ΜΑΡΤΙΟΣ Ζ΄!!
ΠΑΥΛΟΣ ΟΣΙΟΣ ΑΠΛΟΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἱερομονάχου
Ἰωάννου Δημητριάδου Κατουνακιώτου)
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῆς
ψυχῆς τὸ ἀκέραιον, καὶ τῶν τρόπων τὸ ἄπλαστον, τοῦ Θεοῦ τὴν χάριν πρὸς σὲ
ἐφείλαυσαν, ὑφ’ ἧς ηὐγάσθης πανόλβιε, καὶ ᾖρας ἐπ’ ὤμων σου, τοῦ Κυρίου τὸν
Σταυρόν, θεῖε Παῦλε καὶ ἤσκησας, καρτερώτατα, ὑπαχθεὶς Ἀντωνίῳ τῷ μεγάλῳ, μεθ’
οὗ πρέσβευε θεόφρον, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε. (Δίς)
Ἐν
μικρῷ διαστήματι, χρονικῷ ὑπερήλασας, τοὺς πολλὰ ἀσκήσαντας ἔτη Ὅσιε, καὶ γὰρ
τὸ Πνεῦμα τὸ ἅγιον, οὐ χρόνου μακρότητα, οὐδ’ ἀσκήσεων πληθύν, δεῖται ὅλως
μακάριε, πρὸς κατοίκησιν, ἀλλ’ εὐθεῖαν καρδίαν καὶ πραεῖαν, καὶ ἀγάπην πρὸς
ἀνθρώπους, ἄνευ δολίου φρονήματος. (Δίς)
Τῶν
δαιμόνων κατάπτυσας, τὸν ἑσμὸν Παῦλε Ὅσιε, κατ’ αὐτῶν Χριστοῦ σοι ἰσχὺν
δωρήσαντι· διὸ πολλοὺς ἠλευθέρωσας, τῆς τούτων κακώσεως, τυραννίας τε δεινῆς,
θεοφόρε καὶ γέγονας, τούτων ἔνθεος, ἰατρὸς καὶ ἀλείπτας ἐργασίας, ἐντολῶν τῶν
τοῦ Κυρίου, Ὃν ὑπὲρ πάντων ἱκέτευε.
Τοῦ
Δαβὶδ τὴν ἁπλότητα, Μωϋσέως τὸ ἄκακον, ἀρετῆς τὸν ἔνθερμον ζῆλον ἔσχηκας, ὡς
Ἠλιοῦ ὁ πανάριστος, καὶ θεῖος Ἀντώνιος, ὧν τοῖς ἴχνεσι σοφῶς, ἠκολούθεις
θεόσοφε, ὅθεν χαίρεις νῦν, σὺν αὐτοῖς αὐλιζόμενος τῷ θρόνῳ, τοῦ Χριστοῦ Ὃν ὑπὲρ
πάντων, ἐκδυσωπεῖτε μακάριοι.
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε
μοναστῶν τὰ συστήματα, καὶ τῶν ὀρθοδόξων τὸ ἄθροισμα, δεῦτε καὶ διδαχθῶμεν παρὰ
τοῦ πράου καὶ ταπεινοῦ τῇ καρδίᾳ, καὶ ἡσυχίου τῷ πνεύματι, Παύλου τοῦ ἁπλοῦ,
τὴν ὁδὸν τὴν φέρουσαν πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν. Οὗτος γὰρ ὁ μακάριος,
οὐδόλως ταραχθεὶς ἐπὶ τῇ ἀθεμίτῳ πράξει, τῇ διαπραχθείσῃ ὑπὸ τῆς συζύγου αὐτοῦ,
ἐν πλήρει ἀταραξίᾳ κατέλιπε ταύτην, καὶ ᾖρεν ἐπ’ ὤμων τὸν ἐλαφρὸν ζυγὸν τοῦ
Κυρίου· ἐν ᾧ θεαρέστως ἀσκήσας, ἐκάθηρεν
ἑαυτὸν διὰ τῆς καταβολῆς τῶν παθῶν, καὶ τῆς προσκτήσεως τῶν ἀρετῶν. Ὅθεν καὶ
γέγονεν ἔνθεον κατοικητήριον τῆς πανυμνήτου Τριάδος.Ἧ καὶ πρεσβεύει, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ τὴν καρδίαν τὴν σήν, ὡς οὐρανὸν κατασκευάσας θεόσοφε, τῷ Πνεύματι τῷ Ἁγίῳ,
προετοιμάσας αὐτήν, ἀρετάς ὥσπερ ἄστρα θέμενος· ὡς σελήνην δὲ Ὅσιε, τὴν ἁγίαν
ταπείνωσιν, ἥλιον δ’ ὥσπερ, τοῦ Σωτῆρος τὸ ὄνομα, καὶ τὸν ἔρωτα, πρὸς Αὐτὸν τὸν
θερμότατον· Οὗτινος τὴν ἐνέργειαν, καὶ ἄφραστον ἔλλαμψιν, ἐπαπολαύσας ἁπάντων,
τῶν ἐπιγείων ἠλόγησας· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,
θεόφρον Παῦλε σοφέ, ὁ καθαρίσας σοῦ τὸν νοῦν καὶ διάνοινα, καὶ κρύφια τῆς
καρδίας, ἐκ πονηρῶν ἐννοιῶν, καὶ ὑπερηφάνων καὶ αἰσχρότητος· τῇ κλήσει
ὀνόματος, Ἰησοῦ τοῦ παντάνακτος, καὶ ἱκεσίᾳ, τῇ θερμῇ καὶ ἀπαύστῳ τε, ἣν
φλεγόμενος, ἐξ ἀγάπης ἀνέπεμπες, ἔνδον ἐκ τῆς καρδίας σου, λουόμενος δάκρυσιν,
ὧνπερ γεννᾶ ἡ ἀγάπη, καὶ τῆς ψυχῆς ἡ ἐυλάβεια· Χριστὸν ἐκδυσώπει, τὰς ψυχὰς τῶν
σὲ τιμώντων, φωτίσας Ὅσιε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Χαίροις,
ὁ κατὰ κόσμον σμικρός, κατὰ ψυχὴν δὲ εὐγενὴς καὶ ἐπίσημος, ὡς φύσεως
κοινωνήσας, τῆς θείας Παῦλε σοφέ, ἣν οἱ θεολόγοι ὀνομάζουσιν, ἁγίαν ἐνέργειαν,
ὡς ἐκεῖθεν ἐκλάμπουσαν, ἀδιαιρέτως, ὡς ἀκτίνας ὁ ἥλιος, καὶ αὐγάζουσαν, τῶν
εὐθέων τὰ πνεύματα· ἅπαντες οὖν φιλέορτοι, εὐθύτητα κτήσασθαι, ἀγωνισθῶμεν καὶ
πάσας, τὰς πονηρίας ἐκβάλωμεν· καὶ οὕτω σκηνώσῃ, ἐν ἡμῖν ἡ θεία χάρις, τὸ φῶς
τὸ ἄδυτον.
Δόξα.
Ἦχος β΄.
Τῶν
ἀσκητῶν τὴν καλλονήν, τῶν ὑπηκόων τὸ καύχημα, τῆς ἐρήμου τὸν ἔνθεον μοναστήν,
Παῦλον τὸν θεῖον καὶ ἁπλοῦν, ἀξίως τιμήσωμεν. Ἐν δόξῃ γὰρ καὶ ἀγαλλιάσει, τῇ
Ζωαρχικῇ Τριάδι παριστάμενος, μετὰ τῶν Ὁσίων Πατέρων πρεσβεύει ἀδιαλείπτως,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην αὐτοῦ.
Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε,
σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ
δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Πάντων
ἔτεμες, παθῶν τὰς ῥίζας, ταπεινώσει τε, καὶ τῇ ἀσκήσει, καὶ τῇ χάριτι τοῦ
Πνεύματος ἔνδοξε, διὸ δαιμόνων τὰ στίφη κατήσχυνας, καὶ τὸν Χριστὸν ἐν καρδίᾳ
ἐδόξασας· Παῦλε Ὅσιε, Αὐτὸν καθικέτευε, φωτῖσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Προσευχὴν
ἀένναον, ἐν τῇ καρδίᾳ, κεκτημένος Ὅσιε, καὶ τὴν ταπείνωσιν ὁμοῦ, ἐγένου οἶκος
τοῦ Πνεύματος, πάντας φωτίζων, τοῖς λόγοις καὶ ἔργοις σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν
χερσί Σου ἄχραντε, Παρθενομῆτορ, τὴν ψυχήν μου τίθημι, ἐν αἷς τὸν λόγον τοῦ
Θεοῦ, σωματωθέντα ἐβάστασας, κάθαρον ταύτην, φώτισον κόσμησον.
Μετὰ τὴν β΄ στιχολογίαν,
Κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῶν
παθῶν ἀνωτέρας, ἀναδειχθεὶς θεοφόρε, ἐν συντόμῳ ἅπασαν, τῶν ἀρετῶν τὴν χορείαν,
ἔκτισας, ὥσπερ ναὸν ἐν καρδίᾳ, οἴκημα αὐτὴν τοῦ Πνεύματος ἀναδείξας· Ὁ ἱκέτευε
ἀπαύστως, θεόφρον Παῦλε, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
ψυχήν μου Δέσποινα, καὶ τὰς αἰσθήσεις μου πάσας, τόν τε νοῦν διάνοιαν, καὶ
φαντασίαν μου ἅμα, ῥύθμισον, ἐπὶ τὸ βέλτιον Θεοτόκε· δός μοι δέ, πρὸς τὸν Υἱόν
Σου θερμὴν ἀγάπην, καὶ ἐγχάραξον βαθέως, ὄνομα Τούτου, ἐν τῇ καρδίᾳ ἁγνή.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Θεῖον Παῦλον ὑμνῶ. Ἰωάννης
Ἱερομ. Ἁγιορ.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεὸν ὃν ἠγάπησας, καὶ ὑπὲρ
οὗ κατεφρόνησας, τὰ πάντα ἀοίδιμε, ἐν προθυμίᾳ πολλῇ, καθικέτευε, τὸν νοῦν μου
καταυγᾶσαι, ὑμνῆσαι τὴν μνήμην σου, Παῦλε γηθόμενος.
Ἐπλήρωσας Ὅσιε, Χριστοῦ τὸν
λόγον καὶ ἔλιπες, τὸ ἔμμυστον γύναιον, οὐ συγχρωτίζεσθαι γάρ, τὰ τοῦ Πνεύματος,
δοχεῖα τοῖς ἀνάγνοις, ὁ νόμος ἐντέλεται, ὅθεν ὑμνοῦμέν σου.
Ἱέρευσας ἔνδοξε, σαυτὸν ὡς
θῦμα θεόδεκτον, ψυχὴν μὴ φιλήσας σου, ὑπὲρ Χριστὸν τὸν Θεόν· ὅθεν ᾄρας σύ, ἐπ’
ὤμων τὸν ζυγόν του, Αὐτῷ ἠκολούθησας, χαίρων τῷ Πνεύματι.
Θεοτοκίον.
Ὁ πόθος πανάσπιλε, ὁ τῆς
καρδίας καὶ ἔρως μου, πρός Σε καταφλέγει με, τοῦ μεγαλεῖα τὰ Σά, καὶ ἀγάπησιν,
τὴν πρὸς ἡμᾶς κηρῦξαι, τρανῶς ἀπαξάπασιν, ὅθεν με φώτισον.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ναὸν τῆς Τριάδος ἀπειργάσω,
ψυχὴν καὶ τὸ σῶμά σου σαφῶςς, ἀπεκδυθεὶς τὸν δύσμορφον, παθῶν χιτῶνα Ὅσιε, καὶ
ἀρετῶν τὸ ἔνδοξον, Χριστοῦ φορέσας ἱμάτιον.
Ποθῶν τοῦ τυχεῖν τῆς ἄνω
δόξης, τὸν μέγαν Ἀντώνιον σοφέ, ἐξέλεξας διδάσκαλον, ὑφ’ οὗ ποδηγετούμενος,
πράξει καὶ θεωρίᾳ τε, τῆς σῆς ἐφέσεως ἔτυχες.
Ἀΰλως τὰ θεῖα διαθέων, νοὸς
ἐνεργείᾳ μυστικῇ, καὶ Πνεύματι ἀγόμενος, τὰ ὑπὲρ νοῦν μεμύησαι, καὶ ὅλως
ἐξιστάμενος, Θεοῦ τὴν δόξαν ἐδόξαζες.
Ὑψώθης ταπείνωσιν ἐμφρόνως,
κτησάμενος καὶ ὑπακοήν, καὶ πένθος καὶ πραότητα, καὶ προσευχὴν ἀθόλωτον, καὶ
καθαρὰν καρδίαν δέ, καὶ τὴν εἰρήνην τὴν ἔνθεον.
Θεοτοκίον.
Λαμπρῶς οἱ Προφῆται πρὸ
αἰώνων, τὴν δόξαν προήγγειλαν τὴν Σήν, τὴν ἄφραστον Θεόνυμφε, προωρισμένη ᾖσθαι
γάρ, ὑπὸ Θεοῦ γενήσεσθαι, Θεοῦ τοῦ Λόγου λοχεύτρια.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
πρᾳότητα Πάτερ πεπλουτηκώς, καὶ τὴν θείαν ταπείνωσιν τοῦ Χριστοῦ, τὰ δύο
ἐξαίρετα, Ὀρθοδόξων τεκμήρια, καὶ τὴν διπλὴν ἀγάπην, Θεοῦ καὶ ἀνθρώπων τε, τῶν
θαυμάτων τὴν χάριν, Χριστός σοι δεδώρηκεν· ὅθεν ἐκδιώκεις, τῇ Χριστοῦ
ἐπικλήσει, τὸν δαίμονα Ὅσιε, καὶ λυτροῦσαι τὸν πάσχοντα, Παῦλε θεῖε μακάριε·
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ
τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς
δανείσας Κόρη ἐκ τῶν ἁγνῶν, Σοῦ αἱμάτων τὴν Σάρκα τοῦ Ἰησοῦ, καὶ Τοῦτον
θηλάσασα, καὶ ἀγκάλαις βαστάσασα, ἐκ δεξιῶν καθέζη Αὐτοῦ ὡς Βασίλισσα,
ἀποστίλβουσα ξένως, τῇ δόξῃ καὶ χάριτι, ὡς Κεχαριτώμενη, Θεοτόκε Μαρία, καθὰ
καὶ ὁ Ἄγγελος, ὁ πεμφθείς Σοι ὀνώμασε, μεθ’ οὗ πάντες βοῶμέν Σοι· Χαῖρε θεῖον
σκήνωμα τοῦ Χριστοῦ, καὶ ναὲ καὶ θρόνε καὶ ἀνάκτορον, καὶ πάσης κτίσεως θαῦμα,
ὑπὲρ πᾶσαν κατάληψιν.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁ ἁπλοῦς τοῖς τρόποις
Παῦλος, καὶ σοφὸς τὴν διάνοιαν, τὰ παρόντα πάντα, σκύβαλα ἐμφρόνως ἡγήσαντο,
καὶ τῇ ἀσκήσει χωρίσας ἠγωνίσατο, καὶ ἐκραύγαζε· Δόξα Χριστὲ τῇ δυνάμει Σου.
Νέος ὥσπερ ἧς τοὺς χρόνους,
τὴν νηστείαν ἐξήσκησας, μηδαμῶς τὸ γῆρας, ὅλως ἐμποδών σοι γενόμενον, ἀλλ’
ἀγρυπνίᾳ, εὐχῇ τε καθαιρόμενος, ἀνεκραύγαζες· Δόξα Χριστὲ τῇ δυνάμει Σου.
Θεοτοκίον.
Ὑπερέβης πάντα Κόρη, τῶν
Αγγέλων τὰ τάγματα, ἀρετῶν τῷ πλήθει, καὶ τῇ ὑπερλάμπρῳ ἁγνότητι· διὸ σὺν
τούτοις οἱ πάντες ἀνυμνοῦμέν Σε, γηθοσύνως· χαῖρε Θεοτόκε κραυγάζοντες.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Μαράνας τὴν σάρκα σου, τῇ
κακουχίᾳ Ὅσιε, νέκρωσιν τὴν θείαν ἐνεδύθης· ζῶν ἐν Χριστῷ δέ, καὶ ὁ Χριστὸς ἐν
τῇ σῇ, καρδίᾳ τῆς χάριτος υἱός, ἐγένου Παῦλε ἔνδοξε καὶ δοχεῖον τοῦ Πνεύματος.
Νοῶν τὰ τοῦ Πνεύματος, τὰς
ἐντολὰς ἐτήρησας, τοῦ Εὐαγγελίου Πάτερ πάσας, ὅθεν ὡς φοίνιξ, ἀνυψωθεὶς ἐν Θεῷ,
συνήφθης Αὐτῷ καὶ τὴν φαιδράν, λάμψιν ἐν καρδίᾳ σου, καθαρθεὶς κατεπλούτησας.
Ὡραῖοι οἱ Ἄγγελοι, λαμπρὰ ἡ
κτίσις ἅπασα, ὡς ὑπὸ Θεοῦ τὸ εἶναι σχόντα, οὐκ ἔστιν ὅμως, τοσούτῳ φίλον Θεῷ,
ψυχῆς καθαρθείσης ἐν Χριστῷ· τοῦτο δὲ ἀπέδειξε, τοῦ Θεοῦ μου ἡ σάρκωσις.
Θεοτοκίον.
Ἰάτρευσον ἄχραντε, τὰ ἔλκη
τῆς καρδίας μου, τὰ ἐκ τῶν παθῶν μου ὀρυχθέντα· Σὺ γὰρ τὸν νόσοις καὶ ἀσθενείας
ἡμῶν, βαστάσασα ἄχρονον Υἱόν, τέτοκας ἀσπόρως τε, ὑπὲρ λόγον καὶ ἔννοιαν.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ὡς θαυμαστὴ ἡ ἁπλότης σου,
θεόφρον καὶ ἡ θεία πρᾳότης σου, καὶ ἡ ἀπάθεια, Παῦλε πρὸς ἣν κατηξίωσας, τῷ
ἀπαθεῖ τῇ φύσει Θεῷ ἑννούμενος.
Ἀγάπην θείαν κτησάμενος, τὰ
ἔργα τῆς ἀγάπης εἰργάζεσο, πρὸς τὸν πλησίον σου, νόσους τὰς τούτων ἰώμενος, καὶ
δαίμονας διώκων, Χριστοῦ τῇ χάριτι.
Ναὸν Θεοῦ τὴν καρδίαν σου,
ἐτέλεσας ἐν ᾧπερ κατώκησε, Λόγος ὁ ἄναρχος, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι· Ὃν
ἐκδυσώπει Πάτερ, ὑπὲρ τῶν τέκνων σου.
Θεοτοκίον.
Ναὸς καὶ ἔμψυχον τέμενος,
ἐν ᾧ ὁ ἀπερίλητπος ᾤκησε, καὶ κατειργάσετο, σάρκα Αὐτοῦ τὴν ἀκήρατον, Σὺ
ἀνεδείχθης Κόρη, Μαρία ἔνδοξε.
Κοντάκιον.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸ
ἄκρον ἐφετόν, ἀγαπήσας θεόφρον, τὴν τύρβην τὴν τῆς γῆς, σὺν συζύγῳ ἀφῆκας, καὶ
ἔδραμες ὄπισθεν, Ἰησοῦ τοῦ οἰκτίρμονος, ἐντολαῖς Αὐτοῦ, ἐν ἀκριβρίᾳ φυλάττων,
τὴν ἀκρόπολιν, τῶν ἀρετῶν οὖν φθάσας, μετέστης πρὸς Κύριον.
Ὁ
Οἶκος.
Τὸν
Παῦλον τὸν ἁπλοῦν καὶ ἀκέραιον, τὸν πρᾷον, τὸν ταπεινὸν καὶ ἄκακον καὶ ἡσύχιον,
τὸν ὀλετῆρα τῶν δαιμόνων καὶ πρέσβυν ἄγρυπνον τῶν Ὀρθοδόξων· ἐν ᾧ κατώκησε
Τριὰς ἡ Ἁγία. Πρός τίνα γάρ, φησίν, ἐπιβλέψω; ἀλλ’ ἢ ἐπὶ τὸ πρᾷον καὶ ταπεινὸν
καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Πάντες οἱ γηγενεῖς ὑμνήσωμεν· οὗτος
γὰρ τὰς ἐντολὰς τοῦ Κυρίου ἐν ἀκριβείᾳ φυλάξας, καὶ τὴν διπλὴν ἀγάπην, τὴν
ἀκρόπολιν, τῶν ἀρετῶν οὖν φθάσας, μετέστης πρὸς Κύριον.
Συναξάριον.
Τῇ
Ζ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Ἁπλοῦ.
Γῆθεν μεταστὰς πρὸς Θεὸν Παῦλος Λόγον,
Τῆς ἁπλότητος πολλαπλᾶ στέφη λάβοι.
Ἑβδομάτῃ ἁπλοῦς μετῆρε Παῦλος ἄντθγα Οὐρανοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, τῶν ἐν Χερσῶνι ἐπισκοπησάντων, Ἐφραίμ,
Βασιλέως, Εὐγενίου, Ἀγαθοδώρου, Ἐλπιδίου, Καπίτωνος καὶ Αἰθερίου.
Μὴ τὴν κεφαλὴν τοῖς ἀγάλμασι κλίνων,
Ἐφραὶμ ἀγάλλῃ, τῇ τομῇ ταύτην κλίνων.
Συρεὶς Βασιλεὺς χερσὶ δεισιδαιμόνων,
Χεῖρας διασπᾷ δεισιδαίμονος πλάνης.
τριὰς σύναθλος τοῦ Προφήτου τῶν λόγων,
«Εἰς μάστιγας δέδωκα
τὸν νῶτον», λέγει.
Ἐπῆρε χεῖρας εἰς προσευχὴν Καπίτων
Καὶ πρὸς Θεὸν μετῆρεν ἐξάρας πόδας.
Ἐκ τοῦ ποταμοῦ πρὸς Θεὸν χωρεῖς Πάτερ,
Τὸν ἐν ποταμῷ σαρκικῶς λελουμένον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Νέστωρ καὶ Ἀρκάδιος, ἐπίσκοποι Τριμυθοῦντος, ἐν εἰρήνῃ
τελειοῦνται.
Τῆς Τριμυθοῦντος Ποιμένες καλοὶ δύο,
Ἐν τῇ καλῇ σκιρτῶσι τῆς Ἐδὲμ πόᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἐφραίμ, ὁ Πατριάρχης Ἀντιοχείας, ἐν εἰρήνῃ τελειοῦται.
Ἐφραὶμ ὁ ποιμὴν νῦν σύνεστι ποιμένα,
Μικρὸς μεγάλῳ, ὦ μεγάλης ἀξίας!
Οὗτος, ἦτο Ἀμιδινός, ἔχων τὸ ἀξίωμα
τοῦ κόμητος, ἐπὶ τοῦ βασιλέως Ἰουστίνου τοῦ Θρᾳκός, ἐν ἔτει φιη΄ (518). Ἐλθὼν δὲ
διὰ νὰ ἀνακαινίσῃν τὴν Ἀντιόχειαν, ἡ ὁποία εἶχε κρημνισθῆ τὸ δεύτερον ἀπὸ τοὺς
σεισμούς, ἐπροχειρίσθη ἐπίσκοπος ἐν ἔτει φκζ΄ (527). Ἦτο δὲ οὗτος μέγας ἐχθρὸς
τῶν Μονοφυσιτῶν, ὅθεν καὶ ἔγραψε κατ’ αὐτῶν ἰσχυρῶς. Οὗτος ἤκουσεν ὅτι εἰς τὴν Ἱεράπολιν
ἦτο μοναχός τις στυλίτης, ἀκόλουθος τοῦ μονοφυσίτου Σεβήρου. Θείῳ ζήλῳ λοιπὸν
κινούμενος, ὑπῆγεν εἰς ἐκεῖνον καὶ ἤρχισε νὰ τὸν διδάσκῃ τὴν Ὀρθοδοξίαν τῆς
πίστεως, ἀλλ’ ἐκεῖνος οὐδ’ ὅλως ἐπείθετο εἰς τὰ λόγια του, μόνον εἶπεν· Ἂς ἔμβωμεν
εἰς τὴν πυρὰν καὶ οἱ δύω, καὶ ὅποιος δὲν βλαφθῇ εἰς τὴν φλόγα, ἐκεῖνος εἶναι ὀρθόδοξος
καὶ ἔχει τὰ νικητήρια. Ταῦτα δὲ ἔλεγε μὲ σκοπόν, διὰ νὰ φοβηθῆ ὁ Πατριάρχης, ἀλλ’
ὁ Ἐφραὶμ εἶπεν· Φέρετε ἐδῶ ξύλα καὶ πῦρ, καὶ ἐγὼ ἐμβαίνω εἰς αὐτό· βαλλὼν ὅλον
τὸ θάῤῥος του εἰς τὸν Θεόν· ὅθεν ἐλθὲς καὶ σὺ κάτω ἀπὸ τὸν στύλον. Ἀλλ’ ἐκεῖνος
νὰ καταβῇ δὲν ἤθελε. Τότε ὁ Πατριάρχης ἐκδυθεὶς τὸ ἐπανωφόριόν του καὶ
προσευχηθείς, ἔῤῥιψε καὶ τὸν ἑαυτόν του καὶ τὸ ἐπανωφόριόν του εἰς τὴν πυράν,
καὶ, ὦ τοῦ θαύματος! παρευθὺς τὰ μὲν ξύλα ἐσβέσθησαν, αὐτὸς δὲ καὶ τὸ ἐπανωφόριόν
του ἔμειναν ἀβλαβῆ καὶ ἄπαυστα. Τοῦτο τὸ θαῦμα βλέπων ὁ στυλίτης, κατέβη ἀπὸ τὸν
στύλον, καὶ ἀνεθεμάτισε τὴν αἵρεσιν τοῦ Σεβήρου, καὶ οὕτως ἡνώθη μὲ τὴν καθολικὴν
Ἐκκλησίαν. Ἐπειδὴ δὲ ἐκρημνίσθη τὸ δεύτερον ἠ Ἀντιόχεια ἀπὸ σεισμούς, διὰ τοῦτο
ἡ ἀνάγκη τοῦ σεισμοῦ ἔκαμε πάντα χριστιανόν νὰ γράφῃ εἰς τὴν θύραν τοῦ οἴκου
του ταῦτα τὰ λόγια: Χριστὸς μεθ’ ἡμῶν στήτω· ὅθεν ἐκ τῆς αἰτίας ταύτης
Θεούπολις ὠνομάσθη ἡ Ἀντιόχεια. Ὁ δὲ Ἅγιος Ἐφραίμ, καλῶς καὶ θεαρέστως ποιμάνας
τὸ ποίμνιον του εἰς χρόνους ιη΄, ἀπῆλθε πρὸς Κύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λαυρεντίου, τοῦ κτίτορος τῆς ἐν τῇ νήσῳ Σαλαμῖνος Μονῆς
Φανερωμένης.
Οὐράνιον
δόμον νῦν ἔχεις πάτερ.
Καταλιπὼν
γηΐνων καὶ φθαρτῶν μάκαρ.
Ἀεὶ τοίνυν
πρέσβευε ὑπὲρ τῶν σῶν δούλων.
Ἀτρώτοις
μεῖναι, ἐκ τῶν παγίδων τοῦ πειρασμοῦ.
Οὗτος
ὁ ὁσιώτατος καὶ δικαιότατος ἄνθρωπος ὁ πατὴρ ἡμῶν Λαυρέντιος κατήγετο ἐκ τῆς
πόλεως Μεγάρων, οἱ δὲ γονεῖς αὐτοῦ ἦσαν ὀρθόδοξοι, καὶ λίαν εὐλαβεῖς εἰς τὴν
πίστιν καὶ ὁ μὲν πατὴρ αὐτοῦ ἐκαλεῖτο Δημήτριος, ἡ δὲ μήτηρ αὐτοῦ Κυριακή, ἡλικιωθεὶς
δὲ ὁ δίκαιος οὗτος ἄνθρωπος, συνεζεύχθη μετὰ νομίμου γυναικὸς καλουμένης
Βασίλως· ἐγέννησε δὲ καὶ υἱοὺς δύο, τὸν μὲν Ἰωάννην, τὸν δὲ Δημήτριον, ἥν δὲ
γεωργός, μετερχόμενος καὶ τὴν τεκτονικὴν οὗτος ἐπορεύθη ποτὲ μετὰ ἑτέρων δύο
πατριωτῶν αὐτοῦ, ἐν τόπῳ τινὶ τῆς ἑαυτοῦ πατρίδος καλουμένῳ Λιάντρῳ πρὸς
γεωργίαν τῶν ἐκεῖσε ἀγρῶν.
Ἐν
μιᾷ οὖν νυκτὶ ὤφθη αὐτῷ ἐν ὁράματι ἡ Κυρία ἡμῶν Θεοτόκος, προστάττουσα αὐτόν,
ὅπως ἔλθη εἰς τὸν (δεῖνα) τόπον ἵνα οἰκοδομήσῃ τὸν ναὸν αὐτῆς· ἐγερθεὶς οὖν ἐκ
τοῦ ὕπνου ὁ δίκαιος οὗτος ἀνήρ, φησί, τίς εἰ ἡ προστάττουσά με τοῦ ἀνεγείραι
τὸν ναόν σου; καὶ ἠκούσθη φωνὴ λέγουσα, ὁ ναός μου εὑρίσκεται κατεδαφισμένος ἐν
τῇ Νήσῳ τῆς Σαλαμῖνος κατὰ τὸ βόρειον μέρος· ὁ δέ, οὐκ ἐπίστευσε· τὴν ἑπομένην
νύκτα ὁρᾷ πάλιν τὴν Παναγίαν προστάττουσαν αὐτὸν μετ᾿ ἀπειλῆς, ὁ δὲ ἐν ἀπιστίᾳ
μένων, μηδόλως ἐλογίζετο· ὅθεν ὁρᾷ καὶ ἐκ τρίτου τὴν Θεοτόκον ἀπειλοῦσαν αὐτὸν
καὶ λέγουσαν, τάχιστα πορεύου ἄνθρωπε ἐν τῇ νήσῳ, ἥν ἐγὼ εἶπόν σοι, ἵνα τελέσῃς
τὸ παρ’ ἐμοῦ προσταττόμενον ὁ δὲ ταπεινὸς γέρων ἔντρομος γενόμενος, ὑπέστρεψεν
εἰς τὴν ἑαυτοῦ πατρίδα, καὶ διηγούμενος τὸ ὅραμα, τοῖς μὲν ἐγένετο πιστευτόν,
τοῖς δὲ ἀμφίβολον καὶ οὕτως ἔμεινεν ὁ γέρων εἰς τὴν οἰκίαν τοῦ, ὁπότε τὴν νύκτα
ἐφάνη αὐτῷ καὶ αὖθις ἡ Θεομῆτορ ἀπειλοῦσα βαρέως αὐτόν, ἵνα εἰσέλθῃ ἐν τῇ νήσῳ
τοῦ ἐκτελέσαι τὸ προσταττόμενον.
Ὁ
δὲ Γέρων ἐκπλαγεὶς προσηύχετο, καὶ θείᾳ νεύσει καὶ ὁδηγίᾳ εἰσῆλθεν ἐν τῇ νήσῳ,
καὶ εὑρὼν τὸν τόπον, ὅν ἡ Θεοτόκος ἀπεκάλυψεν αὐτῷ, ἐν ᾧ ἥν πότε ᾠκοδομημένος ὁ
ναὸς τῆς Θεοτόκου, ἀνήγειρεν ἐν τῷ αὐτῷ τόπῳ νέον ναόν, ὃς ἤδη σώζεται. Εἶτα
καταλιπὼν γυναῖκά τε καὶ τέκνα ἐγένετο μοναχός, μετονομασθεὶς Λαυρέντιος,
ἐπειδὴ τὸ πρῶτον Λάμπρος ἐκαλεῖτο συναθροίσας δὲ καί τινας Ἱερομονάχους καὶ
μοναχούς, συνέζη μετ᾿ αὐτῶν, οἰκοδομήσας τὰς ἀναγκαίας οἰκίας (κελλία)· οὐκ
ἔπαυσε δὲ προσευχόμενος ἀδιαλείπτως τῷ Θεῷ, διδάσκων καὶ νουθετῶν, καὶ
γενόμενος τύπος καὶ κανὼν τῆς ἀρετῆς τοῖς λοιποῖς μονάζουσι, πανταχόθεν δὲ
προσέτρεχον χριστιανοὶ εἰς τὴν νεοφανεῖσαν ταύτην μονὴν τῆς Θεοτόκου μετὰ πάσης
εὐλαβείας, θεραπευόμενοι ἀπὸ παντὸς εἴδους ἀσθενείας.
Νῦν
δὲ μέλλομεν νὰ διηγηθῶμέν τινα θαύματα, πρὸς ὑμνολογίαν τοῦ Παντάνακτος Θεοῦ,
διὰ τοῦ Ὁσίου τελούμενα. Ὑπῆρχέ τις ἀόμματος ἐφ’ ἱκανοὺς χρόνους, Κυριαζῆς
τοὔνομα ἐκ κώμης τινὸς τῆς Εὐβοίας, καλουμένης Φύλλα, ὃς μαθὼν τὴν φήμην τοῦ
Ἁγίου, προσέτρεξε σὺν θερμῷ ζήλῳ καὶ εὐλαβείᾳ εἰς τὴν αὐτοῦ θείαν Μονὴν καὶ
εὑρῶν τὸν Ἅγιον προσέπεσεν εἰς τοὺς πόδας αὐτοῦ παρακαλῶν αὐτὸν νὰ ἱκετεύσῃ τὴν
Θεοτόκον, ὅπως θεραπευθῇ ἐκ τῆς ἀσθενείας του. Ὁ δὲ Ἅγιος παρεκάλεσε τὴν
Θεοτόκον μετὰ πολλῶν δακρύων καὶ παραχρῆμα ἠνεῴχθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ καὶ
ἐθεραπεύθη, εὐχαριστήσας τὸν Θεόν, καὶ τὴν ὑπέραγνον παρθένον ὑπέστρεψε δὲ
χαίρων ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ διηγούμενος τὰ θαυμάσια τῆς Θεοτόκου διὰ τῶν
παρακλήσεων τοῦ Ἁγίου.
Κατ᾿
ἐκεῖνον τὸν καιρὸν Γεώργιός τις τοὔνομα, καταγόμενος ἐκ τῆς Νήσου τῶν Θερμιῶν
(Κύθνου), ἐβασανίζετο ὑπὸ πνευμάτων ἀκαθάρτων ὑπὲρ τοὺς εἴκοσι χρόνους· μαθὼν
δὲ τὰ θαύματα τοῦ Ἁγίου διὰ τῆς Θεοτόκου, ἐκίνησεν ἀπὸ τὸν οἶκον αὐτοῦ κατ’
εὐθεῖαν διὰ τὴν μονήν, καὶ προσελθὼν εἰς τὴν μονὴν ταύτην, προσέπεσε μετ᾿
εὐλαβείας εἰς τοὺς πόδας τοῦ Ἁγίου παρακαλῶν αὐτὸν μετὰ δακρύων καὶ λέγων, Ἅγιε
τοῦ Θεοῦ, ἱκέτευσον ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου δούλου σοῦ τὴν Θεοτόκον, ὅπως
θεραπευθῶ ἀπὸ τὴν τοιαύτην μεγάλην ἀσθένειαν τοῦ ἀκαθάρτου πνεύματος. Τοῦτον
ἰδὼν ὁ Λαυρέντιος εὐσπλαγχνίσθη αὐτόν, καὶ προσευξάμενος εἰς τὴν Θεοτόκον, ὢ
τοῦ θαύματος, ἰάθη μετ᾿ ὀλίγας ἡμέρας ὁ ἄνθρωπος οὗτος· καὶ μετ᾿ ὀλίγον
ἐπέστρεψεν εἰς τὴν ἰδίαν αὐτοῦ πατρίδα, δοξάξων τὴν κυρίαν Θεοτόκον, καὶ
διηγούμενος τὰς τοῦ Ἁγίου προσευχάς.
Ἂς
διηγηθῶμεν καὶ ἕτερον εὐλογημένοι χριστιανοὶ ὅπερ ἐστὶ τὸ θαυμασιώτερον, ὅτε
ᾠκοδόμει τὴν Μονὴν ὁ ἅγιος Λαυρέντιος ἐφάνη αὐτῷ ἡ Παναγία ἐν ὁράματι
προστάττουσα αὐτὸν νὰ πορευθῇ ἔν τινι τόπῳ τῆς Σαλαμῖνος, ὅπου ἥν τεθαμμένος
κίων τις ἐκ πέτρας, τὸν ὁποῖον νὰ κομίσῃ εἰς τὴν Μονὴν πρὸς χρῆσιν τῆς
οἰκοδομῆς. Ἐν ᾧ δὲ χρόνῳ ἐκόμιζεν αὐτὸν εἰς τὴν Μονήν, ὑπὸ συνεργείας τοῦ
Σατανᾶ, πεσών τις τῶν ἐκεῖ εὑρεθέντων ἀνθρώπων ὑπὸ τὸν κίονα, θείᾳ βοηθείᾳ τῆς
Θεοτόκου, ἔμεινεν ἀβλαβής, καὶ ᾔνεσαν τὸν Θεὸν καὶ τὴν Θεοτόκον, ἅπαντες οἱ
ἰδόντες τὸ γεγονός.
Πάλιν
ἂς διηγηθῶμεν ἕτερόν τι θαῦμα τῆς Θεοτόκου κατὰ τὴν δεκάτην πέμπτην τοῦ μηνὸς
Αὐγούστου ἀθροίζεται πλῆθος ἀνθρώπων, ἐκ τῶν Μεγάρων, ἐκ τῆς Σαλαμῖνος, ἐκ τῶν
Ἀθηνῶν, καὶ ἐξ ἄλλων περιχώρων, εἰς τὴν πάνσεπτον Κοίμησιν τῆς Θεοτόκου,
εὐλαβείᾳ κινούμενοι· μεταξὺ δὲ τῶν τότε συναθροισθέντων χριστιανῶν ἦτο καί τις
ἀρχιθύτης τῶν Ἀθηνῶν, Ἰάκωβος τοὔνομα, ὅστις νικώμενος ὑπὸ πλεονεξίας, ἀδικίας
καὶ ἁρπαγῆς, ἁρπάσας τὰ κηρία καὶ ἄλλα τινα ἀφιερώματα, καὶ ὑβρίσας περιφρονητικῶς
τὸν γέροντα Λαυρέντιον ἀνεχώρησε καὶ μετέβη εἰς τὴν Σαλαμῖνα· ἀλλ᾿ ἐκεῖ ἐν
ἐκείνη τῇ νυκτὶ ὁρᾷ ὁ ἐπίσκοπος ἐν τῷ ὕπνῳ του τὴν Παναγίαν, καταπατοῦσαν αὐτὸν
ἐπὶ τοῦ αὐχένος, καὶ ἀπειλοῦσαν, ἵνα ἀποστείλη ὡς τάχιστα ἅπαντα τὰ
ἀφαιρεθέντα. Ὁ δὲ ἐπίσκοπος ἔντρομος γενόμενος, ἀμέσως τὴν ἐπαύριον ἀπέστειλεν
εἰς τὴν μονὴν πάντα ὅσα εἶχεν ἀφαιρέσει, ἵνα λάβῃ παρὰ τῆς Θεοτόκου συγχώρησιν.
Οὗτός
ἐστι ὁ βίος καὶ ἡ πολιτεία τοῦ Ὁσίου πατρὸς ἡμῶν Λαυρεντίου, εὐλογημένοι
χριστιανοί· τόσον δίκαιος καὶ ἐνάρετος ἦτον ὁ ἄνθρωπος οὗτος τόσον ἀγαθός τε
ψυχή τε καὶ καρδία ἐδείχθη, καὶ διὰ τοῦτο ἠγαπήθη ὑπὸ τῆς πανενδόξου Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἥτις καὶ ἐφανέρωσεν εἰς αὐτὸν τὴν
Πανάχραντων αὐτῆς εἰκόνα, καὶ ἔκαμεν αὐτῶν κτίτορα τῆς ἁγίας αὐτῆς μονῆς, ἥν ὡς
φαίνεται, ᾠκοδόμησεν οὗτος ἐν ἔτει ἀχπβ´ (1682). Μετὰ δὲ τὴν εὕρεσιν τῆς ἁγίας
εἰκόνος τῆς Θεοτόκου, τίς δύναται νὰ διηγηθῇ τὰς ἀρετὰς τοῦ ἁγίου, τὰς νηστείας
δηλ. τὰς γονυκλισίας καὶ τὰς μετὰ δακρύων προσευχὰς πρὸς τὴν Παναγίαν, ὑπὲρ
παντὸς τοῦ κόσμου; τίς δύναται νὰ διηγηθῇ τὴν εὐσπλαγχνίαν τοῦ ἁγίου,
θεραπεύσαντος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ἐν πίστει προσερχομένων ἐν τῇ
ἱερᾷ ταύτῃ μονῇ καὶ ἱκετευόντων τὴν ὑπέραγνον Κυρίαν τοῦ οὐρανοῦ καὶ τῆς γῆς;
τίς δύναται νὰ διηγηθῇ ἅπαντα τοῦ ἁγίου τὰ θαύματα, ἅτινα ἐποίησεν ἀπὸ τὴν
λαμπροφανήσιμον ταύτην ἡμέραν τῆς ἁγίας εἰκόνος τῆς Θεοτόκου, μέχρι τῆς
σήμερον; ὄντως «θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ» ἀπέθανε δὲ ὁ Ἅγιος
Λαυρέντιος τῇ 6ῃ Μαρτίου 1770, ἡ δὲ μνήμη αὐτοῦ τελεῖται τῇ 7ῃ τοῦ αὐτοῦ μηνός.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Ῥώμῃ Αἰμιλιανοῦ, Ἰακώβου καὶ Μαριανοῦ,
μαρτυρησάντων ἐν ἔτει 259.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ τοῦ Ἁγίου Ἰωάννου,
ἐπισκόπου Ὑόρκης τῆς Ἀγγλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς
Παναγίας τῆς Ἐγγυήτριας τῶν Ἁμαρτωλῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν ἐν Δωδεκανήσῳ Ἁγίων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἡ ἀκήρατος, κατέχει νῦν τὸ
πνεῦμά σου, καὶ πανευφρόσυνος, τῶν πρωτοτόκων Σιών, ἐν ᾗ ἀγαλλόμενος, μέλπεις
τῷ Κτίσαντι· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Σοῦ τὴν κοίμησιν, οἱ πόθῳ
νῦν γεραίροντες, καθικετεύομεν, ῥῦσαι ἡμᾶς πειρασμῶν, καὶ νόσων πρεσβείαις σου,
ὅπως κραυγάζομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἴχνη ὅλως τε, κακίας ἐν
καρδίᾳ σου, Παῦλε μακάριε, καὶ πονηρῶν ἐννοιῶν, τὸ νέφος οὐκ ἔστησας, ὅθεν καὶ
ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐπὶ Σὲ ἁγνή, τὸ ὄμμα τῆς
καρδίας μου, ἐπανατείνω ἀεί, ὡς ἄν με ῥύσῃς τῶν παθῶν, τὰ πάντα γὰρ δύνασαι,
Μήτηρ ὑπάρχουσα, τοῦ παντάνακτος· Θεοκυῆτορ Δέσποινα, Ὀρθοδόξων ἡ προστάτις.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ῥήματα ζωῆς, ἐν Ἀντωνίῳ
εὑράμενος, Παῦλε παμμακάριστε, τούτῳ καθυπέταξας, πᾶσάν σου τὴν θέλησιν, ἕως
ἀνὴρ τοῦ Πνεύματος, ἐγένου Ὅσιε· τὸν Κύριον, ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε,
τὰ ἔργα εἰς αἰῶνας.
Ὅλως τοὺς γηΐνουτς
ἐπανέστης, ὁ ἔρως γὰρ τοῦ Χριστοῦ σοφὲ κατέφλεγεν, ὅθεν τὰς πορείας σου, τῷ
Πνεύματι ἀγόμενος, πρὸς οὐρανὸν διηύθυνες, ᾀεὶ γηθόμενος· τὸν Κύριον, ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, κραυγάζων εἰς αἰῶνας.
Μόνον τὸν σκοπὸν ἐπιδιώκων,
δι’ ὃν τὰ τοῦ κόσμου κατέλιπες, τούτου οὐ διήμαρτες, νήφων Παῦλε Ὅσιε, καὶ
προσευχῆς ᾀείποτε, ἐπιμελούμενος· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε,
κραυγάζων εἰς αἰῶνας.
Θεοτοκίον.
Ἅρμα εὐαγὲς Θεοῦ τοῦ Λόγου,
ὁ πάλαι ποροφητικὸς νοῦς ἐθεάσατο, Θρόνον καὶ Ἀνάκτορον, Πύλην Κλίνην Τράπεαν,
ἕτεροι πανύμνητε ἡμᾶς διάσωσον, τὸ χαῖρε, Σοὶ ἀπαύστως βοῶντας· ὑπερευλογημένη
καὶ Κεχαριτωμένη.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Γέρα σοι Χριστὸς, ὦ Παῦλε
δεδώρηκας, ὁ πλουσιόδωρος, πᾶσάν σου τὴν ἄσκησιν, δεχθεὶς ὡς δῶρον σοφὲ
εὐπρόσδεκτον· διὸ τὴν σὴν νῦν κοίμησιν, τιμῶντες Ὅσιε, ἐκβοῶμεν· πρέσβευε
μακάριε, ὑπὲρ πάντων ἡμῶν τὸν Φιλάνθρωπον.
Ἵνα τῆς χαρᾶς, καὶ σοῦ τῆς
λαμπρότητος ἀξιωθήσωμαι, πάντας τοὺς Ἀγγγέλους Σου, Χριστὲ Σωτήρ μου, πρέσβεις
προβάλλομαι, καὶ Παῦλον τὸν ἁπλούστατον, Προφήτας Μάρτυρας, τοὺς Ὁσίους,
Ἱεράρχας ἅπαντας· πρὸ δὲ τούτων, τὴν θείαν Μητέρα Σου.
Ὄλβον τοῦ Χριστοῦ,
πληρούμενος Ὅσιε, καὶ τὸν Τρισάγιον, ᾀδων μετ’ Ἀγγέλων τε, τῷ τρισηλίῳ Θεῷ καὶ
πρύτανι, καὶ δόξῃ αὐγαζόμενος, ἐκεῖθεν ἄπαυστα, ὑπὲρ πάντων, Αὐτὸν καθικέτευε,
τῶν τιμώντων τὴν μνήμην σου ἔνδοξε.
Θεοτοκίον.
Ῥώμην τῇ ψυχῇ, τὰ θεῖα
ἐργάζεσθαι, δός μοι πανάμωμε, φωτισμὸν δὲ τῷ νοΐ, ὑμνεῖν ἀπαύστως, Σὴν δόξαν
ἄφραστον, ἐξ ὅλης τῆς καρδίας μου, ἄχραντε οἴκοθεν, καὶ κραυγάζειν· Χαίροις
παμμακάριστε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸν
Παῦλον τὸν ἁπλούστατον, τὸν μαθητῆν γενόμενον, τοῦ Ἀντωνίου τοῦ πάνυ, καὶ
ἐντολῶν τὸν ἐργάτην, Χριστοῦ μου τοῦ παντάνακτος, ἐν ὕμνοις εὐφημήσωμεν, ὡς ἂν
πρεσβεύει ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα.
Θεοτοκίον.
Ἁγνὴ
Παρθένε πάνσεμνε, Χριστοῦ Μῆτερ ἄφθορε, τὸ τῆς Ἁγίας Τριάδος, κατοικητήριον
θεῖον· Ἀγγέλων ἡ Βασίλισσα, ἀνθρώπων γένους καύχημα, σῶζε ᾀεὶ τῶν θλιβόντων,
τοὺς Σὲ θερμῶς ἀνυμνοῦντας.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος, Παῦλος ὁ θεῖος πιστοί, ὁ ἁπλοῦς καὶ ἀκέραιος, τὸν
ἐχθρὸν κατήσχυνε, τῇ δυνάμει τοῦ Πνεύματος, τῇ ταπεινώσει καὶ τῇ πρᾳότητι, καὶ
τοῖς δακρύοις, καταρδευόμενος, πᾶσαν κατώρθωσεν, ἀρετὴν ὁ Ὅσιος καὶ μεταστάς,
πόλιν πρὸς οὐράνιον, ὑπὲρ ἡμῶν δυσωπεῖ. (Δίς)
Παῦλε
θεόφρον μακάριε, ὡς τὸν γλυκὺν Ἰησοῦν, ἀγαπήσας θερμότατα, ἐν καρδίᾳ πάντοτε,
καὶ ἐν στόματι ἔφερες, ὄνομα Τούτου, κοσμοσωτήριον, δι’ οὗ δαιμόνων, ὀφρὺν
κατέβαλες, ὅθεν κατεπλούτισε, τὴν ψυχήν μου ἔνδοξε ταῖς δωρεαῖς· Τούτῳ Πάτερ
πρέσβευε, ὑπὲρ ἡμῶν ἐκτενῶς.
Πάντα
τὰ πάθη ἐνέκρωσας, τὰ τῆς ψυχῆς καὶ σαρκός, καὶ τὸν νοῦν ἀνεπτέρωσας, πρὸς τὸν
θεῖον ἔρωτα, τῇ ἐρεύνῃ τῆς κτίσεως· Παῦλε θεόφρον καὶ τοῖς δωρήμασι, παρὰ
Κυρίου, ὧν ἀπολαμβάνομεν, καὶ τοῖς παθήμασι, τοῦ Χριστοῦ πανόλβιε Ὃν ἐκτενῶς,
πάντοτε ἱκέτευε, ὑπὲρ ἁπάντων ἡμῶν.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
τῶν πιστῶν ἡ πληθύς, καὶ μοναστῶν ὁ σύλλογος, δεῦτε χορεῖαν στησώμεθα, καὶ
γηθοσύνως ἑορτάσωμεν τὴν μνήμην τοῦ τρισμάκαρος Παύλου τοῦ Ὁσίου. Οὗτος γὰρ ἐν
ἀμφοτέροις τοῖς βίοις εὐδοκιμήσας, τῇ ἐργασίᾳ καὶ ἐκπληρώσει τῶν ἐντολῶν τοῦ
Κυρίου, μετέστη εἰς οὐρανούς, δρεψόμενος τὰ γέρα τῶν καμάτων. Ἔνθα συγχορεύων
τοῖς Ὁσίοις καὶ πᾶσι τοῖς Ἁγίοις, πρεσβεύει ἀπαύστως τῷ Σωτῆρι, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου