶ καρτερίᾳ ἐστήριξας, οὕτω καὶ περιφρούρει ἀπὸ πάσης κακοδόξου προσβολῆς, αἰτουμένη εἰρήνην τῷ πιστῷ λαῷ, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας· Ποίημα Ἐμμανουὴλ Τζανέ.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Γεραίρειν τὰς θεαρέστους πράξεις σου, θεόφρων ἄνασσα, ἰλιγγιῶ ὁ ἄμουσους ἐγώ, διὰ τοῦτο προσφεύγω, αἰτῶν γνώσεως φῶς πεμφθῆναί μοι, παρὰ Κυρίου ταῖς πρεσβείαις σου.
Σὺ ὄντως τῶν βασιλίδων πέφηνας, κλέος θεόστεπτε, εἰκονομάχων θραῦσις παντελής, Θεοδώρα καὶ σθένος ἡμῶν, τῶν Ὀρθοδόξων· ὅθεν σε εὐσεβοφρόνως μακαρίζομεν.
Ὡς πάλαι σὺ παρ’ ἐλπίδα ἔσωσας, ἐξ ᾅδου πάνσεμνε, ἄνδρα τὸν σὸν βοῶσα πρὸς Θεόν, Θεοδώρα ἐν πίστει θερμῇ, οὕτω καὶ νῦν δυσώπησον, σωθῆναι πάντας τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον.
Οὐ γράφω μορφὴν τῆς θείας φύσεως, τυφλοὶ μὴ ψεύδεσθε, ἁπλῆ γὰρ καὶ ἀνίδεος ἐστίν, ἀλλὰ τύπον σαρκὸς ἱστορῶ, τοῦ ἐξ ἁγνῆς Παρθένου τε, ἄνευ σπορᾶς ἐνανθρωπήσαντος.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Παρήλασας ἐμφανῶς, Δεβόῤῥας σύνεσιν σοφὴ ἄνασσα, βάθει φρενὸς κρίνουσα, ἔγκριτον λαὸν Χριστεπώνυμον.
Ἀγλάϊσμα εὐκλεές, τῆς βασιλίδος ἁπασῶν πόλεων, σὲ ὁ Χριστὸς ἔδειξε, καὶ δῶρον σεμνὴ ἀξιόθεον.
Κατέῤῥαξας ἐν τῇ γῇ, τὸ ἐπηρμένον καὶ δεινὸν φρόνημα, αἱρετικῶν πάντιμε, καὶ μορφὰς τὰς θείας ἀνυψώσας.
Θεοτοκίον.
Σαρκούμενος ἐκ τῶν Σῶν, αἱμάτων πάναγνε, Θεὸς ὁ ἄναρχος, περιγραπτὸς γέγονε, τῇ σαρκὶ ὁ ὢν ἀπερίγραπτος.


Κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ὀρθοδόξου πίστεως, στήλη λαμπρὰ σὺ ὑπάρχεις, προφανῶς βασίλισσα, πανευσεβὴς Θεοδώρα, ἔγερσις, σεπτῶν εἰκόνων στερεωτάτη, πτῶσις δέ, εἰκονομάχων παντελεστάτη, καὶ Κερκύρας μέγα κλέος, σεπτῶς τιμώσης τὸ ἅγιον σκῆνός σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ τοῦ κόσμου Δέσποινα, Παρθενομῆτορ Μαρία, τὰς δεήσεις πρόσδεξαι, τῶν ταπεινῶν ἱκετῶν Σου· πρόφθασον, τῇ μητρικῇ Σου τάχει πρεσβείᾳ, πέμψον δέ, Σοῖς δούλοις χάριν μετανοοῦσιν, πάσης δὲ ψυχολεθρίας, φύλαττε πλάνης καὶ ἐκ παντοίων δεινῶν.

ᾨδὴ δ΄. Ἐπαρθέντα σὲ ἰδοῦσα.
Διασκέδασον βουλεύματα τῶν βαρβάρων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, φρούρησον Κέρκυραν, τὴν σεβομένην σε πιστῶς, εἰκόνων ὑπέρμαχε, σῶφρον καὶ θεόληπτε ἄνασσα.
Τὴν εὐπρέπειαν ἠράσθης οἴκου Κυρίου, καὶ ἐν σεπτοῖς μορφώσεσι τοῦτον ὡραΐσω· ὅθεν Θεοδώρα σεμνή, θεόθεν ἀπείληφας δόξης, ἀμαράντινον στέφανον.
Ἁγιότητος πορφύραν περιβληθεῖσα, δι’ ἀμοιβὴν τῶν ἔργων σου ἔνδοξε εἰσῆλθες, ἔσω τοῦ νυμφῶνος Χριστοῦ σκιρτῶσα, καὶ μέλπουσα, ὕμνον σὺν Ἀγγέλων στρατεύμασιν.
Θεοτοκίον.
Μῆτερ ἀνύμφευτε, Μαρία Θεοκυῆτορ, τοὺς τὴν σεπτὴν εἰκόνα Σου πίστει προσκυνοῦντας, σῶσον ἐκ κινδύνων, καὶ πάσης κολάσεως, μητρικαῖς πρεσβείαις Σου λύτρωσαι.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Ἡμέρας καὶ νυκτός, οὐκ ἐπαύσω πρεσβεύουσα, πρὸς Κύριον Θεοδώρα, παρασχεῖν Ὀρθοδόξοις, δεινῶν τὴν ἀπολύτρωσιν.
Ἐπλήρωσε Θεός, τὰς ἐντεύξεις σου ἄνασσα, καὶ πάσῃ τῇ Ἐκκλησίᾳ, τὴν ἐξ ὕψους εἰρήνην, βραβεύσας σὲ ἐδόξασε.
Ἀγάπην ἀληθῆ, καὶ συμπάθειαν τελείαν, φορέσασα ὡς πορφύραν, εἰς τὰ ἄνω Ἁγία, κατώκησας Βασίλεια.
 Θεοτοκίον.
Σὲ μόνην ἐκλεκτήν, καὶ καλὴν καὶ ἀμώμητον, εὑράμενος σωματοῦται, σαρκωθεὶς ὁ Λόγος, ἐκ Σοῦ Θεοχαρίτωτε.








ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.
Μένεις σου διὰ παντός, σεμνὴ τὸ μνημόσυνον, τὸ σὸν γὰρ δόγμα τηροῦσα ἐτησίως, πᾶσα ἡ Ἐκκλησία, ἐγκαινίζει τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν.
Σῶσόν με μόνε Θεέ, ὁλοψύχως δέομαι, τῆς ἰερᾶς Θεοδώρας ἱκεσίαις, σῶσόν με τὸν πολλά σοι ἐπταικότα, ὡς καὶ τὸν ταύτης ἔσωσας σύνευνον.
Σέβομεν εἰλικρινῶς, τὴν μνήμην σου ἄνασσα, καὶ μακαρίζομεν τρόπους, τοὺς σεμνοὺς τῆς θείας σου πολιτείας, προσκυνοῦντες Θεῷ, τῷ ἐπαξίως σε στέψαντι.
Θεοτοκίον.
Ὅλην Σε περιστεράν, τελείαν καὶ πάγκαλον, καὶ ἁγνὸν ἑυρών Σε κρίνον, καὶ κοιλάδων ἄνθος, ὦ Θεομῆτορ, ὁ Νυμφίος ὁ νοητός, ἐν Σοὶ κατεσκήνωσεν.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Εὐσεβείας ἄνθεσιν, ὡραϊσθείσα Ἁγία, καὶ στεφθεῖσα στέμματι, χειρὶ Θεοῦ Θεοδώρα, πρόμαχος, τῆς Ἐκκλησίας ἁπάσης ὤφθης, στήσασα, Χριστοῦ εἰκόνα ἀδιστάκτως προσκυνεῖσθαι καὶ Ἁγίων, μεθ’ ὧν συνήφθης, εἰς λῆξιν οὐράνιον.
Ὁ Οἶκος.
Ὀρθοδόξως τὸν νοῦν πρὸς Χριστὸν ἀνυψώσωμεν, δυσωποῦντες αὐτὸν νοΐ, καρδίᾳ καὶ χείλεσιν, ὅπως ἡμῖν τῆς τρισοφεγγοῦς φωτοφανείας, ἑνοποιὸν ἀγαθοδότως φοιτῶσαν παράσχῃ δύναμιν, ἐπαξίως αἰνέσαι τὴν Αὐτὸν δοξάσασαν ἄνασσαν, ὡς τῆς πίστεως πρόμαχον, καὶ τῆς Ἐκκλησίας ἀντιλήπτορα πρόθυμον· αὕτη γὰρ πέλει ἀληθῶς εὐσεβείας τὸ κράτος καὶ στήριγμα, ἀναλαβοῦσα εὐσεβῶς τοῦ Κυρίου τὸν Σταυρὸν ἐν τῇ πόλει Βυζαντίδι, ἀνεστήλωσε τὰς ἱερὰς καὶ πανσέπτους εἰκόνας, μετὰ τοῦ πιστοῦ λαοῦ καὶ τῶν Ἁγίων Πατέρων, μεθ’ ὧν ἐκλήθη, εἰς δόξαν οὐράνιον.














Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Θεοδώρας τῆς Αὐγούστας, τῆς ποιησάσης τὴν Ὀρθοδοξίαν.
Θεοδώραν Ἄνασσαν εὐσεβεστάτην,
Χριστὸς Βασιλεύς, ἀξιοῖ θείου στέφους.
Ἐνδεκάτῃ Φεβρουαρίοιο, Θεοδώρα Χριστοῦ κλήθη δόξαν.
Αὕτη ἐγένετο γυνὴ Θεοφίλου τοῦ βασιλέως τοῦ Εἰκονομάχου· οὐκ ἦν δὲ αἱρετική, ὥσπερ ὁ ταύτης ἀνήρ. Ἐκεῖνος μὲν γὰρ τὸν Ἅγιον Μεθόδιον, τὸν Πατριάρχην  Κωνσταντινουπόλεως ἐξώρισεν, ἀντ’ ἐκείνου δὲ προεβάλετο Ἰωάννην τὸν Λεκανόμαντιν, καὶ τὰς ἁγίας εἰκόνας κατέκαυσεν. Αὕτη δέ, εἰ καὶ φανερῶς οὐκ ἐτόλμα προσκυνεῖν τὰς ἁγίας εἰκόνας, ὅμως εἶχε αὐτὰς κεκρυμμένας εἰς τὸν κοιτῶνα αὐτῆς, καὶ τῇ νυκτὶ ἵστατο προσευχομένη, καὶ παρακαλοῦσα τὸν Θεόν, ἵνα ποιήσῃ ἔλεος μετὰ τῶν Ὀρθοδόξων. Ἐγέννησε δὲ υἱόν, ὀνόματι Μιχαήλ, καὶ ἐδίδαξεν αὐτὸν τὴν ὀρθοδοξίαν. Μετὰ δὲ τὴν τελευτὴν τοῦ ἀνδρός αὐτῆς, εὐθέως ἤγαγε τὸν Ἅγιον Μεθόδιον, καὶ συνήθροισε τὴν ἱερὰν Σύνοδον, καὶ ἀνεθεμάτισε τοὺς Εἰκονομάχους, καὶ τὸν Ἰωάννην κατεβίβασε τοῦ θρόνου, καὶ τὰς ἁγίας εἰκόνας εἰσήγαγεν ἐν τῇ ἐκκλησίᾳ. Εἶτα ἐτελεύτησε, καταλιποῦσα τὴν βασιλείαν τῷ υἱῷ αὐτῆς Μιχαήλ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου, Ἐπισκόπου Σεβαστείας.
Λαιμὸν Βλάσιος ἐκκοπεὶς διὰ ξίφους,
Ἀλγοῦσι λαιμοῖς ῥευμάτων εἴργει βλάβας.
Οὗτος ἦν κατὰ τοὺς χρόνους Λικινίου τοῦ Βασιλέως Ἐπίσκοπος Σεβαστείας, οἰκῶν ἔν τινι τῶν κατ’ ὄρος σπηλαίων· ἐν ᾧ τὰ ἄγρια τῶν ζώων ἐξημερούμενα διὰ τῆς εὐλογίας τοῦ Ἁγίου, χειροήθη ἐφαίνοντο. Ὢν δὲ καὶ τῆς ἰατρικῆς ἐπιστήμης ἔμπειρος, πολλὰς ἰάσεις ἐπετέλει, τὴν τῶν θαυμάτων ἐνέργειαν παρὰ Κυρίου λαβών. Οὗτος κατασχεθείς, ἤχθη πρὸς τὸν ἡγεμόνα Ἀγρικόλαον, καὶ ὁμολογήσας τὸ ὄνομα τοῦ Χριστοῦ, τύπτεται ῥάβδοις, καὶ ἀναρτηθεὶς ξέεται. Εἶτα, ἀπαγομένῳ ἐν τῇ φυλακῇ, ἠκολούθησαν αὐτῷ γυναῖκες ἑπτά, αἳ καὶ τάς κεφαλὰς ἀπετμήθησαν, Θεὸν τὸν Χριστὸν εἶναι ὁμολογήσασαι. Ὁ δὲ Ἅγιος Βλάσιος, τῷ βυθῷ τῆς λίμνης βληθείς, ξίφει τὴν κεφαλὴν ἀπετμήθη μετὰ τῶν δύο βρεφῶν, τῶν ὄντων ἐν τῇ φυλακῇ.
Λέγεται δέ, ὅτι οὗτος ἦν ὁ τῇ τοῦ Μεγαλομάρτυρος Εὐστρατίου διατάξει ἐπιτροπεύσας, κατὰ τὸν καιρὸν τῆς αὐτοῦ μαρτυρίας, καθάπου καὶ ἐν παλαιῷ ὑφάσματι εὕρηται εἰκονισμένος ὁ Ἅγιος Βλάσιος, ἱστάμενος μέσον τῶν Ἁγίων πέντε Μαρτύρων, ἔγγιστα τοῦ Ἁγίου Εὐστρατίου, καὶ δεχόμενος ἐκ χειρὸς τούτου τὸν τόμον τῆς διατάξεως.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύο Παῖδες, οἱ συναθλήσαντες τῷ Ἁγίῳ Βλασίῳ· μετὰ τῶν Ἑπτὰ Γυναικῶν, ξίφει τελειοῦνται.
Βαβαὶ τοσαύτης παιδίων εὐθαρσίας!
Σπεύδουσιν ἄμφω, ποῖον ἐκτμηθῇ φθάσαν.
Κτείνει γυναῖκας ἑπτὰ σεπτὰς τὸ ξίφος,
Οὐ τῇ γυναικῶν συσχεθείσας δειλίᾳ.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τοῦ λειψάνου τοῦ Ἁγίου Ζαχαρίου τοῦ Προφήτου, τοῦ πατρὸς τοῦ Τιμίου Προδρόμου.
Φανεὶς ὁ νεκρὸς γῆθεν ὁ Ζαχαρίας,
Τοῖς ζῶσι πιστοῖς ἄφθονον βλύζει χάριν.
Τὸ λείψανον τοῦ Προφήτου Ζαχαρίου, εὑρέθη ἐν τοῖς χρόνοις τοῦ νέου Θεοδοσίου, ἐν ἔτει υθ΄ (409), εἰς τὸ χωρίον Καφὰρ τῆς Ἐλευθερουπόλεως τῆς ἐν Παλαιστίνῃ, ὑπό τινος ἀνθρώπου, Καλημέρου ὀνομαζομένου, καὶ ἐφόρει λευκὸν ἔνδυμα, μίτραν χρυσῆν εἰς τὴν κεφαλήν, σανδάλια χρυσᾶ εἰς τοὺς πόδας, καθὼς εὑρίσκετο εἰς τὸ θυσιαστήριον, ὅτε ἐλειτούργει τῷ Θεῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ Σέρβου.
Γεώργιος δὲ μὴ τὸ πῦρ δειλιάσας,
Ἀπυρπόλητος ἐν πυρὶ διαμένει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ γενομένου ἐν τῇ πόλει Πάργῃ μεγίστου καὶ ὑπερφυοῦς θαύματος, παρὰ τῆς Ἁγίας Εἰκόνος τῆς Κυρίας ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῆς εὑρισκομένης νῦν ἐν τῷ προαστείῳ Κερκύρας Μανδουκίῳ.
Φρίττω ἐννοῶν τῆς Παρθένου τὸ θαῦμα,
ὅταν ἐπόρθη ἐκ γῆς πρὸς τὸν ἀέρα.
Οἱ προπάτορες ἡμῶν, βουληθέντες ποτε, περὶ τὸ 1603 ἔτος ἀπὸ Χριστοῦ, ἀνιστορῆσαι τὴν θείαν ταύτην εἰκόνα, τὴν φρουρὸν καὶ πρόμαχον τῆς πολιτείας ἡμῶν, διὰ τὸ εἶναι αὐτὸν ὑπὸ τῆς ἀρχαιότητος ἀκαλλῆ πως καὶ οἱονεὶ ἄμμορφον τὸν χαρακτῆρα, ἔφερον τὸν εἰκονογράφον ἵνα ἴδη αὐτὴν καὶ σκεφθῆ τὰ πρὸς ἀνιστόρησιν ὅθεν λαβὼν οὗτος εὐλαβῶς τὴν ἁγίαν εἰκόνα ἐκ τοῦ θρόνου αὐτῆς κατέθεσεν ἐπὶ τῆς ἀρχιερατικῆς καθέδρας, ἵνα τὴν ἐπιοῦσαν εἰς πρᾶξιν τοῦ ἔργου χωρήση. Τῆς ὥρας δὲ ταύτης ἐπελθούσης, καὶ τῆς ἁγίας εἰκόνος εἰς τὸν τοῦ ἀρχιερέως θρόνον καταληφθείσης, ἐξαίφνης, βρονταὶ καὶ κρότοι ἐν τῷ θείῳ ναῷ μεγάλοι καὶ φοβεροὶ ἠκούοντο, ὥστε ἐξίστασθαι πάντας τοὺς οἰκοῦντας τὴν πόλιν, μὴ δυναμένους νοῆσαι τὴν ἀφορμήν. Ὡς δὲ μᾶλλον προσέχοντες, ἔγνωσαν ἀληθῶς ὅτι ἐν τῷ θείῳ ναῷ ταῦτα ἐγίνοντο, φόβῳ καὶ τρόμῳ συσχεθένγτες ἠγέρθησαν ἅπαντες, καὶ τῶν ἰδίων οἰκιῶν ἐξελθόντες ἔτρεχον, ὡς εἶχον, μετὰ σπουδῆς εἰς τὸν θεῖον ναόν, ἰδεῖν τὸ γεγονός. Ὁμοθυμαδὸν οὖν συῤῥεύσαντες ἐν τῷ θείῳ ναῷ ὁρῶσι τὴν ἁγίαν ταύτην εἰκόνα ἀφ’ ἑαυτῆς ἱσταμένην, πρηνεῖς ἐπὶ τοῦ ἐδάφους πεσόντες, τοῖς δάκρυσι τοῦτο κατέβρεχον καὶ γοερῶς βοῶντες πρὸς τὴν Θεοτόκον, ἔλεγον μετὰ θερμομάτης πίστεως: Παναγία Θεοτόκε, βοήθει ἡμῖν τοῖς ἀναξίοις δούλοις, καὶ λύτρωσαι τοῦ τοιούτου φόβου καὶ τρόμου ἡμᾶς, καὶ πάριδε τὴν ἐξ ἀγνοίας ἡμῶν πρὸς Σὲ τόλμην. Ὡς δὲ μετὰ πίστεως θερμῆς καὶ δακρύων πρηνεῖς ταῦτα ἔλεγον, ὁρῶσι πάντες τὴν θείαν ταύτην εἰκόνα ἀποκαθίστασθαι εἰς τὸν ἴδιον τόπον ἔνθα καὶ πρότερον ἧν ἐμφαινομένου ἐν τῷ θαύματι, ὡς οὐκ ἀρεστὸν αὐτῆ ἀνιστορηθῆναι ὅθεν, ἵνα πάντες τοῦτο γινώσκωσι, γέγονε τὰ τοιαῦτα παράδοξα. Ὁ μὲν οὖν ζωγράφος οὐδὲν πλέον ἐπεχειρίσθη, οἱ δὲ εὑρεθέντες ἐν τῷ ναῷ χριστιανοί, προσηύχοντο καθ’ ὅλην τὴν ἡμέραν πρὸς τὴν Θεοτόκον. Ἔκτοτε, ἐτελεῖτο λιτανεία καὶ ἑορτὴ τῇ ἁγίᾳ εἰκόνι κατὰ τὴν ἡμέραν ταύτην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γαβριὴλ τοῦ βασιλέως τοῦ Ῥώσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δημητρίου τοῦ Πριλούκ, τοῦ Ῥώσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κασσιανοῦ τοῦ Μποσόϊ, τοῦ Ῥώσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Ἐν εὐφροσύνῃ ἡ Ἐκκλησία πᾶσα τῶν εὐσεβῶν, πόθῳ ἐκτελεῖ σου τὴν μνήμην τὴν ἱεράν, Θεοδώρα πανσεβάσμιε, ἥνπερ φυλάξαις ἁγίαις σου εὐχαῖς, ἐκ πάσης αἱρέσεως ἄτρωτον.
Τελείως ἀπέκρουσας, σὺ ἅπαν τὸ φθοροποιόν, στίφος τῶν μισούντων θείαν Χριστοῦ μορφήν, καὶ τῆς μόνης Θεομήτορος, ἀποπληροῦσα πρόῤῥησιν Δαβίδ, οἵάπερ βασίλισσα ἔνθεος.
Σὺ μακαρία ὄντως Αὐγοῦστα, πέλεις ἐν οὐρανοῖς, θέσει θεουμένη, κάλλη τὰ ὑπὲρ νοῦν, καθορῶσα τῆς Θεότητος, ἐξ ἧς προχέεις ἄφεσιν ἡμῖν, πταισμάτων τοῖς πίστει σοι μέλπουσι.
Θεοτοκίον.
Τῆς πανάγνου βρεφοκρατούσης Κόρης, μορφὴν Παναγίαν, οἵα Μητρὸς Θεοῦ, πίστει σέβοντες κραυγάζομεν· χαῖρε τροφὲ τοῦ ἅπασαν πνοήν, τῷ νεύματι τρέφοντος.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Ὅλη πτερουμένη θεϊκῆς χάριτος ἔρωτι, πανυπερσέβαστε, πιστῶν συστήματα ἤθροισας, εἰς ναὸν Θεοῦ τὸ ἅγιον, καὶ κακοδόξων τὰς βουλάς, τῆς Ἐκκλησίας ἀποβαλοῦσα, μορφὰς τὰς θείας ἐνδόξως ἐτίμησας.
Πλήθη Ὀρθοδόξων, ἐκ πολλῶν ἐῤῥύσω θλίψεων, Αὐγοῦστα ἔνδοξε, χαρᾶς πληρώσασα, τῷ θεοφόβῳ σου νεύματι, εἰκονομάχους δὲ δεινοὺς πόῤῥω ἐξέπεμψας ὡς βλασφήμου, μεγίστην χαρὰν πιστοῖς προξενήσασα.
Ὤφθης μὲν ἐν πᾶσι συνετή, τοῖς κόσμου πέρασιν Ἁγία ἄνασσα, γυνὴ ἀνδρείας φρονήσεως Θεοδώρα, σὺ γὰρ ἤστραψας ἔργοις, ὡς πάλαι ἡ Ἐσθήρ, λυτρωσαμένη ἐκ τοῦ θανάτου τοὺς χριστωνύμους, καὶ πλάνην νεκρώσασα.
Θεοτοκίον.
Ὁ πλήρης καινοῦται δι’ ἡμᾶς, ἵνα πληρώσεως Αὐτοῦ μετάσχομεν, τῇ γὰρ παναχράντῳ μήτρᾳ Σου, ὁ ἀπερίληπτος Λόγος, τῶν πατρικῶν οὐκ ἀποστάς, κόλπων σεσάρκωται· ὅθεν πάντες Σὲ εὐλογοῦμεν, Μαρία Θεόνυμφε.







ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Παύεις πανισχύρῳ συ κράτει, τοὺς ἀνιέρους Θεοδώρα, φέρουσα εἰς οἶκον Κυρίου μορφὰς ἁγίας, καὶ σὺν Ἀγγέλοις Θεῷ, θυσίαν τῆς αἰνέσεως, τηροῦσα πατρὸς ἁγίου λόγια.
Χαῖρε θεοφρούρητε πόλις, τῶν Κερκυραίων, ὅτι ἔχεις εὖχος τὸ θεάρεστον σκῆνος, τοῦ ἱεράρχου Χριστοῦ Σπυρίδωνος, καὶ βλάβης ἀποτρόπαιον, τῆς Βασιλίδος σῶμα τίμιον.
Νεῦσον πρὸς οἰκτρότατον ὕμνον, τῶν ἀναξίων μου χειλέων, ὅνπερ ἐκ βαθέων καρδίας, πρὸς σὲ ἐκπέμπω ὦ Θεοδώρα σεμνή, καὶ ἐκ βυθοῦ με ἕλκυσον, ἁμαρτημάτων ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Φεῖσαί μου Χριστὲ ὅταν ἔλθης, κρῖναι τὸν κόσμον μετὰ δόξης, λύσον τὴν ἀχλὺν τῶν κακῶν μου, ταῖς ἱκεσίαις τῆς κυησάσης Σε, καὶ τῆς σεπτῆς Αὐγούστης Σου, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Πίστιν πατροπαράδοτον, παιδιόθεν κρατοῦσα, ἀπήμαντον ἐφύλαξας, μέχρις τέλους Αὐγοῦστα, καὶ ἐν βυθῷ διανοίας, εὐσέβειαν τηροῦσα Κυρίου, διετράνωσας πνεῦμα τῆς σωτηρίας, ἐπιμελῶς Ἐκκλησίας θρέψασα τὰς ἀγέλας, Ὀρθοδοξίας γάλακτι, οἵα Μήτηρ γνησία.
Θεοτοκίον. Ἀπόστολοι ἐκ περάτων.
Ἐλπὶς τῶν ἀπηλπισμένων, πανύμνητε Θεοτόκε, μετὰ δακρύων βοῶ Σοι· ἐκ βάθους μου τῆς καρδίας, ἐξάρπασόν με Παρθένε, ἐκ τῶν τοῦ ᾅδου κευθμώνων.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἐξανατέλλει τῷ κόσμῳ καθάπερ ἥλιος, ἡ παμφαής σου μνήμη, εὐκλεὴς Θεοδώρα, τῷ τῆς εὐσβείας θείῳ πυρσῷ, μυστικῶς καταυγάζουσα, τοὺς Ὀρθοδόξους καὶ κόρας τῶν δυσμενῶν, μισεικόνων ἀπαμβλύνουσα.

Δέξαι Αὐγούστα τὸν ὕμνον οἰκτροῦ μου στόματος, ὅν σοι θερμῶς προσφέρω, τὸν οἰκεῖον Δεσπότην, Χριστὸν καθικετεύων ὑπὲρ ἐμοῦ, τοῦ παντλήμονος δούλου σου, κατοικτειρῆσαι καὶ σῶσαί μου τὴν ψυχήν, παρειμένην πλημμελήμασιν.

Ὡς ἐλυτρώσω λιταῖς σου ἐξ ᾅδου πάνσεμνε, τὸν δυσμενῆ σου ἄνδρα, ἄνασσα Θεοδώρα, οὕτω καὶ Κέρκυραν τὴν πιστῶς, σὲ σεβομένην ἐκλύτρωσαι, ἐπιδρομῆς ἀλλοφύλων καὶ ἐκ λιμοῦ, καὶ λοιμοῦ φθορᾶς καὶ θλίψεως.

Πρὸ τῶν σεπτῶν σου λειψάνων πιστῶς ἱστάμεθα, καὶ ὕμνοις Θεοδώρα, βασιλίς σε τιμῶμεν, σῇ δεήσει στήριξον τὰς ψυχάς, ἱκετῶν σου πανεύφημε, ὀρθοδοξίᾳ καὶ ῥύσαι πάσης πληγής, πιστοὺς τιμῶντας τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Ἁγίων Πατέρων ὁ χορός, ὁ τῇ σῇ προνοίᾳ Θεοδώρα συνελθών, τῶν εἰκόνων τῶν σεπτῶν διετάξατο τήν τε ἀναστήλωσιν καὶ τὴν προσκύνησιν· θεοπνεύστῳ δὲ βουλῇ τὴν Ὀρθοδοξίαν, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ, τούτοις ἐπόμεθα πίστει καὶ συνελθόντες λέγομεν· Ὦ ἔνδοξε βασιλίς, Θεοδώρα Ὁσία, οὐρανόθεν ἐπόπτευε, καὶ θείαν ἐπίλαμψιν, ἡμῖν τοῖς ὑμνηταῖς σου βράβευσον, τῆς μυστικῆς Σιὼν τὸν ἀκαθαίρετον πύργον, σαῖς μυριπνόοις ἀρεταῖς καρεκόσμησας, ἔργῳ τε τὴν πίστν ἐστήριξας, Βυζαντίου καύχημα, καὶ Ἐκκλησίας σέμνωμα, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον.
Θεοτόκε Παρθένε, ἡ ἀπειράνδρως τεκοῦσα τὸν Ζωοδότην, Σὺ εἶ ἡμῖν ἡ ἐλπὶς καὶ τὸ στήριγμα, ἐν ταῖς θλίψεσι καὶ ταῖς τοῦ βίου ζάλαις· Σὲ ἱκετεύομεν, καὶ τὴν σεπτὴν Αὐγοῦσταν εἰς πρεσβείαν Σοι προβάλλομεν, εἰρήνην ἐκ Σοῦ Υἱοῦ κατάπεμψον ἡμῖν καὶ Ὀρθοδοξίᾳ στήριξον τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις Θεοδώρα πανευκλεής, χαίροις εὐσεβείας ἀνακήρυξις ἀληθής· χαίροις παῤῥησίαν, πρὸς Θεὸν κεκτημένη, Αὐγοῦστα καὶ Ὁσία, ἀειμακάριστε.
Πίστιν ὡς θεμέλιον τῆς ζωῆς, ἔθου ἐν καρδίᾳ, καὶ τετίμηκας τοῦ Χριστοῦ, τῆς τε Θεοτόκου, τὰς ἱερὰς εἰκόνας, Αὐγούστα Θεοδώρα· διὸ τιμῶμέν σε.
Τὴν τιμὴν ἀπέδωκας ὦ σεμνή, ὀρθοδόξῳ πίστει, εἰς εἰκόνας τὰς ἱεράς, καὶ ἐν εὐσεβείᾳ, εἰς τοὺς ναοὺς Κυρίου, ἀπέδωκας τὸν κόσμον, βασιλὶς ἔνδοξε.
Ἐπαξίως Μῆτερ τῆς τοῦ Χριστοῦ, πίστεως εἰργάσω, καὶ ἐφύλαξας σεαυτήν, ἐκ βεβήλου δόξης, ἐν πάσῃ καρτερίᾳ, Αὐγοῦστα Θεοδώρα· διὸ ὑμνοῦμέν σε.
Τοῦ Σταυροῦ προσκύνησιν εὐλαβῶς, καὶ σεπτῶν εἰκόνων, διετήρησας ἀκλινῆ, καὶ γενναιοφρόνως, ἀνεκαλέσω ταύτην, θεόφρον Θεοδώρα, πιστοὺς δὲ ηὔφρανας.
Πρέσβυν σε προβάλλομεν εὐλαβῶς, πρὸς τὴν Θεοτόκον, ἣν ἐτίμησας εὐσεβῶς, τοῦ Ὀρθοδοξίᾳ, στηρίξαι Θεοδώρα, Ἑλλήνων Ἐκκλησίαν, καὶ Ἔθνος ἔνδοξε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου