Κυριακή 15 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 21. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΙΑΝΟΥΑΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΥ 21!!

ΙΑΝΟΥΑΡΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ

ΑΚΟΛΟΥΘΙΑ



ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια, τῆς ἑορτῆς γ΄ καὶ τοῦ Ἁγίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἱερεὺς ἐννομώτατος, ἀθλητὴς ἱερώτατος, ὦ Ἰανουάριε, ἐχρημάτισας, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, εἰς αὐτὸν τὸν οὐρανόν, εἰσελθών, ἔνθα πρόδρομος, πάντων πέφυκεν, Ἰησοῦς ἀενάως, τοῦτον Πάτερ, ὀπτανόμενος καὶ βλέπων, ἅπερ οἱ Ἄγγελοι βλέπουσι.

Καὶ δορὰν ἀφαιρούμενος, καὶ πυρὶ προσριπτούμενος, καὶ θηρσὶ διδόμενος, Ἀξιάγαστε, καὶ φυλακαῖς συγκλειόμενος, ἡμέραις ἐν πλείοσιν, ἀταπείνωτος τὸν νοῦν, ῥώμῃ θείᾳ διέμεινας, καὶ ἐτέλεσας, τὸν ἀγῶνα νομίμως ἐναθλήσας, ἱερὲ θαυματοφόρε, τῶν Ἀσωμάτων ἐφάμιλλε.

Δισιδέριον Πρόκουλον, Σῶσσον, Φαῦστον Εὐτύχιον, καὶ Ἰανουάριον τὸν ἀοίδιμον, καὶ τὸν σοφὸν Ἀκουτίωνα, συμφώνως τιμήσωμεν, ὡς σοφοὺς ἱερουργούς, στεφηφόρους ὡς Μάρτυρας, ὡς τῆς Πόλεως, τῆς ἁγίας πολίτας πρεσβευτάς τε, τῶν αὐτοὺς μακαριζόντων, ἀληθεστάτους ὑπάρχοντας.

Δόξα...
Σήμερον συγκαλεῖται ἡμᾶς, ἡ πάνσεπτος μνήμη τοῦ σοφωτάτου διδασκάλου και ἱερομάρτυρος Ἰανουαρίου. Εἰς γὰς ἑστίασιν πνευματικὴν προτίθεται ἡμῖν ἡ πάντιμος κάρα αὐτοῦ, σὺν τᾦ αἵματι τῆς ἀθλήσεως. Δεῦτε οὖν ἅπαντες πιστοί, Βασιλεῖς τε, Ἱερεῖς, Ἀρχιερεῖς, καὶ ἡλικία πᾶσα, χορείαν στησάμενοι κονήν, ἀσματικοῖς ἐγκωμίοις μελωδήσωμεν λέγοντες: Χαίροις ὁ τῆς ἀληθείας κήρυξ, καὶ τῆς Ἐκκλησίας στύλος ἀκράδαντος. Χαίροις ὁ στρατιώτης τοῦ Χριστοῦ γενναιότατος καὶ τῆς εὐσεβοῦς ὁμολογίας ὁμολογητὴς στερρότατος. Χαίροις ὁ Ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ὁ τοὺς τρεῖς παῖδας ζηλώσας, καὶ τὴν κάμινον δροσίσας, καὶ τοὺς συνάθλους σου μαρτυρικοῖς στεφάνοις κατακοσμήσας. Μὴ διαλείπῃς δυσωποῦμέν σε, ἁγιώτατε Πάτερ, ἀεὶ τὴν πόλιν ταύτην φρουρῶν καὶ σκέπων, καὶ σώζων ἐκ παντοίας προσβολῆς, καὶ τῆς φλογὸς τοῦ Βεζουβίου, καὶ τῆς μελλούσης οὐρανῶν Βασιλείας τύχοιμεν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Καὶ νῦν... Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14]
Τάδε λέγει Κύριος` πάντα τά ἕθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τά ἐξ αύτῆς; Ἤ τά ἐξ ἀρχῆς, τίς ἀκουστά ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αύτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν έν ἡμῖν ἀλλότριος. ‘Υμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός` ὄτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Γ 1-9]
Δικαίων ψυχαὶ ἑν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἐδοξαν ἐν ὁφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίστη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἑν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθἐντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἑν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἑπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἑπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς όσίοις αὐτοῦ, καὶ ὲπισκοπὴ ἑν τοῖς ὲκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτὴν. Ἦχος α΄.
Τὸν ἀριστέα τοῦ Χριστοῦ, Ἰανουάριον τὸν ἀοίδιμον, συνελθόντες οἱ πιστοί, ἐγκωμίοις μαρτυρικοῖς, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὖτος γὰρ τὸν πρὸς ἐχθροὺς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσαςάξίως τὸ τῆς νίκης βραβείον ἐδέξατο, καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων χορεύων, τὴν ἀκατάλυτον χορεία, αἰτεῖται τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τῶν Ἀθλοφόρων ὦ φιλέορτοι. Δεῦτε εὐφημήσωμεν αὐτούς, μυστικῶς ἐγκωμιάζοντες. Χαίροις Ἰανουάριε ἔνδοξε, χαίροις Πρόκουλε, χαίροις Σῶσσε, χαίροις Δησιδέριε, χαίροις Ἀκουτίων, χαίροις Φαῦστε, χαίροις Εὐτόλιε, οἱ τὴν πλάνην τῶν εἰδώλων εἰς χάος βυθίσαντες, καὶ Χριστὸν τὸν Κύριον, ἐν μέσῳ τοῦ σταδίου τρανῶς κηρύξαντες. Διὸ παμμακάριστοι καὶ πολύαθλοι, μὴ παύσητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Ἡ ἑπταφεγγὴς τῶν Ἀθλητῶν λαμπάς, ὡς εν δρυμω ξύλων ἀξίνῃ, Δαβιτικῶς ἐξέκοψε τὴν πλάνην τοῦ ἐχθροῦ, ὁμολογήσαντες Χριστὸν ἐναντίον Βασιλέων. Ὅθεν καὶ ἐν οὐρανοῖς μετὰ Ἀγγέλων χορεύοντες, ἀπαύστως πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. β΄.
Ἡ Νεάπολις εὐφραίνεται, ὅτι ἐν τῇ σορῷ τοῦ σεβασμίου αὐτῆς πολιούχου Ἰανουαρίου ἐπλουτίσθῃ, καὶ τὸ φιλόχριστον ποίμνιον συγκαλουμένη βοᾷ. Δεῦτε φιλομάρτυρες λαμπρύνθητε, ἐν τῇ μνήμῃ τῇ φαιδρᾷ. Δεῦτε οὖν φιλέορτοι φωτίσθητε. Δεῦτε ἵδετε φωστῆρα οὐράνιον ἐν γῇ περιπολεύοντα. Δεῦτε καὶ ἀκούσατε οἵας χάριτος κατεπλουτίσθη. Ὡς γὰρ τὴν φλόγα τῆς καμίνου ἐδρόσισεν, οὕτω καὶ τὴν φλόγαν του Βεζουβίου ὄρους κατέπαυσε, τῇ ἀοράτῳ αὐτοῦ ἐπιστασίᾳ. Καὶ τὴν πόλιν ταύτην ἐκ τοῦ κινδύνου ἐρρύσατο. Ἥν καὶ ἀεὶ διαφυλάττει ἐκ πάσης περιστάσεως, τοῦ κινδύνου ἐρρύσατο. Ἥν καὶ ἀεὶ διαφυλάττει ἐκ πάσης περιστάσεως, καὶ ταῖς ψυχαῖς ἡμῶν αἰτεῖται τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν στίχον, προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Λόγῳ κυβερνώμενος ψυχῶν, θεῖος οἰκονόμος ἐδείχθης, μυσταγωγός τε πιστῶν, σπέρματα σωτήρια καταβαλλόμενος, καὶ θερίζων τὸν ἄσταχυν, πολύχουν θεόφρων, τοῦτον τῷ Δεσπότῃ σου φέρεις γηθόμενος. Ὧ νῦν παριστάμενος μάκαρ, μέμνησο τῆς ποίμνης σου ταύτης, τῆς ἀεὶ τιμώσης σε θεόπνευστε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Ἔχων ἐξ ἀφθόνων δωρεῶν, σὺ τοῦ Παρακλήτου τὴν χάριν, τὴν τῶν ἰάσεων, πάθη τὰ τοῦ σώματος, καὶ τῶν ψυχῶν ἡμῶν, ἐπισκέψει σου ἴασαι, ὀδύνας κοιμίζων, πόνους παύων ἅπαντας, καὶ ἐκλυτρούμενος, πάντας συμφορῶν καὶ κινδύνων, καὶ ἐκ τῆς φλοχὸς τοῦ Βεζβίου, τὴν σὴν πόλιν ὦ Ἰανουάριε περίσωζε
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῇ Αὐτοῦ...
Χαίρων τῶν μελλόντων ἀγαθῶν, Πάτερ τῇ ἐλπίδι τοὺς πόνους, ρᾷον ὑπήνεγκας, προθύμως τῶν ἔμπροσθεν ἐπεκτεινόμενος, τῶν ὀπίσω δὲ πάνσοφε, ποιούμενος λήθην, ἕως τὸ μακάριον, τέλος κατέλαβες, πλήρης ἀρετῶν ἐργασίαις, καὶ μακαριότητος θείας, ὦ Ἰανουάριε τετύχηκας.

Δόξα. Ἦχος γ΄.
Μωϋσέως, Δαβίδ τε Πάτερ Ἅγιε τὸ πρᾶον, Φινεὲς καὶ Ἠλιοῦ τὸν θεῖον ζῆλον, τοῦ Ἁβραὰμ δὲ τὴν πίστιν κτησάμενος, σὺν ἐκείνοις χορεύεις γηθόμενος, Ἰανουάριε, Μαρτύρων καὶ Ὁσίων τὸ καύχημα, καὶ Ἱεραρχῶν τὸ σεμνολόγημα. Διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον, ἀπὸ τῆς φλογὸς τοῦ Βεζουβίου ἡμᾶς, καὶ τὴν πόλιν ταύτην, διὰ παντὸς σωθῆναι.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπολυτίκιον Ἦχος γ΄.
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ Νεαπόλις, Ἰαννουάριε Πάτερ ἡμῶν ἔνδοξε, ἀπὸ λοιμοῦ, καὶ λιμοῦ, καὶ κακώσεως, καὶ τῆς φλογὸς τοῦ Βεζβίου ταύτην διέσωσας. Διὸ κατὰ χρέος ἅπαντες, ἐν πίστει καὶ πόθῳ προσπίπτοντες, τιμῶμεν τὸ αἷμα καὶ τὴν κάραν σου.

Καὶ Ἀπόλυσις






ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Ὡς ἥλιος ἡμῖν ἡ Ἁγία σου μνήμη, ἀνέτειλε σοφὲ, Ἰανουάριε μάκαρ, καὶ τῶν συμμαρτύρων σου, τοὺς πιστοὺς καταυγάζουσα. Ἥνπερ σήμερον, ἐπιτελοῦντες βοῶμεν, ἱκετεύσατε, ὑπὲρ ἡμῶν Ἀθλοφόροι, τὸν μόνον φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, ἀποδειχθεὶς δι’ εὐσεβοῦς μαρτυρίας, μεγαλοκήρυξ ἔνδοξε παρίστασαι, δόξη λαμπρυνόμενος τοῦ Δεσπότου τῶν ὅλων. Ὅθεν τὴν ἁγίαν σου ἑορτάζομεν μνήμην, τὴν τῶν πταισμάτων λύσιν Ἀθλητά. Ταῖς σαῖς πρεσβείαις, λαβεῖν Ἰανουάριε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φοινίξας ἐν αἵματι τὴν ἱεράν σου στολήν, θυσίαν εὐάρεστον Θεῷ προσήξας σαυτόν, Ἰανουάριε ἔνδοξε, ἔθραυσας τῶν δαιμόνων, τὸ ἀνίσχυρον θράσος, εὔφρανας τοὺς Ἀγγέλους, τῇ στερρᾷ σου ἐνστάσει. Διὸ καθικετεύων μὴ παύσῃ σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Οἱ Ἀναβαθμοὶ, τὸ α΄ αντίφωνον τοῦ δ΄ ἥχου.
Προκείμενον, ἦχος δ΄. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Στ.: Πεφυτευμένος ἐν τῶ οἴκῳ Κυρίου...
Εὐαγγέλιον, ἑκ τοῦ κατὰ Λουκᾶν. Κεφ. ΚΑ΄: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. προσέχετε ἀπὸ τῶν ἀνθρώπων. Επιβαλούσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὑτῶν καὶ διώξουσι...
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱερομάρτυρος...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεήμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον ἡ Οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἱεράρχου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἰανουάριε βοᾷ σοι, θεράπων Χριστοῦ καῖ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ ὑμῶν πρὸς Κύριον.






Οἱ Κανόνες τῆς ἑορτῆς, ὡς σύνηθες, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Σύστημα τερπνὸν Μαρτύρων ἐπαινέσω. Ὁ Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Ὁ Εἱρμὸς. Τριστάτας κραταιούς,
Συνὼν ταῖς στρατιαῖς, τῶν ἀΰλων, Ἀγγέλων, καὶ μεθέξει φωτισμοῦ, ἀδύτου τὴν ψυχήν, ἱερῶς φωτιζόμενος, φώτισόν μου τὴν καρδίαν, τὴν φωσφόρον σου σήμερον, ἑορτὴν εὐφημοῦντος μακάριε.
Ὑπῆρξας ἐκ παιδός, ἱερώτατος ὅλως, ἀρεταῖς συναυξηθείς, καὶ χρῖσμα ἱερόν, εἰληφὼς ἱεράτευσας, Ὅσιε λαὸν ποιμάνας, μαρτυρίου δὲ αἵματι, λαμπρυνθεὶς ὑπέρ ἥλιον ἔλαμψας.
Στρατὸς φωτοειδής, ἱερώτατος δῆμος, συναλθεῖ σοι καρτερῶς, σοφὲ Ἱερουργὲ μεθ' ὧν πᾶσαν διέλυσας, ὄφεως μηχανουργίαν, ὑπομείνας πολύπλοκα, ῥωμαλέῳ φρονήματι βάσανα.
Τοῖς ἴχνεσι Χριστοῦ, τοῦ μεγάλου καὶ πρώτου, ἀρχιποίμενος Σοφέ, ἑπόμενος βαφαῖς, μαρτυρίου ἐφαίδρυνας, σοῦ τῆς ἀρχιερωσύνης, τὴν στολήν· διὰ τοῦτό σε, διανοίας τιμῶμεν εὐθύτητι.
Ἠχήσας ὡς βροντή, σοῦ ὁ ἔνθεος λόγος, ἐμβροντήτους ἀκοάς, παράφρονος ἐχθροῦ, κατεπτόησεν ἔνδοξε· ὅθεν σε καθυποβάλλει, ἀνηκέστοις κολάσεσι, τῷ πρὸς Κύριον φίλτρῳ πυρούμενον.
Θεοτοκίον
Μακάριος ἐστίν, ὁ λαὸς Θεοτόκε, ὁ δοξάζων σε Θεοῦ, Μητέρα ἀψευδῆ, καὶ ἀεὶ μακαρίζων σε, ἄχραντε, καθὼς προεῖπας, ἱερῶς προφητεύουσα, ὁπηνίκα Χριστὸν ἔνδον ἔφερες.

ᾨδὴ γ'. Ὁ Εἱρμὸς. Τόξον δυνατῶν ἠσθένησε
Αἴγλῃ τοῦ Ἁγίου Πνεύματος, περιηνθισμένος, μέσον καμίνου ἐχόρευες, Νεανίας τοὺς πρὶν ὁσίους, Παμμακάριστε μιμούμενος.
Τάξεις ἱερῶν δυνάμεων, μέσον τῆς καμίνου, σὺν σοὶ θεόφρον ἐχόρευον, μεθ' ὧν ὕμνεις τὸν Εὐεργέτην, διαμένων ἀκατάφλεκτος.
Ἔχων τὸν Χριστὸν ὑπέρμαχον, μέσον τῶν τυράννων, ἑστὼς ἀπτόητος ἔμεινας, καὶ βασάνους καθυπομείνας, Μάρτυς ὤφθης ἐνδοξότατος.
Θεοτοκίον
Ῥῆξον τὰς σειρὰς Θεόνυνφε, τῶν ἁμαρτιῶν μου, ἡ τὰ δεσμὰ διαρρήξασα, τὰ τοῦ ᾍδου τῷ τοκετῷ σου, καὶ χαρᾶς πάντα πληρώσασα.

Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς.
Ἱερωσύνης τὴν στολὴν ἐπιχρώσας, ταῖς τῶν αἱμάτων σου βαφαῖς λαμπροτέραν, περιφανῶς ἀπέδειξας θεράπον Χριστοῦ· ὅθεν ἀνελήλυθας, εἰς μονὰς αἰωνίους, βρύων τοῖς τιμῶσί σε, ἰαμάτων πελάγη, καὶ ἱκετεύων πάντοτε Θεόν, πᾶσι δοθῆναι πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.



ᾨδὴ δ'. Ὁ Εἱρμὸς. Δι' ἀγάπησιν Οἰκτίρμον.
Πάντες Σῶσσον τὸν λευΐτην καὶ ἀθλοφόρον, τὸν ἱερόν τε Φαῦστον, Πρόκουλόν τε τὸν μέγαν, καὶ τὸν Δισιδέριον, συμφώνως τιμήσωμεν.
Νυσταγμὸν τῆς ἀσεβείας Πρόκουλε Μάρτυς, σὺ μὴ νυστάξας ὅλως, ἐγρηγόρσεσι θείαις, πᾶσαν κατεκοίμισας, ἀθέων κακόνοιαν.
Ὅλως θείαις εὐτυχήσας καλῶν ἰδέαις, καὶ μαρτυρίου φέγγει ἀπαστράψας ὡραίως, μέγιστε Εὐτύχιε, Θεῷ εὐηρέστησας.
Νέον ὥσπερ Δανιὴλ σε, θηρῶν ἐν μέσῳ, σὺν τοῖς συνάθλοις σῴζει, ἀβλαβῆ ἐκβληθέντα ὦ Ἰανουάριε, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Θεοτοκίον
Μεγαλύνωμεν τὴν μόνην εὐλογημένην, δι' ἧς μεγάλως πάντας, ἐπευλόγησεν ὄντως, ὁ πανυπεράγαθος, ἐκ ταύτης σαρκούμενος.


ᾨδὴ ε'. Ὁ Εἱρμὸς. Σὺ Κύριέ μου φῶς
Αἵματι ἱερῷ, τὴν στολήν σου Πανόλβιε, ἐτέλεσας λαμπροτέραν, καὶ ναὸν πρὸς τὸν ἄνω, ὡς ἱερεὺς ἐλήλυθας.
Ῥεῦσαν ἐπὶ τῆς γῆς, τὸ πολύτιμον αἷμά σου, γεγένηται ἰαμάτων ποταμός, παθημάτων, ξηραίνων Πάτερ ῥεύματα.
Τὸν ἄδικον κριτήν, τυφλωθέντα ἐντεύξει σου, ἐφώτισας εὐσπλαγχνίαν, τοῦ Δεσπότου τῶν ὅλων, μιμούμενος, πανόλβιε.
Θεοτοκίον
Ὑμνοῦμέν σε δι' ἧς, τοῖς ἐν σκότει φῶς ἄδυτον, ἀνέτειλε Θεοτόκε, ὁ τῶν ὅλων Δεσπότης, καὶ πόθῳ μακαρίζομεν.
ᾨδὴ ς'. Ὁ Εἱρμὸς. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης
Ῥήμασι σημεῖα θεωρήσας, δῆμός σε παρανόμων, ἐργαζόμενον Ἱερομύστα, τῷ Ποιητῇ, ἐκ ψυχῆς προσέρχεται, παραδόξως φωτιζόμενος.
Ὤφθης καὶ πρὸ τέλους Ἱεράρχα, καὶ μετὰ θεῖον τέλος, ἐργαζόμενος πλῆθος θαυμάτων, τὴν δωρεάν, τοῦ Ἁγίου Πνεύματος, ἀπὸ βρέφους κομισάμενος.
Νῦν ἱερωτάτῃ συμφωνίᾳ, Φαῦστον καὶ Σῶσσον πάντες, Δισιδέριον σὺν Εὐτυχίῳ, καὶ τῷ σοφῷ Ἀκουτίῳ μέλψωμεν, καὶ Προκούλῳ τοὺς θεόφρονας.
Θεοτοκίον
Ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων, σῶν ἐξ ἁγνῶν αἱμάτων, σεσωμάτωται ὁ Θεὸς Λόγος, ὃν ἐκτενῶς, Θεομῆτορ αἴτησαι, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.






Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὡς θησαυρὸν πολυτελῆ τὸν Δεσπότη, καὶ κρήνην βρύουσαν κρουνοὺς ἰαμάτων, τῇ Νεαπόλει δέδωκέ σε Ἅγιε. Φύλαξ γὰρ καὶ πρόμαχος τοῦ λαοῦ ἀνεδείχθης, λύων καὶ τὴν κάκωσιν τῆς φλογὸς τοῦ Βεζουβίου. Διὸ καὶ πάντες κράζομεν πιστῶς: Χαίροις προστάτα Πατὴρ ἡμῶν Ἰανουάριε.
Ὁ Οἶκος.
Ὡς ἀστὴρ φαεινὸς σήμερον συνεξέλαμψε, τῆ Ἀναστάσει Χριστοῦ, Ἰανουάριος ὁ ἔνδοξος, ἀστράπτων καῖ φωτίζων τὰ πέρατα ἅπαντα, τῶν ἀπίστων μόνον ἡμαύρωσε τὴν πᾶσαν δυσέβειαν, σοφίας λόγοις τούτοις διέλεγξας, τὴν ἀλήθειαν ἐμ μέσῳ τοῦ σταδίου κηρύξας, πείθων καὶ λέγων τὸν γεννηθέντα, καὶ παθόντα, καὶ ταφέντα, καὶ τριήμερον ἐκ νεκρῶν Ἀναστάντα Ἰησοῦν, Υἱὸν αὐτοῦ εἶναι Θεοῦ. Ἀξίως οὖν καὶ ἡμεῖς εὐσεβοφρόνως κράζομεν αὐτῶ: Χαίροις προστάτα Πατὴρ ἡμῶν Ἰανουάριε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰανουαρίου Ἐπισκόπου, Προκούλου, Σώσσου καὶ Φαύστου Διακόνων, Δισιδερίου Ἀναγνώστου, Εὐτυχίου καὶ Ἀκουτίωνος.
Τὸν Ἰανουάριον ἄνδρα γεννάδαν
Ἀπρίλιος μὴν εἶδεν ἐκτετμημένον.
Σὺν τῷ Προκούλῳ Σῶσσον, ἀλλὰ καὶ Φαῦστον,
Πρὸ κουλεοῦ κύψαντας ἔκτεινε ξίφος.
Δισιδέριος τὴν δέριν δοὺς τῷ ξίφει,
Τομὴν ὑπέστη, καὶ παρέστη Κυρίῳ.
Φωνῆς ἀκουτίσθητι τῆς, Ἀκουτίου,
Λέγοντος· Εὐτύχιε, συντμήθητί μοι,
Ἰανουαρίοιο κάρην τάμον εἰκάδι πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀλεξάνδρας τῆς βασιλίσσης.
ᾜδει μενούσης πρόξενον λαμπηδόνος,
Τὴν ἐν ζόφῳ κάθειρξιν ἡ Ἀλεξάνδρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολλώ, Ἰσαακίου, καὶ Κορδάτου, λιμῷ καὶ ξίφει τελειωθέντων.
Λιμαγχόνην οἴσαντες Ἀθληταὶ δύο,
Ψυχοκτόνων φεύγουσι δαιμοναγχόνην.
Ζωμοὺς χύτρας σῆς, τοὺς ἱδρῶτας Κορδᾶτε,
Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαξιμιανοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.
Μαξιμιανός, οὐχ ὁ παμφάγος λύκος,
Ἀλλ' ὁ τροφεὺς τέθνηκε τῆς Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου.
Ἀναστάσιος ἐν Σινᾷ Μωσῆς νέος,
Καὶ πρὶν τελευτῆς τὸν Θεὸν βλέπειν ἔχει.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ Εἱρμὸς. Νέοι τρεῖς ἐν Βαβυλῶνι.
Παῖδες θείους ἐμιμήσω, ἀνὰ μέσον τῆς φλογός, ὦ Ἰανουάριε, ἐν συγκαταβάσει, Ἀγγέλων περιχορεύων, καὶ ᾠδαῖς μυστικαῖς τὸν Σωτῆρα ὑμνῶν.
Ἄνοσον τὸν λογισμόν σου, χάριτι θείᾳ τηρῶν, καὶ πρὸ τῆς ἀθλήσεως, νόσους ἐθεράπευσας πάσας, ποιμὴν καὶ μέγας, θαυματουργὸς γνωριζόμενος.
Ἵστασο πρὸ τῶν βημάτων, Μάρτυς, τῶν τυραννικῶν, ἀθλῶν καρτερώτατα, καὶ τοὺς δυσσεβεῖς καταισχύνων, καὶ πλανηθεῖσιν ἅπασιν, ὑποδεικνὺς τὴν ἀλήθειαν.
Θεοτοκίον
Νέκρωσόν μου τὰς κινήσεις, Ἄχραντε τὰς τῆς σαρκός, ζωὴν ἡ κυήσασα, ζώωσον ἁγνὴ τὴν ψυχήν μου, νεκρωμένην πάθεσι, καὶ πολλοῖς ἁμαρτήμασιν.

ᾨδὴ η'. Ὁ Εἱρμὸς. Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε.
Εὐφημείσθω ὁ μέγας νῦν Πρόκουλος, καὶ σὺν τῷ Εὐτυχίῳ Ἀκούτιος, ὁ θεῖος Δισιδέριος, Φαῦστός τε καὶ Σῶσσος ὁ γενναιόφρων, τοῦ Σωτῆρος οἱ ἔνδοξοι Μάρτυρες.
Σὲ χορὸς Ἀθλοφόρων ὁ ἔνδοξος, κορυφαῖον πλουτήσας ἐπάτησεν, Ἱερομύστα ἔνδοξε, κορυψὰς τῶν δαιμόνων, καὶ ἀθεΐας, κορυφούμενον θράσος ἠφάνισεν.
Ὡς οἱ Παῖδες τὸ πῦρ κατεπάτησας, καὶ θηρῶν τὰς ὁρμὰς ἐχαλίνωσας, ὡς Δανιὴλ πανάριστε, ὡς δὲ Παῦλος τὴν κάραν ἐναπετμήθης, εὐσεβῶς τελειώσας τὸν δρόμον σου.
Θεοτοκίον
Ὁ σκηνώσας ἀφράστως ἐν μήτρᾳ σου, ἑαυτοῦ οἰκητήριον ἔδειξε, σὲ καθαρὸν Πανάχραντε, ᾧ βοῶμεν ἀπαύστως· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.



ᾨδὴ θ'. Ὁ Εἱρμὸς. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.
Ἰανουαρίου τὰ σεπτὰ παλαίσματα, τοὺς ἀγῶνας καὶ τὰ στίγματα, τὴν μέχρις αἵματος ἀνδρείαν, τοὺς πόνους καὶ τὸν βίαιον θάνατον, θαυμάτων τε τὸ ἄπειρον πέλαγος, ἐν εὐφροσύνῃ μεγαλύνωμεν.
Ὡράθης ἐν ὕψει τῆς σεπτῆς ἀοίδιμε, μαρτυρίας ὥσπερ ἄδυτος ἥλιος, θείους ὡς ἀστέρας, Μαρτύρων τὴν πληθὺν ἐπαγόμενος, καὶ νῦν φωταγωγεῖται τὰ πέρατα, ἄθλων μεγίστων ταῖς λαμπρότησιν.
Ἡμέραν τελέσωμεν πιστοὶ ἑόρτιον, εὐφημοῦντες Ἀκουτίωνα, Πρόκουλον Σῶσσον καὶ τὸν Φαῦστον, Εὐτύχιον σοφὸν Δισιδέριον, καὶ τὸν Ἰανουάριον ᾄσμασιν, ὡς ὑπέρ πάντων νῦν πρεσβεύοντας.
Θεοτοκίον
Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαῖς τυφλώττουσαν, τὴν ψυχήν μου φωταγώγησον, καὶ χειραγώγησόν με Κόρη, ὁδοὺς σωτηριώδεις πορεύεσθαι, καὶ πλάνης ἐκφυγεῖν τὰ προσκόμματα, ὅπως ἐν, πίστει μακαρίζω σε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Σκιρτήσατε χορεύσατε, μετ’ εὐφροσύνης ᾄσατε, λαοί φυλαί τε, καὶ γλῶσσαι, τῆς Νεαπόλεως πάσης, ἐπὶ τῆ μνήμῃ σήμερον, τοῦ θείου Ἀρχιποίμενος, σεπτοῦ Ἱερομάρτυρος, θερμοῦ προστάτων ἁπάντων, αὐτὼν τιμώντων ἐκ πόθου.
Καὶ τῆς ἑορτῆς.

Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τὼν οὐρανίων ταγμάτων.
Τῆς ἀληθείας τὸ ἔαρ λαμπρῶς ἐφέστηκε, καὶ νεουργεῖ τὴν κτίσιν εὐσεβεῖ ἐπιγνώσει, Χριστοῦ τοῦ ζωοδότου, ὅθεν σαφῶς, φωτισθεὶς τὴν διάνοιαν, ὁ Ἀθλητὴς τοῦ Κυρίου τὴν τῶν ἐχθρῶν, κατεπάτησεν ἀπόνοιαν.

Τοὺς ἱερούς σου ἀγῶνας πιστῶς γεραίρομεν, ἀθλητικοῖς καμάτοις, οὕς διήνυσας χαίρων, ἐν μέσῳ τῆς καμίνου, καὶ γὰρ ἐπιστάς, Ἰανουάριε ἔνδοξε, εἰς δρόσον ταύτην μετέβαλεν ὁ Χριστός, δι’ ὅν χαίρων ἐκοπίασας.

Ἡ τῶν λειψάνων σου θήκη Ἰερομάρτυς Χριστοῦ, ὡς ποταμὸς ἐκβλύζει τῶν ἰάσεων ρεῖθρα, καὶ πάντων καταρδεύει τῶν εὐσεβῶν, τὰς καρδίας πανένδοξε Ἰανουάριε μάκαρ τῶν ἐν αὐτῇ, προσφοιτώντων μετὰ πίστεως.

Δεῦτε συμφώνως ἐν πίστει ἀνευφημήσωμεν, τὴν θείαν συνοδίαν τοῦ σοφοῦ Ἱεράρχου, τὸν Πρόκουλον, καὶ Σῶσσον, καὶ Ἀκουτίωνα, Δησιδέριον, Φαῦστον τε, καὶ τὸν Εὐτόλμιον ἅμα, καὶ σὺν αὐτοῖς, Ἰανουάριον τὸν ἔνδοξον.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν ἑόρτια, καὶ χορεύσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίῳ πανηγύρει τοῦ θεοφόρου Πατρός. Βασιλεῖς και Ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν τῆς εὐσεβεῖας θερμότατον προστάτην, Βασιλέα πειθόντα παρανομεῖν μὴ θέλοντα, ἀπολῦσαι ἀναιτίους πάσχοντας. Ποιμένες καὶ διδάσκαλοι, τὸν τοῦ καλοῦ ποιμένος ὁμόζηλον Ποιμένα, συνελθόντες εὐφημήσωμεν. Οἱ ἐν νόσοις τόν ἱατρόν, οἱ ἐν κινδύνοις τὸν ρύστην, οἱ ἀμαρτωλοὶ τὸν προστάτην, οἱ πένητες τὸν θησαυρόν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν, τὸν συνοδίτην οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην, οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα μέγιστον Ἱερομάρτυρα ἑγκωμιάζοντες οὕτως εἴπωμεν: Πανάγιε Ἰανουάριε, πρόφθασον ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.

Καὶ νῦν.
Ἀναστάσεως ἡμέρα...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου