Τετάρτη 18 Ιουλίου 2018

ΠΕΜΠΤΗ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΙΧΑΗΛ ΓΡΑΝΙΤΣΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΠΕΜΠΤΗ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
ΜΙΧΑΗΛ ΝΕΟΜΑΡΤΥΣ ΓΡΑΝΙΤΣΗΣ ΕΥΡΥΤΑΝΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ

ΕΣΠΕΡΙΝΟΣ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος πλ. α'
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς ἐκ τῶν πυλῶν τοῦ θανάτου· Δοξάζομέν σε Μονογενές. 

Ὁ τὴν Ἀνάστασιν διδούς, τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε. 

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν. 

Καὶ τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, ὁ λαμπρὸς ἀριστεύς, Μιχαὴλ ὁ Χριστόαθλος, ἐν τῇ μνήμῃ σήμερον, τῆς αὐτοῦ ἐναθλήσεως, οὐκ αὐτὸς μᾶλλον παρ’ ἡμῶν ἄδεται, τῆς Ἐκκλησίας Χριστοῦ τὸ πλήρωμα καταλαμπρύνεται, νεωστὶ ἀθλήσαντος αἱρετικοί· ὅθεν νῦν ἐμβρόντητοι ἀποδεικνύονται.

Ὢ τοῦ παραδόξου θαύματος, τὸ νοερῶς ἐν σοὶ πῦρ, τὸ πρὸς πόθον τοῦ Κτίστου σου, μὴ ἀλγεῖν κατέπειθεν, ἐκ τοῦ ἰνύλος φλογίζοντος· διὸ καὶ ἥρως φλεχθῆναι τάχιστα, καὶ διαδῆναι πρὸς τὸ ποθούμενον, οὖν τῇ λαμπρότητι, Μιχαὴλ τερπόμενος διηνεκῶς, τῶν μακαριζόντων σε, Μάρτυς μνημόνευε.

Ὢ τοῦ παραδόξου θαύματος, πῶς ἡ σεπτὴ ἑορτή, Μιχαὴλ τοῦ ἐν Μάρτυσιν, ἀγλαῶς ἐμπρέποντος, τῇ λαμπρᾷ ὡραΐζεται, ὧν ἑκατέρωθεν, ἄνθη νῦν δρεψάμενοι θεοπρεπῶς, τοῦτον καταστέψομεν, ὡς ἀριστεύσαντα.




Δόξα. Ἦχος πλ. β΄.
Εἰ καὶ τῶν ζώων, ὧν εἶδεν Ἰεζεκιήλ, αἱ πτέρυγες εἰς τὰ ἄνω ἐπέποντο, εἰς δεῖγμα τῶν μαρτυρικῶν ἀριστειῶν, αἱ οὐρανόθεν μόνον περιμένουσαι τὰ ἐγκώμια, ἡμεῖς ἀλλ’ ὅμως ποὺ ὁμοιᾶσαι τούτῳ ἐπιβαλλόμεθα. Χαίροις, λέγοντες, Μιχαὴλ ἀριστεῦ, ὁ ἑκουσίως χωρήσας πρὸς τοὺς ἀγῶνας τοῦ μαρτυρίου καὶ ἐγκαινίσας ἐπ’ ἐσχάτων τῶν χρόνων, τὴν προθυμίαν τῶν Χριστιανῶν Ἀθλητῶν· χαίροις, ὁ ἐν τῇ φρουρᾷ τὸν Δεσπότην σου Χριστὸν θεασάμενος, καὶ θεσπεσίων αὐτοῦ χρησμῶν καταξιωθείς, εἰς θάρσος ἅπλετον τῆς ἀθλήσεως ἐναγόντων· χαίροις, ὁ τῷ πυρὶ ὁλοκαυτωθεὶς διὰ τὸν Κτίστην σου, καὶ τοῦτον ὡς ἄρτος ἡδὺς προσενεχθεὶς τῇ τραπέζῃ. Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Ἦχος πλ. α'
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς. 

Προκείμενον Ἦχος βαρύς: Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.
Στίχ. Πρόσχες μοι καὶ εἰσάκουσόν μου. 
Στίχ. Ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν. 
Στίχ. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα. 

Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων. Ἦχος πλ. α' 
Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον, κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν. Ἦχος πλ. α'
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις. 

Δόξα... Ἦχος α΄.
Ὢ τῆς γενναίας καὶ ἀδαμαντίνου σου ψυχῆς, Μιχαὴλ ἀξιΰμνητε, ἐρῶν γὰρ τοῦ ἐρᾶσθαι παρὰ τοῦ ἐρωμένου σου Χριστοῦ· Αὐτῷ θυσία γενέσθαι ἐπιποθῶ, Αὐτῷ ὁλοκάρπωμα καὶ σφάγιον, Αὐτῷ θυμίαμα εὐῶδες, ἀπόδοτε οὖν τὰ ἐμά, καὶ ὠνησάμενοι ὕλην, δι’ αὐτῆς ταχέως με πυρπολήσαντες. Τὸ γὰρ ἐν ἐμοὶ θειοτέρως πῦρ ἐνεργοῦν, ψυχρὸν τὸ ἔνυλον τοῦτο ἡγεῖσθαι καταναγκάζει· ὅθεν καὶ λαμπρὰν τὴν τελείωσίν μου, πανήγυριν τίθεμαι. Ἀλλ’ ἐξευμενίζου τὸ θεῖον ὑπὲρ ἡμῶν, Ἀθλοφόρε παμμακάριστε.

Καὶ νῦν... Ἦχος πλ. α'
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. 





Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Ἀγράφων τὸν γόνον καὶ Ἑλλάδος ἀγλάϊσμα, τῆς Θεσσαλονίκης τὸ κλέος, Μιχαὴλ τὸν θεοῤῥήμονα, τὸν τῶν ἀσεβῶν τὴν πλάνην ἐλέγξαντα, καὶ ἐν κριτηρίῳ ἀνόμων, εὐθαρσῶς θεολογήσαντα, τὸν ἐν εἱρει τῇ τὸν Χριστὸν θεασάμενον, καὶ παρ’ Αὐτοῦ τὴν ἰσχὺν κομισάμενον, τὸν ἐν πυρὶ διὰ Χριστὸν ὁλοκαυτωθέντα, καὶ εὐωδίᾳ τὸ σύμπαν καὶ τὸν Κτίστην τέρποντα, τὸν ὄντως μέγαν καὶ ἔνδοξον τοῦτον Μάρτυρα, ἐγκωμίοις εὐφημήσωμεν.
Ἀπολυτίκιον τοῦ Πάσχα. Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. 
































ΟΡΘΡΟΣ

Δόξα τῇ ἁγίᾳ..., τό· Χριστὸς ἀνέστη μετὰ τῶν στίχων αὐτοῦ. Συναπτή.

Εἶτα, οἱ Κανόνες· τοῦ Πάσχα εἰς δ’, καὶ τοῦ Ἁγίου ὁ παρὼν εἰς δ’.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Λαμπρά σου τὰ τρόπαια, λαμπρά σου Μάρτυς τὰ κάμματα, φαιδροὶ οἱ ἀγῶνές σου, οὕς περ διήνυσας, καὶ ἡ μνήμη σου, φαιδρὰ καὶ φωτοφόρος προλάμπουσα.
Ἀνέτειλε σήμερον ἡ ἡμέρα, θεία καὶ εὔσημος τῷ κόσμῳ ἡ ἄθλησις τοῦ Μιχαήλ, τοῦ στερεοῦ καταυγάζουσα καρδίας τῶν ὑμνούντων, καὶ τὴν ἀνθρωπότητα διασκεδάσασα.
Μαρτύρων ὡραῖον, καὶ καὶ οὐρανόμηκες βλάστημα, ψυχῶν ἀγαλλίαμα, τῶν εὐσεβούντων πηγή, ἁγιάσματος, πελαγησόμενοι ῥεῖθρα, τερπνῶς μου γλυκαίνοντα, τὴν ἁλμυρότητα.
Θεοτοκίον.
Θεοῦ Σε γεννήτριαν, οἱ εὐσεβεῖς ἐπιστάμεθα, ὡς μόνην χωρήσασα, τὸν ὑπὲρ πλήρη Θεόν, τὸν δυνάμενον, τὰς φύσεις μεταλλάττειν· διό Σε γεραίρομεν, ὡς Θεομήτορα.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ῥητόρων εὐμέθοδος δεινότης, καὶ γλῶσσαι καὶ τέχναι καὶ ῥυθμός, μίαν μοι συγκινήσατε, πνευματικὴν τερπνότητα, ἐπὶ τῇ μνήμῃ σήμερον, τοῦ γενναιόφρονος Μάρτυρος.
Ὁ θεῖος ἀνάπλεως ἀγάπης, Μαρτύρων ἡ εὔκελια πιστῶν, στέφανος ὁ χρυσόπλοκος, κομήτης ὁ ἀνέσπερος, τὸ τῆς ἀνδρείας ἄγαλμα, ὁ Μιχαὴλ εὐφημήσθω μοι.
Θεοτοκίον.
Νεφέλη τὸ φῶς ἡ τετοκυῖα, τὸ σκότος ἀπέλασον ἁγνή, ψυχῆς τῆς ταλαιπώρου, ἐκ γὰρ πολλῶν πταισμάτων μου, βαθύγνοφον ἐγένετο, καὶ καθιστᾷ ἀκίνητον, αὐτὴν εἰς ἔργα θεάρεστα.












ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Μεγαλύνας τὸν Δεσπότην τοῖς γενναίοις παλαίσμασι, καὶ κηρύξας τοῦτον, τέλειον Θεὸν παντοκράτορα, μέσον σταδίου ἀθέου ἀνεκραύγαζες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Εὐπλοίᾳ μαρτυρίου τὰς σπιλάδας διέπλευσας, τῶν βασάνων Μάρτυς, οὐριοδρομήσας δὲ ἔφθασας, πρὸς τοὺς ἀλήστους λιμένας καὶ κατήντησας, τῆς εἰρήνης, πρὸς πόλιν Θεοῦ παντοκράτορος.
Λόγων ζῶντος κήρυξ καὶ κρατὴρ ἐχρημάτισας, Μιχαὴλ θεόφρον, ἄρτος ζῶν τραφῆναι τοῖς ἄθλοις σου, καὶ ποτισθῆναι ἀφθόνως τοῖς προχεύμασι, συνεκάλεσας, κόσμον πιστοῦ τὰ συστήματα.
Θεοτοκίον.
Ὀφειλόμενον τὸ χρέος τῆς προμήτορος ἔλυσας, ἀποδοῦσα μόνη, τόκον πλὴν ἀνδρὸς ἀνερμήνευτον, καὶ ἐναλλάξασα θείαν ἀνθρώποτητα, καὶ δανείσασα, τῷ φωτουργῷ φύσιν Δέσποινα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Στομώσας τὸν θρίαμβον κατὰ τῆς πλάνης ἔνδοξε, εὐθείᾳ τοῦ Πνεύματος δυνάμει, ἀνευφημεῖ πάντας πιστούς, Μιχαὴλ διήγειρας, ἄκτιστον ἀρχὴν μίαν τρισυπόστατον, ὡς Μαρτύρων ἐκσφράγισμα.
Σοφίαν ἐλάλησε τὴν ἀληθῆ τὸ στόμα σου, καὶ ἡ τῆς καρδίας σου μελέτη, σύνεσιν ἔσχε πνευματικὴν Μιχαήλ, καὶ ἤγειρας θέατρον λαμπρόν, ἐν τοῖς σοῖς παλαίσμασι, καὶ λαμπροῖς ἀριστεύμασιν.
Λαμπρύνεις τὴν σύμπασαν ὡς ἥλιος πανένδοξε, οὐ δύεις οὐ ἐκλείπεις ἀλλ’ ἀγαθύνεις καὶ ἱλαρύνεις ψυχάς, τῶν πόθων τιμώντων Μιχαὴλ μνήμην σου, τὴν ἔνθεον καὶ σωτήριον ἄθλησιν.
Θεοτοκίον.
Φωτίσας Θεόνυμφε, ὁ φωτουργὸς τῆς κτίσεως, ἐκ τῶν ἀνωτάτων συγκατέβη, ἀναμορφῶσαι ἀδαμιαίαν μορφήν, καὶ ὅλον φορέσας με Θεῷ, ἐκ σοῦ παντευλόγητε, ἀνιστῶν πρὸς τὰ κρείττονα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀπέῤῥει ῥεῖθρα ἀείζωα, ἐκ τῆς μελισταγοῦς γλώττης ἔνδοξε, τὴν τρισυπόστατον θεότητα, μέλποντος ἐνώπιον τυράννων ἀθέων μέγιστε.
Μαρτύρων ὤφθης ἀγλάϊσμα, καὶ ἄνθος Μιχαὴλ εὐωδέστατον, θεῖον προπύργιον, τῶν εὐσεβούντων καὶ καύχημα, καὶ δυσμενῶν ἀθέων, πυρὸς φλογώτερος.
Πυρεῖον θεῖον κατέθυσας, τὸ σῶμα ὡς θυμίαμα ἔνθεον, καὶ προσενήνοχας, δεκτην θυσίαν καὶ ἄμωμος, ἐν τῇ φρικτῇ τραπέζῃ, τοῦ παντοκράτορος
Θεοτοκίον.
ᾈσμάτων ὡς πέφυκας Ἀγγέλων καλλονὴ θεοκόσμητε, τοὺς ἀνυμνοῦντάς Σε, σῶζε παντοίων κακώσεων, καὶ αἰσχρῶν ἀδίκων, τῶν πολεμούντων ἡμῖν.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Μεσουρανῶν οἷα κοσμήτης ἐκλάμπεις, ἐν τῷ τροχῷ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τροπαιοφόρον ταύτην τῇ πίστει δηλῶν, οὐκοῦν κατ’ ἐκεῖνον δύο φυσικῶς ὑπανάπτεις, Μιχαὴλ πανένδοξε, ἀλλὰ ξένῳ τῷ τρόπῳ· διὸ βοῶμεν· φώτιζε τὸ τῶν Μαρτύρων ἐξαίρετον ἄγαλμα.
Ὁ Οἶκος.
Τίς ἐξείποι σοι Μάρτυς τὴν ὑπὲρ ἄνθρωπον καρτερίαν; Παριστάμενος γὰρ τοῖς τῆς ἀσεβείας προμάχοις, μεγάλῃ φωνῇ τὸν Χριστὸν Θεὸν καὶ Βασιλέα τοῦ παντὸς ἀνωμολόγησας· ὅθεν καὶ ὑπ’ αὐτοῦ δεσμά, καὶ κάθειρξιν καὶ ῥαβδισμοὺς ὑπομείνας, καὶ φλόγωσιν μέσον τοῦ πυρὸς ἐσφαλλόμενος, αὐτὸν ἀνυμνολόγεις, διὰ Ἀγγέλων ἐξέστησας τῇ σῇ γενναιότητι, δαίμονας ἥλασας, ἀνθρώπους ἀπίστους μὲν κατήσχυνας, πιστοὺς δὲ ἐπεύφρανας, Θεὸν τὸν στεφοδότην δοξάζοντας, καὶ σοὶ τῷ στεφανίτῃ τὰ ἐφύμνια προσφέροντες· χαίροις Μιχαήλ, τὸ τῶν Μαρτύρων ἐξαίρετον ἄγαλμα.

Συναξάριον.
Τὸ τοῦ Μηναίου καὶ εἶτα τό·
Τῇ Πέμπτῃ τῆς Διακαινησίμου, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μιχαὴλ τοῦ ἐκ Γρανίτσης.
Ἄθλοις Μιχαήλ, σοῖς Θεὸν μεγαλύνεις,
ἄφθαρτον αὐτός, σοὶ βραβεύει τὸ κλέος.
Εἰκάδι πρώτῃ Μαρτίῳ, πυρὶ ἐκάη Μιχαήλ.
Οὗτος, ἦτο ἐκ τοῦ χωρίου Γρανίτσης τῆς ἐπαρχίας Φαναρίου καὶ Ἀγράφων. Οἱ γονεῖς του ἦσαν Δημήτριος καὶ Στατῆρα. Ὅστις, μετέβη εἰς Θεσσαλονίκην καὶ ἔγινε ψωμοπώλης καὶ μία ἡμέρα, ἐπειδὴ ἕνα παιδὶ τῶν Ἀγαρηνῶν ἔπῆγε νὰ ἀγοράσει ψωμία ἀπὸ τὸν μάρτυρα, καὶ δὲν τὸν εὗρεν εἰς τὸ ἐργαστήριόν του, τὸν ὠνείδιζεν ὕστερα ἐλθόντα, καὶ τοῦ ἐκατηγόρει τὴν πίστιν. Τότε, καὶ ὁ Ἅγιος κατηγόρει ἐκ τοῦ ἐναντίου τὴν μωαμεθανικὴν πλάνην μετὰ παῤῥησίας μεγάλης. Συνηθροίσθη τότε πλῆθος πολὺ τῶν Ἀγαρηνῶν, οἱ ὁποῖοι καὶ τὸν ἔσυραν εἰς τὸ κριτήριόν τους, καὶ μὴ δεχθῆς ὅπως ἀρνηθῆ τὴν Χριστιανικὴν πίστιν, τὸν κατεδίκασαν νὰ τελειωθῆ διὰ πυρός. Καὶ οὕτως ἐτελειώθη ὁ ἀοίδιμος.

Τῇ αὐτῇ ἡμέρᾳ, τῇ Πέμπτῃ τῆς Διακαινησίμου, ἐκκλησιαστικὴν ἑορτὴν καὶ πανήγυριν τελοῦμεν εἰς τιμὴν καὶ μνήμην τῆς Παναγίας Θεοτόκου ἐν τῷ φερωνύμῳ Ναῷ καὶ τῇ κώμῃ Καμαριωτίσσῃ, εἰς ἀνάμνησιν τῆς ἐκ τῶν εἰκονομάχων διασώσεως, τῆς ἱερᾶς καὶ σεβασμίας εἰκόνος, τῆς Παναγίας τῆς Καμαριωτίσσης· ἥτις διὰ θαυμασίου καὶ παραδόξου τρόπου, ἐν τῇ Σαμοθράκη ἀφίχθη, τῶν θαλασσίων κυμάτων ἐπιβαίνουσα. Κατέστη δὲ ἐν ἡμῖν, Προστάτις ὑπέρμαχος, ἀγλάϊσμα καὶ κλέος λαμπρότατον, ἔτι δὲ καὶ τὴν προσωνυμίαν τῷ τόπῳ προσήνεγκε.
Τὸν σὸν τόκον, Παρθένε, διασῴζεις,
ἐκ τῆς τοῦ Ἡρῴδου θηριωδίας,
εἰς Αἴγυπτον φυγαδεύουσα·
καὶ αὖθις, ἐκ τῆς τῶν εἰκονομάχων μανίας,
σὴν εἰκόνα, τῆς θλάσεως περισῴζεις,
εἰς Σαμοθράκην προπέμπουσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πέντε Νέων Ἱερομαρτύρων τῶν ἐν Ναούσῃ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἰωάννου, τῆς Μονῆς Πέτρας τοῦ Ὀλύμπου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Γεθσημανῆς, ἐν Ῥωσίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τοῦ Ταμπώφ, ἐν Ῥωσίᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Οὐκ ἀνέσεισαν τὸν στύλον τὸν ἀκράδαντον Μιχαὴλ ἔνδοξε, τῆς σῆς ψυχῆς οἱ δεινοί, καὶ ἄγριοι τύραννοι, χαίρων δὲ ἔψαλλες· ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νοῦς ἐστόμωται καὶ λόγος σὸς πανένδοξε, δυνάμει πνεύματος· ὅθεν τῷ ξίφει πιστῶς, τὰ κράτη διέκοψας τῆς ἀθέοτητος, καὶ ἀνεμελπες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἐνυπόστατος εἰρήνη σοι ἀπήστραψε καὶ γαληνόμορφόν σε ἐκτελεῖ, ἐν φρουρᾷ ῥωννῦσα πρὸς ἄθλησιν, καὶ πρὸς τὰ σκάμματα· ὅθεν ἔψαλλες· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νενυγμένος με τῷ βάλει τοῦ ἀλάστορος Κόρη θεράπευσον, ὡς ἀγαθὴ δραστικαῖς, τῷ Κτίστῃ πρεσβείαις Σου, καὶ δεῖξον ψάλλειν Σοι· ὑπερύμνητε, εὐλογημένη πάναγνε, τῶν πιστῶν ἡ σωτηρία.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Διαπρέπων ἐν ἄθλοις καὶ ἐν σκάμματι, πρὸς τὸ ὕψος ἀνῆλθες τὸ ἔνθεον, ὡς ἀριστεὺς πανάριστος, τροπαιοῦχος δοξάζων τὸν Δεσπότην ἅμα, Ἁγίων στρατεύμασιν.
Ὢ χαρίτων μεγάλων ὧν εὔρατο, Μιχαὴλ τὸ Μαρτύρων ἐντρύφημα, καὶ τῶν πιστῶν τὸ καύχημα, εἰς τῆς θείας ἀγάπης, πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ἡ πανήγυρις ὄντως Σὺ δέδειξαι τοῦ φρικτοῦ συναλλάγματος Δέσποινα, καὶ ἡ παστὰς ἡ ἔνθεος, ἐν ᾗ λόγος τὴν σάρκα ἐνυμφεύθη, εἰς ἀνάπλασιν βρότιον ἄχραντε.

ᾨδὴ θ΄.
Ῥείτω μοι χρυσός, καὶ ἄργυρος, ῥείτω μοι τὰ διαῤῥέοντα, πλοῦτος δυναστεία τε, ἐμοὶ δὲ πλοῦτος λίαν ἐπέραστος, τὸ τοῦ Χριστοῦ ὄνομα ἄνομοι, δι’ οὗ θνήσκω, Μάρτυς μεγαλώνυμε, ἀνεβόας πυρὶ φλογιζόμενος.
Τί μοι χωρισμός, Χριστέ μου γενήσεται, τοῦ ἐρωμένοι μοι, Μάρτυς ἀνεκραύγαζες· οὐ πῦρ οὐ ξίφος, βάθος οὐχ ὔψωμα, οὐκ ἑνεστῶτα οὐδὲ μέλλοντα, ἀλλ’ αὐθαιρέτῳ μοι προαιρέσει, καὶ ψυχὴν προδίδωμι, καὶ τὸ σῶμα προθύμως εἰς θάνατον.
Ὕψους Βασιλεῖ, ἐνδόξω παρίστασο, Μιχαὴλ ἔνδοξε, στεφανηφορούμενος, μετὰ Ἀγγέλων, μετὰ Μαρτύρων τε, τοῦ ἱεροῦ συστήματος καὶ τὸν τρισάγιον, ἀναμέλπων, ὕμνον μεθ’ ὧν πρέσβευε, πειρασμῶν καὶ κινδύνων ῥυσθῆναί με.
Θεοτοκίον.
Σὺ τῶν Προφητῶν συμπέρασμα ἔνθεον, μακάρισε ὤφθης Ἀποστόλων τε, Μαρτύρων πάντων κήρυγμα ἔνδοξον, καταφυγὴ καὶ στήριγμα καὶ ἀγαλλίαμα, τῶν ἐν πίστει, Κόρη προστρεχόντων Σοι, καὶ ἡμῶν τῶν ἐκ πόθου τιμώντων Σε.

Ἐξαποστειλάριον, τοῦ Ἁγίου. Ἦχος γ΄. Ἐν πνεύματι τῷ ἱερῷ.
Ἀγῶνας τοὺς ὑπερφυεῖς καὶ τὸν ἔνθεον ζῆλον, τὴν ἔντασιν τὰ σκάμματα, καὶ τὴν ἄθλησιν Μάρτυς, μερόπων γένος κροτοῦσι, σὺν Ἀγγέλοις, Μάρτυσιν εὐφήμους ἐν ὑμνωδίαις, εἶδον γὰρ τοῖς ὀφθαλμοῖς καὶ κηρύττουσι τρανῶς, οἱ μυηθέντες τὴν σὴν δόξαν.

Αἶνοι. Τὰ Ἀναστάσιμα.

Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. δ΄.
Τὸ τετράφωνον ἐν βάσει τῶν θείων δογμάτων, τὸν κύκλον ἐν τῇ περιοχῇ τῶν τοῦ πνεύματος χαρισμάτων, τὸ πυρίνιον θέλγητρον τοῦ Χριστωνύμου πληρώματος, τὸν οὐκ ἀθέως τοῦ Ἀρχαγγέλου Μιχαὴλ τὸ πρόσρημα κληρωσάμενον, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· χαίροις, ὁ τοῦ ὀστρακίνου σκεύους τοῦ ἰδίου σώματος, ὡς ἄϋλος τῇ φύσει· διὸ τὸν ὄντως τὸν ἐραστήν, μηδόλως φεισάμενος· χαίροις, ὁ ὑπὸ σαρκὸς καὶ αἵματος μὲν οὔ, ὑπὸ δὲ τοῦ πατρὸς ἀποκαλυφθείς, καὶ διὰ τοῦτο θεολογήσας ἀκραιφνῶς ἐν μέσῳ τῶν ἀσεβούντων· χαίροις, ὁ μὴ φλεχθεὶς ἀναπτὰς καὶ τοῖς Ἀγγέλοις συναυλιζόμενος· μετ’ αὐτῶν ἱκέτευε, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.

Καὶ νῦν. Ἦχος πλ. α΄.
Ἀναστάσεως ἡμέρα καὶ λαμπρυνθῶμεν...


Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Μιχαὴλ τὸν μέγαν, τὸν κηρύξαντα ἀδεῶς, ἐν μέσῳ ἀθέων, Τριάδα τὴν ἁγίαν, ἀμέριστον οὐσίαν, καὶ τρισυπόστατον.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου