ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΔ΄!!
ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΧΘΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’,
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν
εὐκλεῆ στρατιώτην τοῦ Βασιλέως Χριστοῦ, τῶν Ἀθλητῶν τὸ κλέος, τὸν γενναῖον
ὁπλίτην, Νικόλαον τὸν θεῖον πάντες πιστοί, καταστέψωμεν ᾄσμασι, τὰς γὰρ παγίδας
καθεῖλε τοῦ δυσμενοῦς, καὶ δολίου πολεμήτορος. (Δίς)
Τῇ
τοῦ Σταυροῦ πανοπλίᾳ πυρὶ φρυαττόμενος, τοῦ δυσμενοῦς καθεῖλεν, τὰς ἐπάρσεις
παμμάκαρ· διό σε τῷ στεφάνῳ τῶν Ἀθλητῶν, ὁ Χριστὸς ἐστεφάνωσε, καὶ τῆς ἀφράστου
ἠξίωσε χαρμονῆς, ἧς ἱκέτευε τυχεῖν καὶ ἡμᾶς. (Δίς)
Τῆς
τοῦ Χριστοῦ σε ἀγάπης οὐδὲν ἐχώρησεν, οὐ πῦρ οὐδὲ γυμνόιτης, οὐ δριμύτης
βασάνων, ἀπείρων θεοκῆρυξ σῆς γὰρ ψυχῆς, τὸ ἀδούλωτον φρόνημα, ἐπιδεικνύων
ὑπέμεινας σταθερῶς, πάντα πόνον τὸν τοῦ σώματος.
Τοῖς
τῶν αἱμάτων ῥείθροις Μάρτυς Νικόλαε, Χριστὲ ὁ ζωοδότης, τὴν Αὐτοῦ Ἐκκλησίαν,
ἐνδόξως πορφυρώσας ὡς ἀγαθός, σοὶ τὸ κράτος δεδώρηται· διὸ μὴ παύσῃ πρεσβεύων
ὑπὲρ ἡμῶν, τῶν τελούντων σοι τὴν μνήμην πιστῶς.
Δόξα.
Ἦχος πλ. β΄. Ἱεραρχῶν τὴν καλλονήν.
Τὴν
τῶν Μαρτύρων καλλονήν, τῶν Ἀθλητῶν τὸ κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν
πιστῶν παμφαῆ ἀντιλήπτορα. Συνελθόντες, ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις
ὑμνήσωμεν λέγοντες· χαίροις, τῆς οἰκουμένης κραταιὸς φύλαξ, Νικόλαε ἔνδοξε·
χαίροις, λιμὴν γαληνότατε, τῶν δεινῶς χειμαζομένων, καὶ πρὸς σὲ καταφευγόντων·
χαίροις τῆς Ἐκκλησίας ἐντρύφημα ὡραῖον, καὶ τῶν ἐν ἀνάγκαις θερμότατος
προστάτης. Ἀλλ’ ὦ Μαρτύρων ἐπισφράγισμα, μὴ ἐλλίπῃς πρεσβεύειν Χριστῷ τῷ Θρῷ,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ἀεί, τὴν χαρμόσυνον καὶ σεβάσμιον μνήμην
σου.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας
Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ΄, 9 – 14).
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε
καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος
Θεός, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα και
οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός. Ὅτι
ἐξ ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος
Ἰσραήλ.
Σοφίας
Σολομῶντος τό Ἀνάγνωσμα (γ΄. 1 - 9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνᾶναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα.
Οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει τῶν ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπίς
αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ
Θεός ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν
ἔθνη καὶ κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί, ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ζ´. 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται.
Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος
Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ
καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον,
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος πλ. δ΄.
Σήμερον,
τῶν Μαρτύρων ἐπευφραίνονται αἱ τάξεις, καὶ σύμπασα ἡ οἰκουμένῃ σκιρτᾷ ἐν τῇ
μνήμῃ τοῦ γενναίου Ἀθλοφόρου, οὗ ταῖς πρεσβείαις σωθείημεν.
Ὁ
αὐτός.
Σήμερον,
τῶν ἀνθρώπων ἐπαγάλλεται ἡ φύσις, καὶ ὕμνοις σε, ὦ θεοκῆρυξ, τιμᾷ κατὰ χρέος,
ὡς αὐτὴν ταῖς σαῖς πρεσβείαις, ἐκ τῶν σκανδάλων ῥυόμενος.
Ὁ
αὐτός.
Τοῖς
συλλαβοῦσί σε παρανόμοις, μὴ πτοούμενος, οὕτος ἐβόας Ἅγιε· εἰ καὶ κατακαύσητε
τῷ πυρί με, καὶ διασκορπίσητε τὰ μέλη μου σύμπαντα εἰς τὸν ἀέρα, οὐδ’ οὕτω
χωρίσαι ἰσχύσετε τὸ παράπαν τῆς ἀγάπης Κυρίου, ἀλλ’ ὑπομενῶ, ἵνα πληρωθῆ, ἃ
ἐδήλωσεν ἡμῖν διὰ τῶν Ἀποστόλων, ἄῤῥητα θαυμάσια, Κύριε δόξα Σοι.
Ὁ
αὐτός.
Διὰ
τὴν δόξαν Σου ἐλεῆμον, ὁ φίλος Σου καὶ ὁ γενναῖος Μάρτυς ἐκήρυξέ Σε Κύριε, καὶ
μαστιζόμενος οὕτως ἐβόα· τῶν ἀγώνων μου μὴ παρασιωπήσης, ἴδε γὰρ τῶν μαστίγων
τὸν πόνον οἰκτίρμον, καί με ἐνίσχυσον, ὑπὲρ Σοῦ ὑπομένοντα, ταῦτα πάντα,
πολυέλεε Χριστέ.
Ὁ
αὐτός.
Πρὸ
τοῦ θανεῖν σε τῷ πυρί, ὦ Ἀθλητὰ θεοκήρυξ Νικόλαε, αἱ νοεραὶ στρατιαὶ
κατεπλήττοντο, ὡς ἀδάμας γὰρ ἄκαμπτος ἵστασο, ὁ ἐκ γῆς πεπλασμένος ὡς ἄνθρωπος,
καὶ τὸ σῶμα ἐκκαιόμενος οὐκ ἤλγησας, ὁ βροτείας συμμετέχων Μάρτυς φύσεως.
Τοιαύτη γὰρ τῇ καρτερίᾳ, ἐπέτυχες τῆς Βασιλείας Χριστοῦ, Μαρτύρων ἄγαλμα
ἔντιμον.
Ὁ
αὐτός.
Τάδε
λέγει Κύριος τῷ Ἀθλοφόρῳ· Γενναῖε, τί ἐποίησάν σοι ἀδίκως οἱ παράνομοι; Ταῖς
πληγαῖς σε κατέστιξαν, τῇ φρουρᾷ ἐναπέκλεισαν, ὥσπερ θῦμα ἐπὶ φλόγα ὁλακαυτώθης
γενναῖε, νῦν ἐγώ σοι ταῦτα πλουσίως ἀνταμείψομαι, ἀντὶ τῶν πόνων τρυφήν, ἀντὶ
τῶν ἄθλων σου στέφος, ἀντὶ τῶν ἐπικήρων τὰ ἄφθαρτα δωρήσομαι, καὶ χαίρων ἴθι
λοιπόν, εἰς δόξαν τὴν ἀγείρω, κἀκεῖ με ἀνευφήμησον, ἐν τῷ πυρὶ καὶ πνεύματι
γνῶθί με τοῖς ἔργοις μου, Θεὸν ἀληθέστατον.
Δόξα.
Ὁ αὐτός.
Ὁ
Ἀθλοφόρος τοῦ Υἱοῦ, τοῦ παθόντος καὶ ἀναστάντος, ὁ στεῤῥὸς Χριστοῦ ὁπλίτης, βοᾷ
πρὸς ἡμᾶς· ἴδε χαράν, ἣν ἐγὼ ἐφεύρηκα, ἴδε τρυφήν, ἧς ἐγὼ ἐναπήλαυσα, πῦρ μὲ
κατηνάλωσεν, ἀλλ’ ἐν τῇ δόξῃ τοῦ Θεοῦ ὑπάρχω, μὴ πλανᾶσθε οὖν ὦ οὗτοι, φθαρτὰ
γάρ εἰσι τὰ ἐπίγεια ταῦτα, καὶ ἐπίκηρα πάντα, Χριστὸς ἐστὶν ἡ ζωὴ καὶ τὸ φῶς
καὶ ἡ εἰρήνη τοῦ κόσμου.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
τῶν Ἀθλητῶν ἡ κρηπίς, τὸ τῶν Μαρτύρων θεῖον ὄντως ἐκσφράγισμα, ὁ πᾶσαν τοῦ
διαβόλου, καταβαλὼν τὴν ἰσχύν, καὶ πρὸς θείαν τρίβον καὶ σωτήριον, πιστῶς
ὁδηγῶν ἀεί, τῶν βροτῶν τὰ συστήματα· χαίροις τὸ σθένος, Ἐκκλησίας καὶ καύχημα·
χαίροις τὸ εὐωδέστατον, Χριστοῦ καλλιέργημα, ὁ τῶν πιστῶν σου τὴν μνήμην,
τελούντων ῥύστης καὶ πρόμαχος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ
μέγα ἔλεος.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσὲι κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις,
ὁ τῇ ἀγάπῃ Χριστοῦ, πυρποληθεὶς καὶ πρὸς ἀγῶνας καὶ σκάμματα, χωρήσας
γενναιοφρόνως, καὶ τῷ Θεῷ προσαχθείς, ὥσπερ ἄρτος ὄντως εὐωδέστατος, πιστῶν τὸ
προσφύγιον, τῶν νοσούντων ἀνάῤῥωσις, ἡ θεία σκέπη, Ἀθλητῶν τὸ ἐκσφράγισμα, τῶν
ἐν θλίψεσι, πονουμένων παράκλησις, δώρησαι τοῖς ὑμνοῦσί σε, ψυχῆς τε καὶ
σώματος, ἀπαλλαγήν τε καὶ λύσιν τῶν δυσχερῶν Μάρτυς ἔνδοξε, Χριστὸν ἱκετεύων,
τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Ἄστρον,
Ἀνατολῆς νοητῆς, τῷ στερεώματι Χριστοῦ ἀνατέταλκας, παμμάκαρ τῆς Ἐκκλησίας, καὶ
δᾳδουχεῖς τὰς ψυχάς, τῶν προσφευγόντων ἐν τῇ λάμψει σου, ὑφ’ ἧς ἐλλαμπόμενος,
τῶν παθῶν ἐκδιώκομεν, τὴν σκοτομῆνιν, καὶ τὸ φῶς τὸ τῆς χάριτος, εἰσδεχόμενος,
σοῦ τὴν μνήμην γεραίρομεν· ὅθεν Χριστὸν δυσώπησον, ῥυσθῆναι κολάσεως, τοὺς
ἀνυμνοῦντάς σε πόθῳ, καὶ μεγαλύνοντας πάντοτε, Νικόλαε Μάρτυς, τῶν πταισμάτων
ἱλασμόν τε, δοῦναι καὶ ἔλεος.
Δόξα.
Ἦχος δ΄.
Ὡς
πρόβατον ἐπὶ τὸ πῦρ, ἤχθης στεῤῥὲ Ἀθλητά, καὶ ὡς ἀμνὸς ἄκακος, ἐξεκαύθης τῇ
φλογί, ὑπὸ τῶν παρανόμων ἀνδρῶν, διὰ τὴν Βασιλείαν τοῦ Χριστοῦ Νικόλαε.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ὡς των αἰχμαλώτων.
Ὡς
τῶν Ἀθλοφόρων ὁμότροπος, καὶ τῶν ἐν ἀνάγκῃ ὑπέρμαχος, τῷ Δεσπότῃ τῶν ὅλων
ἱκέτευε, εἰρήνην, τῇ Οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄.
Ταχὺ προκατάλαβε.
Νομίμως ἐνήθλησας σθένει τοῦ
πνεύματος, παμμάκαρ Νικόλαε καὶ κατηδάφισας, δαιμόνων τὴν ἔπαρσιν· ὅθεν σε
συνελθόντες, εὐφημοῦμεν ἐν ὕμνοις, μνήμην σου τὴν ἁγίαν, ἐτησίως τελοῦντες· δι’
ὃ μὴ παύσῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία Θεόνυμφε καὶ παντευλόγητε,
πιστῶν ἡ ἀντίληψις καὶ τὸ προσφύγιον, πρὸς Σὲ καταφεύγοντα, οἴκτειρόν με καὶ σῶσον,
ἐκ χειρὸς πολεμίου, λύτρωσαί με κινδύνου, καὶ παντοίας ἀνάγκης, ἵνα ὑμνῶ Σε
σωσμένος, Σὲ τὴν πανάμωμον.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς ἐπὶ πέτραν ἀκλινῆ τῶν δογμάτων,
τῶν τοῦ Χριστοῦ στερεωθεὶς γενναιόφρον, τὰ τῶν ἀθέων δόγματα κατέπτυσες· ὅθεν
καὶ πρὸς ἄθλησιν, προσεχώρησας Μάρτυς, θείᾳ τοῦ Δεσπότου σου, δυναμούμενος ῥώμῃ,
ᾗ καὶ πρεσβεύων πάντοτε τρανῶς, ὑπὲρ τῶν πίστει, καὶ πόθῳ τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ ἀπὸ γῆς πρὸς οὐρανὸν τεταμένη, ἄϋλος
κλίμαξ μυστικῶς προετύπου, τὴν λογικὴν καὶ ἔμψυχόν σου κλίμακα, Σὺ γὰρ τὸ
μεσότοιχον, τοῦ φραγμοῦ καθελοῦσα, ἥνωσας πανύμνητε, τὰ τὸ πρὶν διεστῶτα, τὸν οὐρανὸν
συνάψασα τῇ γῇ, καὶ τοὺς βροτοὺς τοῖς Ἀγγέλοις ἑνώσασα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν
Σοφίαν καὶ Λόγον.
Νίκην τῆς τοῦ Δεσπότου σου γεγονώς,
ἀπολαύεις ἐνθέου μάκαρ τρυφῆς, χοροῖς αὐλιζόμενος, τῶν μαρτύρων Νεομάρτυς, ἐν γὰρ
σταδίῳ πλάνην ἀθέων διήλεγξας, καὶ τὸν Χριστὸν τοῖς πᾶσι Θεὸν ἀνεκήρυξας· ὅθεν
καὶ τὸ σῶμα, τὸ σεπτόν σου ἐν ἥλῳ, πυρὶ δαπανούμενον, ἀπαράτρωτος ἔμεινας, Ἀθλοφόρε
Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε κλίμαξ ἣν ἴδε πρὶν Ἰακώβ, ἡ
κατάγουσα ἄνωθεν τὸν Θεόν, καὶ γῆθεν ἀνοίγουσα, τοῖς βροτοῖς πρὸς οὐράνια· χαῖρε
Κυρία κόσμου, καὶ Κτίστου λοχεύτρια, ἡ τετοκυῖα Λόγον, Πατρὶ τὸν συνάναρχον· χαῖρε
φωτοφόρε, καὶ πυρίμορφε θρόνε, καὶ τράπεζα φέρουσα, τὸν τροφέα τῆς κτίσεως· χαῖρε
κόσμου κοσμήτρια, κόσμησον κἀμοῦ τὴν ψυχήν, ὡς τεκοῦσα τὸν κόσμον κοσμήτορα, ἵνα
πίστει καὶ πόθῳ δοξάζει Σε Δέσποινα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσὲι κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Εὐαγγέλιον,
Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τίς μη μακαρίσῃ σου τὴν στεῤῥὰν
καρτερίαν; Τίς μὴ ἀνυμνήσῃ σε, Ἀθλοφόρε πολύτλα; Τὸν γὰρ ἀχρόνως ἐκ γαστρὸς ἐκλάμψαντα
παρθενικῆς, δι’ ἡμᾶς γεγονότα ἄνθρωπον ἀνεκήρυξας στεῤῥῶς. Μὴ δειλιάσας
βασάνους, ἀπείρους Νικόλαε, ξίφοις τὴν ἐκτομήν, πυρὸς τὴν καῦσιν, ὑφ’ ἥνπερ
καιόμενος, ἀπαράτρυτος ἔμεινας, Μεγαλομάρτυς πανεύφημε· δι’ ὃ ἱκέτευε Χριστὸν τὸν
Θεὸν τὸν παντάνακτα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου,
οὗ ἡ ἀκροστιχίς: Τὸν ἀρτιφανῆ Μάρτυρα
μέλπων θέμις. Δαμασκηνοῦ.
ᾨδὴ α’. Ἦχος β΄. Κύματι Θαλάσσης.
Τίμιος τῷ ὄντι ὁ θάνατος Μάρτυς ὁ σὸς
ἐπέφανες, Κυρίου ἔναντι, Ὃν ἐκδυσώπει παμμάκαρ, οὐρανόθεν θείαν ἔλαμψιν,
παρασχεῖν μοι πόθῳ σου, γεραίροντι τὴν ἄθλησιν.
Ὅλος ἀπὸ βρέφους, Θεῷ ἀνετέθης, τῷ
παντοκράτορι, Μάρτυς Νικόλαε· δι’ Ὃ καὶ τοῦτον ὑστέρως, τοῖς γενναίοις σου ἀθλήμασι,
μεγαλύνας ᾔσχυνας ἐχθρὸν τὸν ἀνομώτατον.
Νέκρωσιν τῷ γένει, βροτῶν ὁ τεκτήνας,
διὰ τῆς βρώσεως, ξύλου τῆς γνώσεως, νῦν ἡττηθεὶς παναρίστως, ὑπὸ σοῦ τοῦ
γενναιόφρονος καταστῶμαι δείλαιος, δεινῶς καταπατούμενος.
Θεοτοκίον.
Ἅπας ἐγκωμίων, ἡττᾶται Παρθένε,
νόμος σαφέστατος Σοὶ προσβαλλόμενος· ἀλλ’ ὅμως δέχου καὶ ταύτην τὴν ᾠδὴν νῦν σὺν
τῷ Μάρτυρι, καὶ τοῖς πρόσω λόγον μοι, κατάπεμψον πανάχραντε.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχὶς
κατ’ ἀλφάβητον· ἐν δὲ τοῖς Θεοτοκίοις: Τοῦ αὐτοῦ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἁμαρτιῶν μου καὶ παθῶν τὴν ζόφωσιν
μακρὰν ἀπέλασον, μονογενῆ Λόγε, τῇ παναλκεστάτῃ Σου, δυνάμει καταύγασον, τῆς
ψυχῆς μου τὰς κόρας, ἀμαυρωθείσας τοῖς πάθεσι, Μάρτυρος τοῦ Σοῦ παρακλήσεσιν.
Βεβηλωμένον με σαρκὸς τοῖς πάθεσιν ὑσσώπῳ
κάθαρον, σῶν πρεσβειῶν Μάρτυς, καὶ τὴν τῶν αἰσθήσεων, διπλῆν πεντάδα φώτισον,
κληρουχίας τῆς ἄμφω, συγκληρονόμον δεικνύων με, καὶ τρυφῆς ἐνθέου συμμέτοχον.
Γῆθεν μετέστης πρὸς τρυφὴν ἀδάπανον
ὑπενεγκὼν σταθερῶς, τὰ τῶν πληγῶν στίφη, καὶ τὴν τοῦ φλογίζοντος, πυρὸς μὴ
δείσας κάμινον, ἀλλ’ ἀνδρείως ἐλέγξας, τὴν τοῦ πατρὸς τάττοντος ἄνοιαν, ἔσεσθαι
σαφῶς ἀρνησίθεον.
Θεοτοκίον.
Τὸν ὑπεράγαθον Θεὸν ἡ τέξασα
κεκακομένην ἀεί, τὴν ψυχήν μου μόνη, ἀρεταῖς ἀγάθυνον, ὡς ἀγαθὴ ὑπάρχουσα,
Θεοτόκε Παρθένε, ὅπως ἀξίως δοξάζομεν, τὴν βροτῶν τὸ γένος δοξάσασαν.
ᾨδὴ γ’. Σὲ τῶν ἐπὶ ὑδάτων.
Ῥώμην ἐξ ὕψους θείαν, δεδώρηται ὁ
κτίστης τῶν ἁπάντων, σοὶ θεοκήρυξ μάκαρ· δι’ ὃ ἀνδρείως ὑπέφερας, ἐν τῇ πυρὶ
φλεγόμενος, Μάρτυς Νικόλαος, πάντων Ἀθλητῶν ἀγλάϊσμα.
Τύραννον ἐπηρμένον, κατέῤῥαξεν εἰς
γῆν ὀφρῦν τοῦ πλάνου, σαφῶς ὦ θεοκῆρυξ, τοῖς σοῖς γενναίοις ἀθλήμασι· δι’ ὃ Χριστῷ
ἐκραύγαζεν· οὐκ ἔστιν ἅγιος πλὴν Σοῦ Κύριε φιλάνθρωπε.
Ἴεμέν σε θεοκῆρυξ, οἱ πόθῳ σου τελοῦντες
τὴν φωσφόρον, πανήγυριν ἐν ὕμνοις, ἐν τοῖς κινδύνοις ὑπέρμαχον, καὶ ἀρωγὸν ἐν
θλίψεσι· διὸ βοῶμέν Σοι· Χαίροις Ἀθλητὰ Νικόλαε.
Θεοτοκίον.
Φύσεως μεταμείψας, θεσμοὺς ὁ
Κτίστης Κόρη τῶν αἰώνων, προῆλθεν ἐκ νηδύος τῆς Σῆς ἀσπόρως πανύμνητε, καὶ τὴν
βροτῶν ἐθέωσε, φθαρεῖσαν πάθεσι, φύσιν ὡς Θεὸς καὶ Κύριος.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Δυναμωθεὶς ὁ Δανιήλ, τῇ τοῦ Θεοῦ
πανοπλίᾳ, ἐξελθών τε ἀσινὴς ἐκ τοῦ λάκκου, ἐξωλόθρευσε δαίμονας τοὺς τούτου
κατακρίναντας· οὐδὲ τῇ καρτερίᾳ δαιμόνων, στίφη διώλεσας.
Ἐπὶ τὴν ἄβυσσον, τῆς Σῆς
φιλάνθρωπίας προσπίπτω, ἐξαιτούμενος κακῶν μου τὴν ῥῦσιν· ἀλλ’ ὡς μόνος συμπαθὴς
καὶ φύσει πολυέλεος, πρεσβείαις οἴκτειρόν με, τοῦ Σὲ γενναίως κηρύξαντος.
Ζῶσι φησὶν ὁ Σολομών, οἱ δίκαιοι ἐν
Κυρίῳ, τῶν τῶν καμάτων ἀπολαύοντες γέρα· διὸ τούτων σὺ γεγονώς, ὁμόζηλος
Νικόλαε, διάδημα τοῦ κάλλους, ἐκ τῆς χειρὸς Θεοῦ δέδοξαι.
Θεοτοκίον.
Ὁ καταβὰς ἐξ οὐρανοῦ, καὶ τὴν Σὴν
μήτραν οἰκήσας, οὐρανόν Σε λογικὸν τοῖς ἀνθρώποις, ἀναδείκνυσιν ἀεί, τῶν οὐρανῶν
ὑπέρτερον· δι’ ὃ μὴ παύσῃ τοῦτον ὑπὲρ ἡμῶν εὐμενίζουσα.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐπιλάμψει θεϊκῇ, καταυγασθείς σου τὴν
ψυχήν, τὸν συνάναρχον Υἱόν, Πατρὶ καὶ Πνεύματι στεῤῥῶς, ἐν τῷ σταδίῳ ἐκήρυξας Ἀθλοφόρε,
πάντων τῶν κτιστῶν ὄντα Κύριον· ὅθεν καὶ δεινῶς μαστιζόμενος, καρτερικῶς ἐκραύγαζες
παμμάκαρ, οὐδὲν τούτου δυνήσεται ποτὲ χωρίσαι, ἀλλὰ γενναίως, βούλομαι ἐκκαυθῆναι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν,
καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε,
βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ
Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ
τόκον, πάλιν μένει παρθένος.
ᾨδὴ
δ’. Τὴν ἔναστρόν σου θείαν.
Ἀπαμφιάσω
τῆς νεκρώσεως τὸν χιτῶνα σοφέ, τυπτόμενος ἀδίκως· δι’ ὃ πρὸς τὴν ἀνώλεθρον
ἔφθασες ζωήν, ἐνδυσόμενος Μάρτυς θεῖον ἱμάτιον.
Νύκτα
βαθεῖαν ἀπεμείωσας, ἀθεΐας σαφῶς, ὦ θεοκῆρυξ Μάρτυς, τοῖς θείοις σου
διδάγμασιν· ὅθεν πρὸς τὸ φῶς τῆς Ἁγίας Τριάδος, χαίρων κατήντησας.
Ἡμέρα
σήμερον ἀνέτειλε, θυμηδὴς δι’ ἡμᾶς, πληροῦσα τοὺς ἐν ταύτῃ, γεραίροντας τὸν
αἴτιον, ᾄσμασι σεπτοῖς, τὸν στεῤῥὸν Ἀθλοφόρον, θεῖον Νικόλαον.
Θεοτοκίον.
Μήτραν
οἰκήσας τὴν Σὴν ἄχραντε, ὁ Υἱὸς τοῦ Θεοῦ, προῆλθεν σαρκοφόρος, καὶ τοῖς βροτοῖς
ἐγνώρισται ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς κατ’ οὐσίαν, πέλων σαφέστατα.
Ἕτερος.
Σύ μου ἰσχύς, Κύριε.
Ἡ
φωταυγής σου, καὶ φωσφόρος πανήγυρις, νῦν ἐπέστη, πάντας καταυγάζουσα τοὺς
περιθέοντας ἐν αὐτῇ, καὶ τὸν δεδωκότα, ὑπομονήν σοι δοξάζοντας, καὶ σὲ
μακαριοῦντας, τὸν τὸ πῦρ τὸ φλογίζον, μηδαμῶς δειλιάσαντα ἔνδοξε.
Θέσει
Θεόν, σὲ ἀπειργάσατο Κύριος, ὅνπερ πάλαι, σταθερῶς ἐκήρυξας, ἐν τῷ σταδίῳ
παρεστηκώς· ὅθεν οἱ τιμῶντες τὴν φωταυγῆ σου πανήγυριν, δεχθείημεν τῆς ἄνω,
μέτοχοι Βασιλείας, ταῖς πρεσβείαις σου Μάρτυς Νικόλαε.
Ἴδοιμί
σε, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως ἱλεοῦντα, Κύριον τὸν εὔσπλαγχνον, ὑπὲρ ἡμῶν τῶν ἐπὶ
τῆς γῆς, σὲ μακαριούντων, καὶ κεκτημένων σε πρόμαχον, φρουρόν τε καὶ προστάτην,
καὶ προθύμως ᾠδήν σοι, κομιζόντων παμμάκαρ ἱκέσιον.
Θεοτοκίον.
Ὑψοποιῶν,
τοὺς γηγενεῖς ὁ φιλάνθρωπος, ἐκ γαστρός Σου, σάρκα προσλαβόμενος, ὤφθη βροτοῖς,
ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς ὑπάρχων, καὶ πάντας ἀνεκαλέσατο, πρὸς φῶς θεογνωσίας,
Ὃν ἱκέτευε Κόρη, ἡμᾶς οἰκτειρῆσαι τοὺς δούλους Σου.
ᾨδὴ
ε’. Θεοφανείας Σου Χριστέ.
Ἅρμα
τὸ πῦρ πρὸς οὐρανόν, σὲ Ἀθλητὰ ἐπανάγον ὑπῆρξε, δι’ οὗ ἔφθασες Νικόλαε, ἔνθα
τῶν Μαρτύρων τὰ τάγματα, μιμητὴς γεγονὼς τούτων σαφέστατα, τὸ γὰρ πῦρ οὐδόλως
κατέπληξας, Μαρτύρων ἐγκαλλώπισμα.
Ῥήτωρ
ἐδείχθης ἀληθής, τὰς συμπλοκάς, τῶν ἀθέων τυράννων, διαλύσας Μάρτυς ἐνθεώτατα·
ὅθεν συναγάλλου ταῖς Μάρτυσι, συνεφάμιλλος γεγονὼς ἐν πόλῳ ἔνδοξε, καὶ τὴν
θείαν δόξαν, τρανώτερον καθορῶν ἡμᾶς περίεπε.
Τέτρωσαι
Μάρτυς τῇ Χριστοῦ, ὡς ἀληθῶς κραταιᾷ ἀγαπήσει, διὰ τοῦτο σταθερῶς διήλεγξας,
τοῖς σεπτοῖς σου λόγοις Νικόλαε, τοὺς τῆς πλάνης υἱούς, ὁμοῦ τε καὶ προΐστορας,
ὡς μὴ σεβομένους Χριστόν, τὸν εἰς τὴν γῆν ὀφθέντα ἀμνόν.
Θεοτοκίον.
Ὕψωσας
Κόρη τῶν βροτῶν, παναληθῶς τὴν πεσοῦσαν οὐσίαν, ὡς τεκοῦσα τὸν αὐτῆς κοσμήτορα·
ὅθεν ὡς προέφης σωζόμεναι, γενεαί Σε πᾶσαι τρανῶς νῦν μακαρίζουσι, καὶ σὺν τῷ
Ἀγγέλῳ βοῶσι χρεωστικῶς· χαῖρε πανάχραντε.
Ἕτερος.
Ἵνα τί με ἀπώσω.
Κρῖνον
ὥσπερ παμμάκαρ, ψαλμικῶς ἐν αὔλαξι ταῖς τοῦ Κυρίου σου, ἱερῶς ἀνέφη τὰς ψυχὰς
καθηδῦνον τῶν πίστει σοι, προσιόντων Μάρτυς, ἱκετικῶς τε ἐξαιτούντων, τῆς
γεέννης ῥυσθῆναι πρεσβείαις σου.
Λυμανθεὶς
ταῖς δολίαις, μηχαναῖς τοῦ δράκοντος πρὸς σὲ κατέφυγον, ἰαθῆναι τάχος, ἱκετεύω
σε Μάρτυς ὡς ἔχοντα, παῤῥησίαν ὄντως, πρὸς τὸν ἁπάντων Βασιλέα, ὑπὲρ οὗ τοὺς
ἀγῶνας διήνυσας.
Νικητὴς
κατὰ πάντα, τῶν πρὸ σοῦ γενόμενος Μαρτύρων ἔνδοξε, νῦν ἐπαπολαύῃς, σὺν αὐτοῖς
ἐν Ἁγίων σκηνώμασι, δωρεῶν ἀπείρων, ὧνπερ ἱκέτευε τυχεῖν με, Ἀθλητὰ τοῦ Κυρίου
Νικόλαε.
Θεοτοκίον.
Ἀφθαρσίας
τὸν στάχυν, ἄρουσα βλαστήσασα ἡ ἀγεώργητος, τὴν ψυχήν μου πάσης, ἀρετῆς τῇ ἐνδείᾳ
λιμώττουσαν, ἔμπλησον καὶ δεῖξον, καρποὺς ἐνθέους ταῖς ἀρδείαις, τῶν δακρύων
βλαστάνοι τε ἄχραντε.
ᾨδὴ
στ’. Συνεσχέθη ἀλλ’ οὐ κατεσχέθη.
Ῥωμαλαίῳ
καὶ σταθερωτάτῳ, Μάρτυς φρονήματι πεισθείς, ὡς λέων πρὸς βασάνους, προσεχώρησας
ἀνδρειοφρόνως, καὶ συμπατήσας, τὸν ἐχθρὸν σαφέστατα, τῷ τῆς νίκης στεφθεὶς
στεφάνῳ, ἀνῆλθες ἔνδοξε πρὸς Θεὸν νικητής· ὅθεν οἱ πιστοὶ σὲ μακαρίζομεν.
Ἀσεβείας
ἀλλ’ οὐκ εὐσεβείας, ἤλεγξας Μάρτυς τοὺς ἐναγεῖς, ἔχων ἐν σοὶ λαμπρὰν τὴν τοῦ
πνεύματος φωτοφόρον χάριν, ὦ θεοκῆρυξ Ἀθλητὰ Νικόλαε, διὰ τοῦτο καὶ πυρὸς
ἐνύλου, σὺ κατεφρόνησας προσδοκῶν ἀληθῶς, θείαν ἀμοιβὴν Μάρτυς πανάριστε.
Μακαρία
καὶ ἐλπιζομένης, ἔτυχες Μάρτυς δωρεᾶς, τῆς γὰρ μετὰ Μαρτύρων κατηξίωσαι
χοροστασίας, ὡ ςμεγάλην τοῖς στεῤῥοῖς ἀκαμάτοις σου, τὸν τὰ σύμπαντα νεύματι
μόνῳ σοφῶς ἰθύνοντα, ἧς τυχεῖν καὶ ἡμᾶς πρέσβευε, Χριστῷ τοὺς ἀνυμνοῦντάς σε.
Θεοτοκίον.
Ἐπὶ
Σέ μου πᾶσαν ἀνεθέμην, Κόρη ἐλπίδα ψυχικήν, ὁμοῦ σωματικήν τε· διὸ πάναγνε ὡς
βούλει μόνη, Σὺ πρὸς τὸ θεῖον τοῦ Υἱοῦ Σου θέλημα, καθοδήγησον τὴν παναθλίαν
ψυχήν μου δέομαι, μὴ ἑῶσαι δεινοῖς πταίσμασιν, ἀεὶ καταποντίζεσθαι.
Ἕτερος.
Τὴν δέησιν.
Ναμάτων,
τῶν ζωηρῶν τερπόμενος, ἐν σκηναῖς ἐπουρανίοις παμμάκαρ, διηνεκῶς ἀπολαύῃς
γενναίως, αὐτομολήσας πρὸς ἆθλα καὶ σκάμματα· δι’ ὃ μὴ παύσῃ χαλεπῶν, ἐκ κινδύνων
ἐξαίρων τοὺς δούλους σου.
Ξενάγισον,
καὶ ἡμᾶς τοὺς πόθῳ σου, τὴν φαιδρὰν ἐπιτελοῦντες ἡμέραν, ἐν τῇ φρικτῇ, τοῦ
Δεσπότου τραπέζῃ, ὡς παῤῥησίαν πλουτίσας πανένδοξε, τρανώτερόν τε καθορῶν, Ὃν
ἐν γῇ ἐκ καρδίας ἐπόθησας.
Ὁ
πάλαι, τῷ νομοθέτῃ Κύριος, ἀμυδρώτερον ὠφθεὶς ἐν τῷ ὄρει, πλάκας διδούς,
γεγραμμένας τὸν νόμον, αὐτός σοι ῥώμην παμμάκαρ δεδώρηται, Νικόλαε Μάρτυς
Χριστοῦ, μὴ τὸ πῦρ δειλιᾶσαι τὸ πρόσκαιρον.
Θεοτοκίον.
Ὑπέφηνεν,
ὁ δαδίτης Μαρία, Σὲ τοῦ τῶν ὅλων Βασιλέως Παρθένε, κράζων τρανῶς, διαχρύσω ἐσθῆτι,
πεποικιλμένη ἐν δόξῃ παρέστοι, Σοὶ Βασίλισσα, ἡ Σὲ φρικτῶς τετοκυῖα τῆς δόξης
τὸν Κύριον.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς
ὑπερμάχῳ κραταιῷ καὶ ἀντιλήπτορι, τῶν προσφευγόντων ἐσαεὶ ὑπὸ τὴν σκέπην σου,
προσκόμιζομεν τὸν ὕμνον σοι Ἀθλοφόρε, ἱκετεύοντες ῥυσθῆναι πάσης θλίψεως· ταῖς
πρεσβείαις σου Ἀθλητὰ παναοίδιμε, ἵνα κράζομεν· Χαίροις Μάρτυς Νικόλαε.
Ὁ
Οἶκος.
Ἅπαντες,
τὴν στεῤῥάν σου καὶ θείαν καρτερίαν ἐκπληττόμενοι Ἀθλοφόρε, Χριστὸν τὸν
στεφοδότην ὑμνοῦμεν ἀγαλλόμενοι, καὶ σοὶ τῷ στεφανίτῃ τὴν ᾠδὴν προσάγοντες,
βοῶντες ταῦτα·
Χαίροις,
ὁ τοῖς πᾶσι τὸν Χριστὸν καταγγείλας·
χαίροις,
ὁ τὴν πλάνην τῶν ἀπίστων ἐκφαυλίσας,
Χαίροις,
τῶν Μαρτύρων τὸ θεῖον κειμήλιον·
χαίροις,
τῶν ἀνθρώπων τὸ μέγα προσφύγιον.
Χαίροις,
ὅτι συνεπεύφρανες τῶν Ἀγγέλων τὴν πληθύν·
χαίροις,
ὅτι κατεπάτησας τῶν δαιμόνων τὴν ἰσχύν.
Χαίροις,
ὁ φανεὶς Μάρτυς, ἐν τῷ τοῦ κόσμου τέλει·
χαίροις,
ὁ ἐκ γλώττης ἀποστάξας γλυκὺ μέλι.
Χαίροις,
χοροὶ Μαρτύρων ἐφάμιλλε·
χαίροις,
βροτοῖς διδοὺς ῥῶσιν πάντοτε.
Χαίροις,
πιστῶν ὁ φρουρὸς καὶ ῥύστης·
χαίροις,
ἐχθρῶν ὁ στεῤῥὸς διώκτης.
Χαίροις,
Μάρτυς Νικόλαε.
Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου
Νεομάρτυρος Νικολάου τοῦ ἐξ Ἰχθύος τῆς Κορινθίας καὶ ἐν Κωνσταντινουπόλει
μαρτυρήσαντος ἐν ἔτει 1554.
Πῦρ ὑπενεγκὼν
Νικόλαε τρισμάκαρ,
Γῆθεν μετέστης πρὸς Μονὰς αἰωνίους.
Γῆθεν μετέστης πρὸς Μονὰς αἰωνίους.
Κάτθανε
Νικόλεως δεκάτη πυρὶ ἡ δὲ τετάρτη.
Οὗτος
ὑπῆρχεν ἐξ εὐτελοῦς τινος χώρας, ἐπὶ χωρίων ἔθει, Ψάρη τὴν κλῆσιν ἐσχηκείας,
περίπου τῶν τῆς Κορίνθου ὁρίων κειμένης. Γεννήτορες δ’ ἦσαν αὐτῷ Ἰωάννης καὶ
Καλή, ἀμφότεροι θεοσεβεῖς καὶ τῷ Χριστῷ πιστεύοντες. Οἵτινες, τῷ 12ῳ ἔτει τῆς
τοῦ Μάρτυρος ἡλικίας τῶν ὧδε καταστάντες, κατέλιπον αὐτὸν μόνον οἴκαδε· ὁ δὲ μὴ
φέρων τὴν τῶν γονέων στέρησιν, ἀφικνεῖται μετά τινων συμφυλετῶν εἰς πόλιν
λεγομένη Σηλυμβρίαν, ἀπέχουσαν ἡμέρας ὁδὸν τῆς Κωνσταντινουπόλεως· ἐν ᾗ
συνέστιος τίνι τῶν τῆς χώρας γνωρίμων γενόμενος, συνῆν αὐτῷ τῶν προσόντων
ἐπιμελούμενος. Φόβῳ δὲ Θεοῦ στοιχειούμενος, καὶ τῷ τοῦ Χριστοῦ θείῳ νόμῳ
πειθόμενος, τῶν ἐκκλησιῶν ὅση δύναμις οὐκ ἠμέλει. Οὕτω γοῦν καλῶς ἐκτραφείς,
καὶ εἰς μέτρον ἡλικίας πεφθακώς, νομίμῳ γυναικὶ συνεζεύχθη, καὶ παίδων πατὴρ
γενόμενος, τοῖς οἰκείοις ἤθεσι, καὶ τοῖς τοῦ Χριστοῦ διδάγμασι τούτοις
ἀνέτρεφεν· ἀμέλει καὶ τῇ τοῦ κόσμου τύρβει συναυλιζόμενος· ἦν γὰρ ἐν τῇ λεωφόρῳ
πιπράσκων τὰ βρώσιμα, οὐδόλως τῆς ἑαυτοῦ σωτηρίας ἠμέλει, ἀλλὰ διηνεκῶς τῶν
πενήτων ἐπιμελούμενος, ἱλέου τὸ θεῖον ἐλεημοσύναις, καὶ ταῖς ἀεὶ ναῶν
θαμίσεσιν. Τοῦ γὰρ βασιλέων τῶν Ἰσμαηλιτῶν Σουλεϊμὰν ἐν τῷ 34ῳ ἔτει τῆς αὐτοῦ
βασιλείας ἐν τῇ Περσίδι πορευθέντος, κατελήφθη ἔπαρχος ἐν τῇ Κωνσταντινουπόλει,
Σινὰν ἐπονομαζόμενος· ὃς τῇ τοῦ βασιλέεως ἀγχιστείᾳ ἐπερειδόμενος, τυραννικῶς
κατεδουλοῦτο τὸ ὑπήκοον. Οὐδὲν μὲν χρηστὸν ἐπιδεικνύμενος, μόνῃ δὲ τῇ ἀξίᾳ
φυσιούμενος, πᾶν εἴ τι δεινὸν καὶ χριστιανοῖς ἐπαχθὲς κατειργάσατο. Οὓς μὲν γὰρ
ἐν τοῖς ληστρικοῖς πλοίοις κατέῤῥιπτεν. Οὓς δὲ τῇ τῶν δεινῶν ἐλπίδι κατέπληττε.
Τότε δὲ καὶ ὁ τοῦ Χριστοῦ Νεομάρτυς Νικόλαος, ἀδίκως ὑπὸ τῶν ἐν τῇ λεωφόρῳ
συγγειτνιαζόντων αὐτῷ Ἀγαρηνῶν φθονηθείς, ἅτε δὴ πλέον αὐτῶν πωλῶν τὰ ὤνια,
ἤχθη εἰς Κωνσταντινούπολιν, ὡς τὸν ψευδοπροφήτην Μωάμεθ ὑβρίσας, ἔνθα τῷ τοῦ
ἐπάρχου βήματι παραστάς, καὶ μηδὲν ὑποσταλείς, ἀληθῶς ἑαυτὸν χριστιανὸν
ὁμολόγησε καὶ τὴν τῶν Ἰσμαηλιτῶν θρησκείαν ὡς ψευδῆ ἀπήλεγξε. Διό, τῇ τοῦ
ἐπάρχου κελέυσει, πλεονάκις ῥοΐνους ῥάβδοις τυφθείς, ὡς καὶ τὰ ἄκρα τῶν
ποδιαίων ὀνύχων αἷμα ἀφίνων εἰς φυλακὴν ἀπεῤῥίφθη. Μετὰ δὲ τέτταρας ἡμέρας
αὖθις ἐξαγαγὼν αὐτὸν ἐπειρᾶτο θωπείαις, καὶ τιμῆς μεγίστης ἐλπίδι τοῦτον
ὑποσκελίσαι, καὶ πεῖσαι τῆς εἰς Χριστὸν ἀποστῆναι πίστεως· ἀλλ’ οὐδὲν εἰς τέλος
ὁ ἀλιτήριος ἤνυσεν· ὁ γὰρ τῷ ὄντι τῆς ἀληθείας Μάρτυς Νικόλαος, μᾶλλον τῆς
εὐσεβοῦς δόξης ἀντείχετο, καὶ τὸν Χριστὸν ἐπιβοώμενος, τοὺς ἀσεβεῖς τῆς
ἀπιστίας διήλεγξε, καὶ τῶν αὐτῶν ψευδοπροφητῶν, υἱὸν διαβόλου καὶ ἀντίθετον
ἐπωνόμαζε. Διὰ τοῦτο ἁλύσεσι τοῦ τραχήλου δεθείς, καὶ φορμὸν ἀνθ’ ἱματίου τῇ
σαρκὶ περιτεθεὶς τὴν πόλιν ἅπασαν ὑπὸ τῶν δημίων ἑλκόμενος. Ἐπεὶ δὲ τοῦτο οὐδὲν
αὐτὸν τῆς εὐσεβοῦς ἀπέστησεν πίστεως, μᾶλλον δὲ ὑπερίσχυσε, κελεύσει τοῦ
ἐπάρχου ἐν τῷ ἱπποδρομίῳ πῦρ ἀνήφθη σφοδρόν, ἐν ᾧ τὸν Ἅγιον ἀπαγαγόντες οἱ τῆς
ἀσεβείας ὑπασπισταί, οὐκ εὐθεὶς ἐν αὐτῷ τοῦτον ἐνέβαλλον, ἀλλὰ κατὰ μικρὸν τὰς
ἁγίας αὐτοῦ σάρκας τῇ πυρᾷ δαπανῶντες, δριμυτέραν αὐτῷ τιμωρίαν εἰργάζοντο.
Εἶτα, τοῦ Ἁγίου ἐφ’ ἱκανὴν ὥραν ἑστῶτος, καὶ ἑαυτὸν γνῶντος μὴ δύνασθαι ἔτι
ἵστασθαι, προσκλίναντος ἐπιδεξίοις, ὁ σπεκουλάτωρ τὰς ἁλύσεις τείνας, ἦν γὰρ
αὐτὰς ὁ Μάρτυς ἔτι τῷ τραχήλῳ περικείμενος, ξίφει τὴν ἁγίαν αὐτοῦ κεφαλὴν
ἀπέτεμε καὶ οὗτως ὁ Μάρτυς τὴν ψυχὴν εἰς χεῖρας Θεοῦ παρέθετο. Τὸ δὲ τίμιον
αὐτοῦ σῶμα, τῇ φλογὶ καταναλωθέν, κόνις ἐγένετο, μόνη δὲ ἡ τιμία αὐτοῦ κάρα
παρά τινος τῶν πιστῶν, ἐκ τοῦ σπεκουλάτορος ὠνηθεῖσα χρυσίνοις εἴκοσιν,
ἀπεστάλη ἐν τῇ τοῦ Ὁσίου Ἀθανασίου Μονῇ τῇ ἐπικεκλημένῃ Μετεώρῳ, ἔνθα καὶ ἔν
ἐστι πολλῶν θαυμάτων πηγὰς ἀναβλύζουσα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ.
Ὁ Βουνός, ὡς
Κάρμηλος, ἦν Αὐξεντίῳ,
Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία.
Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας
Θεοδοσίου τοῦ μικροῦ, ὁρμώμενος τῶν ἀφ’ ἡλίου Ἀνατολῶν, Σχολαστικὸς γεγονώς.
Μετῆλθε δὲ τὸν μονήρη βίον, καὶ τὸ ὄρος ἀνελθών, τὸ κατ’ ἀντίκρυ τῆς Ὀξείας
κείμενον, ἦν τὴν ἄσκησιν καρτερικώτατος, τὴν πίστιν ὀρθοδοξότατος. Πολλὰ δὲ φαυλίσας
τὴν Εὐτυχοῦς καὶ Νεστορίου κακοδοξίαν, καὶ ἀποδεξάμενος τὴν ἐν Χαλκηδόνι
τετάρτην Σύνοδον, γέγονε καὶ βασιλεῦσιν αἰδέσιμος, καὶ πᾶσι τοῖς ἐντυγχάνουσι,
θείᾳ χάριτι, τὴν ὄψιν ἠγλαϊσμένος, καὶ πηγὰς θαυμάτων καὶ ἰάσεων τοῖς προσιοῦσι
βρύων ἑκάστοτε. Ἐν εἰρήνῃ δὲ ἀναπαυσάμενος, κατετέθη ἐν τῷ αὐτοῦ
ἀνοικοδομηθέντι εὐκτηρίῳ. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ Μονῇ τοῦ
Καλλιστράτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρωνος.
Φύσει
μαρανθεὶς σαρκίου, θάλλει Μάρων,
Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ.
Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ.
Οὗτος ὁ Ὅσιος, τὸν ὕπαιθρον
ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν ὄρους, ὑπὸ τῶν πάλαι δυσσεβῶν
τιμωμένην. Καὶ τὸ ἐν ταύτῃ τῶν δαιμόνων τέμενος τῷ Θεῷ καθιερώσας, ἐν αὐτῷ
διέτριβε, σκηνήν τινα βραχεῖαν πηξάμενος. Πόνοις δὲ οὐ τοῖς τυχοῦσιν ἐκέχρητο
μόνοις, ἀλλὰ καὶ ἐπενόει ἑτέροις, ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν
ἐπεμέτρησεν, ἦν γὰρ ἰδεῖν καὶ πυρετοὺς σβεννυμένους τῇ τούτου προσευχῇ, καὶ
φρίκην παυομένην, καὶ δαίμονας δραπετεύοντας, καὶ παντοδαπὰ καὶ ποικίλα
νοσήματα εὐχῇ μόνῳ θεραπευόμενα. Ἀλλὰ καὶ πολλὰ κατασκευάσας Μοναστήρια,
πολλοὺς δι’ ἀσκήσεως τῷ Θεῷ προσῆγεν. Οὕτω δὲ τῆς θείας γεωργίας ἐπιμελούμενος,
καὶ ψυχὰς ὁμοῦ καὶ σώματα, καὶ ἀῤῥώστιαν ὑπομείνας βραχεῖαν, ὑπεξῆλθε τοῦ βίου
ἐν εἰρήνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμη.
Πράξεις τὸ ταὐτὸν
εὗρε κλήσεως πλέον,
Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης.
Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας
Θεοδοσίου τοῦ μεγάλου, ἐκ πόλεως Κύρου· ἐν ᾗ καὶ τεχθείς, τῆς ἀσκητικῆς ἀρετῆς
τὸν πλοῦτον συνελέξατο. Τοσαύτῃ γὰρ ἀγρυπνίᾳ καὶ στάσει τὸ σῶμα κατεδάμασεν, ὡς
ἀκίνητος ἐπὶ πλεῖστον διαμεῖναι χρόνον, μηδαμῶς βαδίζειν δυνάμενος. Μεμαθηκὼς
δὲ κώμην τινά, πρὸς τῷ ὄρει τῷ Λιβάνῳ κειμένην, κατείδωλον εἶναι, ταύτην
καταλαμβάνει. Καὶ οἰκίαν μισθωσάμενος, ἐπὶ τρεῖς μὲν ἡμέρας διετέλεσεν
ἡσυχάζων, ἐπὶ δὲ τῇ τετάρτῃ ἡσύχως προσερχόμενος, πρῶτον μὲν ὑπ’ αὐτῶν τῶν
δυσσεβῶν χοὶ πολλῷ καταχώννυται· εἶτα πόῤῥῳ αὐτῶν ἐκελεύετο ἀναγκαστικῶς
ἀπιέναι. Ἀλλὰ πράκτορες εὐθὺς ἀφικόμενοι, τοὺς ἐν τῇ κώμῃ δεινῶς ᾔκιζον, τὰς
εἰσφορὰς ἀπαιτοῦντες. Ὁ δὲ θεῖος οὗτος, τὰς ὑπὲρ αὐτῶν εἰσφορὰς τοῖς πράκτορσι
δεδωκώς, τοὺς ὑβριστὰς τῶν βασάνων ἠλευθέρωσεν. Οἱ δέ, τὴν τοῦ Ὁσίου
φιλανθρωπίαν ὑπερθαυμάσαντες, Ἐκκλησίαν ἐδομήσαντο, Χριστιανοὶ γεγονότες, καὶ
αὐτὸν ἱερέα γενέσθαι καταναγκάζουσιν. Ὁ δέ, τρία συγγενόμενος αὐτοῖς ἔτη, καὶ
καλῶς πρὸς τὴν εὐσέβειαν αὐτοὺς ὁδηγήσας, πάλιν τὸ μοναχικὸν καταγώγιον
κατέλαβε, ἕτερον αὐτοῖς ἀντὶ αὐτοῦ ἱερέα καταλιπών.
Ἐν τούτοις διαλάμψας, τὴν
Καρῶν ὑποδέχεσθαι προεδρείαν· πόλις δὲ αὕτη τῆς Παλαιστίνης κατείδωλος. Ἀλλὰ
καὶ ταύτην πόνοις μυρίοις, καὶ θεοπνεύστοις διδασκαλίαις, Θεῷ ἐν ὀλίγῳ χρόνῳ
παρέστησεν. Οὔτε γὰρ ἄρτου κατὰ τὸν χρόνον τῆς ἱερωσύνης μετέλαβεν, οὔτε
ὀσπρίων, οὔτε λαχάνων, ὁμιλησάντων πυρί, οὐχ ὕδατος, ἀλλὰ θριδακίνας καὶ
πικρίδας και ὅσα τοιαῦτα τροφὴν ἅμα καὶ ποτὸν ἐποιεῖτο. Τούτου τὴν φήμην καὶ ὁ
βασιλεὺς ἀκούσας, πρὸς ἑαυτὸν μετεκαλέσατο, καὶ ὀλίγον χρόνον ἔκτοτε ἐπιβιοὺς
ἐν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων, τὴν ψυχὴν τῷ Θεῷ παρέθετο. Τὸ δὲ σῶμα αὐτοῦ ὁ
εὐσεβέστατος καὶ μέγας βασιλεὺς Θεοδόσιος ἐν τῇ τῶν Καρῶν μετὰ τιμῆς ὅτι
πλείστης παρέπεμψεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλήμονος (ἤ
Φιλίππου) ἐπισκόπου Γάζης.
Φιλήμων
Ἀποστόλου ζηλώσας τὴν δόξαν,
ὑπὲρ Χριστοῦ θανεῖν ἠθέλησεν ἀξίως.
ὑπὲρ Χριστοῦ θανεῖν ἠθέλησεν ἀξίως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ἀνθίμου τοῦ ἐν Ῥώμῃ.
Παύλου
καὶ Πέτρου τὴν πίστιν ἐμιμήθη·
Εἰς
Ῥώμην πνοὴν ἀφῆκε ἐν μαρτυρίοις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Οὐαλεντίνου τοῦ
Πρεσβυτέρου, ἐν τῇ Ῥώμῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων
Πρόκλου, Ἀπολλωνίου καὶ Ἐφηβίου, τῶν ἐν τῇ Ῥώμῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Οὐαλεντίνου, ἐπισκόπου Τέρνι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Ἀγάθωνος, τοῦ Πρεσβυτέρου ἐν τῇ Ἀλεξανδρείᾳ καὶ τῶν σὺν αὐτῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες
Βάσσιος, Ἀντώνιος καὶ Πρωτόλικος οἱ ἐν Ἀλεξανδρείᾳ, βληθέντες ἐν τῇ θαλάσσῃ,
τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Αὐξεντίου, τοῦ ἐν Καρτιλίου τῆς Βιθυνίας ἀσκήσαντος.
Μειωτὴν πέλων
χοϊκῆς συναφείας,
Ηὔξανεν
Αὐξέντιος τὸν θεῖον πόθον
Οὗτος, ὁρμώμενος ἐκ τῆς
νήσου Ἄνδρου, θεοφιλῶς ἤσκησε καὶ Θεῷ εὐηρέστησε ἐν τῇ κώμῃ τῆς Βιθυνίας, ἧς ἡ
κλῆσις Κατίρλιον. Ἤκμασεν κατὰ τὴν ε΄ δεκαετίαν τοῦ ΙΗ΄ αἰῶνος. Διαμένων ἐν τῷ
ναϋδρίῳ τῆς Ἁγίας Φωτεινῆς, τῷ ἄνωθεν τῆς κώμης κειμένῳ καὶ ἔχοντι θαυματουργὸν
ἁγίασμα, ἐραστὴς ἐδείχθη τῆς ἑκουσίας πτωχείας, καὶ τελείας ἀσκητικῆς ἀγωγῆς.
Θαυμάτων ποικίλων αὐτουργὸς ἠξιώθη γενέσθαι. Διὸ καὶ ἐπὶ τῶν αὐτοῦ ἡμερῶν,
πλήθη ἐπωνύμων καὶ ἀνωνύμων προσέτρεχον εἰς τὸ Καρτίλιον, ὅπως ἀκούσωσιν αὐτοῦ
καὶ λάβωσι τὴν τῶν ἰαμάτων εὐλογίαν, δι’ ἧς δαψιλῶς ἐπροικίσθη ὁ Ὅσιος.
Πολλάκις ἐποίει ἄκατον τὸ αὐτοῦ τριβώνιον καὶ ἐπιβαίνων ἐπ’ αὐτοῦ ὁ Αὐξέντιος,
διέπλεε τὸ πέλαγος καὶ ἀφικνεῖτο εἰς τὴν Κωνσταντινούπολιν. Δι’ εὐχῆς αὐτοῦ καὶ
ποιῶν τὸ σημεῖον τοῦ Σταυροῦ ἔπαυσε τὸν κλύδωνα τῆς θαλάσσης καὶ ἄλλοτε
προεμήθευσεν ἄρτον εἰς πεινῶντα ὀρφανὰ χήρας τινὸς τοῦ Καρτιλίου. Ἐκοιμήθη ἐν εἰρήνῃ.
Ἡ μνήμη αὐτοῦ τιμᾶται ἐν τῷ Σταυρῷ Χαλκιδικῆς, ἔνθα καὶ τμῆμα τοῦ ἱεροῦ αὐτοῦ
λειψάνου μεταφερθὲν ἐκεῖσε ὑπὸ προσφύγων ἐκριζωθέντων τῆς Μικρασιατικῆς γῆς τῷ
1922.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ὁσιομάρτυρος Δαμιανοῦ τοῦ νέου, τοῦ καὶ κτήτορος τῆς κατὰ τὸν ἐν Δημητριάδι
Κίσσαβον Μονῆς τοῦ Τιμίου Προδρόμου.
Δαμιανὸν γ’
ἄλκιμος ὤν φερωνύμως,
Δάμασι σαρκὸς τὰ πάθη ῥωμαλέως.
Δάμασι σαρκὸς τὰ πάθη ῥωμαλέως.
Οὗτος, πατρίδα εἶχε τὸ
Ῥίχοβον τῶν Ἀγράφων, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, κατὰ τὰς ἀρχὰς τοῦ ΙΣΤ΄
αἰῶνος. Ἐκ νεαρᾶς ἡλικίας ἠγάπησε τὴν μοναχικὴν ζωήν, καὶ ἐλθὼν εἰς τὸ
Ἁγιώνυμον Ὄρος τοῦ Ἄθωνος, ἐκάρη μοναχὸς εἰς τὴν ἐκεῖσε Μονὴν τοῦ Φιλοθέου,
ἀπαρνησάμενος κόσμον καὶ ἑαυτόν. Τὴν ἡσυχαστικὴν καὶ τιμιωτέραν ἐπιθυμήσας
ζωήν, ἀπεχώρησε τῆς Μονῆς, καὶ προσῆλθεν εἴς τινα ἡσυχαστὴν ἄνδρα σημειοφόρον,
Δομέτιον ὀνομαζόμενον, μετὰ τοῦ ὁποίου παρέμεινε ἀσκούμενος καὶ
τελειοποιούμενος, εἰς τὴν κατὰ Χριστὸν φιλοσοφίαν, ἐπὶ τρεῖς χρόνους. Ἐνταῦθα
ἡσυχάζων ἤκουσεν ἄνωθεν θείας φωνῆς λεγούσης: Δαμιανέ, δὲν πρέπεις νὰ ζητῇς
μόνον τὸ ἰδικόν σου συμφέρον, ἀλλὰ καὶ τὸ τῶν ἑτέρων. Τότε, ἐγκαταλείψας
τὴν ἡσυχίαν, καὶ ἐξελθὼν τοῦ Ἁγίου Ὄρους, ἀπῆλθεν εἰς τὰ μέρη τοῦ Ὀλύμπου καὶ ἐκήρυττεν εἰς τὰ ἐκεῖ χωρία τὸν λόγον τοῦ
Θεοῦ, παρακινῶν τοὺς χριστιανοὺς νὰ μετανοοῦν, νὰ ἀπέχουν ἀπὸ κάθε κακόν, καὶ
νὰ ἐπιδίδωνται εἰς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν λοιπῶν θεαρέστων
ἔργων. Ἀλλ’ ὁ μισόκαλος ἐχθρός, ἐφθόνησε τὸ σωτήριον ἔργον τοῦ Ἁγίου καὶ
παρακινήσας τινὰς ψευδοχριστιανούς, διέβαλον τὸν Ἅγιον εἰς τοὺς κρατοῦντας
Ἀγαρηνούς, ὡς πλάνον καὶ ἀπατεῶνα, ἐπιβουλευόμενοι καὶ αὐτὴν τὴν ζωήν του. Τότε
ὁ μακάριος Δαμιανός, δίδων τόπον τῇ ὀργῇ ὡς χριστομίμητος, ἀνεχώρησεν ἐκεῖθεν
καὶ ἦλθεν εἰς τὰ μέρη τοῦ Κισσάβου καὶ τῆς Λαρίσης κηρύττων καὶ ὧδε τὸν θεῖον
λόγον. Ἀλλὰ καὶ ἐνταῦθα τὰ ἴδια παθών, ἀνεχώρησεν εἰς τὰ ὑψηλὰ μέρη τῶν
Ἀγράφων, καὶ ἐδίδασκε καὶ ἐκεῖ τοὺς χριστιανούς, νὰ μένουν στερεοὶ εἰς τὴν
πίστιν, καὶ νὰ φυλάττουν τὰς ἐντολὰς τοῦ Θεοῦ. Ὁ διάβολος ὅμως, ὁ ἀεὶ φθονῶν τὸ
καλόν, μὴ θέλων τὴν σωτηρίαν τῶν ἀνθρώπων ἐκ τῆς παρουσίας τοῦ ἁγίου,
ἐδημιούργησε καὶ ἐδῶ τὰ ἴδια δι’ ἐργατῶν τοῦ ψεύδους, οἵτινες κατηγόρησαν τὸν
ἄνθρωπον τοῦ Θεοῦ ὡς πλάνον καὶ ψευδοκαλόγηρον, ὅστις ἀναχωρήσας ἐντεῦθεν
ἐπανῆλθεν εἰς τὰ μέρη τοῦ Κισσάβου, ὅπου ᾠκοδόμησε Μονὴν ἐπ’ ὀνόματι τοῦ Τιμίου
Προδρόμου καὶ ἡσύχαζε μετὰ ἄλλων πατέρων, ἀποχωρῶν ἐνίοτε ταύτης, ἔναντι
σπηλαίου πρὸς νότον παρὰ τῷ παραῤῥέοντι χειμάῤῥῳ, μόνος μόνῳ Θεῷ ἑνούμενος, καὶ
δεχόμενος τὰς θείας ἐλλάμψεις ἐν ἄκρᾳ ἡσυχίᾳ καὶ θείῳ μυστηρίῳ.
Ἡμέραν τινά, μεταβὰς εἴς τι
χωρίον ὀνομαζόμενον Βουλγαρίνην δι’ ὑπόθεσιν τῆς Μονῆς, πολὺ δὲ περισσότερον
δι’ ὠφέλειαν τῶν χριστιανῶν, συνελήφθη ὑπὸ τῶν Ἀγαρηνῶν καὶ παρεδόθη εἰς τὸν
ἐξουσιαστὴν τῆς Λαρίσης, οἵτινες καὶ εἶπον αὐτῷ, ὅτι οὗτος ἐμποδίζει τοὺς
Χριστιανοὺς ἀπὸ τὰς ἀγοραπωλησίας κατὰ τὰς Κυριακάς, καὶ τοὺς διδάσκει νὰ μένουν
στερεοὶ εἰς τὴν πίστιν τοῦ Χριστοῦ. Ταῦτα βεβαιώσας ὁ ἅγιος, ἐδάρη σφοδρῶς κατὰ
διαταγὴν τοῦ ἐξουσιαστοῦ καὶ ἐκλείσθη εἰς φυλακήν, δεθεὶς χεῖρας καὶ πόδας μὲ
βαρείας ἁλύσεις. Ἐπὶ δέκα πέντε καὶ πλέον ἡμέρας ἔμεινεν ἐγκάθειρκτος καὶ καθ’
ἑκάστην ἐλάμβανε πληγάς, καὶ ἀπειλάς, καὶ ἄλλα σκληρὰ παιδευτήρια, διὰ νὰ
ἀρνηθῇ τὸν Χριστόν. Πεισθεὶς ὁ ἡγεμών, ὅτι δὲν ἦτον δυνατὸν νὰ μεταβάλῃ τὸν
Ἅγιον, μένοντα ἀμετακίνητον καὶ ὁμολογοῦντα διαπρυσίως τὸν Σωτῆρα, διέταξε νὰ
θανατωθῇ δι’ ἀγχόνης καὶ κατόπιν νὰ ῥιφθῇ εἰς τὸ πῦρ.
Λαβόντες αὐτὸν οἱ δήμιοι
τὸν ἐκρέμασαν, εἷς δὲ αὐτῶν ἐκτύπησε τὸν Μάρτυρα κρεμάμενον, εἰς τὴν κεφαλήν,
διὰ πελέκεως. Τὸ σχοινίον τῆς ἀγχόνης ἐκόπτη καὶ ἔπεσεν ὁ Ἅγιος εἰς τὴν γῆν
ἡμιθανής. Τὸν ὁποῖον λαβόντες οἱ Ἀγαρηνοὶ δήμιοι ἔῤῥιψαν εἰς τὴν πυράν, τὴν δὲ
τέφραν αὐτοῦ ἔῤῥιψαν εἰς τὸν ποταμὸν Πηνειόν. Ἐτελειώθη ὁ Ἅγιος Ὁσιομάρτυς
Δαμιανὸς ἐν Λαρίσῃ τῇ ΙΔ΄ μηνὸς Φεβρουαρίου, τοῦ σωτηρίου ἔτους 1568.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ Παϊζανοῦ
τοῦ ῥάφτου, τοῦ ἐκ Μυτιλήνης καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει
1693.
Γεώργιος τίς
οὗτος ὑπάρχει πάλιν;
Mάρτυς νέος πέφυκεν. Ὢ τῆς ἀνδρείας!
Mάρτυς νέος πέφυκεν. Ὢ τῆς ἀνδρείας!
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικολάου τοῦ
Τραπεζουντίου, μαρτυρήσαντος ὑπὸ τῶν Τούρκων ἐν ἔτει 1920.
Νικόλαος
καλῶς ἐποίμανε ζῶν τὸ ποιμνίον,
Οὐκ ἠθέλησε αὐτὸ ἐγκαταλείψη ἐν δυσχερίοις
Οὐκ ἠθέλησε αὐτὸ ἐγκαταλείψη ἐν δυσχερίοις
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος
τοῦ νέου τοῦ Γεωργιανοῦ, τοῦ Ἀθωνίτου.
Ἱλαρίωνι ὁ
Πύργος εὖχος·
ἐν ᾧ δαιμόνων συνέθλασε κάρας.
ἐν ᾧ δαιμόνων συνέθλασε κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰσαακίου
Τοροπτσάνιν, τοῦ Ἐγκλείστου τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Ἄφραστον θαῦμα.
Λειμῶνος
θείου, περιπολεύων σὺν Μάρτυσι, τὸ χωρίον Μάρτυς ἐσαεί, ἡμᾶς τοὺς εἰς σὲ
προσφεύγοντας οἴκτειρον, καὶ τῆς μελλούσης ὀδύνης ῥῦσαι πάντας, Ἀθλητὰ τοὺς σὲ
πόθῳ νῦν τιμῶντας.
Πυρὸς
τὸν ἑοῖζον οὐκ ἐδειλίασας ἔνδοξε, ἀλλ’ ἀτρέπτως ἵστασο στεῤῥέ, ἐν μέσῳ φλογὸς
Ἀθλητὰ Νικόλαε, τῷ τῶν ἁπάντων Δεσπότῃ ἀναμέλπων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Ἔαρ
τοῖς πᾶσι σωτηριῶδες ἀνέτειλε, τὰς καρδίας πάντων τῶν πιστῶν, εὐφραῖνον τρανῶς,
δεῦτε οὖν συνδράμωμεν, καὶ τῷ Κυρίῳ βοήσωμεν συμφώνως· Λυτρωτὰ ὁ Θεός,
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἵνα
ζωώσῃ τοὺς πρὶν τῇ βρώσει τεθνήξαντας, ἐκ γαστρός Σου Κόρη σαρκωθείς, μόνος ὁ
Θεὸς δι’ οἶκτον ἀπέφηνεν, ᾧ μελῳδοῦμεν οἱ πιστοὶ σεσωσμένοι· Λυτρωτὰ ὁ Θεός,
εὐλογητὸς εἶ.
Ἕτερος.
Παῖδας Ἑβραίων.
Πρόστηθι
πάντων ἐν τῇ ὥρᾳ, τῆς Δευτέρας τοῦ Δεσπότου παρουσίας, τῶν ἐν πίστει φρουρόν,
καὶ πρόμαχον καὶ ῥύστην, ἐχόντων σε Νικόλαε, ἐξαιρούμενος γεέννης.
Ῥῆμα
Θεοῦ ἐνίσχυσέ σε, ὥσπερ πάλαι τοὺ Ἰὼβ ἐπὶ κοπρίας, ἐῤῥιμένον δεινῶς· διὸ πυρὶ
ἐνύλω, ἠλόγησαι τὸ σῶμά σου, δαπανώμενον διόλου.
Σὺ
τῇ τραπέζῃ προσηνέχθης, τοῦ Θεοῦ καθάπερ ἄρτον ἐν τῇ μάκτρᾳ, φυραθεὶς Ἀθλητά,
ἀθλήσεως τῆς θείας· διὸ χοροῖς ἠρίθμησαι, τῶν Μαρτύρων εἰς αἰῶνας.
Θεοτοκίον.
Τέτοκας
λόγον τὸν ἀχρόνως, προεκλάψαντα γαστρὸς ἐκ τῆς πατρώας, τὴν βροτείαν μορφήν,
ἀῤῥεύστως προσλαβόντα, ἐκ Σῆς νηδύος ἄχραντε, τῶν πιστῶν ἡ σωτηρία.
ᾨδὴ
η’. Ἔκστηθι φρίττων οὐρανέ.
Ναμάτων
Μάρτυς ζωηρῶν, ἀεὶ πληρούμενος, ὡς τῷ θρόνῳ τοῦ Θεοῦ ἀπαύστως παρεστώς, νῦν
δρόσισον τὴν ταπεινήν μου ψυχήν, τακεῖσαν τῷ φλογμῷ τῶν πταισμάτων, ἵνα πάντοτε
κράζω· ἱερεῖς ἀνυμνεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θέσει
γενόμενος Θεόν, τὴν ὑπερούσιον κατοπτεύεις ἐμφανῶς Τριάδα, ἐν πόλῳ Νικόλαε, ἣν
ἐκδυσώπει, ἡμᾶς σῶσαι τοὺς πίστει μελῳδοῦντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς
ἀνυμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔκστηθὶ
γῆ καὶ οὐρανέ, πῶς ὁ ἐπίγειος νῦν οὐράνιος σαφῶς ὑπῆρξε, τὸ γὰρ πῦρ οὐκ
ἔπτηξεν, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, ἀλλ’ ἔστη παῤῥησίαν κραυγάζων· οἱ παῖδες
ἀνυμνῆτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Μήτηρ
μὲν γέγονας ἁγνή, Παρθένος δ’ ἔμεινας, μετὰ τόκον ἀψευδῶς, Θεοῦ γὰρ ἡ γέννησις
πέφηκεν, ὃς μηδαμῶς θεσμοὺς τῆς φύσεως γινώσκει ῥαδίως, Ὃν παῖδες εὐλογοῦσιν,
ἱερεῖς ἀνυμνοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Τὸν ἐν ὄρει ἁγίῳ.
Τῶν
ἐσόπτρων λυθέντων θεοκῆρυξ, ἐποπτεύει τρανῶς τὴν παναγίαν, καὶ τριφεγγεῖ Τριάδα
τὴν ἀμέριστον, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὸ
πέτρας ὀπὴν ἑστὼς κατεῖδεν, ὁ θεόπτης τὸν Κύριον τῆς δόξης, οὐδὲ τανῦν παμμάκαρ
καθαρώτερον, τοῦτον κατοπτεύεις, ὕμνον ἀναμέλπομεν, εἰς πάντας τοὺς αἰῶνας.
Φῶς
ἐκλάμψαν ἐν τῇ καθαρωτάτῃ, σοῦ καρδίᾳ γενναῖον πρὸς βασάνοις, εἰργάσατό σε
ἔνδοξε Νικόλαε, Κύριον ὑμνοῦντα, καὶ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ
ἀμήτωρ ὑπάρχων πρὸ αἰώνων, ἐπ’ ἐσχάτων ἀπάτωρ ἐγεγόνει, ἐκ Σῆς νηδύος σάρκα
προσλαβόμενος, ἄχραντε Παρθένε· Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Μὴ ἐποδύρου.
Ἱερῶς
καθάπερ κρῖνον, ἐν αὐλαῖς τοῦ Κυρίου ἐξήνθησας, Μαρτύρων ἐγκαλλώπισμα φαιδρόν,
τῶν ἐν πίστει τελούντων τὴν ἁγίαν σου, καὶ ἐτήσιον μνήμην, χαρᾶς πνευματικῆς,
ἐμπιπλῶν τὰ καρδίας, Μάρτυς Νικόλαε.
Στρατιαὶ
τῶν Ἀσωμάτων, τὸ στεῤῥὸν τῆς ψυχῆς σου, ὁρῶσαι κατεπλήττοντο, Νικόλαε τρανῶς,
τὸ γὰρ πῦρ τὸ φλογίζον οὐ κατέπτηξαν, ἀλλ’ ἐστὶν ἐν σταδίῳ ἐν ὕμνοις, Ἰησοῦν
τὸν Χριστόν, καὶ πατέρα Μάρτυς πανάριστε.
Δυσωπῶν
νῦν μὴ ἐλλίπῃς ἐκτενῶς τὸν πατέρα, ἀπὸ πάσης μερισθῆναι παμμάκαρ προσβολῆς,
μοχθηρᾶς κακίστης ὡς προθέμενον, ἀληθῶς τὴν ᾠδήν σοι ἣν πρόσδεξαι, ψυχῆς σωτηρίαν
μοι νέμων, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Καινουργεῖται
παναρίστως, ἡ βροτεία οὐσία Μῆτερ Θεοῦ τῷ ξένῳ, καὶ ἀφράστῳ τοκετῷ Σου, Παρθένε
δεινῶς, ἡ πρὶν διοικούσα, νῦν δὲ χαῖρε βοᾶ Σοι· ὃ δῶρον ἐμφανῶς δεχομένη, ὡς
μεῖζον ὕψωσον κέρας αὐτῆς.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Χαρᾶς
αἰωνιζούσης σὺ γεγονώς, τῶν Μαρτύρων συμμέτοχος ἔνδοξε, χωροβατῆς, τόπον τῆς
Ἐδὲμ τῆς περικαλλοῦς· διὸ ὡς εὐεπίβατον, ἔχων τοῦ Δεσπότου τὴν ἀκοήν, αἰτήμασί
σου θείοις, τῆς ἄνω Βασιλείας, ἐπιτυχεῖν με καθικέτευε.
Ψελλίζοντος
ἐκ στόματος τὴν ᾠδήν, δεδειγμένος ἀντάμειψον δίδου μοι, ὥσπερ Χριστός, τάλαντα
τῆς χήρας δύο λεπτά, προθύμως διεδέξατο, ἔχων παῤῥησίαν ὡς ἀγαθῶν, ἀπείρων
κληρονόμος με, μεθέξεώς τε θείας, καταξιούμενος Νικόλαε.
Ὡς
Μάρτυς ἐννομμώτατος τῷ Θεῷ, στεφηφόρος παρίστασαι ἔνδοξε, διηνεκῶς· ὅθεν τοῖς
τελοῦσί σου τὴν σεπτήν, καὶ φωταυγῆ πανήγυριν, ἵλεων ἀπέργασαι ἐν δεινοῖς, ἀεὶ
χειμαζομένοις, οἰκτῆραι καὶ τῆς θείας, ἐπιτυχεῖν μακαριότητος.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σε Παρθένε οἱ διὰ Σοῦ, τῆς ἀρχαίας ῥυσθέντες κακώσεως, καὶ τὴν φωνήν, πάντες
Σοι βοῶμεν τοῦ Γαβριήλ· χαῖρε Θεοῦ λοχεύτρια, χαῖρε ἡ τεκοῦσα τὸν ἐκ Πατρός,
ἐκλάμψαντα ἀχρόνως, Θεόν τε καὶ Δεσπότην, Ὃν ἐκδυσώπει τοῦ σωθῆνα ἡμᾶς.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῖς
μὲν πιστοῖς ἡ σὴ κάρα, πρὸς ἴασιν ἐπεδόθη, ἡ δὲ ψυχὴ ἐν θαλάμοις, περιπολεύει
οὐρανῶν· διὸ τιμῶμέν σε πάντες, οἱ σχῶντές σε ἰατῆρα.
Ἕτερον.
Γυναῖκες ἀκουτίσθητε.
Μαρτύρων
ὁμηγύρεσιν, ἠρίθμησαι πανένδοξε, αἵμασι σοῖς μεγαλύνας, τὸν τῶν ἁπάντων
Δεσπότην, καὶ τῶν βασάνων ἅπασαν, ὑπενεγκὼν τὴν ἔφοδον· διὸ ἡμᾶς περίεπε, τοὺς
εὐφημοῦντάς σε πόθῳ, Νικόλαε Ἀθλοφόρε.
Θεοτοκίον.
Μαρία
παντευγένητε, Παρθένε παναμώμητε, ἡ τὸν Χριστὸν τετοκυῖα, τοῖς Σε γεραίρουσι
πίστει, πταισμάτων λῦσιν δώρησαι, ὅσα γὰρ θέλεις δύνασαι, τελεῖν ῥαδίως
ἄχραντε, ὡς Μήτηρ οὖσα τοῦ πάντα, ἰσχύοντος Θεοῦ Λόγου.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῇ
ῥοῇ τῶν αἱμάτων σου, ἀθεΐαν κατέσβεσας, τὸν πυρσὸν Νεομάρτυς καὶ κατήντησας,
ἔνθα Μαρτύρων τὰ τάγματα, τρανῶς ἀγαλλόμενος, καὶ τὴν δόξαν τηλαυγῶς, τῆς
Τριάδος θεώμενος, ἣν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοῖς ἐν πίστει
ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. (δίς)
Ταῖς
βαφαῖς ταῖς ἐξ αἵματος, προφυρίδα ἐπέχρυσας, σεαυτῷ Νικόλαε ἡ σαφέστατα,
κεκοσμημένος πρὸς ἅγια, ἁγίων ἐχώρησας, καὶ παρίστασαι Χριστῷ, ἱκετεύων
δωρήσασθαι, τοῖς ἐκ πόθου σου, τελοῦσι τὴν μνήμην, τῶν πταισμάτων ἱλασμὸν καὶ
Βασιλείας, τῶν οὐρανῶν ἐπιτεύξασθαι.
Συνεργίᾳ
τοῦ Πνεύματος, τοῦ ἁγίου Νικόλαε, τῶν ἐχθρῶν κατέβαλες τὰ φρυάγματα, καὶ γὰρ
δεινῶς μαστιζόμενος, εἱρκτῇ τε κλειόμενος, καὶ πυρὶ προσομιλῶν, ἀπαράτρωτος
ἔμεινας· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης καὶ Μαρτύρων, τοῖς χοροῖς
συναριθμήθης, περιφανῶς ἀγαλλόμενος.
Δόξα.
Ἦχος πλ. β΄.
Συγχάρητε
βροτοῖς ἅπασαι, αἱ τῶν Μαρτύρων χοροστασίαι, ὁ Ἀθλοφόρος γὰρ Χριστοῦ, καὶ
ἡμέτερος ἀκέστωρ, καὶ φύλαξ ἀπροσμάχητος, τὴν σήμερον ἡμέραν, ἐν τῷ κλεινῷ
αὐτοῦ τεμένει ἀοράτως ἐπιφαινόμενος καταυγάζει, τοὺς ἀνυμνοῦντας αὐτόν· ὅθεν
ἐτησίως εὐφημοῦντες αὐτὸν βοήσωμεν· λύτρωσαι ἡμᾶς ἐκ κινδύνων ταῖς πρεσβείαις
σου, ἔνδοξε Ἀθλητὰ Νικόλαε.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου