Παρασκευή 13 Ιουλίου 2018

ΜΑΡΤΙΟΣ 11. ΑΓΙΑ ΘΕΟΔΩΡΑ ΑΡΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΡΤΙΟΣ ΙΑ΄!!
ΘΕΟΔΩΡΑ ΑΡΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰὼβ μοναχοῦ, 1841)


ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ψάλλομεν πρῶτον τοῦ Τριῳδίου· εἶτα τῆς Ἁγίας, Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔλαμψεν ὡς ἥλιος, τὸ ἱερόν σου μνημόσυνον, Θεοδώρα ἀείμνηστε, θαυμάτων ταῖς λάμψεσι, πάντων καταυγάζων, πιστῶν τὰς καρδίας, καὶ παθημάτων τὴν ἀχλύν, διασκεδάζων σθένει τοῦ Πνεύματος· διὸ καὶ συνελθόντες σε, χρεωστικῶς μακαρίζομεν, καὶ τὴν θείαν σου κοίμησιν, ἱερῶς ἑορτάζομεν.

Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατείνασα, ὁλοτρόπως ἐπόθησας, ἐκ βρέφους ἀοίδιμε, τῷ ῥευστῷ τῆς δόξης, τ’ ἄρευστα κερδῖσαι, ὥσπερ τις ἔμπορος καλός, ἀλλαξαμένη γῆς τὰ οὐράνια· διὸ καὶ δόξαν ἄληκτον, καὶ Βασιλείαν, ἀσάλευτον, ὁ Χριστός σοι δεδώρηται, βασιλὶς ἀξιάγαστε.

Κόσμον τὸν βασίλειον, εὐσεβοφρόνως κοσμήσασα, μοναζόντων ἐν σχήματι, νηστείαις καὶ δάκρυσιν, καὶ ταῖς ἐναρέτοις, πράξεσιν Ὁσία, τοῦτον ὡράϊσας σαφῶς, καὶ τιμιώτατον ὄντως ἔδειξας· διὸ καὶ ὡς βασίλισσα, καὶ τῶν Ὁσίων ὁμόσκηνος, τῷ Κυρίῳ παρίστασαι, Θεοδώρα ἀοίδιμε.

Πρόκειται τοῖς χρήζουσιν, ὡς ποταμὸς πελαγίζουσα, τῶν θαυμάτων τὰ ῥεύματα, σορὸς ἡ τιμία σου, βασιλὶς Ἁγία, πάθη καὶ τὰς νόσους, ἐξιωμένη τῶν πιστῶν, καὶ τῶν δαιμόνων πλήθη βυθίζουσα· διὸ καὶ τῶν λειψάνων σου, τὴν θείαν κόνιν κατέχοντες, ὡς πηγὴν ἁγιάσματος, εὐσεβῶς σε γεραίρομεν.

Δόξα. Ἦχος πλ. β΄. Ἱεραρχῶν τὴν καλλονήν.
Τὴν βασιλίδων καλλονήν, μοναστριῶν τὸ κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ ἀσθενῶν ἰατρεῖον τὸ ἄμισθον, συνελθόντες ὦ φιλέορτοι, πνευματικαῖς εὐφημίαις τιμήσωμεν λέγοντες· χαίροις Ἀκαρνανίας αὖχος, τὸ μέγα καὶ σεπτόν, καὶ πλοῦτος ἀδαπάνητος· χαίροις, λαμπὰς ἡ ἀείφωτος, Αἰτωλίαν ἅπασαν καταυγάζουσα θαύμασι· χαίροις, ἡ τῶν καμνόντων ἐπίσκεψις καὶ ῥῶσις, καὶ τῶν λυπουμένων παρήγορος ταχεῖα· καὶ νῦν Ὁσία παγγέραστε, μὴ παύσῃ πρεσβεύουσα Χριστῷ ἐκτενῶς, ὑπὲρ τῆς ποίμνης σου ταύτης, καὶ πάντων ἡμῶν τῶν τιμώντων σου, Θεοδώρα τὴν κοίμησιν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπεστάλη ἐξ Οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν· καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἐλογίζετο ἐν ἑαυτῷ, τὸ θαῦμα ἐκπληττόμενος· ὅτι, πῶς ὁ ἐν ὑψίστοις ἀκατάλητπος ὤν, ἐκ Παρθένου τίκτεται· ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται Γυναικός· ᾧ τὰ ἐξαπτέρυγα, καὶ πολυόμματα ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ, ἐκ ταύτης σαρκωθῆναι ηὐδόξησε. Θεοῦ ἐστὶ λόγος ὁ παρών. Τί οὖν ἵσταμαι καὶ οὐ λέγω τῇ Κόρῃ· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ· χαῖρε, ἁγνὴ Παρθένε· χαῖρε, Νύμφη ἀνύμφευτε· χαῖρε, μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος β΄.
Τὴν τῆς ψυχῆς σου εὐγένειαν, διατηρήσασα ἄμωμον, ὥσπερ φοίνιξ ὑψώθης ἀειθαλής, καὶ ὤφθης τοῦ Πνεύματος ἔσοπτρον, Θεοδώρα πανεύφημε. Νῦν δὲ πρὸς νυμφῶνας, τοὺς οὐρανίους περιπολοῦσα, καὶ ἀπέχουσα τὸν μισθόν, τῆς ἐπὶ γῆς ἀγαθῆς σου βιοτῆς, ῥῶσιν πρεσβείαις σου τοῖς κάμνουσι, δώρησαι καὶ στήριξον, τὰς ψυχὰς τῶν τιμώντων σε.

Ὁ αὐτός.
Στησώμεθα ἀδελφοί, πνευματικὴν σήμερον χορείαν, καὶ χορεύσομεν γεγηθότως, ἐπὶ τῇ ἐτησίῳ ἐνδόξῳ μνήμῃ, τῆς βασιλίδος Θεοδώρας, ἀνυμνοῦντες αὐτῆς, τοὺς ἀσκητικοὺς ἀγῶνας, καὶ τὰ λοιπὰ εὐσεβῆ, καὶ λαμπρὰ προτερήματα· δι’ ὧν ἀπήλαυσε, τῆς χαρὰς τῶν Ἀγγέλων· ἀλλ’ ὦ κλεινὸν τῶν Σερβίων γέννημα, καὶ σεπτὸν Ἀκαρνανίας αὖχος, πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τῶν Σερβίων τὸ γέννημα, καὶ τῆς Ἄρτης τὸ σέμνωμα, τῶν βασιλισσῶν τὸ ἀγλάϊσμα, καὶ τῆς Ἀκαρνανίας ἁπάσης, τὸ μέγα σεμνολόγημα, Θεοδώρα ἀείμνηστε, σὲ ὑμνοῦντες κατὰ χρέος, ἐνθέρμως σου δεόμεθα· συγγενοῦς οἰκειότητος, μὴ ἐπιλαθομένη, ἵλεων ἔργασαι ἡμῖν, ταῖς λιταῖς σου τὸν Σωτῆρα, καὶ φύλαττε ἅπαντας, πανέντιμε ἀχειρώτους, νόσων δεινῶν καὶ ἀλγηδόνων, καὶ πάσης κακώσεως.


Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, βασιλικῆς ἐκ φυλῆς, μέσον κοιλάδων τῶν τοῦ βίου βλαστήσασα, ὡραία καθάπερ φοίνιξ, καὶ τοὺς καρποὺς ἐν καιρῷ, τῷ Θεῷω καὶ κτίστῃ προσενέγκασα· ἀγάπην ἀθόλωτον, σωφροσύνην τὴν εὔκοσμον, δικαιοσύνην, καὶ ἀνδρείαν ἀήττητον, ἡ κατάκοσμος, ἀρεταῖς καὶ πολύκαρπος· πάντιμε θεοδόξαστε, Ἁγίων ἀγλάϊσμα, Ἀκαρνανίας τὸ καύχημα, σεμνὴ Θεοδώρα, ἡ τοῖς πᾶσιν αἰτουμένη, χάριν καὶ ἔλεος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου.
Χαίροις, περιστερὰ παγκαλής, ἡ πετασθεῖσα κοσμικῆς ἐκ συγχύσεως, καὶ θείοις χοροῖς Ὁσίων, ἐν ταπεινώσει ψυχῆς, καὶ σκηναῖς δικαίων καταπαύσασα· ἡ πνεύματος χάρισι, χρυσωθεῖσα τὰς πτέρυγας, καὶ κοσμηθεῖσα, ἀρεταῖς τὰ μετάφρενα, καὶ οἰκήσασα, καλιὰν πρὸς Οὐράνιον, ἔνθα περιχορεύουσα, καὶ δόξης μετέχουσα, τῆς ἀνεκφράστου, καὶ θείας ἡμῶν μνημόνευε πάντοτε, ψυχῆς θυμηδίᾳ, τῶν τιμώντων σου τὴν μνήμην, ἀξιοθαύμαστε.

Στ.: Καὶ ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνεν τὰ διαβήματά μου
Χαίροις, τηλαυγεστάτη λαμπάς, ἡ πιανθεῖσα τῷ ἐλαίῳ τῆς χάριτος· καὶ θείῳ πυρὶ πλουσίως, ἀναπτομένη σεμνή, καὶ θαυμάτων φέγγει καταυγάζουσα, πιστῶν τὴν διάνοιαν, καὶ τὸν καύσωνα παύουσα, παθῶν καὶ νόσων, καὶ τὴν ῥῶσιν ψεκάζουσα, καὶ τοῖς κάμνουσιν, εὐρωστίαν παρέχουσα, πάνσεμνε θεοπόθητε, πηγὴ τῶν ἰάσεων, ὁ ποταμὸς τῶν χαρίτων, μοναζουσῶν ἐγκαλλώπισμα, ἡμῶν ἡ προστάτις, τῶν τιμώντων Θεοδώρα, τὴν θείαν μνήμην σου.

Δόξα. Ἦχος β΄.
Τῇ εὐκλεεῖ σου πανηγύρει Θεοδώρα, χαίρει ὁ οὐρανός· Ἀγγέλων γὰρ στραταρχίαι σὺν ἡμῖν νῦν χορεύουσι, καὶ μυστικῶς περικυκλοῦσαι, συγκαλύπτουσι πτέρυξι τὴν ἁγίαν σου λάρνακαν· ὅθεν τιμῶντές σου πιστῶς τῶν θαυμάτων τὴν πληθύν, χαρμοσύνως ἐκβοῶσι· χαῖρε, ἡ τῶν οὐρανίων θαλάμων ἐπαπολαύουσα, καὶ Βασιλείας Χριστοῦ· διὸ καὶ ἡμεῖς πιστῶς σοι κράζομεν· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰ ςἡμῶν.




Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ήχος α΄.
Τὴν ἀνάκτων ἁλουργίδα πανσόφως κατέλιπες, καὶ πόνοις ἀσκητικοῖς σεαυτὴν ἐπιδέδωκας, ἔμπλεως ἁγιασμοῦ γενομένη πανεύφημε· ὅθεν καὶ ἡμᾶς ἐκνικῆσαι νῦν καταξίωσον, κόσμον καὶ τὴν σάρκα καὶ τὸν δεινὸν κοσμοκράτορα, καὶ βίον διανῦσαι καθαρὸν καὶ φιλόθεον, τῶν τοῦ Θεοῦ δωρεῶν Θεοδώρα ἐπώνυμε, βασίλισσα σεμνὴ καὶ Ὁσίων ἐγκαλλώπισμα, ταῖς πρὸς τὸν Σωτῆρα δεήσεσι καὶ πρεσβείαις σου.
Δόξα. Ὅμοιον.
Τῶν βασιλίδων τὸ κλέος, ἀσκητριῶν τε ἀγλάϊσμα, τῆς Ἀκαρνανίας τὸ αὖχος, καὶ ἰαμάτων ῥεῖθρον ἀκένωτον` τῶν λυπουμένων καὶ πτωχῶν τὴν προστάτιν, τὴν ἀκτῖνος δίκην, τὴν Αἰτωλίαν ἅπασαν καταφωτίζουσαν, ἐπώνυμον τὴν ὄντως δωρεῶν τῶν τοῦ Θεοῦ, τὴν πάνσεπτον καὶ Ὁσίαν, Θεοδώραν τὴν Βασίλισσαν, δεῦτε οἱ Ἀρταῖοι πάντες πιστῶς, συνελθόντες ὕμνοις τιμήσωμεν` αὐτὴ γὰρ ἀενάως, ὑπὲρ ἡμῶν οὐ παύεται πρεσβεύουσα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.










ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ καὶ τὴν β’ Στιχολογίαν, τὰ Καθίσματα τοῦ Τριωδίου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸ τοῦ Νυμφίου σου, κάλλος ποθήσασα, τὴν ὡραιότητα, σαρκὸς ἐμίσησας, καὶ ἀντὶ δόξης καὶ τρυφῆς ἐκτήσω τὴν ταπείνωσιν, ἥτις σὲ ἀνύψωσε, πρὸς οὐράνιον ἄντυγα· ἔνθα καὶ τετύχηκας, καθαρῶς τῆς ἐφέσεως, καὶ κάλλους εὐπρεπείας καὶ δόξης, ἀδιαδόχου Θεοδώρα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ τῶν πταισμάτων μου, πληθὺς ἀμέτρητος, ἀλλὰ τὸ πέλαγος, τῆς εὐσπλαγχνίας Σου, πᾶσαν διάνοιαν καὶ νοῦν, καλύπτει Θεονύμφευτε· ὅθεν σου τὸ ἔλεος, νικησάτω τὰ πταίσματα, ἔκτεινόν μοι Δέσποινα, δεξιὰν τῷ ἱκέτῃ Σου· ἐπίστρεψον πρός με Κόρη μόνη, ἐλπὶς τῶν ἀπηλπισμένων.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου.
Στ.: Καὶ ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνεν τὰ διαβήματά μου
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον κροτοῦσιν οὐρανῶν τὰ Τάγματα ἐπὶ τῇ μνήμῃ σου, καὶ πάντες ᾄδουσιν οἱ πιστοὶ πανένδοξε, τὴν πληθὺν τῶν θαυμασίων σου, ἣν ἐπλούτησας ἀξίως ἐν Θεῷ τῷ ἐν ὑψίστοις.

Εἶτα, οἱ Κανόνες· τοῦ Τριῳδίου, καὶ τῆς Ὁσίας δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων: Δέχου τὸν ὕμνο(ν) ἐκ ψυχῆς, θεῖον δόμα.
ᾨδὴ α΄. Ἦχος β΄. Ἄτριπτον ἀσυνήθη.
Δύναμις τοῦ Ὑψίστου, παράσχου μοι τὴν δύναμιν οὐρανόθεν, λόγου διδοῦσα ἄφθονον πηγήν, τὴν σεπτὴν βασίλισσαν ἐγκωμιάζοντι.
Ἔφυγες τὰ τοῦ βίου, ἐμφρόνως Θεοδώρα τερπνὰ ὡς ὄναρ, ὡς ἐκλεκτὴ δὲ νύμφη καὶ καλή, οὐρανῶν Βασιλείαν οἰκεῖς βασίλισσα.
Χάριν σου Θεοδώρα, καὶ ἔλεος πηγάζει ὀστῶν ἡ θήκη· οἱ προσιόντες δ’ ἅπαντες πιστοί, νοσημάτων ἴασιν ἀπολαμβάνομεν.
Ὅλον σου Θεοδώρα, ψυχῆς ἰδὼν τὸ κάλλος ὁ σὸς νυμφίος, ἐν κροσσωτοῖς ἐκλάμπον ἀρετῶν, εἰς οὐράνιον παστάδα προσηγάγετο.
Θεοτοκίον.
Στάμνος Σε πάλαι Κόρη, ἐτύπου δεξαμένη τὸ θεῖον μάννα· τὸν γὰρ Θεὸν βαστάσασα γαστρί, τῶν ἀνθρώπων εἰς ἀναγέννησιν τέτοκας.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν βασίλισσαν αἰνέσω Θεοδώραν. Ἰώβ μο(ναχός).
ᾨδὴ α΄.  Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὴν χάριν ὑμνοῦντί σου τῶν θαυμάτων ἀείμνηστε, θεόθεν μοι βράβευσον χάριν τὴν ἄφθονον, καὶ καταύγασον, εὐχαῖς σου Θεοδώρα, νοός μου τὴν ζόφωσιν, λόγον παρέχουσα.
Ἡ θεία τοῦ Πνεύματος, χάρις ἐν σοὶ κατοικήσασα, ναόν σε εἰργάσατο θεῖον βασίλισσα, καὶ κατεύθυνε, ψυχῆς σου τὰς κινήσεις, τὰ θεῖα θελήματα, πράττειν τοῦ κτίσαντος.
Νοός σου ταῖς αὔλαξι, σπόρον τὸν θεῖον εἰσδέδεξαι, καὶ τοῦτον ἐπηύξυσας, ὄμβροις δακρύων σου, ὃν συγκλείσασα, ταῖς θείαις ἀποθήκαις, μισθὸν τὸν οὐράνιον, εὗρες βασίλισσα.
Θεοτοκίον.
Βασίλισσα πέφυκας, τῶν οὐρανίων Δυνάμεων· τὸν Κτίστην γὰρ τέτοκας, τούτων καὶ Κύριον, Ὃν ἱκέτευε, δουλείας με τοῦ πλάνου, ῥυσθῆναι πανάμωμε, τὸν ἀνυμνοῦντά Σε.











ᾨδὴ γ΄. Ἐν πέτρα με τῆς πίστεως.
Ὑφάνασα χιτῶνα τοῦ σωτηρίου, ἀμέμπτῳ πολιτείᾳ ἐξυφασμένον, προσῆλθες ὥσπερ νύμφη Θεοῦ τῶν ὅλων, Ὁσίων τάγμασι σῶμα δουλώσασα, τῆς ψυχῆς τῷ κρείττονι ἀξιώματι.
Τὴν ἄνω Βασιλείαν ἐπιποθοῦσα, τὴν κάτω φθειρομένην σοφῶς παρεῖδες· δραμοῦσα δὲ πρὸς σύστημα Ναζηραίων, σεμνὴ βασίλισσα σπείρεις ἐν δάκρυσι, καὶ τρυγᾷς αἰώνιον ἀγαλλίασιν.
Οἰκτείρας ὁ Δεσπότης βροτῶν τὴν φύσιν, βροτοῖς συνανεστράφη δι’ εὐσπλαγχνίαν, οὗ τὰς εὐεργεσίας μιμησαμένη, σεμνὴ βασίλισσα νόσῳ τοὺς κάμνοντας, θεραπεύεις ἅπαντας ἐπιστασίᾳ σου.
Θεοτοκίον.
Τὸν ἄχρονον ἐν χρόνῳ Σὺ ἀπειράνδρως, ἐν κόσμῳ μόνη τέτοκας ὦ Παρθένε, τῆς φύσεως τῶν νόμων ἐκνικηθέντων· Θεὸν γὰρ ἔτεκες σάρκα γενόμενον, τὸν ὑπερέκεινα δι’ ἀγαθότητα.

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀξίας φθαρτῆς ὑπεριδοῦσα, καὶ πλούτου καὶ δόξης γεηρᾶς, ἐν ταπεινώσει πνεύματος, τῷ Βασιλεῖ καὶ κτίστῃ σου, προσέδραμες βασίλισσα, καὶ δόξαν εὗρες τὴν ἄφθαρτον.
Στολῆς εὐανθοῦς καὶ βασιλείου, ἠλλάξω στολὴν μελεμβαφῆ, μοναστριῶν συστήματι, σαυτὴν ἐμφρόνως μίξασα· ὅθεν θαλάμων ἔτυχες, τῶν οὐρανίων βασίλισσα.
Ἰσχὺν τὴν ἀνίκητον λαβοῦσα, Σταυροῦ Θεοδώρα κατ’ ἐχθρῶν, τῶν νοητῶν ἐχώρησας, καὶ τούτους διολέσασα, νηστείαις καὶ δεήσεσι, νίκης τὸν στέφανον εἴληφας.
Θεοτοκίον.
Λιμένα καὶ τεῖχός Σε καὶ σκέπην, Παρθένε κεκτήμεθα πιστοί· διό Σοι καὶ προσπίπτοντες, δουλοπρεπῶς βοῶμέν Σοι· χαῖρε κατάρας λύτρωσις, καὶ εὐλογίας ἀντίδοσις.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῆς ἐπικήρου καὶ φθαρτῆς βασιλείας, τὸ στασιῶδες καὶ βαρὺ καταλείψασα, τὸν ἐλαφρὸν ἠγάπησας Κυρίου ζυγόν, ὅνπερ ἐπωμάδιον, Θεοδώρα λαβοῦσα, ὅλον σου κατέτηξας, τὸ σαρκίον τοῖς πόνοις· διὸ τῆς ἄνω δόξης ἐντρυφᾷς, βασιλικῶς παρεστῶσα τῷ κτίστῃ σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν ἀνομίαις συλληφθεὶς ὅλως οἴμοι! Κᾂν ἁμαρτίαις γεννηθεὶς ὁ πανάθλιος, ὅλον τὸν βίον ἔζησα αἰσχρῶς ἐν κακοῖς· ὅθεν τὸ κριτήριον, ἐνθυμούμενος φρίττω. Τίνα γὰρ ὑφέξομαι, δικαιοῦντά με λόγον; ἀλλὰ Παρθένε Μῆτηρ τοῦ Θεοῦ, Σύ με πρὸ τέλους, ὡς οἶδας διόρθωσον.



ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ὑπόδικον σεαυτὴν τῷ Θεῷ παραστήσασα, ἐν δάκρυσι ἔβρεχες ὀδυνηροῖς σου τὸ πρόσωπον, θείαν ἀγαλλίασιν, ἐξ οὐρανοῦ δεχομένη παναοίδιμε.
Μακάριος ὁ λαὸς ὁ γινώσκων προστάτιν σε, Θεοδώρα πάνσεμνε ἡ τῶν νοσούντων ἐπίσκεψις· τούτοις γὰρ εἰς ἴασιν, ἐκ πηγῶν τοῦ σωτηρίου νέμεις φάρμακα.
Νεώσασα τὴν ψυχὴν ἐν πόνοις ἀσκήσεως, ὡς ὄμβροις τοῖς δάκρυσι τοῖς ἀενάοις κατήρδευσας, ἄσταχυν βασίλισσα, τῶν ἰαμάτων βλαστάνοντα τὰ χαρίσματα.
Οὐ χρήματα οὔτε δόξης ἀπάτην ἠγάπησας, οὐ δόξαν βασίλειον οὐ τὴν τοῦ κόσμου τερπνότητα, Θεοδώρα πάνσεμνε, ἀλλὰ τὴν μένουσαν δόξαν ἐπόθησας.
Θεοτοκίον.
Ὑμνοῦσί Σε οὐρανῶν αἱ Δυνάμεις πανύμνητε· τὸν κτίστην γὰρ τέτοκας ὑπὲρ αἰτίαν γενόμενον, ἄνθρωπον ἐν μήτρᾳ Σου, ἵνα θεώσῃ δι’ οἶκτον τὸ ἀνθρώπινον.

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Ἰατρεῖον τοῖς νοσοῦσιν ἡ σορὸς τῶν λειψάνων σου, ἀνεδείχθη πᾶσι ῥῶσιν Θεοδώρα παρέχουσα· ὅθεν μετέχοντες πάντες τῶν χαρίτων σου, μεγαλύνομεν, τὸν ἐπὶ γῆς σε δοξάσαντα.
Σκληροτάταις τὸ σαρκίον ἀγωγαῖς κατατήξασα, δάκρυσι καὶ πόνοις ἔζησας ζητοῦσα τὸν Κύριον, ὃν δὲ ἐπόθεις εὑροῦσα χάριν ἔλαβες, τῶν θαυμάτων προχέειν τὴν βρύσιν τοῖς χρήζουσι.
Σὺν τηρήσει θείων νόμων σὺ ἐν γῇ πεπολίτευσαι, σωφροσύνης στήλη, καὶ δικαιοσύνης εἰκόνισμα, τῆς ἐγκρατείας κανών τε ἀκριβέστατος, μοναστρίαις ὀφθεῖσα, σεμνὴ θεοδόξαστε.
Θεοτοκίον.
Ἀνεκφράστως συλλαβοῦσα, ἀποῤῥήτως γεγένηκας, τοῦ Πατρὸς τὸν Λόγον, τέλειον ὀφθέντα Θεάνθρωπον, ὃν ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Κύριον, δογματίζοντες, Σὲ Θεοτόκον κηρύττομεν.











ᾨδὴ ε΄. Ὁ φωτισμὸς τῶν ἐν σκότει.
Νεανικῶς πρὸς παράταξιν ὤφθης τῶν ἐναντίων, δάκρυσι τὸ θεῖον ἱλεουμένη· ὅθεν λαμβάνεις παρ’ αὐτοῦ τὰς ἰάσεις, καὶ διανέμεις πᾶσι τοῖς χρήζουσι, χάριτι θαυμάτων βασίλισσα πάνσεμνε.
Ἐκφαντικαῖς πρὸς Θεὸν θεωρίαις πάντων γηΐνων, φεύγεις ἡδυπάθειαν Θεοδώρα, ἐν ταπεινώσει πρὸς αὐτὸν ἐκβοῶσα· σὺ εἶ Θεός μου σὺ καὶ κραταίωμα, σύ μου κατ’ ἐχθρῶν ἀῤῥαγὲς ἀμυντήριον.
Καταβληθεὶς δυναστείᾳ του πλάνου ἐθανατώθην, κεῖμαι δὲ πρὸς βάραθρον ἀπωλείας· ἀνάστησόν με πεπτωκότων ἡ στάσις, τῆς Θεοδώρας σεπταῖς δεήσεσιν, ἥνπερ ἐν σημείοις ἐδόξασας Κύριε.
Θεοτοκίον.
Χαῖρε σεμνὴ ὁ Ἀρχάγγελος ἔφη ἀρᾶς τῆς πάλαι, λύσασα τὴν λύπην κυοφορίᾳ· χαῖρε θανάτου τὴν πικρᾶν τυραννίδα, καθελοῦσα τῆς ζωῆς τὸν αἴτιον, σάρκα δι’ ἡμᾶς γεγονότα γεννήσασα.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Νοός σου καθαρότητι ψυχῆς σου τὴν εὐγένειαν, ἄμωμον τηροῦσα Θεοδώρα, ἔσοπτρον θεῖον ὤφθης τοῦ Πνεύματος, πᾶσι ταῖς αὐγαῖς φωτοβολαῖς, τῶν κατορθωμάτων σου, πρὸς σὴν μίμησιν ἕλκουσα.
Ἀνύστακτον φέρουσα τὴν ψυχικὴν λαμπάδα σου, ὅλον σου τὸν βίον θεαρέστως, ἤνυσας ὄντως θεομακάριστε, πάντων ἀλογήσασα τερπνῶν, εἶχες γὰρ τὸ ἔλαιον, ἐν ἀγγείῳ τοῦ Πνεύματος.
Ἰστίῳ τοῦ Πνεύματος τὴν κοσμικὴν διέπλευσας, θάλασσαν ἀβρόχως Θεοδώρα, δόξης ματαίας μὴ ποντισθεῖσα βυθῷ, μᾶλλον πρὸς λιμένα δὲ ζωῆς, εὔδιον ὁρμήσασα, τὸ οὐράνιον πάνσεμνε.
Θεοτοκίον.
Νοεῖν οὐ δεδύνηνται τὴν ἄφραστον λοχείαν Σου, τάξεις τῶν Ἀγγέλων Θεοτόκε· μόνη γὰρ ὤφθης ἅγιον σκήνωμα, ᾧπερ ἐνοικήσας ὁ Θεός, σάρκα ἀνελάβετο, καὶ θεοῖ με δι’ ἔλεον.














ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ψαλμικῶς ὥσπερ φοίνιξ ἐξήνθησας, ἄνθος ἀρετῶν τῷ οἴκῳ τοῦ Κυρίου σου, τῶν σῶν θαυμάτων φαίνουσα, τὸν καρπὸν Θεοδώρα τοῖς κάμνουσι.
Ὑπερήρθης δυσὶν ὥσπερ πτέρυξι, ταῖς τῶν ἀγαθῶν θεωρίαις καὶ πράξεσι, καὶ πρὸς νυμφῶνας ἔδραμες, οὐρανῶν Βασιλείας βασίλισσα.
Χαρισμάτων ἐπλήσθης τοῦ Πνεύματος, θείαις ἐργασίαις τὸν βίον κοσμήσασα, ἐν αἷς χαρίτων πέλαγος, τοῖς πιστοῖς Θεοδώρα γεγένησαι.
Θεοτοκίον.
Ὑψωθεὶς λογισμῷ τῆς θεώσεως, πάλαι ὁ Πρωτόπλαστος εὗρε τὸν θάνατον, ἐκ Σοῦ δὲ Θεὸς δὲ πάναγνε, τὸν βροτὸν ἐνδυθείς με ἐθέωσε.

Ἕτερος. Ἐβόησε προτυπῶν.
Ἐν ὕδασι φυτευθεῖσα τοῖς λόγοις τοῦ Πνεύματος, Θεοδώρα ὥσπερ φοίνιξ ὑψώθης κατάκοσμος, ἀρετῶν τοὺς πόνους, ὡς καρποὺς τῷ Θεῷ προσενέγκασα.
Σταλάζει σου γλυκασμὸν Θεοδώρα τὰ λείψανα, ψυχικὴν τὴν πικρίαν τῶν νοσούντων διώκοντα, καὶ πιστῶς εὐφραίνει, ἀνυμνεῖ τὸν σὲ μεγαλύναντα.
Ὡς εὔσταχυ τῆς ψυχῆς σου τὸ λήϊον πέφυκε! Τῶν θαυμάτων τὴν πληθὺν Θεοδώρα τοῖς χρήζουσιν, ὥσπερ σῖτον νέμον, τὸν στηρίζοντα ψυχὰς τῶν τιμώντων σε.
Θεοτοκίον.
Θεότητος ἐν γαστρί Σου τὸ πῦρ ἀπειρόγαμε, συλλαβοῦσα θαυμαστῶς οὐκ ἐφλέχθης ἀλλ’ ἔμεινας, ὥσπερ ἧς πρὸ τόκου, ἀδιάφθορος ὅλη καὶ ἄφλεκτος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὴν ὑπὲρ φύσιν ἀληθῶς ἐν γῇ βιώσασαν, τὴν οὐρανόφονα πιστοὶ σεμνὴν βασίλισσαν, εὐφημήσωμεν ἐν ὕμνοις εὐσεβοφρόνως· ὡς γὰρ ἔχουσα τὸν βίον ἀπαράμιλλον, καὶ θαυμάτων τὴν ἐνέργειαν ἀπείληφεν· ὅθεν κράζομεν· χαῖρε δόσις θεόσδοτος.
Ὁ Οἶκος.
Ἄγγελος ἐξ ἀνθρώπων ἀνεφάνης Ὁσία, ζηλώσασα τὸν βίον Ἀγγέλων· διὸ σὺν προθυμίᾳ ψυχῆς, προσερχόμενοί σου τῇ σορῷ πάνσεμνε, τιμῶμέν σε κράζοντες καὶ ᾄδοντες ἐν λόγοις ταῦτα·
Χαῖρε, ἀκτὶς σκοτουμένων βίῳ·
χαῖρε, ῥανὶς καυσουμένων νόσῳ.
Χαῖρε, μετανοίας τὸν τύπον ἐγγράφουσα·
χαῖρε, ἁμαρτίας τὸν ῥύπον ἐκπλύνουσα.
Χαῖρε, βρύσις ἀνεξάντλητος, ἰαμάτων χορηγός·
χαῖρε, κλῆσις περιλάλητος, μοναζόντων φωτισμός.
Χαῖρε, ὅτι λιμένα σωτηρίας ἐμφαίνεις·
χαῖρε, ὅτι χειμῶνα τῶν παθῶν ἀναστέλλεις.
Χαῖρε, κρατὴρ δακρύων ἀείροος·
χαῖρε, δοτὴν θαυμάτων ἀκάματος.
Χαῖρε, Χριστὸν ἐκζητήσασα πίστει·
χαῖρε, χρυσοῦ μυσαχθεῖσα τὴν φύσιν.
Χαῖρε, δόσις θεόσδοτος.

Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Θεοδώρας, τῆς Βασίλισσας Ἄρτας.
Κἄν σου βασιλίς, κρύπτει τὸ σῶμα τάφος,
Χριστὸς πᾶσι φαίνει σε, θαυματουργίαις.
Ἐνδεκάτῃ κρύψε Θεοδώραν λάας κλεινήν.
Ἡ ἀοίδιμος αὕτη καὶ μακαρία βασιλὶς Θεοδώρα, τὸ μὲν γένος εἷλκεν ἐξ ἡλίου ἀνατολῶν· γεννήτορες δὲ αὐτῆς Ἰωάννης καὶ Ἑλένη. Τὰ δὲ κατ’ αὐτὴν ἔσχεν οὕτως· Ἀλεξίου τοῦ ἐκ φυλῆς τῶν Κομνηνῶν κατηγμένου Ῥωμαίων βασιλεύοντος, Μιχαὴλ μὲν ὁ Κομνηνός, ὁ καὶ πρὸς γένους αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς ἀγγελωνύμοις βασιλεῦσι διαφέρων, τὴν ἀρχὴν τῆς Πελοποννήσου πιστεύεται· Σεναχηρεὶμ δὲ πρὸς Αἰτωλίαν καὶ Νικόπολιν ἀποστέλλεται· δυσὶ πρότερον οὗτοι πρωτεξαδέλφαις συζευχθέντες, ταῖς καθ’ αἷμα γνησίαις τῷ βασιλεῖ. Ἰωάννης δὲ ὁ τῆς μακαρίας Θεοδώρας πατήρ, ᾧ Πετραλίφης τὸ ἐπώνυμον, γένους δὲ περιφανοῦς καὶ λαμπροῦ, γυναικὶ μὲν καὶ αὐτὸς παρὰ βασιλέως συζεύγνυται, τῶν ἐν Κωνσταντινουπόλει τὰ πρῶτα φερόντων ἐκ γένους οὔσῃ· σεβαστοκράτωρ δὲ Ῥωμαίων τιμηθείς, τῆς Μακεδονίας καὶ Θεσσαλίας κατάρχειν ἀποκαθίσταται. Ἀλλά, τῇ Θεοῦ παραχωρήσει Λατίνων φεῦ!, τῆς Κωνσταντίνου κρατησάντων, ᾐχμαλώτευται μὲν παρ’ ἐκείνων σὺν ἄλλοις πολλοῖς καὶ ὁ βασιλεὺς Ἀλέξιος. Ἐκτυφλοῦται δὲ Λάσκαρις ὁ παῖς ἐν τῇ Ἀνατολῇ, παρὰ Μιχαὴλ τοῦ Παλαιολόγου, τοῦ τὴν βασιλείαν τότε δραξαμένου· καὶ λοιπὸν ἐπλήσθη τὰ παντα ταραχῆς καὶ συγχύσεως. Σεναχηρεὶμ οὖν καὶ αὐτὸς ἐπιβουλευθεὶς παρὰ τῶν Νικοπολιτῶν, τὸν Κομνηνὸν Μιχαὴλ εἰς βοήθειαν προσεκαλέσατο· μήπω δ’ ἐκείνου φθάσαντος, δολοφονεῖται Σεναχηρείμ. Μιχαὴλ μέντοι παραγενόμενος, τοὺς φονεῖς κτείνει πάντας, λαμβάνει δὲ τὴν ἐκείνου γυναῖκα Μελισσηνήν· ἔφθασε καὶ γὰρ τὴν ἰδίαν γυναῖκα νόμῳ θανάτου ἀποβαλέσθαι· καὶ λοιπὸν πᾶσαν τὴν περιουσίαν Σεναχηρεὶμ σὺν τῇ ἀρχῇ ἑαυτῷ περιποιεῖται. Ὃς δὴ Κομνηνὸς ἐκ τῆς Κωνσταντινουπόλεως τοῦ στόλου τῶν Λατίνων κατερχομένου καὶ τῷ τῆς Σαλαγορᾶς λιμένι οὑτωσὶ ἐπικληθέντι προσορμίσαντος, τὸν βασιλέα Ἀλέξιον μὴ γνωριζόμενον, ὡς ἀνδράποδον παρ’ ἐκείνων εἰς χάριν ἔλαβε καὶ ἀπέλυσε, πολλαῖς πρότερον αὐτοὺς δεξιωσάμενος δωρεαῖς· ἐξ οὗ βασιλέως εἰς κλῆρον ἐδόθη αὐτῷ τε τῷ Μιχαὴλ καὶ τοῖς ἐξ αὐτοῦ ἡ λαχοῦσα τότε τῆς ἡγεμονίας ἀρχή. Γεννῶνται τοίνυν αὐτῷ ἐκ τῆς Μελισσηνῆς υἱοὶ τέσσαρες, Μιχαὴλ ὁ Δούκας, Θεόδωρος, Μανουὴλ καὶ Κωνσταντῖνος. Μιχαὴλ δὲ ὁ τῶν υἱῶν πρῶτος μετὰ τὴν τοῦ πατρὸς τελευτὴν πᾶσαν τὴν ἐκείνου ἀρχὴν διεζώσατο· ἀνὴρ δραστήριος καὶ ὀξὺς νοῆσαι καὶ πραγμάτων ἐμπειρότατος οἰκονόμος. Ὃς δὴ Βελλάγραδά τε καὶ Ἰωάννινα καὶ τὴν Βόνιτσαν ἐκτήσατο· τὴν νῆσον τῶν Κορυφῶν καὶ Δυῤῥάχιον καὶ Ἀχρίδα καὶ πᾶσαν τὴν Βλαχίαν καὶ τὴν Ἑλλάδα περιεποιήσατο καὶ εἰς πολὺ πλάτος ἐπέτεινε τὴν ἀρχήν. Ἀλλὰ ταχέως καὶ οὗτος ἔργον ῥομφαίας γενόμενος ἐξ ἀνθρώπων ἐγένετο, τὸν ἴδιον αὐτάδελφον Θεόδωρον τὸν Δούκαν διάδοχον ἑαυτοῦ καταλιπών. Ὃς δὴ Θεόδωρος βρεφύλλιον τὸν ἐκ τοῦ ἰδίου ἀδελφοῦ Μιχαὴλ τὸν Δούκαν εὑρηκώς, παρεῖδε μὲν τοῦτον ὡς ἀτελῆ, τὴν ἀρχὴν δὲ πᾶσαν δραξάμενος καὶ ἐπὶ εὐτυχίᾳ πραγμάτων ἀρθείς, δόλον κατὰ τοῦ παιδὸς ἐμελέτησεν, ὅνπερ ἡ μήτηρ αἰσθομένη προέλαβε, διαπεράσασα μετὰ τοῦ νηπίου ἐν τῇ νήσῳ τοῦ Πέλοπος.
Θεόδωρος δὲ δοκιμώτατος ἐν μάχαις φανείς, καὶ τὴν Θεσσαλονίκην ἐλευθερώσας τῆς λατινικῆς τυραννίδος, βασιλεὺς ἀνηγόρευται καὶ πάντων τῶν δυτικῶν ἕως αὐτῆς ἐκράτησε Χριστουπόλεως. Ὁ μέντοι σεβαστοκράτωρ Πετραλίφης, υἱοὺς γεννήσας ἐν Θεσσαλίᾳ καὶ τὴν ἀείμνηστον ἀπέτεκε Θεοδώραν καὶ τὸν βίον ἐν Χριστῷ καταλύσας, τὴν ἰδίαν ἀρχὴν τοῖς υἱέσι κατέλιπεν, οἳ καὶ τῷ βασιλεῖ Θεοδώρῳ δεξιῶς τελοῦντες, τὴν ἰδίαν ἀδελφὴν κατέλιπεν, οἳ καὶ τῷ βασιλεῖ Θεοδώρῳ δεξιῶς τελοῦντες, τὴν ἰδίαν ἀδελφὴν νηπιάζουσαν, ὡς κόρην ἐφύλαττον ὀφθαλμοῦ. Τί τὸ μετὰ ταῦτα; Τῇ Ζαγορᾷ Θεόδωρος ἐπιστρατεύσας ὁ βασιλεύς, πόλεμον ἐποίει κατὰ Ἀσὰν τοῦ βασιλέως Βουλγάρων καὶ νικηθεὶς παρ’ ἐκείνου χειροῦται καὶ τοὺς ὀφθαλμοὺς στερεῖται. Μιχαὴλ δὲ εἰς νεανίας ἤδη τελῶν, τῆς ἐξορίας ἀνακαλεῖται καὶ τὴν πατρικὴ πᾶσαν παραλαβὼν ἀρχήν, τῇ Βλαχίᾳ ἐπιδημεῖ καὶ περὶ τὸ κάστρον Σέρβιον γενόμενος, τὴν καλὴν βλέπει νεάνιδα Θεοδώραν, ἧς ἄκρως ἁλούς, τοῖς ἀδελφοῖς συμφωνεῖ Πετραλίφαις καὶ ταύτην νομίμῳ γάμῳ λαβών, εἰς Ἀκαρνανίαν ἀτείχιστον τότε οὖσαν σὺν αὐτῇ λαμπρῶς ἐπανέζευξεν. Ἀλλ’ ὁ μὲν τῆς ίδίας ἦν φροντίζων ἀρχῆς, Θεοδώρα δὲ οὐ παρεσύρη τῇ δόξῃ, οὐχ ἑάλω τῇ νεότητι οὔτε μὴν πρὸς τρυφὰς οἶδε κατασπαταλᾶν, ἀλλ’ οὐδὲ τῷ τῆς ἀρχῆς ὄγκῳ ἐπήρθη· τῷ Θεῷ δὲ μᾶλλον ἔγνω προσκεῖσθαι καὶ ἀρετῆς ἐπιμελεῖσθαι, σωφρόνως ζῆσαι, ταπεινοφροσύνην ἀσπαζομένη, ἀοργησίαν, ἀγάπην, πραότητα, συμπάθειάν τε καὶ ἐλεημοσύνην, ὡς ἄλλος οὐδεὶς κατορθοῦσα καὶ τὸν Θεὸν ὁλοψύχως διὰ παντὸς θεραπεύουσα. Οὐκ ἔφερε δὲ πάντως ὁρᾶν ταῦτα ὁ τῶν δικαίων ἐχθρός, οὐδὲ τὴν καλὴν ταύτην τῆς νεάνιδος ὁδὸν βλέπειν ἠνέσχετο· ἀλλ’ ὅλος ὁπλίζεται κατ’ αὐτῆς καὶ θηλυμανίαις τὸν ἄνδρα καταμαλάξας, πειρασμὸν τῇ μακαρίᾳ ἐγείρει τῶν πώποτε μνημονευσομένων δεινότατον. Γυναικὶ γάρ τινι ἐξ εὐγενῶν, Γαγγρηνῇ τὸ ἐπωνυμον, πορνικῶς ὁ Μιχαὴλ ἐπιμανεὶς καὶ τὸ τῆς αἰσθήσεως ὑγιὲς μαγίαις ὑπ’ ἐκείνης ὑποκλαπείς, μῖσος ἄσπονδον κατὰ τῆς ἰδίας ἐκτήσατο γυναικός. Καὶ ταύτην ἀπωσάμενος, τὴν μαινάδα φρενοβλαβῶς συνηγάγετο, τοῖς ὑπηκόοις ὅρον θέμενος μὴ προσκεῖσθαι τῇ Θεοδώρᾳ, μὴ θεραπείας ἀξιοῦν ταύτην τινὸς μητὲ μὴν ἐπὶ γλώσσης αὐτῆς φέρειν τὸ ὄνομα. Τούτοις γενναία τοῖς δεινοῖς ἐμπεσοῦσα, οὐκ ἐσαλεύθη ὅλως τὸν λογισμόν, οὐδὲ παρετράπη τῆς ἀγαθῆς πολιτείας· ἀλλ’ ὅλη ὡς ἀδάμας ἦν καρτεροῦσα καὶ τὸν Θεὸν ὁμοίως θεραπεύουσα· ξενιτευομένη δὲ κρύει καὶ καύσωνι, αἴθριος ταλαιπωροῦσα, λιμῷ τε καὶ δίψῃ καὶ τῇ λοιπῇ κακουχίᾳ πιεζομένη καὶ ὑπὸ στέγην εἰσελθεῖν ἐπιθυμοῦσα. Ἐπὶ πέντε οὖν ἔτεσι τοῖς ἀπείροις δεινοῖς προσπαλαίσασα, οὐδὲν ἐφθέγξατο ἀγενὲς οὔτε μὴν κατωλιγώρησε ῥῆμά τι πρὸς Κύριον εἰπεῖν, ἀλλ’ ἔτι μᾶλλον πρὸς ἀρετὴν ἐπετείνετο καὶ πρὸς αὐτὸν ὑψοῦτο καθ’ ἑκάστην, ἑαυτὴν δι’ ὑπομονῆς ἀνάγουσα, φέρουσα καὶ βρέφος ἐν ταῖς χερσίν, ὅπερ ἐκβληθεῖσα εἶχεν ἐγγάστριον. Ἱερεὺς δέ τις ἐκ χωρίου Πρενίστης, λαχανευομένην ἐν ἀγρῷ ταύτην εὑρὼν καὶ τὸ βρέφος βαστάζουσαν, ὅρκοις ἐπύθετο τὸ ἑαυτῆς εἰπεῖν ὄνομα· καὶ γνοὺς ἥτις ἦν, ταύτην οἴκάδε φέρων κατέκρυψε, πάσης ἐπιμελείας ἀξίωσας. Τῶν οὖν μεγιστάνων καὶ τὰ πρῶτα παρὰ Μιχαὴλ τῷ Δούκᾳ φερόντων αἴφνης ἁρπασάντων τὴν κακόσχολον ἐκείνην γυναῖκα καὶ ἀπαιωρησάντων, ἡ πονηρὰ πᾶσα εἰς φῶς ἤχθη πρᾶξις· καὶ ἐν τῷ νῷ γενόμενος ἐνεσείσθη ὁ Μιχαήλ, τὴν μακαρίαν αὖθις ἠγάγετο· καὶ λοιπὸν ἐπλήσθη χαρᾶς τὰ πάντα καὶ ἀγαλλιάσεως. Διῆγον οὖν ἄμφω τὸν βίον ἐν εἰρήνῃ καὶ ἀγάπῃ τῇ κατὰ Θεόν, τῆς ἑαυτῶν ἐπιμελούμενοι σωτηρίας, ἀξιώματι Δεσποτῶν τιμηθέντες καὶ παῖδας τεκόντες καὶ πρὸς ὕψος μεγίστης εὐκλείας ὑπεραρθέντες καὶ τὴν πρὸς ἀρετὴν ἁμιλλώμενοι καλὴν ἀμφότεροι ἅμιλλαν. Τὸν μέντοι Δεσπότην καὶ σύνευνον ἡ ἀοίδιμος Θεοδώρα, τὰς περικαλεῖς καὶ εὐαγεῖς ἰδοῦσα συστησάμενον δύο μονάς, τὴν τῆς Παντανάσσης φημί, καὶ τῆς Παναγίας ἐπικεκλημένης, τῷ μεγαλομάρτυρι καὶ αὐτὴ Γεωργίῳ θεῖον ἀνήγειρε σεμνεῖον καὶ εἰς γυναικεῖον τοῦτο συνεστήσατο. Τοῦ συνεύνου δὲ καὶ Δεσπότου Μιχαὴλ καλῶς καὶ θεοφιλῶς βιώσαντος καὶ πρὸς μονὰς μεταστάντος τὰς οὐρανίους, τὸ τῶν μοναχῶν καὶ αὐτὴ εὐθὺς περιβάλλεται σχῆμα· καὶ χρόνοις ἐπιβιοῦσα, τὸν ναὸν μὲν παντοίως κατεκόσμει καὶ ἀναθήμασι καὶ σκεύεσι καὶ πέπλοις κατεκάλλυνε. Προσετίθει δὲ καὶ τῷ βίῳ, τοῖς πόνοις ἑαυτὴν ἐγγυμνάζουσα καὶ τὸν τῶν ἀρετῶν καρπὸν ἐπαύξουσα, ἀγρυπνίαις καὶ στάσεσι παννύχοις σχολάζουσα, ψαλμοῖς καὶ ὕμνοις προσομιλοῦσα, τὸ σῶμα νηστείαις κατατήκουσα καὶ πάσαις ταῖς ἀδελφαῖς ἀῤῥαθύμως δουλεύουσα, ἀδικουμένων προϊσταμένη, ὀρφανῶν καὶ χηρῶν ἀντιλαμβανομένη, πτωχοῖς ἐπικουροῦσα, θλιβομένους παραμυθουμένη, καὶ πᾶσι γενομένη τὰ πάντα ἐν ταπεινώσει καρδίας. Ἐπεὶ δὲ καὶ τὴν αὐτῆς προέγνω τελευτήν, δάκρυσιν ᾐτήσατο τῇ πανάγνῳ Θεομήτορι καὶ τῷ πανενδόξῳ Μάρτυρι Γεωργίῳ ἑξαμηναῖον αὐτῇ πρὸς Θεὸν διαπρεσβεύσασθαι χρόνον πρὸς τὴν τοῦ ναοῦ τελείαν ἀπάρτισιν, ὃ καὶ γέγονε. Καὶ τοῦ καιροῦ φθάσαντος, τὰς ἀδελφὰς προσεκαλέσατο, καὶ περὶ ὧν ἔδει καλῶς ἐντειλαμένη καὶ ταύταις ἐπευξαμένη σωτηρίαν, χαίρουσα τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ παρέθετο· καὶ κατετέθη ἐν αὐτῇ τῇ παρ’ αὐτῆς ἀνεγερθείσῃ μονῇ. Τοῦ Θεοῦ δὲ ταύτην δοξάσαντος ὕστερον, πολλῶν καὶ μεγίστων θαυμάτων ὤφθη αὐτουργός, ἀσθενείας καὶ νόσους τῶν προστρεχόντων αὐτῇ ἰατρεύουσα καὶ δαίμονας ἐξ ἀνθρώπων ἐλαύνουσα, καὶ ποικίλα πάθη ἀνίατα καθεκάστην θεραπεύουσα. Ἐθεράπευσε δὲ καὶ καρκίνου πάθος καὶ ἕτερα φρικτὰ πεποίηκε καὶ εἰς ἔτι φαίνεται ποιοῦσα, ὧν οὐκ ἔστιν ἀριθμός· οὐ μόνον γὰρ τοῖς ἐν τῷ σεπτῷ αὐτῆς τάφῳ προσπίπτουσιν, ἀλλὰ καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν καὶ ἐν θαλάσσῃ καὶ ἐν νήσοις φθάνει ἐπικληθεῖσα καὶ τοῖς πέρασι θερμῶς βοηθοῦσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σωφρονίου, Πατριάρχου Ἱεροσολύμων.
Ἔσπευδε τηρεῖν καὶ κεραίαν τοῦ νόμου,
Ὁ Σωφρόνιος, οὗ παρ’ οὐρανοῖς κέρας.
Οὗτος, ὁ μέγιστος τῆς Ἐκκλησίας φωστήρ, χώρας μὲν ἔφυ Φοινίκης Λιβανοστεφάνου, πόλεως δὲ Δαμασκοῦ, εὐσεβῶν καὶ σωφρόνων γονέων τέκνον, πατρὸς μὲν καλουμένου Πλινθᾶ, μητρὸς δὲ Μυροῦς· ἐντεῦθεν εὐφυΐᾳ φύσεως τὴν ἐπιμέλειαν κερασάμενος, ὑπερφυῶς ἐπιστημῶν ἁπασῶν τὸ κράτος ἀνεδήσατο. Ἔτι δὲ τὴν Δαμασκὸν οἰκῶν, πᾶσαν ἀρετήν, τὴν ἐν ταῖς ἐρήμοις πραττομένην, μετήρχετο. Ἔπειτα τὴν μάνδρα τοῦ μεγάλου Θεοδοσίου καταλαμβάνει· ἐν ᾗ σχολάζων, καὶ τῷ Θεῷ ἐν ἡσυχίᾳ συγγινόμενος, τῇ τῶν θείων Γραφῶν μελέτῃ τὴν καρδίαν καὶ τὸν νοῦν κατωχύρωσε, πᾶν νόημα αἰχμαλωτίσας εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἔπειτα περισσοτέρας γλιχόμενος παιδείας καὶ φιλοσοφίας, ἐπὶ τὴν Ἀλεξάνδρου μεγαλόπολιν ἀποπλεῖ· καὶ Ἰωάννῃ, ἀξιολόγῳ τινὶ περιτυχὼν ἀνδρί, πάσης σοφίας καὶ συνέσεως πεπληρωμένῳ, τούτῳ γίνεται σύσκηνος καὶ ὁμορόφιος, ὁμοδίαιτος καὶ ὁμογνώμων, τὰ παρ’ ἐκείνου λαμβάνων, καὶ μεταδιδοὺς τὰ σφέτερα. Ἔνθα τοὺς ὀφθαλμοὺς ἐπίχυσιν παθών, ὑπὸ τῶν Ἁγίων Κύρου καὶ Ἰωάννου θεραπεύεται, καὶ τῆς ἰατρείας ἀπαιτεῖται μισθόν, τὰ καθ’ ἑκάστην παρ’ αὐτῶν τελούμενα θαύματα γραφῇ παραδοῦναι. Καὶ μέν τοι καὶ παρέδωκεν.
Ἔπειτα ἐπίσκοπος Ἱεροσολύμων, διὰ τὸ ὑπερανεστηκὸς τοῦ βίου καθίσταται· καὶ τῆς Ἁγίας Πόλεως Ἱερουσαλὴμ ὑπὸ τῶν ἀλιτηρίων Περσῶν ἁλούσης, εἰς Ἀλεξάνδρειαν πρὸς τὸν μέγαν Ἰωάννην τὸν Ἐλεήμονα παραγίνεται, τηνικαῦτα τὸν Ἀποστολικὸν ἐκεῖνον θρόνον ἰθύνοντα· οὗ πρὸς τὴν μακαρίαν λῆξιν ἀπάραντος, τὸν ἄπειρον αὐτοῦ τῆς ἐλεημοσύνης θησαυρόν, καὶ τοῦ βίου τὸ ὑψηλόν, διὰ τοῦ ἐγκωμιαστικοῦ λόγου ἀνεδίαξε, πολλὰ καὶ αὐτὸς τὸν μακάριον ἐκεῖνον θρηνήσας.
Ἐπεὶ δὲ αὖθις πρὸς τὴν Ἁγίαν Πόλιν ὑπέστρεψεν, οὐκ ἔστιν εἰπεῖν μεθ’ ὅσης φροντίδος καὶ πόνου τὴν λαχοῦσαν αὐτῷ Ἐκκλησίαν ἐποίμανεν· οὐδαμῶς γὰρ δέδωκεν ὕπνον τοῖς ὀφθαλμοῖς αὐτοῦ, οὐδὲ τοῖς βλεφάροις νυσταγμόν· οὐδὲ γὰρ κατὰ δαιμόνων ἦν αὐτοῦ ἡ πάλη μόνον, ἀλλὰ καὶ κατὰ τῶν αἱρετιζόντων, οὓς Γραφικαῖς ἀποδείξεσι, καὶ Πατρικαῖς παραδόσεσιν ἀνατρέπων, καὶ μέντοι καὶ οἰκείαις διδασκαλίαις, φρούδους ἀπετέλει. Καὶ ἄλλα δὲ πλεῖστα, λόγου καὶ μνήμης ἄξια συγγράμματα, τῇ Ἐκκλησίᾳ καταλέλοιπε, βιοῦν ὀρθῶς ἐκδιδάσκοντα, καὶ κατὰ τὸ Θεῷ δοκοῦν πολιτεύεσθαι· ὧν ἐστι τὸ ὑπερθαύμαστον διήγημα τῆς ἐν γυναιξὶν ἰσαγγέλου Μαρίας τῆς Αἰγυπτίας, τῆς ὑπὲρ ἀνθρωπίνην φύσιν ἐρημικοὺς ἀγωνισαμένης ἀγῶνας. Οὕτω καλῶς καὶ θεοφιλῶς αὐτὸς βιώσας, καὶ ἄλλους ἐκδιδάξας, καὶ στόμα Χριστοῦ χρηματίσας, καὶ ὁσίως τὸ δοθὲν αὐτῷ ποίμνιον ἰθύνας ἐν χρόνοις τρισίν, ἐν εἰρήνῃ πρὸς τὸν Θεὸν μεθίσταται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πιονίου τοῦ Πρεσβυτέρου καὶ Σαβίνας.
Ἐκ γειτόνων εἶ, Γεώργιε, κἀνθάδε,
Κἀκεῖθεν, οἶμαι, Χριστομύστη, Παρθένῳ.
Οὗτος ἦν τῆς ἐν τῇ Σμύρνῃ Ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας Πρεσβύτερος, κατὰ τοὺς καιροὺς Δεκίου τοῦ βασιλέως· συνελήφθη δὲ μετὰ καὶ ἑτέρων. Καὶ πρῶτον μὲν ἄγεται παρὰ Πολέμονα τὸν νεωκόρον, πρὸς ὃν διηνέχθη περὶ τῆς θρησκείας, Γραφικαῖς ἀποδείξεσι καὶ ἱστορικαῖς, ὅτι πιστοῦται παρὰ τῶν ἤδη γεγονότων τὰ ἐσόμενα, καὶ ὅτι ὁ Θεὸς διὰ πυρὸς δοκιμάζειν μέλλει τὰ τῶν ἀνθρώπων ἔργα· καὶ παρατίθησιν εἰς πίστιν τὰς πυρίνους σταγόνας, αἷς τὴν Σοδόμων γῆν ἀπετέφρωσε, καὶ τὰς πολλαχοῦ τοῦ πυρὸς ἀναβλύσεις. Εἶτα παρ’ Ἐλπίδιον τὸν ἄρχοντα, συνεδρεύσαντα τῷ νεωκόρῳ, ὁ Ἅγιος ἄγεται· ὕστερον δὲ παρὰ Κυντιλιανῷ τῷ ἀνθυπάτῳ γενόμενος, τὴν διὰ πυρὸς λαμβάνει τελείωσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου καὶ Θαλλοῦ, τῶν ἐν Νικομηδείᾳ.
Θάλλουσαν εὗρον ἐν πόλῳ τροφὴν ξένην,
Θαλλός τε καὶ Tρόφιμος ἀθληταὶ δύω.
Ἐν ταῖς ἡμέραις Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων, ἡγεμονεύοντος Ἀσκληπιοῦ ἐν Λαοδικείᾳ, διωγμὸς γέγονε κατὰ τῶν χριστιανῶν· καὶ κρατηθέντες οἱ Ἅγιοι Μάρτυρες Τρόφιμος καὶ Θαλλός, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐλιθοβόλησαν ἐπὶ ὥρας ἱκανάς· τοῦ δὲ Θεοῦ περιφρουροῦντους αὐτούς, ἔμειναν ἀβλαβεῖς. Τοῦτο θεασάμενος ὁ ἄρχων καὶ οἱ σὺν αὐτῷ, αἰδεσθέντες, εἴασαν αὐτοὺς πρὸς μικρὸν διάγειν ἀτιμωρήτους· καὶ πάλιν διαβληθέντες, παρέστησαν τῷ κριτηρίῳ· καὶ τὸν Χριστὸν μετὰ παῤῥησίας Θεὸν εἶναι ἀληθινὸν ἐνώπιον πάντων ὁμολογήσαντες, τὰ δὲ εἴδωλα κωμῳδήσαντες, καὶ τοὺς τυράννου ἐλέγξαντες, εἰς ὀργὴν αὐτοὺς ἐκίνησαν. Διὸ καὶ γυμνοὺς ἐπὶ ξύλου κρεμάσαντες, τὰς σάρκας αὐτῶν εὐτόνως κατέξεσαν· οἱ δὲ Ἅγιοι προσευχόμενοι, καὶ τοὺς Ἕλληνας μυκτηρίζοντες, ἐξέμηναν αὐτὸν τὸν ἄρχοντα. Διὸ καὶ ψηφισάμενος κατ’ αὐτῶν, ἐν σταυρῷ κρεμασθῆναι αὐτοὺς προσέταξεν.
Ἀπερχομένων δὲ αὐτῶν ἐπὶ τὸν προκείμενον τόπον, πολὺ πλῆθος λαοῦ ἠκολούθησεν αὐτοῖς· καὶ σταυρωθέντες προσηύχοντο, καὶ ὡμίλουν τῷ λαῷ τὰ εἰς ψυχὴν συντείνοντα. Οἱ δὲ λαοὶ ἔσπευδον προσψαῦσαι τοῖς ἱεροῖς τῶν Ἁγίων σώμασιν, οἱ μὲν σταγόνας αἱμάτων, οἱ δὲ σουδάρια, ἄλλοι δακτυλίους, καὶ ἕτερα δή τινα εἴδη ἐλάμβανον, εὐλογίας χάριν, καὶ εἰς ἀποτροπὴν παντὸς ἐναντίου. Τότε οἱ Ἅγιοι, εὐλογήσαντες καὶ προπέμψαντες πάντας, τὰς ἁγίας αὐτῶν ψυχὰς τῷ Θεῷ παρέθεντο. Τινὲς δὲ τῶν εὐσεβῶν, τὰ τῶν Ἁγίων λαβόντες λείψανα, μύροις ἀλείψαντες, καὶ ὀθονίοις εἱλήσαντες, κατέθεντο ἐν τῷ Ναῷ· καὶ προσελθοῦσα τοῦ ἄρχοντος Ἀσκληπιοῦ ἡ γυνή, καὶ μυρίσασα τὴν τῶν Ἁγίων Μαρτύρων θήκην, ὀθόνην πολλοῦ ἀξίαν ἄνωθεν τῆς θήκης ἐφήπλωσεν. Ὕστερον δέ τις Ζώσιμος, καὶ Ἀρτέμιος, ἄνδρες εὐλαβεῖς καὶ πιστοί, τῶν Ἁγίων συμπολῖται ὄντες, τὴν τῶν λειψάνων θήκην ἀναλαβόντες, καὶ εἰς τὴν αὐτῶν πόλιν κομισάμενοι, Στρατονίκην καλουμένην, πρὸ μιλίου ἑνὸς ἐν τοῖς Λατομίοις κατέθεντο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γεωργίου, τοῦ ἐν τῇ Λαύρᾳ τοῦ Ἀρσελᾷ, ἐν τῇ Σιναϊτῶν Πατερών γῆν ἀσκήσαντος.
Πῶς ἂν διῆλθες πλέθρα γῆς τάχος τόσα;
Εἰ μὴ ἄσαρκος, ὥς τις ἧς, πάτερ, βίῳ;
Οὗτος, ἔζησε τὰ χρόνια τοῦ εὐσεβοῦς αὐτοκράτορος Ἰουστιανιανοῦ, τὸν 6ον αἰῶνα, ἐπὶ Πατριάρχου Ἱεροσολύμων Πέτρου, εἰς τὸν ἀπαράκλητον καὶ ἀνυδρον τόπον τῶν σπηλαίων τοῦ Ἀρσελᾶ, τόπον κείμενον ἀνατολικὰ τῆς Μονῆς τοῦ Σινᾶ καὶ ἀπέχοντα διὰ πεζοπορίας ἐπὶ τραχέως ἐδάφους, περισσότερον ἀπὸ δέκα ὥρας. Οὗτος ἔζησε ἑβδομήκοντα ἔτη εἰς τὸ Σινά, ἐκοιμήθη δὲ ὁσιακῶς τὸ 552. Ἀνεδείχθη ὄντως μέγας ἀσκητής, ἄνθρωπος τοῦ Θεοῦ, θαυμαστὸς ἀνήρ, καὶ σημειοφόρος, χαρίεις, ὑπήκοος, πρᾶος, ἐλεήμων, δίκαιος, ὑπομονετικὸς καὶ ταπεινός, ἐπιτελέσας ὑπερφυῆ παλαίσματα. Νυχθημερὸν προσηύχητο εἰς το σπήλαιον, καὶ ἐδέετο μετὰ δακρύων τοῦ Θεοῦ, ἵνα τὸν ἐλεήσῃ. Ὁ Ὅσιος Γεώργιος ἦταν ὑπέρμετρα νηστευτής, ἐγκρατευόμενος ἀκόμη καὶ αὐτὸ τὸ οὐδόλως ἐκεῖ βλῦζον ὕδωρ, ὅπερ ἔπινεν μετρίως, ἤτοι ἅπαξ ἢ δὶς ἀνὰ μῆνα· ἐπὶ πολλὰς δὲ ἡμέρας, παρέμεινεν τελείως νῆστις. Τὸ στρῶμά του ἦταν μία πεπαλαιωμένη ψάθα, εἰς ἣν μικρὸν χρόνον εὕρισκεν ὀλίγην ἀνάπαυσιν, ἀκουμβοῦσε δὲ ἡ κεφαλή του ἐπὶ κοπτερᾶς πέτρας. Ὑπέμεινε καρτερῶς καὶ ἀγογγύστως τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸ τῆς νυκτός. Τὰ ἄγρια θηρία τῆς ἐρήμου, τὰ πετεινά, ἑρπετά, ἔντομα καὶ σκορπιοί, ἦταν οἱ μόνιμοι ἐπισκέπτες του. Πολλάκις, νομάδες, λησταὶ καὶ βάρβαροι ἐπιδρομεῖς ἀναζητοῦντες λεία, τὸν ἐνοχλοῦσαν. Ὅμως ὅλους τοὺς ἐδέχετο καὶ τοὺς ἐξένιζεν φιλοφρόνως, παραθέτων αὐτοῖς ὅ,τι ἐλάχιστον διέθετε, νουθετῶν ἅμα αὐτοὺς καταλλήλως τὰ δέοντα. Ἀξιώθη δὲ καὶ τοῦ βαθμοῦ τῆς ἱερωσύνης.
Κληθεὶς ποτέ, ὡς ἁπλοῦς μοναχός, εἰς τὴν Μονὴν τοῦ Σινά, εἰς ἣν εἶχεν ἐκλείψει παντελῶς τὸ ἔλαιον, διὰ θερμῆς δακρυῤῥόοους προσευχῆς, ἔπλησεν ἐλαίου εἰς ἕναν πίθον τῆς Μονῆς, καὶ οὐχὶ ἅπαντας, ὅπως παρεκάλει ὁ Γέρων ἵνα πράξῃ, εἰπών· Εἰς ἕναν πίθον ποιήσωμεν εὐχήν, ἄλλως θὰ κολυμβήσωμεν εἰς τὸ ἔλαιον ὧδε. Ὅμως, διὰ τοῦ ἑνὸς πλησθέντος πίθου, ἐκ τοῦ ὁποίου ἔῤῥεεν εἰς τὸ ἔδαφος τὸ ἔλαιον, ὡσεὶ πηγή, ἐπλήσθησαν αὖθις καὶ οἱ λοιποὶ πίθοι. Ὁ Γέρων τότε, πρὸς εὐχαριστίαν, τὸν παρεκάλεσεν, ἐπιμόνως καὶ πιεστικῶς, ἵνα δεχθῇ, νὰ ἐπωνομασθῆ ὁ πίθος ἐπ’ ἰνόματί του, ὅμως ὁ Ὅσιος ἠνήθη εἰπών: Ἐὰν τοῦτο ποιήσεις, ἐκλιμπάνει τὸ ἔλαιον. Καὶ ὡς ταπεινὸς εἶπεν, ὅτι καλὸν εἶναι νὰ ἐπωνομασθῇ τῆς Θεοτόκου. Ἔκτοτε, εἰς τὸ μέρος ἐκεῖνο καίει νυχθημερὸν ἀνημμένη κανδῆλα.
Ἔχιδνα ἰοβόλος ποτέ, ἔδακνε καὶ ἐπλήγωσεν εἰς τὸν πόδα τὸν μαθητήν του, ὅστις ἐκ τοῦ ἰοῦ, εὐθὺς ἀπέθανεν. Ὁ Ὅσιος προσευχήθη καὶ ἀνέστησεν αὐτόν, συλλαβὼν δὲ τὴν ἔχιδναν, κατεξέσχισεν αὐτὴν κατὰ μῆκος εἰς τὰ δύο, διὰ τῶν ἰδίων χειρῶν του, οὐδόλως δειλιάσας.
Σαρακηνῶν ὀκτὰς τὸν ἀριθμό, κινδυνεύοντες, ἵνα ἀποθανώσιν ἐκ λιμοῦ, ἔφθασαν εἰς τὸν Ὅσιον, πλὴν ὅμως οὐδὲν εἶχε, ἵνα τοὺς παραθέσῃ πρὸς παρηγορίαν, καθὼς ὁ ἴδιος ἔτρωγε πικρὰν κάπαρη, τροφὴν ἣν οὐδὲ αἱ καμῆλαι ἔτρωγον. Τότε ὁ Ὅσιος εἶπεν, εἰς ἕναν ἐξ αὐτῶν: Λάβε τὸ τόξον σου καὶ ὕπαγε εἰς τὸ ἀπέναντι ὄρος, ἔνθα ὑπάρχουσι ἄγρια ἐρίφια, τόξευσον καὶ φόνευσον, μόνον ἕν. Ὁ κυνηγὸς ἐφόνευσεν ῥαδίως ἓν ἐρίφιον, ἀλλ’ ἐκ πλεονεξίας ἐτόξευσε καὶ πάλιν, πλὴν ὅμως ἐθραύσθη τὸ τόξον του διὸ καὶ ἐπέστρεψε περίλυπος. Ὁ Ὅσιος ἀντελήφθη τοῦτο καὶ τὸν ἐνουθέτησε καταλλήλως.
Ὁ Ὅσιος εἶχε ἕναν λίαν ἀγαπητὸ φίλο εἰς τὸ Ἐϊλάτ, ἀπέχον 200 μίλια μακρὰν τοῦ σπηλαίου του. Προγνοὺς τὸν θάνατόν του, ἠθέλησεν ἵνα ἀσπασθῶσιν ἀλλήλους, καὶ εἶταν νὰ ἀναχωρήσῃ ἡ ψυχή του. Ἀπέστειλεν οὖν ἕναν Σαρακηνό, προσκαλῶν τὸν φίλον του. Μετὰ δώδεκα ἡμέρας εἶπεν εἰς τὸν μαθητήν του: Ἄναψον πυράν, καὶ καῦσον θυμίαμα, ὅ,τι ἔχωμεν ἐπισκέπτας. Ὄντως ἔφθασεν ὁ φίλος του μετὰ τοῦ ἀποσταλλέντος Σαρακηνοῦ. Ὁ Ὅσιος καὶ ὁ φίλος του ἠσπάσθησαν ἀλλήλοις, ἐν φιλήματι ἁγίῳ, εἶτα ἐκοινώνησε τῶν Ἀχράντων Μυστηρίων, ἐσχημάτισε τὸν ἑαυτόν του εἰς τὴν ψάθαν, καὶ παρέδωκε τὸ πνεῦμά του εἰς τὸν Κύριον.
Ζητῶν δὲ ἔγγραφον συγχώρησιν ἀπὸ τὸν Πατριάρχην Ἱεροσολύμων Πέτρον, ὅστις τὸν εἶχε καλέσει ἵνα συμφάγωσι εἰς τὴν Πασχάλιον Τράπεζαν, ἀλλ’ οὗτος δὲν ἐκάθισε, καὶ προγνοὺς πρὸ ἑξαμήνου τὸν θάνατον ἀμφοτέρων κοιμηθέντος ἐντὸς τοῦ ῥηθέντου χρόνου. Τοῦτο δὲ γέγονεν, καθότι ὁ Ὅσιος, ὅστις οὐδέποτε ἐξῆλθεν ἐκ τοῦ Σινᾶ, τὴν ἡμέραν τοῦ Πάσχα, ἔχοντας πόθον, ἠξιώθη, νεφέλη ἐποχούμενος καὶ μετέβη εἰς τὸν Ναὸν τῆς Ἀναστάσεως, καὶ κοινωνήσας, ἐπέστρεψεν εἰς Σινά. Ὁ δὲ Πατριάρχης ἰδὼν αὐτὸν ἐν Ἱεροσολύμοις τὸν προσκάλεσεν εἰς τὴν Πασχάλιον Τράπεζαν.
Πολλὰ οὖν καὶ ἄλλα μεγάλα σημεῖα ποιήσας, νόσους καὶ ἀλγηδόνας ἰασάμενος, ὄμβρους τῇ ξηρᾷ γῇ πρὸς ἐκβλάστησιν δούς, πεινώντας καὶ ξένους ἐκθρέψας καὶ ξενίσας, διψώντας ποτίσας, δαιμόνων στίφη ἐλάσας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἡρακλέους καὶ Ζωσιμᾶ τῶν ἐν Καρθαγένῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Συρίᾳ, τῶν μαρτυρησάντων κατὰ τῷ 4ῳ αἰῶνι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κωνσταντίνου, βασιλέως τοῦ Στραθκλάϊντ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Εὐλογίου ἐπισκόπου, Λεωκρητίας καὶ Δύο ἀνωνύμων Παρθένων, τῶν ἐν Κορδούῃ τῆς Ἰσπανίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου, ἀρχιεπισκόπου Νόβγκοροντ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σωφρονίου τοῦ Ἐγκλείστου, τῆς Λαύρας τοῦ Ἁγίου Θεοδοσίου τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Παύλου Πέτροβιτς, τσάρου τῆς Ῥωσίας.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σωφρονίου τοῦ διδασκάλου, ἐπισκόπου Βράτσης Βουλγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γκολοσέεβο τοῦ Ῥώσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Ἐπιμάχου.
Κομίζεταί σοι ὄλβος, ὀλβία Πόλις,
Ἐπιμάχου τὸ σῶμα τοῦ τρισολβίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.






















ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς
Ἡλίου αὐγάς, ἐκμιμεῖται ὦ σεμνὴ θαυμάτων χάρις, τῶν νοσημάτων πᾶσαν κάκωσιν, ἐκ τῶν ἀνθρώπων ἐκπλύνουσα, πᾶσαν καχεξίαν τε νόσων, ὥσπερ σκότος ἐλαύνουσα, ταῖς φωτοβόλοις πρὸς Θεὸν εὐχαῖς σου πάντοτε.
Στησώμεθα νῦν, οἱ πιστοὶ πνευματικὴν χορείαν πάντες, καὶ Θεοδώρας ἀνυμνήσωμεν, τὰ εὐσεβῆ προτερήματα, τοὺς ἀσκητικοὺς αὐτῆς πόνους, τὴν νηστείαν τὰ δάκρυα, δι’ ὧν ἄνωθεν ζωῆς ἔσχεν ἀπόλαυσιν.
Θυσία δεκτή, προσενήνεξαι Θεῷ καὶ ὁλοκαύτωσις, διὰ νηστείας καὶ δεήσεως, προκαθαρθεῖσα τῷ σώματι· ὅθεν σε οὐρανίῳ τραπέζῃ, ὡς βασιλίδα δέχεται, ὁ Βασιλεὺς καὶ ποιητὴς καὶ πάντων Κύριος.
Εἰς νοῦν σου σεμνή, τὴν ἀπαραίτητον ἔχουσα θανάτου, μνήμην ἀκατάπαυστον ἔστενες, πάντα τὸν βίον σου δάκρυσι, τὸν Θεὸν ἱλεουμένη καί, μετανοίαις προσπίπτουσα, τῷ Ποιητῇ τοῦ οὐρανοῦ καὶ γῆς βασίλισσα.
Θεοτοκίον.
Ὁ μέγας Μωσῆς, προετύπου Σε ἁγνὴ πυρὶ καὶ βάτῳ· τὸ πῦρ γὰρ καῦσιν ἀπεβάλλετο, μέσον τηροῦν βάτον ἄφλεκτον· οὐδέ Σε πῦρ τὸ θεῖον φλέγει, ἐν μήτρᾳ Σου κατασκηνῶσαν, εἰς τὴν βροτῶν ξένην καὶ ἄῤῥητον ἀνάπλασιν.

Ἔτερος. Οὐκ ἐλάτρευσαν.
Ἐπιχρώσασα πορφύραν ὡς πολύτιμον, ῥάκος ἐν δάκρυσι, νηστείαις τε καὶ εὐχαῖς, ταύτην κατεστόλισας· καὶ νῦν παρίστασαι, ὡς βασίλισσα, τῷ Βασιλεῖ καὶ Κτίστῃ σου, μακαρία Θεοδώρα.
Οὐχ ὑψώθης τὴν καρδίαν οὐ μετέωρον, ἔσχες τὸ ὄμμα σου, ἐν βασιλείᾳ κενῇ· μᾶλλον δὲ ἀνύψωσας, ψυχῆς τὴν φύσιν τῆς σῆς, πρὸς τὸν Κύριον, καὶ βασιλεύεις ἔνδοξε, σὺν Αὐτῷ εἰς τοὺς αἰῶνας.
Δειμαμένη Γεωργίῳ θείῳ Μάρτυρι, σεμνεῖον τίμιον, τούτῳ ἐνέθου σαυτήν, ὡς ὄλβον πολύτιμον, ὕπνον τε ἐφύπνωσας, τὸν φυσίζωον, τὸν τοῖς δικαίοις πρέποντα, Θεοδώρα θαυμασία.
Θεοτοκίον.
Ὠριμώτατον ἐδρέψατο ἡ βρότειος, καρπὸν τῷ τόκῳ Σου, φύσις Παρθένε ἁγνή, ἐξ οὗ οἱ μετέχοντες, ζωὴν εὑρίσκομεν· ὅθεν ἅπαντες, χρεωστικῶς ὑμνοῦμέν Σου, τὴν φρικτὴν κυοφορίαν.








ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἵλεων ἔργασαι ἡμῖν, τὸν Δεσπότην δυσωποῦσα Θεοδώρα, δυσχερῶν τῶν τοῦ βίου ἐξαιρούμενη ἡμᾶς, καὶ νόσων καὶ πάσης κακώσεως, πάντας ἀχειρώτους φυλάττουσα εὐχαῖς σου.
Ὄλβιος χάρις σῶν ὀστῶν, ἡ πηγάζουσα πιστοῖς τῶν ἰαμάτων, τὰ ἀκένωτα ῥεῖθρα πάντα δυσώδη παθῶν, ταχέως ῥύπον ἀποπλύνουσα, τῶν μετ’ εὐσεβείας ἐν ταύτῃ προσιόντων.
Νόμῳ θανάτου σιωπᾷς, ἀφανείᾳ τῇ σορῷ σου κεκρυμμένη, ἀλλ’ ἡμεῖς ὑμνοῦντες τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ τὸ τῶν ἰάσεων πέλαγος, τούτου ἀπαντλοῦμεν βασίλισσα θεόφρον.
Θεοτοκίον.
Στάμνε τοῦ μάννα μυστική, ἀπειρόγαμε ἁγνὴ εὐλογημένη, ἡ τὸν Θεὸν ὥσπερ μάννα σχοῦσα ἐν τῇ γαστρί, πικρίας παθῶν με ἐξάγαγε, γλυκασμόν μοι δοῦσα τὴν ἄνω Βασιλείαν.

Ἕτερος. Παῖδας εὐαγεῖς.
Ῥῶσιν τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἀντλήσατε προσιόντες πάντες οἱ πιστοί· πρόκειται γὰρ βρύουσα, θαύματα ὡς νάματα, θεῖα σορὸς τοῖς χρήζουσι τῆς βασιλίδος ἡμῶν, τὰ πνεύματα καὶ πάθη σοβοῦσα, καὶ τὰς ὀλεθρίους ἐξιωμένη νόσους.
ᾌδει σου πιστῶς Ἀκαρνανία, βασίλισσα Θεοδώρα τὰ τεράστια, πᾶσαί τε συντρέχουσι, πόλεις ἐν τῇ θήκῃ σου, χάριτος σῆς μετέχουσαι καὶ ἀνυμνοῦσαι Χριστόν, τὸν δείξαντα ἡμῖν σε προστάτιν, καὶ τῶν αἰτουμένων βοήθειαν ἑτοίμην.
Νομίμῳ βιοῦσα συζυγίᾳ, καὶ παίδων ἐναλλομένη τοῖς βλαστήμασι, βλάβην οὐχ ὑπέμεινας, τὴν ἐκ ματαιότητος, ἀλλ’ ἀντὶ τούτων ἔκρινας μόνον κερδῆσαι Χριστόν· διὸ καὶ τῆς ἐφέσεως ἔστης, χαίρουσα ἐν τούτῳ Ὁσία εἰς αἰῶνας.
Θεοτοκίον.
Ἵνα τὰ ἐπίγεια τοῖς ἄνω, συνάψῃ ὁ πάντων Κτίστης τε καὶ Κύριος, σάρκα προσελάβετο, Κόρη ἐξ αἱμάτων Σου, καὶ ὁ Θεὸς ὡς ἄνθρωπος ὤφθη δι’ ἔλεον· διό Σου τὸ μυστήριον φόβῳ, ἀνυμνολογοῦμεν ἁγνὴ εἰς τοὺς αἰῶνας.










ᾨδὴ θ΄. Ἀπορεῖ πᾶσα γλῶσσα.
Δυναμωθεῖσα ἄνωθεν ἐξ ὕψους τὴν χάριν, τῶν ἰαμάτων ἔλαβες τοῦ ἰᾶσθαι, ἀνθρώπων ἀσθενείας, πλείστοις στεναγμοῖς καὶ δάκρυσιν ἀρυσαμένη, τὴν ἐκ Θεοῦ προχέουσαν βρύσιν νοητήν, ἥνπερ νῦν Θεοδώρα παρέχοις πᾶσι τοῖς κάμνουσι.
Ὁ θησαυρός σου θεῖος ἐν τῇ γῇ κεκρυμμένος, τῶν ἰαμάτων πᾶσι τοῖς προστρέχουσι, τὸν πλοῦτον διανέμει, οὕτω γὰρ Θεὸς ἐδόξασεν ἀντιδοξάζειν, ὁ κατ’ ἀξίαν πάντας δοξάζοντας εἰδώς, ὅς σε καὶ Βασιλείας τῆς ἄνω μέτοχον ἔδειξε.
Μεταναστεύεις πάσης ὑλικῆς προσπαθείας, καὶ εἰς ἀκρώρειαν τὴν ὑπερκόσμιον, αὐλίζῃ Θεοδώρα· βέλη νοητὰ ἐκφεύγεις δὲ τῶν τεκταινόντων, δι’ ἁμαρτίας θάνατον τῇ θείᾳ ψυχῇ· ὅθεν καὶ οὐρανῶν ἡ παστάς σε νύμφην προσήκατο.
Ἁπάσης ῥῦσαι καταδυναστείας τοῦ πλάνου, τοὺς σὲ ὑμνοῦντας λόγοις ἐτησίως τε, τιμῶντάς σου τὴν μνήμην, νέμουσα πταισμάτων ἄφεσιν καὶ νόσων λύσιν, ταῖς πρὸς Θεόν σου θείαις ἐντεύξεσι σεμνή· ἔχεις γὰρ πρὸς Αὐτὸν παῤῥησίαν τελεῖν παράδοξα.
Θεοτοκίον.
Μετὰ καὶ τόκον ἄφθορος ἁγνὴ διαμένεις· κόσμου γὰρ γεννᾷς ἄσπιλε ἀπείρανδρε, Παρθένε τὸν ἐργάτην, ῥῶσιν ἀσθενοῦσι νέμοντα ἰώμενόν τε, ὅσους ὁ ὄφις πάλαι τοῦ φθόνου θανατοῖ, καὶ πρὸς οὐρανὸν ἐπανάγοντα δι’ ἀγαθότητα.

Ἕτερος. Ἅπας γηγενής.
Ὤφθης ὡς φωστήρ, τῇ πόλει σου λάμπουσα θαυμάτων χάρισι, καὶ καταφαιδρύνουσα, πιστῶν καρδίας θείοις πυρσεύμασι, βασιλισσῶν ἀγλάϊσμα Ὁσίων σύσκηνε, συνελθόντες τιμῶμεν τὴν μνήμην σου.
Βάθρον καὶ κρηπίς, καὶ στήριγμα πέφυκας σεμνὴ τῆς ποίμνης σου· ὅθεν καὶ κυκλοῦσά σου, πιστῶς τὴν θήκην μοναστριῶν ἡ πληθύς, ἣν εἰς Χριστὸν ὡδήγησας ὕμνοις γεραίρει σε, καὶ κροτεῖ τὰς χεῖρας ἐν τῇ μνήμῃ σου, Θεοδώρα Χριστὸν μεγαλύνουσα.
Μύρον νοητόν, οὐράνιον ἔσχηκας ἐν τῇ καρδίᾳ σου, νῦν καὶ πᾶσαν αἰσθησιν, ἀεὶ μυρίζον σου παναοίδιμε· χαίρουσα τοίνυν Πνεύματι βίον ἐβίωσας, ὃν βιοῦσι πάντες οἱ ποθήσαντες, σὺν Ἀγγέλοις Θεοῦ τὰ οὐράνια.
Θεοτοκίον.
Ὄρος νοητόν, Μαρία θεόνυμφε ἐδείχθης χάριτι, λίθος τε ἀκρόγωνος, ἐξ οὗ ἐτμήθη Χριστὸς ὁ Κύριος, ἡμᾶς συνάψας ἄχραντε τοὺς διεστῶτας τὸ πρίν· ὅθεν πάντες νῦν Σε μεγαλύνομεν, προσκυνοῦντες τὸν ἅγιον τόκον Σου.



Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐν δάκρυσι ἐζήτησας, τὸν νοερὸν νυμφίον σου, καὶ τοῦτον εὗρες Ὁσία, παράκλησιν νέμοντά σοι· τοῦτον καὶ νῦν ἱκέτευε, ἀῤῥωστημάτων ἴασιν, πάντων κακῶν τε λύτρωσιν, πᾶσι πιστοῖς τοῦ διδόναι, πρεσβείαις σου Θεοδώρα.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη · ἐν ᾧ Πατὴρ εὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἐπιποθήσασα μόνα τὰ ἐλπιζόμενα, πάσης τοῦ νῦν αἰῶνος, κατεφρόνησας δόξης, καὶ πλούτου καὶ ἀξίας βασιλικῆς, Ναζηραίων δὲ σχήματι, κατακοσμήσασα σῶμα τῶν ἀρετῶν, Θεοδώρα στήλη γέγονας. (Δίς)

Κόσμου τερπνοῦ διημείψω τὰ διαμένοντα, καὶ παριδοῦσα βίου, τὴν πολύπλοκον πλάνην, δακρύων σου θαλάσσῃ πρὸς οὐρανῶν, τοὺς λιμένας διέπλευσας, ἔνθα χορὸς τῶν δικαίων καὶ ἀσκητῶν, Θεοδώρα καταπαύσασα.

Λελαμπρυσμένη παρέστη σοι ἡ βασίλισσα, τῶν ἀρετῶν τῷ κάλλει, καὶ ἀσκήσεως πόνοις, φοροῦσα πορφυρίδα βασιλικήν, βασιλείαν ἀσάλευτον, τὴν παρὰ σοῦ δεχομένη Λόγε Θεοῦ, καὶ ζωὴν τὴν αἰωνίζουσαν.

Δόξα. Ἦχος πλ. α΄.
Ὡς ἀλάβαστρον μύρου τὰ δάκρυα προσενήνοχας, τῷ Βασιλεῖ καὶ Θεῷ καὶ πράξεις τὰς θείας, Θεοδώρα ἀείμνηστε· εἰς ἀμοιβὴν δὲ εἴληφας χάριν ἄφθονον, βασιλὶς ἀξιάγαστε· ὅθεν καὶ δαιμόνων τὰς φάλαγγας ἀεὶ ἀποδιώκουσα, τὰς νόσους παύεις τῶν αἰτούντων σε, δοξάζοντός σε τοῦ Θεοῦ ἀπείροις θαύμασι· διὸ ἐν οὐρανίοις θαλάμοις νῦν κλῆρον ἔχουσα, τὸν Χριστὸν καθικέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις Ἀμβρακίας ἡ καλλονή, χαίροις μακαρία μοναζόντων ὁ φωτισμός, χαίροις βασιλίδων, ἀγλάϊσμα τὸ μέγα, Ὁσία Θεοδώρα, ὦ θεῖον δώρημα.
Βασίλισσαν ἅπαντες τὴν σεπτήν, καὶ Ὁσίων ἅμα, τὴν περίσεμνον καλλονήν, τὸ μυρίπνοον ἄνθος, καὶ κρίνον τῶν Σερβίων, τὴν θείαν Θεοδώραν ὕμνοις τιμήσωμεν.




































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς βασιλίδος τοῖς λειψάνοις προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ ἐν δέει προσπέσωμεν, πόθῳ ψυχῆς κραυγάζοντες καὶ λέγοντες αὐτῇ· Ἄνασσα βοήθησον, σοῖς προσπίπτουσι τέκνοις, ῥῦσαι καὶ ἀπάλλαξον, νόσων τε καὶ κινδύνων, τοὺς σοὺς ἱκέτας θείαις σου εὐχαῖς, κλέος τῆς Ἄρτης, Θεοδώρα πάνσεμνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς, ἐν τοῖς Θεοτοκίοις: Σεραφείμ
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Στέφει κοσμηθεῖσα ἀσκητικῷ, καὶ ἐνηδομένη Θεοδώρα ἐν οὐρανοῖς, δώρησαι ὑγείαν σαῖς πρεσβείαις, τοῖς σὲ τιμῶσι καὶ πόθῳ γεραίρουσι.
Ἔκλαμπρον ἐδέξω παρὰ Θεοῦ, στέφος Θεοδώρα, καὶ τῷ θρόνῳ ἀεὶ αὐτοῦ, παρίστασαι ὑγείαν δυσωποῦσα, καὶ σωτηρίαν σοῖς τέκνοις δωρήσασθαι.
Ἱλάσθητι Ὁσία τοῖς ταπεινοῖς, καὶ Θεὸν τῶν ὅλων, καθικέτευσον ἐκτενῶς, κινδύνους καὶ νόσους Θεοδώρα, ἀποσοβῆσαι ἀπὸ τῶν τέκνων σου.
Θεοτοκίον.
Συνέχομαι κινδύνοις καὶ πειρασμοῖς, καὶ πρὸς Σὲ Παρθένε, καταφεύγων ἐπιζητῶ, τὴν λύσιν αὐτῶν καὶ σωτηρίαν· διὸ λιταῖς Σου τὸν δοῦλόν Σου οἴκτιρον.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἡμᾶς τοῦς γεραίροντας, τοὺς ἐν ἀσκήσει ἀγῶνάς σου, ταῖς σαῖς εὐχαῖς ἐκ νόσων παντοίων, Θεοδώρα ἀπάλλαξον.
Τὰ ἆθλά σου μέγιστα, ὦ Θεοδώρα πανεύφημε, ῥῦσαι διὸ εὐχαῖς σου κινδύνων, καὶ ἐκ νόσων τὴν ποίμνην σου.
Ἀνδρείαν πανθαύμαστον, καὶ τῆς ἁγνείας ὤφθης ὑπόδειγμα· διὸ κἀμὲ ἁγνεύειν εὐχαῖς σου, Θεοδώρα ἀξίωσον.
Θεοτοκίον.
Ἔχων τὴν ἐλπίδα σου, εἰς Σὲ πανάσπιλε Δέσποινα, ὅλην παθῶν καὶ κινδύνων ῥῦσαι, τὴν ψυχήν μου πρεσβείαις Σου.

Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοδώρα, βασιλισσῶν τὸ κλέος καὶ καύχημα, τοὺς προσιόντας καὶ τιμῶντάς σε πόθῳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν Ὁσίαν ἐξαιτούμεθα, ἐλέους τυχεῖν παρὰ τοῦ πανοικτίρμονος, Χριστοῦ τοῦ Σωτῆρος καὶ μόνου Θεοῦ ἡμῶν· καὶ γὰρ ἰσχύεις δέησις πολύ, δικαίων Δεσπότου πρὸς εὐμένειαν.








ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Αὐγασθεῖσα ἐκλάμψεσι, Πνεύματος Ἁγίου θεοδωρώνυμε, τὴν ψυχήν μου καταλάμπρυνον, οὐρανίᾳ δόξῃ ταῖς πρεσβείαις σου.
Φωτοφόρων ἐκλάμψεων, ἅσπερ Θεοδώρα ἀπολαμβάνεις νῦν, ἀπολαῦσαι ἱκεσίαις σου, πάντας τοὺς ὑμνοῦντάς σε ἀξίωσον.
Σαῖς εὐχαῖς με ἐνίσχυσον, κατ’ ἀσθενειῶν τε ἀεὶ καὶ θλίψεων, Θεοδώρα ἀξιάγαστε, ταῖς πρὸς τὸν Σωτῆρα μεσιτείαις σου.
Θεοτοκίον.
Ῥῶσιν ἄνοσον δίδου μοι, καὶ πάθη ἀνίατα καταπράϋνον, τῇ πρεσβείᾳ τοῦ ἐλέους Σου, ὡς Θεὸν τεκοῦσα ἀπειρόγαμε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σθένει τοῦ Θεοῦ, τὸν ἐχθρὸν κατεπολέμησας· διὸ καὶ ἡμᾶς εὐχαῖς σου ἅπαντας, Θεοδώρα κατ’ ἐχθρῶν δεινῶν ἐνδυνάμωσον.
Σῶσον τοὺς εἰς σέ, Θεοδώρα προσπελάζοντας, καὶ ἀπὸ νόσων καὶ περιστάσεων, ταῖς σαῖς πρεσβείαις φιλαδέλφους ἐλευθέρωσον.
Δῶρον τοῦ Θεοῦ, σὺ ὑπάρχουσα ἐπώνυμος, πᾶσι δοθῆναι τὸ θεῖον ἔλεος, ὦ Θεοδώρα ἱκεσίαις σου ἀξίωσον.
Θεοτοκίον.
Ἄχραντε σεμνή, θείῳ ὕδατί με ῥάντισον, καὶ ταῖς λιβάσι τῆς εὐσπλαγχνίας σου, σταγόνας δίδου τῶν δακρύων ὑετίζειν με.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἰσχὺϊ τοῦ παντουργοῦ, ὦ Θεοδώρα πανέντιμε, πλεκτάνας τοῦ πονηροῦ σοφῶς κατεφρόνησας, κἀμὲ οὖν ἀξίωσον, καταλῦσαι σθένει τοῦ Θεοῦ σατὰν τὸν δόλιον.
Ἡράσθης φωτός, Θεοῦ ὦ Θεοδώρα, καὶ πάντα τὰ ἀγαθά, τῆς γῆς κατεφρόνησας, κἀμὲ οὖν ἀξίωσον, φωτισθῆναι σαῖς εὐχαῖς οὐρανίαις ἐλλάμψεσι.
Σὺν τοῖς Ἀγγέλοις νυνί, ὦ Θεοδώρα χορεύουσα, ἐνώπιον τοῦ Θεοῦ, πρεσβείας προσάγαγε, ὑπὲρ τῶν τιμώντων σε, καὶ τῶν ἀσπαζομένων τὰ ἱερά σου λείψανα.
Θεοτοκίον.
Φωτὸς νεφέλη Σὺ εἶ, καὶ τοῦ Θεοῦ θρόνος ἔνδοξος, Παρθενομῆτορ ἁγνή· ψυχῆς οὖν τὰ ὄμματα, τῆς ἐμῆς νῦν φώτισον, καὶ παθῶν ἀχλύος τὴν καρδίαν μου καθάρισον.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοδώρα, βασιλισσῶν τὸ κλέος καὶ καύχημα, τοὺς προσιόντας καὶ τιμῶντάς σε πόθῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θείων δωρημάτων Θεοδώρα ἐπώνυμε, Ὁσίων σύσκηνε καὶ βασιλισσῶν ἀγλάϊσμα, ἐγκαρδίως βοῶμέν σοι · πρόφθασον καὶ ἐκ παντοίας βλάβης λύτρωσαι ἡμᾶς, ταῖς πρὸς τὸν Σωτῆρα θερμαῖς ἱκεσίαις σου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου.
Στ.: Καὶ ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνεν τὰ διαβήματά μου
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Χαίροις αὖχος ἔνδοξον, Ἀκαρνανίας καὶ Ἄρτης, κλέος τε καὶ σέμνωμα, καὶ πηγὴ ἀκένωτος τῶν ἰάσεων· χαίροις ἀείφωτος, λαμπὰς ἡ φωτίζουσα, Αἰτωλίαν τοῖς σοῖς θαύμασι· χαίροις ἐπίσκεψις, καὶ ῥῶσις ἐν νόσοις τῶν τέκνων σου· σὲ οὖν καθικετεύομεν, πρέσβευε Χριστῷ τῷ παντάνακτι, ὑπὲρ σωτηρίας, εἰρήνης τε ἡμῶν διηνεκοῦς, μετὰ ὑγείας καὶ ῥώσεως, Θεοδώρα πάνσεμνε.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νῦν καθορῶσα Θεοδώρα, τὴν πανέκλαμπρον τοῦ Πλάστου θείαν θέαν, ἱεραῖς σου ευχαῖς, δώρησαι τὴν κατ’ ἄμφω, ὑγείαν τοῖς ὑμνοῦσί σε, καὶ τιμῶσι τὴν σὴν μνήμην.
Πίστει τιμῶντάς σου τὴν μνήμην, Θεοδώρα νῦν τοὺς ταπεινούς σου δούλους, εὐλαβῶς καὶ πιστῶς, ἡμᾶς δεόμεθά σου, ταῖς θείαις ἱκεσίαις σου, τοῦ ῥυσθῆναι ἐκ κινδύνων.
Ὦ Θεοῦ δῶρον Θεοδώρα, σοῦ δεόμεθα οἱ ταπεινοί σου δοῦλοι, τὸν δοτῆρα Θεόν, τῶν ἀγαθῶν δυσώπει, δοῦναι ἡμῖν τὴν ἄφεσιν, τῶν πολλῶν ἁμαρτημάτων.
Θεοτοκίον.
Ἔμμονον ἔχων τὴν κακίαν, καὶ δουλούμενος ἀτόποις συνηθείαις, εὐσπλαγχνίᾳ τῇ Σῇ, προστρέχω ἀνακράζων· σῶσόν με σῶσον πάναγνε, μητρικαῖς Σου ἱκεσίαις.






ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν κατ’ ἄμφω, ὦ Θεοδώρα δυσώπει, τοῖς σοῖς δούλοις εὐχαῖς σου δωρηθῆναι, καὶ δεινῶν παντοίων, ἀπαλλαγήν Ὁσία.
Ὦ Θεοδώρα, ταῖς ἱκεσίαις σου σῷζε, ἀπὸ νόσων παντοίων καὶ κινδύνων, τοὺς προσπεφευγότας, τῷ θείῳ σου τεμένει.
Ἵνα ὑμνῶ σε, ὦ Θεοδώρα Ὁσία, χαρὰν καὶ ὑγείαν μοι παράσχου, ταῖς πρὸς τὸν Σωτῆρα, ἐνθέρμοις σου πρεσβείαις.
Θεοτοκίον.
Ἱκεσίαις, ταῖς πρὸς τὸν Θεόν Σου Παρθένε, δυσχερῶν τῶν τοῦ βίου με σῶσον, καὶ τὸν σάλον παῦσον, ἀσθενειῶν παντοίων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πλουτοῦντες Θεοδώρα, τὰ σεπτὰ ὀστᾶ σου, κατασπαζόμεθα ταῦτα δεόμενοι, ῥῦσαι ἡμᾶς ταῖς εὐχαῖς σου, Μῆτερ τῶν θλίψεων.
Κινδύνων τῶν τοῦ βίου, λύτρωσαι Ὁσάι, τὸν σὸν οἰκέτην ἐνθέοις πρεσβείαις σου, καὶ πάσης νόσους καὶ βλάβης με, νῦν ἀπάλλαξον.
Ἐν θαύμασι ἀπείροις, βασιλὶς θεόφρον, ὁ Παντοκράτωρ Θεός σε ἐδόξασε· τοῦτον θερμῶς ἐκδυσώπει, ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον.
Μαρία ὄμβρισόν μοι, ἄφεσιν πταισμάτων, καὶ ἀσθενοῦντά με ἐπίσκεψαι δέομαι, καὶ συμφοραῖς νῦν ποντούμενον, ἐλευθέρωσον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἔχοντες Ἀρταῖοι σὰ ἱερά, λείψανα θεόφρον, Θεοδώρα ὡς ὀχυρόν, προπύργιον τούτοις, προσφεύγουσιν ἐν νόσοις, καὶ τὴν ὑγείαν πάντες ἀπολαμβάνουσι.
Φύλαττε σὴν ποίμνην δῶρον Θεοῦ, κακῶν ἐκ παντοίων, καὶ ἐκ νόσων φθοροποιῶν, πίστει τὴν τιμῶσαν, σὴν μνήμην Θεοδώρα, καὶ ἐκ παντοίας βλάβης, ταῖς ἱκεσίαις σου.
Χαίροις ἄνθος πάντερπνον τῆς Ἐδέμ, ἐν γῇ ἐξανθῆσαν, ὥσπερ ἥλιος νοητός, καὶ τὴν τῶν Σερβίων, ἀεὶ φωτίζον χώραν, ψυχὰς δ’ εὐωδιάζον, θερμῶς τιμώντων σε.
Χαίροις τῶν Σερβίων κόρη σεμνή, ἀρετῶν δοχεῖον, εὐωδία χριστιανοῖς· ζάλης ἐν τῷ βίῳ, δεινῶς ἡμᾶς νεκρούσης, λύτρωσαι Θεοδώρα, Χριστῷ πρεσβεύουσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, οἱ ἐν Ἄρτῃ εὐσεβεῖς, δεῦτε ἐν ᾠδαῖς Θεοδώραν, ἀνευφημήσωμεν, βασιλίδων σέμνωμα, μοναστριῶν καλλονήν, πρὸς αὐτὴν ἀνακράζοντες· λύτρωσαι εὐχαῖς σου, Θεοδώρα πάνσεμνε, τῶν ἐνεστώτων δεινῶν, πάσης προσβολῆς τε καὶ νόσου, τοὺς τὰ λείψανά σου τιμῶντας, καὶ τῇ ἀντιλήψει σου προστρέχοντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου