ΑΠΡΙΛΙΟΣ ΙΓ΄!!
ΔΑΔΑΣ, ΜΑΞΙΜΟΣ & ΚΥΝΤΙΛΛΙΑΝΟΣ
ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
(Ἐν τῷ χειρογράφῳ ἡ μνήμη τους τοποθετεῖται
στὶς 29 Ἀπριλίου)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, γ΄ τῆς Ἑορτῆς καὶ γ΄ τῶν Μαρτύρων.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τριάδα
τὴν ἄκτιστον οἱ τρεῖς, ἐν σταδίῳ Ἅγιοι, ὁμολογήσαντες Μάρτυρες, ἐθανατώθητε,
καὶ ζωῆς ἀγήρω νῦν κατηξιώθητε, χειμάῤῥουν τῆς τρυφῆς κληρωσάμενοι, διὸ
πρεσβεύσατε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἀήττητοι
Μάρτυρες ῥοαῖς, τοῦ χυθέντος αἵματος, πλάνης ξηράναντες ῥεύματα, ῥεῖθρα
προχέετε, ἰαμάτων πᾶσι, τοῖς πιστῶς προστρέχουσι, καὶ ῥῶσιν νοσημάτων
λαμβάνουσι, διὸ πρεσβεύσατε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ
μέγα ἔλεος.
Ἅπαντες
τιμήσωμεν πιστοί, ὑμνῳδίαις σήμερον, Δάδαν
τὸν θεῖον καὶ Μάξιμον, καὶ Κυντιλλιανόν, τοὺς στεῤῥοὺς ὁπλῖτας, τοὺς πανσόφους
Μάρτυρας, τοὺς ὄντως Παραδείσου οἰκήτορας, καὶ νῦν πρεσβεύοντας, δωρηθῆναι,
ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Θεῖον αἶνον Μάρτυσι νῦν
προσφέρω. Ἰωσήφ.
ᾨδὴ
α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Θεῷ Παντοκράτορι ἐν
παῤῥησίᾳ, καλλίνικοι Μάρτυρες παρεστῶτες πάντοτε, καθικετεύσατε, ἁμαρτημάτων
ἱλασμὸν καταπεμφθῆναι ἡμῖν.
Ἐστέφθητε Μάρτυρες, κάλλει
τῷ θείῳ, ἀγῶνα τελέσαντες καὶ τὸν πολυμήχανον ἐχθρὸν νικήσαντες, ὅθεν ὑμᾶς
περιχαρῶς ὑμνολογοῦμεν ἀεί.
Ἰσχύϊ τοῦ Πνεύματος τοῦ
Παναγίου, ἰσχὺν διωλέσατε, τοῦ δολίου δράκοντος θεομακάριστοι, καὶ ἀθανάτων
δωρεῶν νῦν ἀπολαύετε.
Θεοτοκίον.
Ὁ πλήρης κεκένωται δι’
εὐσπλαγχνίαν καὶ σὰρξ ἐχρημάτισεν, ἐπανάγων ἄχραντε, πρὸς τὸ ἀρχαῖον ἡμᾶς
κάλλος, τοὺς πίστει ἐπὶ γῆς ἀνευφημοῦντάς Σε.
ᾨδὴ
γ΄. Στερεωθήτω ἡ καρδία μου.
Ἀπαγωγῇ βιαίᾳ Ἅγιοι, ἐν
Χριστῷ δεσμῶται γενόμενοι, δέσιν ἀπάτης πονηράν, διελύσατε χάριτι καὶ λυθέντες
δὲ σαρκός, πρὸς τὴν ζωὴν μετετέθητε.
Ἰδεῖν Θεοῦ τῇ ὡραιότητι,
Ἀθληταὶ ποθοῦντες πανεύφημοι, τοὺς αἰκισμοὺς καὶ τὰ δεσμὰ καὶ τὸν βίαιον
θάνατον, ὑπομείνατε στεῤῥότητι, νοὸς κλεϊζόμενοι.
Νομίμως Μάρτυρες
πανεύφημοι, ἐναθλοῦντες γνώμης στεῤῥότητι, ἐπανευδύσασθε ὁμοῦ, τὸ τῆς νίκης
διάδημα καὶ Τριάδι τῇ σεπτῇ, περιχαρῶς νῦν παρίστασθε.
Θεοτοκίον.
Ὁ κατὰ φύσιν ἀπερίγραπτος,
σαρκωθεὶς ἐκ Σοῦ περιγράφεται, θεοχαρίτωτε ἁγνὴ, Ὃν ἀπαύστως ἱκέτευε,
οἰκτειρῆσαι καὶ φωτίσαι, τὰς ψυχὰς τῶν ὑμνούντων Σε.
Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Στεῤῥότητι
ψυχῆς, ὁμιλήσαντες πόνοις, ἀήττητοι πολλαῖς, μεθοδείαις τοῦ πλάνου, ἐδείχθητε
Μάρτυρες, τῶν Ἀγγέλων ἰσότιμοι, ὅθεν ἅπασα, ἡ οἰκουμένη γεραίρει, τὰ
παλαίσματα, καὶ τοὺς σεπτοὺς ὑμῶν ἄθλους, δι’ ὧν ἐδοξάσθητε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Νόμον θεῖον κρατύναντες,
παρανομίαν οἱ Ἀθλοφόροι, τῶν ἀθέων ἀπεκρούσαντο, εὐσεβῶς ἀθλήσαντες καὶ τῷ
Κυρίῳ εὐαρεστήσαντες.
Μακαρίσωμεν σήμερον, Δάδαν καὶ Μάξιμον
τοὺς γενναίους, τοὺς νομίμως ἐναθλήσαντας, καὶ ἐπαίνοις στέψωμεν, Κυντιλλιανὸν τὸν πανίερον.
Ἀπερίτρεπτοι Ἅγιοι, καιρῷ
τῶν ἄθλων γεγενημένοι, πᾶσαν πλάνην κατεβάλετε, καὶ τὴς νίκης στέφανον, ἐκ Θεοῦ
Σωτῆρος ἐδέξασθε.
Θεοτοκίον.
Ῥαθυμίαν κρατούμενον,
Θεοκυῆτορ διέγειρόν με, τοῦ ποιεῖν τὸ θεῖον θέλημα, ὅπως μακαρίζω Σε, προστασία
πάντων ἀκοίμητε.
ᾨδὴ
ε΄. Τὸ φαεινὸν ἡμῖν.
Τὸ θεῖον ὄνομα καὶ
σωτήριον, ὁμολογήσαντες κατενώπιον τυράννων Ἅγιοι, πολλῶν βασάνων πεῖραν
ὑπομείνατε, καὶ θάνατον ἄδικον.
Ὑπὸ τῆς χάριτος
δυναμούμενοι, τοῦ θείου Πνεύματος οὐκ ἐπτήξατε, βασάνους σώματος, οὐ τοῖς
ξοάνοις σέβας ἀπενείματο, καλλίνικοι Μάρτυρες.
Στέφος ἀμαράντον
κομισάμενοι, Ἅγιοι Μάρτυρες, τῇ Τριάδι νῦν παρίστασθε οἱ τρεῖς, ἀδύτου φέγγους
ἀξιούμενοι, καὶ νῦν μακαρίζεσθε.
Θεοτοκίον.
Ἴασαι Δέσποινα παναμώμητε,
τὰ τῆς καρδίας μου ἱκετεύω Σε πάθη ἀνίατα, καὶ τοῦ νοός μου σκότος τὸ
βαρύτατον, ἀπέλασον ἄχραντε.
ᾨδὴ
στ΄. Ὡς Ἰωνᾶν τὸν Προφήτην.
Νεοφανεῖς ὡς ἀστέρες,
ἀράμενοι φωτίζετε, τὸν περίγειον κόσμον, πανεύφημοι Μάρτυρες, τὸν σκοτασμὸν
ἀπελαύνοντες, τῆς ἀθεΐας ἐν χάριτι.
Νομοθεσίας ἀθώους, τελείως
ἀπωσάμενοι, καὶ τῷ νόμῳ Κυρίου σαφῶς κρατυνόμενοι, νομίμως Ἅγιοι Μάρτυρες, ὑπὲρ
Χριστοῦ ἐνηθλήσατε.
Ὑψηλοτάταις ἐννοίαις, καὶ
ἔργων ἐπιδείξεσι, καλῶς τὸν ἐξ ὕψους πεσόντα ποσὶν ὑπετάξατε, ὡραιωθεῖσιν ἐν
κάλλεσι, τοῦ μαρτυρίου πανεύφημοι.
Θεοτοκίον.
Νομίμων φύσεως δίχα, τὸν
Ποιητὴν τῆς φύσεως, ἐσωμάτωσας Κόρη, ὑπὲρ νοῦν πανάμωμε, Ὃν οἱ καλλίνικοι
Μάρτυρες, ὁμολογοῦντες ἐνήθλησαν.
Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη
τῶν Ἁγίων Μαρτύρων Δάδα, Μαξίμου καὶ Κυντιλλιανοῦ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μαρτίνου πάπα Ῥώμης καὶ τῶν σὺν
αὐτῷ Δύο Ἐπισκόπων τῶν Ὁμολογητῶν
Ὁ
σὴν γεγηθὼς σάρκα Σῶτερ ἐσθίων,
Ἀπεκδύσει γέγηθε σαρκὸς Μαρτῖνος.
Ὀρθὰ φρονοῦντες ἄνδρες ἱερωμένοι,
Φυγὴν κατεκρίθησαν εὐθύμως μᾶλα.
Ἀπεκδύσει γέγηθε σαρκὸς Μαρτῖνος.
Ὀρθὰ φρονοῦντες ἄνδρες ἱερωμένοι,
Φυγὴν κατεκρίθησαν εὐθύμως μᾶλα.
Ἀμφὶ
τρίτῃ δεκάτῃ θάνε Μαρτῖνος περίπυστος.
Τῇ
αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Ἐλευθέριος ὁ Πέρσης, ξίφει
τελειοῦται
Ἐλευθέριος
οὐκ ἐδουλώθη πλάνῃ.
Ἐλεύθερος δὲ πρὸς ξίφους ἔστη στόμα.
Ἐλεύθερος δὲ πρὸς ξίφους ἔστη στόμα.
Τῇ
αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Θεοδόσιος ξίφει τελειοῦται
Θεοῖς
προσοίσειν μηδαμῶς πεισθεὶς δόσιν,
Ἤχθη Θεοδόσιος τὴν ἐπὶ ξίφους.
Ἤχθη Θεοδόσιος τὴν ἐπὶ ξίφους.
Τῇ
αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Ζωΐλος ὁ Ῥωμαῖος ἐν ξύλῳ
κρεμασθεὶς τελειοῦται.
Τόξου
βέλει, Ζώϊλε, πληγεὶς ἐν ξύλῳ,
Πλήττεις τὸν εἰσάξαντα τὴν φθορὰν ξύλῳ.
Πλήττεις τὸν εἰσάξαντα τὴν φθορὰν ξύλῳ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσία Θεοδοσία τῆς βασίλιδος καὶ Γεροντίου τοῦ ὑπηρέτη
αὐτῆς
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Ἀρσενίου ἀρχιεπίσκοπος Ἐλασσώνος
Τῇ αὐτῇ ἡμέρα, Μνήμη
τοῦ Ἁγίου Χριστοφόρου
τοῦ Ὁσιομάρτυρος τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Σάββα
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος
Στέφανος ὁ Νέος Ἱερομάρτυς Ῥωσσίας, ὁ ὑπὸ τοῦ σοβετικοῦ καθεστώτος, ἐν ἔτει 1933, ἐν
εἱρκτῇ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆς τῶν ἱερῶν λειψάνων τοῦ Ἁγίου Νεομάρτυρος
Γεωργίου τοῦ ἐν Κύπρῳ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Τοὺς ἐν καμίνῳ παῖδας.
Πυρὶ τοῦ θείου φόβου, τὴν
ψυχὴν φλεγόμενοι, πᾶσαν κατεφλέξατε σοφοί, ὕλην πικρᾶν πολυθεΐας, καὶ πρὸς
φέγγος ἤρθητε ἀνεσπέρου, ἁμαρτημάτων ἡμῖν λύσιν βραβεύοντες.
Ῥείθροις αἱμάτων σβέσαντες
πυρὰν μακάριοι, τῆς πολυθεΐας ἀληθῶς, ῥοαῖς
ἡμῖν ἀναπηγάζεται θαυμάτων, τοῖς πιστῶς προστρέχουσι, τῇ τῶν λειψάνων
ἡμῶν, πηγὴν ἑκάστοτε.
Οἶκος δειχθέντες Πνεύματος
σοφοί, καλλίνικοι Μάρτυρες, τὸν οἶκον ἔνθα νῦν κατάκεισθε πηγὴν ἐργάζεσθε
θαυμάτων, ἐν ᾧ καταφεύγοντες, πάσης κηλῖδος, παθῶν ἀπολυτρούμεθα.
Θεοτοκίον.
Σωματωθέντα τέτοκας ἡμῖν,
πανάμωμε Λόγον, ὁμοούσιον Πατρὶ καὶ Πνεύματι Θεοκυῆτορ, Ὃν δυσώπει, σῶσαι τοὺς
ὑμνοῦντάς Σε, ἀπὸ παντοίων παθῶν καὶ περιστάσεων.
ᾨδὴ
η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Φιλοῦντες τὸν Κύριον ἐξ
ὅλης της ψυχῆς, ὡς ἄρνες ἐτύθητε, ποιμένι λογικῷ καὶ θείᾳ τραπέζῃ προσηνέχθητε,
καὶ τῶν πρωτοτόκων, ἐν σκηναῖς κατοικεῖτε.
Ἐν πίστει τιμήσωμεν τὸν Κυντιλλιανόν, καὶ Δάδαν
καὶ Μάξιμον, τοὺς Μάρτυρας Χριστοῦ, τοὺς
θείους ἀστέρας, τοὺς φωτίζοντας πάντων τὰς καρδίας, θαυμάτων δαδουχίαις.
Ῥημάτων ἠλόγησαν ἀθέων
δυσσεβῶν, καὶ χαίροντες ἤθλησαν, οἱ Μάρτυρες Χριστοῦ, καὶ τοῖς ἀπ’ αἰῶνος
ἠριθμήθησαν θείοις Ἀθλοφόροις, μεθ’ ὧν ἀεὶ τιμῶνται.
Θεοτοκίον.
Ὡς θρόνος πυρίμορφος,
ἐβάστασας Χριστόν, ἡμῖν ὁμιλήσαντα, παχύτητι σαρκός, Αὐτὸν ἐκδυσώπει, Θεοτόκε
ἁγνή, οἰκτεῖραι καὶ σῶσαι, τοὺς πόθῳ Σε τιμῶντας.
ᾨδὴ
θ΄. Τὴν φωτοφόρον νεφέλην.
Ἰχνηλατοῦντες τὸ πάθος, τοῦ
ἀπαθοῦς Ἀθλοφόροι, πεῖραν ὑπέστητε ὁμοῦ, πολυπλόκων βασάνων, καὶ ἐν θανάτῳ τὴν
ζωὴν ἐκληρονομήσατε, τὴν μένουσα εἰς αἰῶνα αἰῶνος, διὰ τοῦτο μακαρίζεσθε ἀεί.
Στῶμεν ἐν οἴκῳ Κυρίου καὶ
μακαρίσωμεν Δάδαν, Μάξιμον
Κυντιλλιανόν, τοὺς γενναίους ὁπλῖτας, τοὺς
καθαιρέτας τῶν ἐχθρῶν καὶ πίστει βοήσωμεν· φιλάνθρωπε, ταῖς αὐτῶν ἱκεσίαις,
ῥῦσαι πάντας πολυπλόκου πειρασμοῦ.
Ἡ ἱερὰ ὑμῶν μνήμη,
πανευκλεεῖς νικηφόροι, καθάπερ ἥλιος φαιδρός, καταυγάζει τὴν κτισιν, ἣν
ἐκτελοῦντες σκοτασμοῦ, παθῶν ἠμᾶς ῥύσασθε, δεόμεθα, ἱεραῖς μεσιτείαις, Ἀθλοφόροι
τοῦ Σωτῆρος καὶ Θεοῦ.
Θεοτοκίον.
Φιλαμαρτήμων ὑπάρχων, ἐν
μετανοίᾳ προσπίπτω, τοῖς οἰκτιρμοῖς Σου ὁ Θεός, καὶ πιστῶς ἀνακράζω· ταῖς
ἱκεσίαις τῆς ἁγνῶς, ἐν γῇ κυησάσής Σε, οἴκτειρόν με, καὶ κολάσεως ῥῦσαι,
αἰωνίου ὑπεράγαθε Χριστέ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου