Σάββατο 14 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΥ 7. ΟΣΙΟΣ ΓΕΡΑΣΙΜΟΣ ΒΥΖΑΝΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΥ 7.

ΓΕΡΑΣΙΜΟΥ ΟΣΙΟΥ ΤΟΥ ΒΥΖΑΝΤΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ

Ποιηθεῖσα καὶ συνταχθεῖσα καλῶς παρὰ τοῦ Πανοσιολογιωτάτου ἐν Διδασκάλοις Κυρίου Ἰωάννου Ἱερομονάχου τοῦ Κεφαληνιέως.Ἐν Κωνσταντινουπόλει. Ἐν ἔτει 1780.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β´. Τριήμερος ἀνέστης.
Τρισάγιον τὸν μόνον Θεόν, ἀπαύστως λιτανεύων σοφέ, ταῖς ἀκτῖσι τῆς Θεότητος Αὐτοῦ, παμμάκαρ κατηυγάσθης, Γεράσιμε θεόφρον, φωταγωγῶν τοὺς εὐφημοῦντάς σε. (δίς)

Δοτὴρ τῶν ἀγαθῶν ὁ Χριστός, πλουτίσας σε χαρίτων πολλῶν, διασώζει τὸ σὸν λείψανον πιστῶν εἰς σωτηρίαν Πάτερ, καὶ ἄφεσιν πταισμάτων, τοῖς προσιοῦσί σοι Γεράσιμε.

Ἱκέτευε ἀπαύστως Θεόν, φωτίσαι καὶ ἡμῶν τὰς ψυχάς, διανῦσαι τὴν ζωὴν θεοπρεπῶς, καὶ τεύξασθαι τῆς δόξης, σὺν σοὶ τῆς οὐρανίου, Πάτερ Γεράσιμε θεόπνευστε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Θεοτόκε Ἀγνή, ἐλέησον τοῦς πίστει ἀεί, ἀνυμνοῦντας καὶ δοξάζοντας Σεμνή, τὸν ἄφραστόν σου τόκον, Βασίλισσα τοῦ κόσμου, ὦ Παναγία Θεονύμφευτε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Παῖδες τῶν εὐσεβῶν, σήμερον συνελθόντες, τιμῶμέν σου τὴν μνήμην, Γεράσιμε τρισμάκαρ, ὑμνοῦντες τὸν φιλάνθρωπον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Δῆμος ἐν οὐρανοῖς, εὐφραίνεται Ἀγγέλων, δοξολογῶν τὸν Κτίστην, Γεράσιμε θεόφρον, ἐπὶ τῇ θείᾳ μνήμῃ σου.

Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Ὄντως τὸν νοητόν, ὠνήσω μαργαρίτην, πόνοις τε καὶ ἀγῶσι, Χριστὸν ὃν ἐκδυσώπει, ὑπὲρ ἡμῶν Γεράσιμε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μήτηρ ἡ τοῦ Θεοῦ, Πανάχραντε Μαρία, μετὰ τοῦ Γερασίμου, ὃν ἔτεκες δυσώπει, ὑπὲρ ἡμῶν Ἀνύμφευτε.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Πατέρα Θεὸν τὸν ἀληθῆ, σὺν Υἱῶ καὶ Πνεύματι, τὴν ἑνιαίαν Θεότητα, φύσιν τὴν ἄκτιστον, τῆν παραγαγοῦσαν ἐκ μὴ ὄντως ἅπασαν, τὴν κτίσιν εἰς τὸ εἶναι βουλήματι, δεῦτε φιλέορτοι, προσκυνήσωμεν κραυγάζοντες, Θεὲ σῶσον ἡμᾶς ὡς φιλάνθρωπος. (δίς)

Υἱὸν τὸν Συνάναρχον Πατρί, καὶ Ἁγίῳ Πνεύματι, τὸν Τρισυπόστατον Κύριον, μόνον Θεὸν ἡμῶν, μετὰ δέους πάντες πιστῶς προσκυνήσωμεν, τὸν δείξαντα φωστῆρα, ὑπέρλαμπρον, τῷ κόσμῳ σήμερον, τὸν θαυμάσιον Γεράσιμον, οὗ τὴν μνήμην, φαιδρῶς ἑορτάζομεν. (δίς)

Πνεύματι τῷ θείῳ σὺν Πατρί, καὶ Υἱῳ λατρεύσωμεν, ὕμνοις άπαύστοις θεόφρονες, καὶ πίστει κράξωμεν, Τριὰς Παναγία, Θεὲ μόνε Ἄκτιστε, οἰκτείρησον ἡμᾶς τῷ ἐλέει σου, τελοῦντων ἄσμασι, τοῦ θεράποντός σου σήμερον, Γερασίμου τὴν θείαν πανήγυριν.

Πιστῶν ἡ πληθὺς χαρμονικῶς, τὸν Χριστὸν ὑμνήσωμεν, ὡς λυτρωτὴν τῶν ψυχῶν ἡμῶν, καὶ μόνον Κύριον, τὸν ὑπὲρ τοῦ κόσμου Σταυρὸν ὑπομείναντα, καὶ σθένει θεϊκῷ ἐνισχύσαντα, ὄντως τὸν Ὅσιον, διανῦσαι βίον ἄριστον, ὃν τιμῶμεν τὸν θεῖον Γεράσιμον.

Δόξα. Ἦχος α´.
Ἔλαμψας ἐπὶ γῆς ὡς Ἄγγελος, Πανόσιε Πάτερ Γεράσιμε πάνσοφε, ταῖς φαειναῖς ἀκτῖσι τῶν ἐνθέων ἀγωνισμάτων, δι᾿ ὦν εἰς οὐρανοὺς ὡς ὑψιπέτης ἀνέδραμες, τοῖς οὐρανίοις συναγαλλόμενος. Καὶ νῦν δαδουχεῖς τὴν ὑφήλιον, ταῖς τῶν θαυμάτων λάμψεσι, δεικνύων ἐναργῶς τοῖς πέρασιν, ὅτι ἀγώνων θείων ὁ βουλόμενος ἅψασθαι τῇ ἰσχύϊ, τοῦ ὑπὲρ ἡμῶν ἐπὶ Σταυροῦ ἐπαρθέντος, ἰσωθῆναι τοῖς πάλαι Ἁγίοις, καὶ τοῖς Ἀγγέλοις δύναται. Μεθ᾿ ὦν ἐνθέως συναυλιζόμενος, πρέσβευε ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.









Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότειχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος πλ. β´.
Πάτερ Γεράσιμε, Ὁσίων ἐγκαλλώπισμα, καὶ τῶν πιστῶν ἡ ἀντίληψις, πανσόφως τὰ ἐπίγεια παριδὼν ὡς ῥέοντα, τὰ οὐράνια ἐπόθησας, ὡς ἀεὶ διαμένοντα, τοῖς ἴχνεσι τῶν σεπτῶν Πατέρων, ἑπόμενος. Οἷς ἐν οὐρανοῖς, αἰωνίως συνδιαιτώμενος, μὴ ἐλλείπῃς πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων τὴν μνήμην σου.

Ἦχος γ´.
Πάτερ Γεράσιμε, τὸ πρᾶον καὶ ἀνεξίκακον Χριστοῦ, πανσθενῶς μιμησάμενος, γαληνῶς τὸ τοῦ βίου, πολυτάραχον διέβης κλυδώνιον, καὶ ἅπαν τὸ θεῖον τῶν ἀρετῶν ἐμπόρευμα, εἰς οὐρανοὺς σῶον διασώσας, ὄλβιος ὤφθης τοῖς χαρίσμασιν. Ὅθεν ἱκετεύων, καὶ ἠμᾶς μιμητάς σου ἀνάδειξον, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Δόξα. Ὴχος δ´.
Οὐράνιε ἄνθρωπε, καὶ ἐπίγειε Ἄγγελε, λάτρις Χριστοῦ εὐσεβέστατε, καὶ λογίων λαμπρότατε, γενναίως πᾶσαν ἀπάτην τοῦ ἀντιπάλου κατέπτυσας, μηδόλως συναπαχθεὶς τοῖς παροῦσι τοῦ κόσμου φάσμασιν, ἀλλὰ πάντα ὡς οὐδὲν λογισάμενος, μόνον Χριστὸν ἐπόθησας, τὸν ὡραιότατον Νυμφίον τῶν ψυχῶν ἡμῶν. Οὗ τοῦ ἀῤῥήτου κάλλους ἐμφορούμενος, μέμνησο καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, Γεράσιμε Ὅσιε, ἐκτενῶς δεόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Πᾶσαν ἡδυπάθειαν, σαρκὸς ἐμίσησας Ὅσιε, καὶ τὰ πάθη ἐνέκρωσας, νηστείαις καὶ δάκρυσι, καὶ σκληραγωγίαις, πόνοις ἀνενδότοις, καὶ ὁλονὐκτοις προσευχαῖς, ἕως οὗ ὤφθης Ἁγίων σὐσκηνος. Διό σου τὴν ὑπέρφωτον, καὶ ἱερὰν μνήμην σήμερον, ἐκτελοῦντες δοξάζομεν, τὸν Σωτῆρα καὶ Κύριον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ἄσκησιν ἑλόμενος, καὶ τοῖς πτεροῖς κουφιζόμενος, τῆς νηστείας Πανόσιε, πρὸς ὕψος ἀνέδραμες, θείας θεωρίας, Γεράσιμε Πάτερ, καὶ ἀπὸ γῆς πρὸς οὐρανόν, ἀνέπτης ὄντως, Θεομακάριστε, διό σου ἑορτάζομεν, τὴν παναγίαν μετάστασιν, τὸν Σωτῆρα δοξάζοντες, ὃν ἡμῖν ἐξιλέωσαι.

Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Λόγοις ἐκτρεφόμενος, τοῖς ἱεροῖς Πάτερ Ὅσιε, λόγῳ πάντα ἐῤῥύθμισας, τὸν βίον σου Ὅσιε, καὶ ἔδειξας πᾶσι, Γεράσιμε Πάτερ, πῶς δεῖ βιοῦν εἰλικρινῶς, τοὺς ἐρωμένους δόξης τῆς κρείττονος, διό σε μακαρίζομεν, ὡς ἀσκητὴν ὑπερθαύμαστον, ἐκτελοῦντες τὴν μνήμην σου, εὐσεβῶν τὸ κραταίωμα.

Δόξα. Ἦχος δ´.
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, τοῖς ἐπιγείοις συνεορτάζει, φαιδρῶς τὸν ὕμνον προσάγοντα, τῇ Παναγίᾳ Τριάδι, ἐπὶ τῇ μνήμῃ τοῦ Θεοφόρου, Γερασίμου τοῦ θεόφρονος. Οὗτος γὰρ παντοίων ἀρετῶν εἴδεσι καταγλαΐσας τὴν ψυχήν, τὀ πρᾶον καὶ φιλάνθρωπον τοῦ Δεσπότου θαυμασίως ἐμιμήσατο. Καὶ νῦν ἐν οὐρανοῖς συμβασιλεύων αὐτῷ, αἰτεῖται τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσεσι σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι· σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.







Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον.Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶν διατελῶν ἐν τῷ κόσμῳ, καὶ διαλάμψας ἐν σοφίᾳ τῶν λόγων, πρὸς ἀπαθείας ἔφθασας ἀκρώρειαν, φαίνων ὥσπερ ἥλιος ἐν τοῖς πέρασι μάκαρ, πάντας τοὺς τιμῶντάς σε καταυγάζων θεόφρον, τῆς οὐρανίου δεῖξον χαρμονῆς, μετόχους Πάτερ Γεράσιμε Ὅσιε.
Δόξα. Ἕτερον. Ἦχος α´. Ἐν τῇ γεννήσει.
Ἐν τῇ ζωῆ σου τὸν πονηρὸν κατεπάλαισας, ἐν τῇ κοιμήσει σου ἀξίως ὦ Γεράσιμε ἐδοξάσθης, μετέστης εἰς οὐρανούς, ὅλως Θεῷ διατελῶν, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς διασώζεις, ἐκ θανάτου τοὺς τιμῶντάς σε.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Καὶ Ἀπόλυσις.
























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Χορεία μοναστῶν, ἐκλογὴ τῶν λογίων, συνδράμετε πιστῶς, εὐφημοῦντες ἐν ὕμνοις, τὸν θεῖον Γεράσιμον, τῆς Ἀνάσσης τῶν πόλεων, τὸ ἀπάνθισμα καὶ εὐωδέστατον κρίνον, ἀνακράζοντες, δόξα Χριστῷ τῷ Σωτῆρι, τελοῦντι παράδοξα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Πανύμνητε Ἁγνή, Παναγία Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, τοὺς δούλους σου οἴκτειρον, τοὺς πρὸς σὲ καταφεύγοντας, καὶ ἀπάλλαξον, τῆς ἐνεστώσης ἀνάγκης, ὅτι δύνασαι, ὡς τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τελεῖν ὅσα βούλοιο.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Καταισχύνεται πληθύς, τῶν κακοδόξων ἀληθῶς, μὴ φρονοῦντων εὐσεβῶς, ἰδοὺ γὰρ πάλιν ἐμφανῶς, ὀρθοδοξίᾳ ὁ τῶ Σωτῆρι δουλεύσας, ἐξέλαμψε φαιδρῶς, ὥσπερ ἀστὴρ φαεινός, ὡς εἷς τῶν θαυμαστῶν, ἁγιωτάτων ἀνδρῶν, ὁ παρ᾿ ἡμῶν τιμώμενος Γεράσιμος, θεοπρεπῶς· διὸ κράξωμεν, κακοδοξία ἐῤῥέτω πᾶσα, ταῖς λιταῖς σου θαυμάσιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ποία γλῶσσα ἐξαρκεῖ, ὑμνολογῆσαί σε Ἁγνή; Σὺ γὰρ ἔτεκες ἠμῖν, τὸν ἀπερίγραπτον Θεόν, καὶ ἐκ θανάτου, ἐῤῥύσω πάντα τὸν κόσμον, διὸ χρεωστικῶς ἀνακράζει σοι· Ὑμνοῦμέν σε πιστῶς Θεοχαρίτωτε, μὴ οὖν ἐλλείπης Ἄχραντε πρεσβεύουσα, ὃν ἐσωμάτωσας Κύριον, πάντας σωθῆναι, τοὺς Θεοτόκον, ἀληθῶς σε κηρύττονττας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Θαυμάτων λάμψεσι, Χριστὸς ὁ Κύριος, τῷ κόσμῳ ἔδειξε, τὴν ὑπεράνθρωπον, καὶ θαυμαστήν σου βιωτήν, Γεράσιμε Θεοφόρε, ὅθεν ἐτησίως σε, εὐφημοῦμεν θεόληπτε, πόθῳ ἑορτάζοντες, τὴν ἁγίαν σου κοίμησιν, δι᾿ ἧς πρὸς τὰς ἐκεῖ καταπαύσεις, ἀνῆλθες μακάριε εὐφραινόμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Βαβαὶ Πανάχραντε, τῶν μεγαλείων σου, ὅτι ἐκήυσας, Θεὸν τὸν ἄναρχον καὶ ταῖς ὠλέναις σου Ἁγνή, ἐβάστασας τὸν Δεσπότην, πάντα τὸν βαστάζοντα, τῇ ἰσχύϊ ὡς Κύριον, ὃν ἀεὶ ἱκέτευε, ὑπὲρ πάντων Θεόνυμφε, ἵνα σὺν τῷ Ἀγγέλῳ βοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.






Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (στ´ 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.: Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´.
Πάτερ Γεράσιμε, Ὁσίων ἐγκαλλώπισμα, καὶ τῶν πιστῶν ἡ ἀντίληψις, πανσόφως τὰ ἐπίγεια παριδὼν ὡς ῥέοντα, τὰ οὐράνια ἐπόθησας, ὡς ἀεὶ διαμένοντα, τοῖς ἴχνεσι τῶν σεπτῶν Πατέρων, ἑπόμενος. Οἷς ἐν οὐρανοῖς, αἰωνίως συνδιαιτώμενος, μὴ ἐλλείπῃς πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων τὴν μνήμην σου.

Οἱ Κανόνες· πρῶτον τῆς Θεοτόκου «Ὑγρὰν διοδεύσας» μετὰ τῶν εἱρμῶν εἰς στ´ καὶ ὁ παρὼν τοῦ Ἁγίου εἰς η´, οὗ ἡ ἀκροστοιχίς· Γεράσιμόν σε ἐκ πόθου τιμᾷ ἅπας.
ᾨδὴ α´. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πευζεύσας.
Γένος βροτῶν ὁ φωτίσας Λόγε Θεοῦ, τῇ φρικτῇ ἐλεύσει σου, Πνεῦμα Ἅγιον κἀμοί, ἐκ τῶν φωτῶν πέμψον τοῦ Πατρός, τὸν Γεράσιμον τὸν σόν, ὑμνῆσαι σπεύδοντι.
κ τῆς τοῦ κόσμου ἀπάτης ὅλον σαὐτόν, ἀποστήσας Ὅσιε, ὦ Γεράσιμε σοφέ, εἰς τὸ ὕψος ἤρθης οὐρανῶν, ἐγκρατείᾳ καὶ εὐχαῖς ἀεὶ πτερούμενος.
ημάτων θείων ἐγένου ἐκπληρωτής, τὸν Σταυρὸν ἀράμενος, ἐπὶ ὤμων σου σοφέ, καὶ Χριστῷ ἑπόμενος διό, ὦ Γεράσιμε αὐτῷ συμβασιλεύεις ἀεί.
Θεοτοκίον.
Σὲ εὐσεβῶς ἀνυμνοῦμεν Μῆτερ Θεοῦ, τὸν Χριστὸν κυήσασαν, ὑπὲρ ἔννοιαν Σεμνή, ἣν τιμῶν Γεράσιμος πιστῶς, τῆς ἀλήκτου χαρμονῆς ὤφθη ἐπάξιος.







ᾨδὴ γ´. Οὐκ ἔστιν Ἅγιος.
νῆλθες μάκαρ εἰς σκηνάς, οὐρανίους καὶ πάντας, ἱκετεύεις ἐκεῖσε, ἀνελθεῖν δι᾿ ἀρετῆς, τοὺς ἐκτελοῦντας πιστῶς, τὴν σὴν μνήμην Ὅσιε Γεράσιμε.
Σὲ ὄντα κείμενον ἐν γῇ, τῷ τῆς φύσεως νόμῳ, ὁ Δεσπότης τῶν ὅλων, ἐδόξασε θαυμαστῶς, Γεράσιμε πυρπολῶν, τὸν ἀντάρτην, ἐπὶ τῷ σῷ μνήματι.
να τῷ κόσμῳ σε σοφέ, ἀγνοοῦντι ἐνδείξῃ, ὅτι μέγας θεράπων, ὕπῆρχες τοῦ Ἰησοῦ, θαυμάτων κατακοσμεῖ, ταῖς ἀκτῖσιν, Ὅσιε Γεράσιμε.
Θεοτοκίον.
Τὴν προστασίαν τῶν πιστῶν, μόνην τὴν Θεοτόκον, προσκυνοῦντες βοῶμεν, ὦ Πανάχραντε σεμνή, ἀξίωσον καὶ ἡμᾶς, τῆς χορείας τῶν δικαίων Δέσποινα.

Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Γεράσιμε σοφέ, τῇ Ἁγίᾳ Τριάδι, φαιδρῶς παρεστηκώς, ἱκετεύων μὴ παύσῃ, ῥυσθῆναι κολάσεως, καὶ παντοίας κακώσεως, τοῦς τελοῦντάς σου, την ἀξιέπαινον μνήμην, λατρεύοντας, ὡς Ποιητῇ καὶ Δεσπότῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ λαμπρόν, τοῦ Δεσπότου δοχεῖον, καὶ στάμνος ἡ χρυσῆ, ἀλατόμητον ὄρος, παράδεισος ἔμψυχος, οὐρανὸς ὁ ὑπέρφωτος, θρόνος πάγχρυσος, τοῦ Βασιλέως τῆς δόξης, νύμφη ἄσπιλε, ὦ Παναγία Παρθένε, θερμῶς ἀνυμνοῦμέν σε.

ᾨδὴ δ´. Χριστός μου δύναμις.
Μέγα σε καύχημα πιστοὶ κεκτήμεθα, ἀποφράττοντες στόματα δυσμενῶν, φθόνῳ ἐπαιρόμενα, κατὰ τῆς ὄντως ἀληθοῦς, ὀρθοδόξου ἡμῶν πίστεως.
πάντων Κύριος ἰδὼν Γεράσιμε, τῆς ψυχῆς σου τὸ πρᾶον καὶ καθαρόν, οἶκον σε εἰργάσατο, τῆς ἐνοικήσεως αὐτοῦ, ᾧ λατρεύοντες τιμῶμέν σε.
Νοεῖν οὑ δύναται βροτῶν διάνοια, τῆς ἐνθέου σοφίας τοῦ Ἰησοῦ, βάθος τὸ ὑπέρτατον, ὑφ᾿ οὗ συνέσεως πλησθείς, ὁ Γεράσιμος ἐξέλαμψεν.
Θεοτοκίον.
μόνη Ἄχραντος Θεογεννήτρια, μετὰ τοῦ Γερασίμου τῶ σῷ Υἱῷ, πρέσβευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχάς, τῶν πιστῶς ὑμνολογούντων σε.






Ὠδὴ ε´. Τῷ θείῳ φέγγει σου.
Σὺ φέγγει θείῳ καταυγασθείς, τὰς τῶν εὐφημούντων σε ψυχάς, πίστει καταύγασον Ἅγιε, σὲ μιμεῖσθαι πόθῳ Πάτερ Γεράσιμε, πρὸς Κύριον λιταῖς σου, ἡμῶν τὸ καύχημα.
κ τῶν τοῦ κόσμου ἀπατηλῶν, ἔρως σε ὁ θεῖος εἰληφώς, ὅλον μετάρσιον ἔδειξε, καὶ πρὸς οὐρανίους μονὰς ἀνήγαγε, Γεράσιμε ὑμνοῦντα, Θεὸν τὸν ἄνακτα.
στενε πικρῶς ὁ δυσμενής, τᾶς τῶν ἀρετῶν σου καθορῶν ἐλλάμψεις θεῖε Γεράσιμε, καὶ μὴ ἐνισχύσας κατὰ σοῦ Ἅγιε, παιζόμενος ὡράθης ὁ πολυμήχανος.
Θεοτοκίον.
Τὴν Σὴν Μητέρα Λόγε Θεοῦ, πίστει ἀνυμνούντων εὐσεβῶς, τὸν νοῦν Χριστὲ καταλάμπρυνον, πράττειν σου προθύμως τὸ θεῖον βούλημα, καὶ ἄφεσιν παράσχου ἡμῖν φιλάνθρωπε.

ᾨδὴ στ´. Τοῦ βίου τὴν θάλασσαν.
Ποθοῦντι ὑμνῆσαί σου, τὴν ἁγίαν τελευτήν, φῶς μοι σοφὲ κατάπεμψον, οὐρανόθεν Γεράσιμε τοῦ νοός, ἐλαύνων σκοτόμαιναν, παῤῥησίαν γὰρ ἔχεις πρὸς τὸν Κύριον.
βίος σου ἔνθεος, καὶ ὁ νοῦς εἰλικρινής, πεφωτισμένος Ὅσιε, ταῖς ἀκτῖσι Γεράσιμε τοῦ σεπτοῦ, καὶ Ἁγίου Πνεύματος, ὃ φωτίσαι ἡμᾶς νῦν ἐκδυσώπησον.
Θεὸς ὁ δοξάσας σου τὴν Ἁγίαν τελευτήν, φωτίσαι τὰς ψυχὰς ἡμῶν, νοερῶς κατοπτρίζεσθαι ταῖς αὐγαῖς, αὐτοῦ τῆς Θεότητος, μιμητάς σου Γεράσιμε δεικνύμενος.
Θεοτοκίον.
Πανύμνητε Δέσποινα, ἡ Θεὸν ἀληθινόν, τεκοῦσα ὑπὲρ ἔννοιαν τοὺς ὑμνοῦντας τὸν τόκον σου εὐσεβῶς, τῆς δόξης ἀξίωσον, τῆς ἀλήκτου, Μαρία Ἀπειρόγαμε.

Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Γερασίμου σήμερον, τὴν θείαν μνήμην, ἐκτελοῦντες ἄσμασιν, ἀναβοήσωμεν πιστοί, Χριστὲ ὁ μόνος Θεὸς ἡμῶν, τοῦ Σοῦ Ὁσίου λιταῖς ἡμᾶς οἴκτειρον.
Ὁ Οἶκος.
Λόγε Θεοῦ, ὁ δι᾿ ἡμᾶς σαρκὶ φανεὶς ἐν τῷ κόσμῳ, καὶ τὰ ἄῤῥητα καὶ φρικτὰ ὑπὲρ ἡμῶν τελέσας, χάριν τε τοῖς σοῖς δωρησάμενος ἱκέταις, βίον ἐν γῇ ἀγγελικὸν θαυμαστῶς διανύειν, καὶ λάμψεσιν αὐτοὺς κατακοσμήσας τεράτων φοβερούς τε τῶ ὄντι, τοῖς δαίμοσιν ἀναδειξάμενος. Ὁ αὐτὸς καὶ νῦν, τὸν σὸν θεράποντα Γεράσιμον τὸν ἀεισέβαστον θεϊκῶς ἐνισχῦσας, πᾶσαν τὴν ἰσχὺν καταβαλεῖν τοῦ βροτοκτόνου, καὶ ὡς ἥλιον τοῖς ἐνθέοις ἀγωνίσμασι διαλάμψαι οὗ τὴν ἐτήσιον ἐκτελοῦντες πανήγυριν, καταύγασον καὶ ἡμᾶς, τῶ φωτὶ τῆς σῆς ἐπιγνώσεως, κραυγάζοντάς σοι Οἰκτίρμον· Τοῦ Σοῦ Ὁσίου λιταῖς ἡμᾶς οἴκτειρον.

Συναξάριον.
Τῇ Ζ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιοπίου.
Καλλιόπιος ἔμπαλιν ἐμπαγεὶς ξύλῳ,
Τὸν ὀρθίως παγέντα δοξάζει Λόγον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Μυτιλήνης, τοῦ Σημειοφόρου.
Ἔχει Μυτιλήνη σε καὶ τεθνηκότα,
Ὡς ζῶντα Γεώργιε προστάτην μέγαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥουφίνου Διακόνου.
Σφαγῆς λογισθεὶς ὡς πρόβατον Ῥουφῖνος,
Σφάττει παλαιὸν τὸν διάβολον λύκον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀκυλίνα, τὰς χεῖρας εἰς τοὐπίσω δεσμευθεῖσα καὶ τὴν κοιλίαν φλεχθεῖσα, τελειοῦται.
Ὀπισθόχειρα σχοινίοις στρεβλουμένην,
Ἐμπροσθίως φλέγουσι τὴν Ἀκυλίναν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Διακοσίων Μαρτύρων τῶν ἐν Σινώπῃ, ξίφει τελειωθέντων.
Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Οἷς ἀνδρικὸς νοῦς, ἀνδρικὴ καὶ καρδία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ Ῥῶσσου τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἐν Καλύμνῳ.
Σάββα τοῖς πάλαι ἀμιλληθεὶς Ἁγίοις,
σὺν τούτοις δεδόξασαι θαύμασι πλείστοις.









Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ Βυζαντίου, τοῦ χρηματίσαντος Διδασκάλου τῆς κατὰ Πάτμον ἱερᾶς Σχολῆς, τοῦ Βυζαντίου.
Βίον βιώσας ὡς ἀσώματος Πάτερ,
Κλῆρον λέληφας τὴν Ἀσωμάτων πόλιν.
Εἰς Οὔλυμπον ἄειρε θεοῖο πόθος Γεράσιμον.
Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν καὶ θαυματουργὸς Γεράσιμος ἐγεννήθη ἐν Ὑψωμαθείοις τῆς Κωνσταντινουπόλεως ἐκ γονέων εὐσεβῶν. Παιδιόθεν διεκρίνετο διά τε τὸ ἦθος καὶ τὴν περὶ τὰ γράμματα ἐπίδοσιν καὶ ἐπιμέλειαν, μαθητεύσας δὲ παρὰ τοῖς σοφοῖς διδασκάλοις τῆς πατρίδος του, ἐν συνεχείᾳ μετ᾽ ὀλίγα έτη ἀπὸ τῆς ἱδρύσεως τῆς Πατμιάδος Σχολῆς, ἦλθεν εἰς Πάτμον καὶ ἐμαθήτευσε παρὰ τῷ Μεγάλῳ τοῦ Γένους διδασκάλῳ Μακαρίῳ τῷ Καλογερᾷ κατὰ προτροπὴν Ἀγαπίου Βουλισμᾶ τοῦ ᾽Ιθακησίου καὶ Μανουὴλ τοῦ Ὑψηλάντου, ὅστις καὶ συνέστησεν αὐτὸν εἰς τὸν Μακάριον.
Ἀποφοιτήσας τῆς Σχολῆς προσελήφθη ὑπὸ τοῦ Μακαρίου ὡς ὑποδιδάσκαλος, δι᾿ ἀδελφικῆς δὲ φιλίας συνδεθεὶς μετ᾿ αὐτοῦ, συνηγωνίσατο μετὰ τοῦ Μακαρίου, ἐπὶ δεκαπενταετίαν σχεδὸν τὸν καλὸν ὑπὲρ τῆς παιδεύσεως τοῦ Γένους ἀγῶνα, βοηθῶν ἐν πᾶσι τῷ διδασκάλῳ καὶ ἀναλαβὼν δὲ τὴν σχολαρχίαν, τὴν αὐτὴν κατέβαλε σπουδὴν περί τε τὴν διανοητικὴν καὶ τὴν ἠθικὴν παίδευσιν τῆς μαθητιώσης ἑλληνίδος νεότητος, ἥτις ἐν αὐτῷ διεώρα τὸν κατὰ πάντα ἄξιον διάδοχον τοῦ ἀποιχομένου μεγάλου διδασκάλου.
Τραπείσης οὖν, ἐπὶ τὰ χείρω τῆς νόσου (λιθιάσεως) ὑφ᾿ ἧς ἀπὸ πολλοῦ κατετρύχετο, δὲν ἠδυνήθη νὰ ἐξακολουθήσῃ ἐπὶ μακρὸν τὸ ἔργον τοῦτο καὶ ἠναγκάσθη νὰ ἀπέλθῃ εἰς Σμύρνην πρὸς θεραπείαν. Μὴ ἀπαλλαγεὶς ὅμως αὐτῆς, εἰ καὶ διέτριψεν ἐν Σμύρνῃ ἐν όλον ἔτος, ἐπανῆλθεν εἰς Πάτμον καὶ ἡρξατο αὖθις διδάσκων ἀλλὰ μετὰ πόνου πολλοῦ· ἀλλὰ μετ᾿ οὐ πολὺ ἠναγκάσθη νὰ διακόψῃ τὴν διδασκαλίαν καὶ ἀναθεὶς τὴν διεύθυνσιν τῆς Σχολῆς εἰς Βασίλειον τὸν Κουταληνόν, ἀπῆλθε πρὸς θεραπείαν εἰς Κρήτην, ὅπου καὶ ἐξεδήμησεν εἰς Κύριον τὸ 1740.
Οὖτος ὁ ἅγιος Γεράσιμος ἦν διαπρεπὴς λόγιος καὶ διδάσκαλος τῶν ἀρίστων, ἔξοχος δ᾿ ἐν ἀρετῇ, ἐφ῾ ᾧ καὶ συγκαταρίθμηται ἐν τοῖς ἁγίοις, ζῶν δὲ ἐπεκαλεῖτο ἄκακος. Ἔναμίλλως τῷ διδασκάλῳ διέκρινε καὶ αὐτὸν φιλοπατρία ἁγνὴ καὶ μέγας ὑπὲρ τῆς θρησκείας τῶν πατέρων ζῆλος, πασῶν δὲ τῶν χριστιανικῶν ἀρετῶν ἦν ἐργάτης ἅμα καὶ διδάσκαλος.
Τούτου τοῦ ἁγίου τὸν θάνατον μαθόντες οἱ ἐν τῆ Μονῆ τῆς Πάτμου συναδελφοὶ αὐτοῦ ἀπῆλθον εἰς Κρήτην ὅπως παραλάβωσι τὸν ἀνεκτίμητον τοῦτον θησαυρόν, ὁλόκληρον τὸ σῶμα τοῦ Ἁγίου, ἵνα ἀποθησαυρισθῇ εἰς τὴν Ἱερὰν ἡμῶν Μονήν. Ἐπὶ τούτῳ ἀντέστησαν αὐτοῖς οἱ Κρῆτες, λέγοντες, ὅτι: τηλικοῦτον θησαυρὸν ὃν ἀπέστειλεν ἡμῖν ὁ Παντοκράτωρ Θεός, ἀδύνατον ἵνα δώσωμεν εἰς ἄλλους. Τότε οἱ ἡμέτεροι ἀθυμίᾳ καὶ λύπῃ βαρυτάτῃ συσχεθέντες, μετὰ θρήνων πολλῶν παρεκάλουν αὐτοὺς λέγοντες· Δότε οὖν καὶ ἡμῖν τὴν ἁγίαν κεφαλὴν τοῦ Ὁσίου ἢ μίαν τῶν χειρῶν αὐτοῦ, ἤ τι ἄλλο μέρος τοῦ ἁγίου σώματος, ὅπως ἔχῃ τοῦτο ὡς μέγα θησαύρισμα ἡ ἱερὰ ἡμῶν Μονή, ἐν ᾗ ὁ τρισμακάριστος ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, καὶ τοὺς ἀσκητικοὺς ἀγῶνας καὶ πᾶσαν ἀρετὴν κατώρθωσεν ἐν Αὐτῆ καὶ ἐν τῷ Ἁγίῳ Σπηλαίῳ τῆς ἱερᾶς Ἁποκαλύψεως, ἔνθα ἱερατεύων ἐτύγχανεν. Ἐκεῖνοι δὲ εἶπον: Δικαία ἡ αἴτησις ὑμῶν καὶ ἡμεῖς παραδεχόμεθα· ἀλλὰ τίς τολμήσει ἀποκόψαι ἢ τὴν κεφαλήν, ἤ τι ἄλλο μέρος τοῦ σκήνους;. Οἱ δὲ ἡμέτεροι εἰς τὴν εὐσπλαγχνίαν καὶ βοήθειαν τοῦ Παντοδυνάμου Θεοῦ καταφυγόντες, ἔδωκαν γνώμην ὅπως ποιήσωσι συμφώνως ἅπαντες παννύχιον ἀγρυπνίαν μετὰ ἐνθέρμων δακρύων καὶ παρακλήσεων ὑπὲρ τοῦ τοιούτου μεγάλου καὶ ὑψηλοῦ ἔργου.
Τελεσθείσης δὲ τῆς ἀγρυπνίας, κατὰ τὸν καιρὸν τῆς Θείας Λειτουργίας ψαλλομένου τοῦ Χερουβικοῦ Ὕμνου, ὦ τῶν θαυμασίων σου Χριστὲ Βασιλεῦ!, κόπτεται αὐτομάτη ἡ ἱερὰ Δεξιὰ τοῦ Λειψάνου καὶ πίπτει ἐπὶ τοῦ τάπητος· ταύτην δὲ λαβόντες οἱ ἡμέτεροι ἀπεκόμισαν εἰς τὴν ἱερὰν ἡμῶν Μονήν, καὶ ἐν ἀργυρᾷ κεχρυσωμένη θήκῃ καταθέσαντες, ὑπάρχει πρόχειρον ἰατρεῖον ἐν πάσαις ταῖς νόσοις τῶν προσερχομένων Αὐτῆ μετ᾿ εὐλαβείας Χριστιανῶν εἰς δόξαν Χριστοῦ τοῦ Θεοῦ τοῦ Κυρίου ἡμῶν.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Δροσοβόλον μὲν τὴν κάμινον.
τῆς δόξης σε Θεὸς καθυπεδέξατο, Πάτερ εἰς οὐρανίους σκηνάς, καταπαύσαντα ἐξ ἀγώνων τῶν ἀσκητικῶν, Γεράσιμε, διὸ πάντας οὖν, τοὺς εὐφημοῦντάς σε πιστῶς, σῶζε λιταῖς σου σοφέ.
περύμνητος εἷ Κύριε ἀθάνατε, ὅτι ἡμῖν ἀνέδειξας νῦν, τὸν Γεράσιμον ὡς ἀστέρα ὄντως ἀπλανῆ, φωτίζοντας πάντας ἐκβοᾶν, σὲ ἀνυμνοῦμεν Ἰησοῦ, τὸν τῶν πατέρων Θεόν.
Τὴν τιμίαν σου δοξάζομεν μετάστασιν, κράζοντες ἐκ βαθέων ψυχῆς, μὴ ἐλλείπῃς ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς Θεόν, Γεράσιμε, ὅπως τοῦ πυρός, ἐκλυτρωθέντες σε ἀεί, ἀνευφημοῦμεν πιστῶς.
Θεοτοκίον.
ς ὁ Ἄγγελος τὸ χαῖρέ σοι κραυγάζομεν, Πάναγνε, ἡ Θεὸν άληθῆ, σωματώσασα ὄντως ὑπὲρ νοῦν καὶ ἀκοήν, ὃν αἵτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς, χάριν ἐλέους ἁγνή.

ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
λασμὸν τῶν πταισμάτων πᾶσι κατάπεμψον, θεοδόξαστε Πάτερ θεῖε Γεράσιμε, ταῖς πρὸς τὸν Θεὸν εὐπροσδέκτοις πρεσβείαις σου, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ματαιότητος πάσης ἀποσεισάμενος, τὸ δυσβάσταχτον ἄχθος θεῖε Γεράσιμε, ἤρθης ἀπὸ γῆς ἐν τοῖς ἄνω σκηνώμασι, κράζων ἀνυμνεῖτε Χριστὸν εἰς τοὺς αἰῶνας.
μαρτίας κακίας προσεπιθέμενος, ἀγνωσίᾳ ὁ τάλας ὅλως συνέχομαι, δέδοικα πυρὸς αἰωνίου τὴν φλόγωσιν, οὗ με ῥῦσαι Πάτερ Γεράσιμε Θεόφρον.
Θεοτοκίον.
Παναγία Παρθένε πρόφθασον ῥῦσαί με, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρωμένων τε, ἵνα σε Ἁγνὴ ἀνυμνῶ ἐκ βαθέων μου, ψυχῆς καὶ καρδίας, Μαρία Θεοτόκε.














ᾨδὴ θ´. Θεὸν ἀνθρώποις.
Πατρὸς Υἱοῦ τε καὶ θείου Πνεύματος, σκεῦος θεῖον ἐδείχθης ὦ Γεράσιμε πάνσοφε, διὸ κόσμῳ ἔλαμψας ὡς μέγας φωστήρ, πάντας καταλαμπρύνων τοὺς εὐφημοῦντάς σε, καὶ δοξολογοῦντας τὸν δοξάσαντά σε Κύριον.
γνὸν τηρήσας σἀυτὸν πανόλβιε, μώμου παντὸς εἰσῆλθες εἰς τὴν ἄνω λαμπρότητα, ἧς τυχεῖν ἱκέτευε τοὺς πίστει θερμῇ, μνήμην σου ἐκτελοῦντας, θεῖε Γεράσιμε, καὶ προσκαλουμένους διὰ σοῦ τὸ θεῖον ὄνομα.
Σοὶ νῦν προσπίπτω θερμῶς δεόμενος, ὁ εὐλαβῶς συνθείς σου ἐγκωμίων τὸν στέφανον, διὰ σοῦ ῥυσθῆναί με παντοίας ὀργῆς, πάσης κακοπραγίας καὶ κατακρίσεως, ἵνα σε γεραίρω ἐκ ψυχῆς Πάτερ Γεράσιμε.
Θεοτοκίον.
Θεὸς ἀνθρώποις σαρκὶ ἐπέλαμψε, τοῖς ἐν σκιᾷ θανάτου καθημένοις Θεόνυμφε, διὰ σοῦ τῶν δεινῶν ἐξαιρούμενος, πάντας εἰς τὰς ἀΰλους μονὰς ἀνήγαγε, τοὺς σὲ Θεοτόκον ἀληθῆ πίστει δοξάζοντας.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθροίσθητε καὶ ἴδετε, πιστῶν χορεία ἅπασα, τὸ σκῆνος τοῦ Θεηγόρου, θεόφρονος Γερασίμου, θαυμάτων βλύζον χάριτας, τοῖς εὐλαβῶς προσψαύουσιν, αὐτῷ καὶ ἀνακράζουσι, σὲ πόθῳ ἀνευφημοῦμεν, ὡς ἀσκητὴν τοῦ Κυρίου.
Ἕτερον. Ἱερεμίου Ἱερομονάχου.
Μονὴ τῆς Πάτμου ἔχουσα, καυχᾶται καὶ εὐφραίνεται, τὴν χεῖρά σου τὴν Ἁγίαν, Γεράσιμε θεοφόρε, δι᾿ ἧς πιστοὺς ἁγιάζεις καὶ τῆς σοφίας τοὺς μύστας, ἐνταῦθα καταφεύγοντας καὶ ἀνυμνοῦντάς σε πόθῳ, ὡς θεῖον αὐτῶν προστάτην.
Θεοτοκίον.
Παντάνασσα Θεόνυμφε, εὐλογημένη Δέσποινα, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, δεδοξασμένη Μαρία, πάντων Ὁσίων καύχημα, καὶ Ἀρχαγγέλων ἥδυσμα, πιστῶν δὲ τὸ κραταίωμα, χρεωστικῶς σε ὑμνοῦμεν, ὦ Παναγία Παρθένε.










Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἡχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν ουρανίων τὰ κάλλη ποθήσας Ὅσιε, ἔσπευσας ὅλως τούτων, ἐν μεθέξει γενέσθαι, διὸ ἐν τοῖς Ὑψίστοις φαιδρῶς κατοικῶν, μετ᾿ Ἀγγέλων πρὸς Κύριον, ἀδιαλείπτως πρεσβεύεις ὑπὲρ ἡμῶν, ὦ Γεράσιμε θεόπνευστε.

Σοφία αὕτη ὑπάρχει, ἣν σὺ ἐπλούτησας, Γεράσιμε θεόφρον, δι᾿ ἧς σοφῶς ἀνῆλθες, εἰς ὕψος οὐρανίων θεωριῶν, καὶ κατεῖδες ἀθέατα, ὧν ἐντρυφῶσιν οἱ γνόντες παναληθῶς, τῆς σοφίας τῆν λαμπρότητα.

Τίς ἐξειπεῖν σου ἰσχύει πάτερ Γεράσιμε, τοὺς πόνους καὶ ἱδρῶτας, οὓς ἐτέλεις ἐμφρόνως, στάσεις παννυχίους καὶ τὴν πολλήν, κακουχίαν τοῦ σώματος, δι᾿ ὧν παμμάκαρ ὡράθης οἶκος Θεοῦ, ἱερώτατος θαυμάσιε.

Πάντας τοὺς πίστει τιμῶντας καὶ εὐφημοῦντάς σε, Γεράσιμε θεόφρον, ἀσκητῶν ὡραιότης, φρούρει ἀπημάντους ἐκ τῶν βελῶν τοῦ ἀλάστορος Ὅσιε, καὶ αἰωνίου ἀξίωσον χαρμονῆς, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Δόξα. Ἦχος β´.
Σήμερον ἡ τῶν πιστῶν εὐφραίνεται χορεία, ἐν τῇ φαιδρᾷ ἑορτῇ, Γερασίμου τοῦ σοφοῦ ἀσκητοῦ. Οὗτος γὰρ τὸν Χριστὸν ὁλοψύχως ποθήσας, εὐαγγελικῶς αὐτῷ ἠκολούθησε, πάντα τὰ ἐπὶ γῆς ἡδέα ἀντ᾿ οὐτῆς Κωνσταντίνου τὸ βλάστημα, καὶ τῆς Πάτμου τὸ καύχημα. Χαίροις τῆς Κρήτης τὸ θησαύρισμα, καὶ τῆς οἰκουμένης τὸ σεμνολόγημα. Χαίροις Παραδείσου τὸ ἄνθος, καὶ τῶν οὐρανῶν κληρονόμε. Πρέσβευε Ἅγιε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια ψαλλόμενα ἔν τε τῇ ἑορτῇ τοῦ Ἅγίου καὶ ἐν πάσαις λιταῖς.
Τῆς Βασιλευούσης θεῖον βλαστόν, καὶ τοῦ Παραδείσου ἄνθος εὔοσμον οἱ πιστοί, τιμῶμέν σε πάτερ Γεράσιμε θεόφρον, πάσης νόσου καὶ βλάβης ῥῦσαι τοὺς δούλους σου.
Χαίροις ὦ Γεράσιμε ὁ σεπτός, θησαυρὸς τῆς Κρήτης καὶ τῆς Πάτμου ἡ χαρμονή, χαίροις τῶν λογίων ὁ μέγας ἀντιλήπτωρ, τοὺς σὲ ἀνευφημοῦντας πάντας περίσωζε.
Ἀσκήσει ἐκλάμψαντα θαυμαστῶς Γεράσιμον θεῖον, εὐφημήσωμεν οἱ πιστοί, πρεσβεύοντα ὅπω ς ἡμεῖς ἐλεηθῶμεν, καὶ δόξης αἰωνίου ἐνθέως τύχωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου