ΜΑΪΟΥ 13!!
ΕΥΘΥΜΙΟΥ, ΙΩΑΝΝΟΥ, ΓΕΩΡΓΙΟΥ
ΚΤΙΤΟΡΩΝ Ι. Μ. ΙΒΗΡΩΝ Α. Ο.
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστώμεν στίχους δ΄ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τοὺς
τῆς ἡμῶν Ἰβήρων Λαύρας κοσμήτορας, καὶ οἰκιστὰς ἐν ὕμνοις, τὰ αὐτῶν ἡμεῖς
τέκνα, ὑμνήσωμεν βοῶντες λαμπρῶς πρὸς αὐτούς· Ἰωάννη
Εὐθύμιε, σὺν Γεωργίῳ προσάξατε τῷ Θεῷ,
ἱκεσίας ὑπὲρ πάντων ἡμῶν.
Τῆς
εὐθυμίας τῆς θείας καὶ τῆς χαρᾶς γεωργούς, ἡμᾶς τοὺς ἐκτελοῦντας, τὴν σεπτὴν
ῃμῶν μνήμην, ὑμῶν ταῖς ἱκεσίαις πρὸς τὸν Θεόν, φερωνύμως Εὐθύμιε, σὺν Ἰωάννῃ
Γεώργιε ἐκτενῶς, ἀναδείξατε δεόμεθα.
Τοὺς
ἐξ ἑώας ἡλίου δίκην ἀστράψαντας, καὶ φαειναῖς ἀκτῖσι, τὸ τοῦ Ἄθωνος ὄρος,
φωτίσαντος καὶ ποίμνην ἐκ βάθρων λαμπράν, τῇ Μητρὶ ἀνεγείραντας, τοῦ Ἰησοῦ οἱ
οἰκοῦντες ταύτην ἡμεῖς, τοῖς ἐπαίνοις στεφανώσωμεν.
Ἡ
ἱερὰ τῶν Ἰβήρων Λαύρα νῦν κρότησον, τὰς χεῖρας ἐκτελοῦσα, τὴν πανίερον μνήμην,
τῶν θείων σου ποιμένων καὶ πρὸς αὐτούς, μετὰ πίστεως βόησον· ὁπὲρ ἐμοῦ ἱκεσίας
πρὸς τὸν Θεόν, μὴ ἐλλίπητε προσφέρειν ἀεί.
Δόξα.
Ἦχος πλ. β΄.
Τὴν
ποίμνην σου τριὰς Πατέρων πανεύφημε, φύλαττε ταῖς πρὸς τὴν Τριάδα εὐπροσδέκτοις
πρεσβείαις σου, ῥυομένη αὐτὴν ποικίλων νοσημάτων, καὶ τῶν κρυπτῶν παγίδων τοῦ
δράκοντος, ὡς παῤῥησίαν ἔχουσα πρὸς Κύριον.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Δεῦτε
χρεωστικῶς, οἱ παῖδες τοὺς Πατέρας, Εὐθύμιον τὸν θεῖον, Γεώργιον τὸν πάνυ, καὶ
Ἰωάννη μέλψωμεν.
Στ.: Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὄντως
ὡς ἀστραπή, ὁ βίος ὑμῶν πάντας, καλύψασα φωτίζει, καὶ μιμητὰς δεικνύει· διὸ
ὑμᾶς γεραίρομε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Τριάδος
τῆς σεπτῆς, τριάδα τῶν Ὁσίων, ψυχῇ νῷ καὶ καρδίᾳ, τριαδικοῖς ἐν ὕμνοις, ἐνθέως
μακαρίσωμεν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ποίμνην
τὴν ἱεράν, τῆς Θεοτόκου Κόρης, δειμάμενοι ἐκ βάθρων, ἱδρῶσί τε καὶ πόνοις,
πρεσβείαις ὑμῶν σώζοισθε.
Ἀπολυτίκιον
ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Ψάλλομεν τὴν α΄ στάσιν τοῦ
Μακάριος άνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς
ἀστέρα πολύφωτον, Ἰωάννη μακάριε, ὄρος τὸ τοῦ Ἄθωνος καταλάμποντα, σὲ ἐγνωκότες
γεραίρομε, ἐν ὕμνοις τὴν μνήμην σου, τὴν ἁγίαν καὶ σεπτήν, εὐσεβῶς ἑορτάζοντες,
ἐκβοῶμέν σοι· μὴ ἐλλίπῃς παμμάκαρ τὸν Δεσπότην, και Θεὸν ἡμῶν πρεσβεύων, τοῦ
οἰκτηρεῖσαι τοὺς δούλους σου.
Τὸν
ἰσάγγελον βίον σου, καὶ Ἀγγέλων ἐθαύμασεν, ἡ πληθὺς Εὐθύμιε καθορῶσά σου, τὸ
τῆς νηστείας ἀνένδοτον, τὴν στάσιν τὴν πάννυχον, προσευχὴν διηνεκῆ, καὶ δακρύων
τὸ ἄμετρον· ὅθεν αἴτησαι, παῤῥησίαν ὡς ἔχων τοῖς σοῖς τέκνοις, ἱλασμόν τε τῶν πταισμάτων, καὶ Παραδείσου τὴν οἴκησιν.
Τῶν
Ὁσίων ὁμότιμος, καὶ Ἀγγέλων ὁμόσκηνος, ὡς ὑπάρχων μέμνησο, τῶν τιμώντων σε, καὶ
ἀνυμνούντων Γεώργιε, τὴν μνήμην σου σήμερον, τὴν ἁγίαν καὶ σεπτήν, ἐκ παντοίων
λυτρούμενος τούτους θλίψεων, καὶ κολάσεως Πάτερ αἰωνίου, καὶ βαρβάρων ἐπηρείας,
καὶ πάσης ἄλλης κακώσεως.
Δόξα.
Ἦχος πλ. β΄.
Ἐξέλαμψεν
ἡ μνήμη ὑμῶν σήμερον, ὡς ἄλλη τις σελήνη πλησιφαής, πανσεβάσμιοι Πατέρες Ἰωάννη
Εὐθύμιε καὶ Γεώργιε, οὐ στερέωμά τι ἄψυχον, ἀλλὰ πιστῶν πάντων τὰς διανοίας
φωταγωγοῦσα· ἐν ᾗ πιστῶν συνελθόντες, ἐκβοῶμεν ὑμῖν λέγοντες· χαίρετε οἱ λαμπρότατοι
κήρυκες τῆς πίστεως, καὶ τοῖς πᾶσι ποδηγέται πρὸς σωτηρίαν· χαίρετε οἱ τῇ
χριστομιμήτῳ ὑμῶν ταπεινώσει, τὸν ἀόρατον ἐχθρὸν εἰς τέλος καταβαλόντες, καὶ
νίκης ἀράμενοι στέφανον· χαίρετε οἱ τῶν Ἰβήρων γῆς φωστῆρες καὶ κοσμήτορες, καὶ
πάντων τῶν ὑμνούντων ὑμᾶς φύλακες καὶ πρόμαχοι. Διὸ δυσωποῦμεν μὴ παύσητε πρεσβεύειν
ὑπὲρ ἡμῶν, τοῦ καταπεμφθῆναι ἡμῖν, ταῖς ὑμῶν πρὸς Θεὸν εὐπροσδέκτοις
παρακλήσεσι, τὸ παρ’ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Φῶς
ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώματα.
Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα.
(Κεφ. 2, 1-12)
Τάδε λέγει Κύριος· Ἐμνήσθην ἐλέους
νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει
Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ. Τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ. Πάντες οἱ ἐσθίοντες
αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ' αὐτούς, λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου,
οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ. Τάδε λέγει Κύριος. Τί εὕροσαν οἱ πατέρες
ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν
ματαίων, καὶ ἐματαιώθησαν, καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς
Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ,
καὶ ἀκάρπῳ, καὶ σκιᾷ θανάτου, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ, οὐδὲ κατῴκησεν
υἱὸς ἀνθρώπου ἐκεῖ; Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς
αὐτοῦ, καὶ τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν
κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, καὶ
οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ
οἱ προφῆται προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι
κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι.
Διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ καὶ ἀποστείλατε, καὶ νοήσατε
σφόδρα, καὶ ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ
οὐκ εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται.
Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄.
7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες,
καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν
τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Είς
τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Φαιδρὰ
μὲν ἐπέφανεν ἑορτή, λαμπρὰ δὲ ἀνέτειλεν ἡμέρα, προξενοῦσα σωτηρίαν τοῖς
πιστοῖς· σήμερον γὰρ οἱ καθηγηταὶ ἡμῶν, Ἰωάννης Εὐθύμιος καὶ Γεώργιος οἱ
πανεύφημοι, συγκαλοῦνται ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν, τῶν ἀσκητικῶν αὐτῶν
ἀγώνων. Δεῦτε οὖν φιλέορτοι καὶ φιλοπάτορες, μετ’ ἐγκωμίων αὐτοῖς
προσυπαντήσωμεν λέγοντες· χαίρετε οἱ τῆς τῶν Ἰβήρων Λαύρας ποιμένες, καὶ στύλοι
ἀπερίτρεπτοι· χαίρετε φωστῆρες τηλαυγεστάτοι, οἱ τὰ τοῦ κόσμου πέρατα
διαλάμποντες τοῖς θαύμασι· χαίρετε τῶν πλανωμένων ὁδηγοί, καὶ κήρυκες σωτήριοι,
καὶ τῶν λυπουμένων ἡ θεία χαρμοσύνη· χαίρετε τὸ ἡμέτερον καύχημα, καὶ παντὸς
τοῦ Ἄθω τὸ ἐγκαλλώπισμα.
Ἦχος
β΄.
Τίς
ἰσχύσει πρεπωδῶς, ἀνυμνῆσαι ὑμᾶς Πατέρες ἡμῶν Ὅσιοι, τῇ δυνάμει γὰρ τοῦ Σταυροῦ
περιφραχθέντες, τῶν δαιμόνων τὰς ἐνέδρας οὐκ ἐπτήξατε, ἀλλ’ ἀκλινεῖ γνώμῃ
τούτων διολέσαντες τὰς φάλαγγας, Ὁσίων ὑμῶν τὸν δρόμον τετελέκατε. Διὸ ἐν
οὐρανοῖς ἐπαπολαύοντες τῶν ποθουμένων ὑμῖν, μὴ παύσητε πρεσβεύοντες ὑπὲρ τῶν
τέκνων ὑμῶν, ὅπως ἵλεων εὕρωμεν Χρισστόν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Ἦχος
δ΄.
Τοῖς
ἀσκητικοῖς ἀγῶσιν ἑαυτοὺς κατακοσμήσαντες, τῶν ἀπ’ αἰῶνος Ὁσίων, Ιωάννη Εὐθύμιε
καὶ Γεώργιε, σύσκηνοι γεγόνατε, καὶ τὴν αὐτῶν ζηλώσαντες πολιτείαν, ἀπειλήφατε
τὰ βραβεῖα τῆς καρτερίας ὑμῶν· Λαύρα καὶ γὰρ τῶν Ἰβήρων ὑμῶν κομπάζει τὰ σκάμματα,
καὶ τὸ ὄρος ἅπαν τοῦ Ἄθω τὰ παλαίσματα· ἡ δὲ λάρναξ ὑμῶν τοῖς ἐν πίστει αὐτῇ
προσιοῦσι, βρύει ἰαμάτων πανεύφημοι τὰ χαρίσματα. Διὸ καὶ ἡμῖν τοῖς φιλοστόργοις
ὑμῶν τέκνοις, Πατέρες ἁγιώτατοι, ὀμβρήσατε δεόμεθα, σήμερον ψυχικὴν σωτηρίαν,
καὶ κινδύνων ἀφαρπάσατε, τοὺς ἐν πίστει ἐκτελούντας, τὸ ἱερὸν ὑμῶν μνημόσυνον.
Ὁ
αὐτός.
Τρυφὰς
δόξαν καὶ πλοῦτον, καὶ βασιλείας γηΐνου ἡδυπάθειαν, σκύμβαλα κατὰ Παῦλον σοφῶς
ἡγησάμενοι, τον χρηστὸν τοῦ Κυρίου ἐπ’ ὤμων ἄραντες ζυγόν, εἰς ὕψος θείων
ἀρετῶν ἀνυψώθητε δι’ ἀσκήσεων· ὅθεν ἡ τοῦ Πνεύματος ἐν ὑμῖν σκηνώσασα χάρις,
πολλῶν χαρίτων αὐτουργοὺς καθίστατο· ὦν ἡμεῖς καθ’ ἑκάστην κοινωνοὶ γενόμενοι,
μετ’ ἐκπλήξεως κράζομεν· ξένον ἄκουσμα! ξένον θέαμα! Ξένον ψυχῶν ἀγαλλίαμα.
Δόξα.
Ἦχος πλ. α΄.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐπὶ τῇ
λαμπροφόρῳ μνήμῃ τῶν θεοφόρων Πατέρων ἡμῶν. Βασιλεῖς καὶ ἄρχοντες
συντρεχέτωσαν, καὶ τοὺς παθῶν καὶ ἀρχόντων τοῦ σκότους βεβασιλευκότας
κοσμείτωσαν ἐν ὕμνοις, ὡς θαυμάτων βλύσαντας ποταμοὺς καλλιῤῥόους τῆς χάριτος.
Ποιμένες πανσεβάσμιοι, τῆς τῶν Ἰβήρων Λαύρας, ποιμένας πανολβίους συνελθόντες
εὐφημήσωμεν· οἱ ἐν νόσοις τοὺς ἰατρούς, οἱ ἐν κινδύνοις τοὺς ῥύστας, οἱ
ἁμαρτωλοὶ τοὺς προστάτας· οἱ κλαίοντες τὴν χαρμονήν, οἱ ἐν θλίψεσι τοὺς
παραμυθοῦντας· οἱ ἐν τῷ σκότει τοὺς σελασφόρους, οἱ ἐν πολέμοις τοὺς νικηφόρους·
πρὸ πάντων δέ, τὸ τῶν χειρῶν αὐτῶν ἡμεῖς πολιτογράφημα, ἡμῶν τοὺς ποιμενάρχας
ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Εὐθύμιε, Γεώργιε καὶ Ἰωάννη, προφθάσατε ἐξελεῖν
ἡμᾶς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥύσασθε κολάσεως, ταῖς ἡμῶν πρὸς Θεὸν
παρακλήσεσι.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρετε,
μοναστῶν ἡ κρηπίς, ἀρχιποιμένων τὰ σεπτὰ ἀκροθίνια, ἡ στάθμη τῆς ἐγκρατείας, οἱ
τῶν ψυχῶν ἰατροί, ἀσθενῶν ἡ ῥῶσις τρισμακάριοι· πτωχῶν θεῖον ἔνδυμα, θλιβομένων
παράκλησις· ἀδικουμένων, βοηθοὶ ἀκαταίσχυντοι· ἡ σωτήριος, τῶν πταιόντων
παραίνεσις. Ἅπασι τοῖς τιμῶσιν ὑμῶν, τὴν μνήμην τὴν ἔνθεον, λύσιν αἰτήσασθε
τάχος, δεινῶν παντοίων αἰτούμεθα, ἐχθρῶν τὰς ἐφόδους, ἀπελαύνοντες τῆς ποίμνης
ὑμῶν μακάριοι.
Στ.: Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Χαίρετε,
νοητοὶ ποταμοί, πεπληρωμένοι τῶν ναμάτων τοῦ Πνεύματος· φωστῆρες τῆς
οἰκουμένης, ἡ τῆς Τριάδος τριάς, μοναζόντων στύλοι ἀπερίτρεπτοι, Ἰωάννη
πανεύφημε, καὶ Εὐθύμιε ἔνδοξε, σὺν Γεωργίῳ, ἀρετῶν καταγώγια, λύχνοι πάμφωτοι,
μοναστῶν οἱ φωτίζοντες, βίον μακαριώτατοι, οἱ νόες οἱ ἄϋπνοι, στόματα νόμον
ἐνθέως, ἐμμελετῶντα τῆς χάριτος, Χριστοῦ ὅν αἰτεῖσθε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Χαίροις,
ἡ τῆς Τριάδος τριάς, ἀειθαλέστα φυτὰ θείων πράξεων, συγκλήτου βουλῆς τῆς ἄνω,
ὡς καὶ τῆς κάτω υἱοί, περιβλέπτου γένους ἄνθη εὔοσμα, σταγόνες ὑψόθεν, ἐπὶ τὴν
γῆν ἀποστάζουσαι, νόες οἱ θεῖοι, οἱ οὐράνιοι ἄνθρωποι, καὶ ἐπίγειοι, κατ’
ἀλήθειαν Ἄγγελοι, ἦθος οἱ ὑπὲρ ἔννοιαν, καὶ σύνεσιν ἔχοντες, βίον καὶ λόγον καὶ
χάριν, ὑπερφυῆ πάντα τίμια, Θεῷ ᾧ ἀμέσως, ὑπὲρ πάντων θεοφόροι, νῦν
ἐντυγχάνετε.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῶν
Μοναστῶν τὰ πλήθη, τοὺς καθηγητὰς ὑμᾶς τιμῶμεν, Ἰωάννη, Εὐθύμιε καὶ Γεώργιε·
δι’ ὑμῶν γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριοι ἐστὲ
τῷ Χριστῷ δουλεύσαντες, καὶ ἐχθροῦ θριαμβεύσαντες τὴν δύναμιν, Ἀγγέλων συνόμιλοι,
δικαίων ὁμόσκηνοι και Ὁσίων, μεθ’ ὧν πρεσβεύσατε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄.
Τοὺς
τρεῖς λαμπτῆρας τοὺς θείους, τῆς τρισηλίου Θεότητος, τοὺς τὴν ἱερὰν ἐκ τῶν
βάθρων, τῶν Ἰβήρων Λαύραν ἐγείραντας, τοὺς ψυχοτρόφους ποταμοὺς ἐγκρατείας,
τοὺς ἡμᾶς τὰ τέκνα αὐτῶν, νάμασι διδασκαλίας πιστῶς καταρδεύσαντας· Ἰωάννην τὸν μέγαν, καὶ τὸν θεοφόρον Γεώργιον, σὺν τῷ κλεινῷ Εὐθυμίῳ,
τῷ δευτέρῳ ὁφθέντι χρυσοῤῥήμονι· πάντες οἱ τὴν μνήμην τελοῦντες αὐτῶν, συνελθόντες
ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.
Δόξα.
Τὸ αὐτό.
Καὶ
νῦν.
Θεοτόκε
Παρθένε...
Καὶ
ἀνάγνωσις εἰς τὸν βίον τῶν Ὁσίων.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τοὺς
ἐξ ἀνατολῶν, ὡς ἡλίους ὀφθέντας, καὶ μέρη τῶν δυσμῶν, τῷ τῶν πράξεων φέγγει,
φωτίσαντας ᾄσμασιν, εὐφημήσωμεν σήμερον, τὸν Εὐθύμιον, σὺν Ἰωάννῃ τῶ πάνυ, καὶ
Γεώργιον, τὴν γενεὰν τῶν εὐθέων, Δαβὶδ ὡς προέφησε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοὺς
ἀσκητὰς τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νικήσαντας πάθη πάντα τοῦ σώματος, ἐν
νηστείαις καὶ εὐχαῖς, καὶ ἀποχῇ τῶν ἡδονῶν, καὶ πρεσβεύοντας Χριστῷ, ὑπὲρ ἡμῶν
διηνεκῶς, τῷ τῆς Αὐτοῦ Ἀναστάσει, συνάψαντι τὴν ἁγίαν, μνήμην αὐτῶν τὴν
πανίερον.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς
ἐπὶ ὤμων τὸν Σταυρὸν τοῦ Κυρίου, ἀναλαβόντας καὶ αὐτῷ μέχρι τέλους, ἀσκητικοῖς
ἀγῶσι καὶ παλαίσμασιν, ἐπακολουθήσαντας, Ἰωάννην τὸν θεῖον, σὺν αὐτῷ Εὐθύμιον,
καὶ Γεώργιον ὕμνοις, χρεωστικοῖς τιμήσωμεν αὐτῶν, ἐπιτελοῦντες τὴν μνήμην τὴν
ἔνδοξον.
Δόξα.
Ἕτερον. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Τὸν
τοῦ βίου τάραχον, καταλιπόντες, καὶ ἡσύχως ἅπασαν, ζωὴν βιώσαντες σοφοί, πρὸς
τὸν Θεὸν νῦν μετέβητε, τοῖς τῶν Ἀγγέλων χοροῖς εὐφραινόμενοι.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων
Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ
Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὴν
ποίμνην ὑμῶν Πατέρες πανόσιοι, φρουρήσατε ταῖς ὑμῶν ἱκεσίαις, ἐξ ἐχθρῶν ὀρατῶν
καὶ ἀοράτων, λυτρούμενοι ταύτην ποικίλων νοσημάτων, καὶ τῶν κρυπτῶν παγίδων τοῦ
βροτοκτόνου, παῤῥησίαν ἔχοντες πρὸς Κύριον.
Οἱ
κανόνες· τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν εἰς στ΄· καὶ τῶν Ἁγίων οἱ δύο εἰς η΄.
Ὁ
α΄ Κανὼν τῶν Ἁγίων.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀγγέλων
στρατεύμασι, συμπαριστάμενοι Ὅσιοι, Θεῷ τῷ παντάνακτι, καὶ φωτισμοῦ νοητῶς,
ἐμφορούμενοι, φωτίσατε τὸν νοῦν μου, ὑμῶν ὅπως ᾄσωμαι, μνήμην τὴν ἔνθεον.
Σοφῶς
ἐβδελύχθητε, τοῦ κόσμου πᾶσαν προσπάθειαν, Εὐθύμιε
ἔνδοξε, σὺν Ἰωάννῃ τε, καὶ Γεώργιε, ζητοῦντες θείαν δόξαν, ἧσπερ καὶ ἐτύχετε,
πόνοις ἀσκήσεως.
Νεκρώσαντες
σώματος, τὰ ἐπὶ γῆς μέλη Ὅσιοι, σοφῶς ὑπετάξατε, τῷ νόμῳ τῷ τοῦ Θεοῦ, ὅθεν
ὤφθητε, σκεύη χαρίτων θείων, πάντων τὰ αἰτήματα, πληροῦντες πάντοτε.
Θεοτοκίον.
Ἀῤῥήτως
κυήσασα Χριστὸν τὸν ὄντως Θεὸν ἡμῶν, τὴν φύσιν ἡγίασας ἡμῶν πανύμνητε, ὅθεν
πάντες Σε, καρδίᾳ τε καὶ λόγῳ, ὑμνοῦμεν δοξάζομεν και μεγαλύνομεν.
Ἕτερος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀσματικὰς
τῶν ὑμνογράφων σάλπιγγες, ἐποποιῶν μουσικαί, ῥητορικαὶ γλῶσσαι, ἐγκωμίων
μέθοδοι, αἱ ἀρεταὶ καὶ χάριτες, εἰς ταὐτὸ συνδραμοῦσαι, λαμπρὰν ἐπαίνων
ὑπόθεσιν, τοὺς τρεῖς ποιμενάρχας ποιήσατε.
Ἱερωτάτης
ἱερὸν ἀνέδραμες, ἐκ ῥίζης στέλεχος, καὶ τῷ Θεῷ Λόγῳ, πρακτικῶς ἱέρευσας, ψυχὴν
καὶ σῶμα Ὅσιε, καὶ τὰς πέντε αἰσθήσεις, τοῦ Ἰωάννου
Εὐθύμιε, ὅθεν ὑμᾶς ἄμφω γεραίρομεν.
Ὁσίως
ὄντως ἐξανθήσας οἷάπερ, ὄρει τοῦ Ἄθωνος, Δαβιτικὸς φοίνιξ, Ὅσιε Γεώργιε, ὡς δένδρον τὸ παῤ ὕδασι, καὶ ὡς ἡ ἐν Λιβάνῳ, κέδρος ηὐξήθης τῇ
χάριτι, τοῦ ἐνδυναμοῦντός σε Πνεύματος.
Θεοτοκίον.
Ποίμνην
Παρθένε Σοῦ κλεινοὶ θεράποντες, ἥνπερ ἀνέθεντό Σοι, μέχρι συντελείας, ἀσινῆ
ἀκλόνητον, φυλάττοις τῇ Σῇ χάριτι, δουλικῶς δυσωποῦμεν, οἱ Σοὶ οἰκέται
Θεόνυμφε, και ἐκ πάσης ἄλλης κακώσεως.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Σταυρὸν
τοῦ Κυρίου ἐπὶ ὥμων, ἀράμενοι Ὅσιοι αὐτῷ, σοφῶς ἠκολουθήσατε, ψυχὴν τηροῦντες
ἄσπιλον· ὅθεν Αὐτοῦ συμμέτοχοι, τῆς βασιλείας γεγόνατε.
Νοὸς
τὰς κινήσεις ὑμῶν πάσας, πρὸς νοῦν τὸν πανάγαθον σοφῶς, ἰθύναντες ηὐγάσθητε,
ταῖς πρὸς Αὐτὸν μεθέξεσιν, ὅθεν θεοὺς γινώσκομεν, ὑμᾶς θετοὺς ἀξιάγαστοι.
Σαρκὸς
ἀπωσάμενοι τὸ πάχος, εὐχαῖς τε καὶ δάκρυσι πολλοῖς, ἕσοπτρα θεῖα ὤφθητε, Εὐθύμιε Γεώργιε, καὶ Ἰωάννη
Ὅσιοι, τῆς θείας αἴγλης καὶ λαμπρότητος.
Θεοτοκίον.
Ἐκ
Σοῦ Θεὸς Λόγος σαρκοφόρος, προῆλθε καὶ φύσιν τῶν βροτῶν, τῇ παραβάσει πρότερον,
φθαρεῖσαν ἐκαινούργησε, καὶ θρόνῳ κατεκόσμησε, τῷ πατρικῷ Κόρη θεόνυμφε.
Ἕτερος.
Ὁ στερεώσας κατ’ ἀρχάς.
Μείζονος
βίον γυναικῶν, ἐν γεννητοῖς Ἰωάννη, καὶ τοῦ
θείου Ἠλιοῦ ἐπακούσας, μετανάστης γεγονώς, γῆς τῶν Ἰβήρων ᾤκησας, τοῦ Ἄθωνος τὸ
ὄρος, Θεῷ συνεῖναι γλιχόμενος.
Φωτίσας
μάκαρ σεαυτόν, τῆς διακρίσεως φέγγει, καὶ σκεδάσας τῶν παθῶν τὸ ζοφῶδες, στύλος
ὤφθης φωτεινός, Θεῷ ὅτε προσέφερες Αὐτῷ τὰς ἀναιμάκτους, θυσίας Πάτερ Εὐθυμιε.
Σὺ
τὸν ζυγὸν τὸν ἐλαφρόν, τὸν τοῦ Κυρίου βαστάσας, ἐπὶ ὤμων σου Γεώργιε φέρων, κατεπάτει τῆς σαρκός, τὰς ἡδονὰς καὶ
ἔκραζες· ὄντως οὐκ ἔστι πλήν Σου, Ἅγιος μόνε Φιλάνθρωπε.
Θεοτοκίον.
Οἱ
Σοὶ θεράποντες Ἁγνή, τῷ πόθῳ Σου συσχεθέντες, ᾠκωδόμησαν ἐκ βάθρων Σοι ποίμνην,
οἱ πανεύφημοι ἐν ᾗ, ἀσκητικῶς διέλαμψαν, καὶ μετανάσται Κόρη, τοῖς Ἀσωμάτοις
συνήφθησαν.
Κάθισμα.
Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείας
τοῖς πόνοις καὶ προσευχαῖς, τὰς κινήσεις ἁπάσας τὰς τῆς σαρκός, τελείως ἐνεκρώσατε,
καὶ λαμπρότατον ὤφθητε, οίκητήριον ὄντως τοῦ Ἁγίου Πνεύματος, ἐν ᾧ χάριν
θαυμάτων, πλουσίως ἐδέξασθε· ὅθεν τοῖς ἐν πίστει, προσιοῦσι δωρεῖσθε, ὑμῖν τὰ
ἰάματα, Ἰωάννη Γεώργιε, καὶ θεόφρον Εὐθύμιε. Πρεσβεύσατε οὖν Χριστῷ τῷ Θεῷ, καὶ
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὡράθητε
τῷ κάλλει, ἀρετῶν παναοίδιμοι, λαμπρυνθέντες πόνοι, τῆς ὑμῶν γενναίας ἀσκήσεως,
ὅθεν ὑμᾶς ἱκετεύω, ὡραΐσατε, τὴν δυσείμονα μορφὴν ψυχῆς μου μακάριοι.
Τὸν
χρηστὸν ζυγὸν Κυρίου, ὑπεισήλθατε Ὅσιοι, ἄραντες φορτίον, τούτου ἐλαφρὸν ὅπερ
ἔγνωτε· παντοδυνάμῳ παλάμῃ ἰθυνόμενοι, κατηντήσατε, πρὸς εὐφροσύνην αἰώνιον.
Ὑπερήσθητε
εὑρόντες τὸν κλεινὸν Ἀθανάσιον, ἐν τῷ θείῳ ὄρει, οὗπερ μιμηταί ἀπεφάνθητε, ὡς
καὶ διάδοχοι ποίμνην ἐπαυξήσαντες, τὴν Κλήμεντος, Θεοῦ εἰς δόξαν καὶ αἴνεσιν.
Θεοτοκίον.
Μακαρίζουσί
Σε πᾶσαι γενεαί Παναμώμητε, καθάπερ προέφης, Πνεύματος Ἁγίου τῇ χάριτι, καὶ γὰρ
τὸν ὄντως μακάριον ἐκύησας, τὸν συνέχοντα σοφῇ προνοίᾳ τὰ σύμπαντα.
Ἕτερος.
Σύ μου ἰσχύς, Κύριε.
Ἴδοιμέν
σε, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, ἱλεοῦντα Κύριον τὰ τέκνα σου, ὑπὲρ ἡμῶν τῶν τῇ σῇ
Μονῇ, σὲ μακαριούντων, καὶ κεκτημένων σε πρόμαχον, φρουρόν τε καὶ προστάτην,
καὶ προθύμως βοώντων· ἡμᾶς φύλαττε Πάτερ Γεώργιε.
Ἡ
φωταυγής, σοῦ καὶ φωσφόρος πανήγυρις, νῦν ἐπέστη, πάντας καταυγάζοντα, τοὺς
περιθέοντας ἐν αὐτῇ, καὶ τὸν δεδωκότα, ὑπομονήν σοι δοξάζοντας, καὶ σὲ
μακαριοῦντας, τῶν ἐχθρῶν τὰς ἐπάρσεις καθελόντα Εὐθύμιε
ἔνδοξε.
Θέσει
Θεόν, σὲ ἀπειργάσατο Κύριος, ὅνπερ Πάτερ, ἐκ ψυχῆς ἠγάπησας, καὶ εὐηρέστησας
ἐπὶ γῆς, ὅθεν οἱ τιμῶντες, τὴν φωταυγῆ σου πανήγυριν, δειχθείημεν τῆς ἄνω, μέτοχοι
βασιλείας, Ἰωάννη ταῖς θείαις πρεσβείαις σου.
Θεοτοκίον.
Ῥῦσαι
λοιμοῦ, καὶ βλάβης πάσης τὴν ποίμνην Σου Θεοτόκε, πυρὸς καὶ ποντώσεως, μαχαίρας
ἄλλης τε συμφορᾶς, τῆς ἐκ τῶν δαιμόνων, ἐπερχομένης καὶ φύλαττε, πρεσβείαις Ἰωάννου, Εὐθυμίου
Παρθένε, Γεωργίου πρὸς Σὲ θεραπόντων Σου.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἰάματα
ἅπασι, ναὸς ὑμῶν ὁ πάνσεπτος, προχέει τοῖς πόθῳ προσιοῦσιν· ὅν γὰρ ἐκ βρέφους
πολυειδεῖ ἀρετῇ, σοφοὶ ἐδοξάσατε ἐν γῇ, Οὗτος ἀντεδόξασεν, ὑμᾶς θείοις
χαρίσμασιν.
Ὁ νοῦς
ὑμῶν νεύσεσι, ταῖς πρὸς Θεὸν τρισόλβιοι, ποταμὸς ἐδείχη διδαγμάτων, ψυχὰς
ἀρδεύων τὰς τῶν πιστῶν νοητῶς, καὶ πείθων αὐτὰς καρποφορεῖν, ἀρετῶν λαμπρότησι,
σωτηρίας τοὺς στάχυας.
Ὑμνείσθω
Εὐθύμιος, ὁ δεύτερος Χρυσόστομος, ἅμα Ἰωάννῃ τῷ τεκόντι, ἀνευφημείσθω δὲ καὶ Γεώργιος· ποίμνης τῶν Ἰβήρων οἱ στεῤῥοί, στύλοι καὶ
θεμέλιοι, ἀῤῥαγεῖς χρηματίζοντες.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σε Ἄχραντε, πιστῶς καὶ μεγαλύνομεν· Θεὸν γὰρ ἐγέννησας ἀσπόρως, διπλοῦν ταῖς
φύσεσι καὶ θελήσεσι, τέλειον Θεόν τε καὶ βροτόν, τὸν ἡμᾶς ἐξάραντα, τῆς πικρᾶς
κατακρίσεως.
Ἕτερος.
Ἵνα τί με ἀπώσω.
Ἀρετὴν
ὥσπερ μίαν, πᾶσαν ἐκατόρθωσας Πάτερ Εὐθύμιε,
καὶ πρὸς θείας ὄντως, καταπαύσεις σκηνώσας εὐφραίνῃ νῦν, μετὰ τῶν Ὁσίων, μεθ’
ὧν μνημόνευε ἁπάντων, τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.
Πολυτρόποις
ἰδέαις, σοῦ τὸν ἀξιάγαστον βίον ἐκόσμησας, ἀρετῶν μεγίστων, διὸ πάσας πρὸς βίον
ἰσάγγελον, ὁδηγῶν ὡράθης, τῶν φοιτητῶν σου τὰς ἀγέλας, Ἰωάννη
θεόφρον μακάριε.
Μιμητὴς
κατὰ πάντα, τῶν πρὸ σοῦ γενόμενος Ὁσίων ἔνδοξε, νῦν ἐπαπολαύεις, σὺν αὐτοῖς ἐν
Ἁγίων σκηνώμασι, δωρεῶν ἀπείρων, ὧνπερ ἱκέτευε τυχεῖν με, ἱκετεύω παμμάκαρ Γεώργιε.
Θεοτοκίον.
Ἱεράν
Σε κρηπίδα, καὶ ἀπεριδόνητον ἀσφαλῆ ἄγκυραν, κεκτημένος Κόρη, ὁ Σὸς κλήρος πρὸς
Σὲ καταφεύγομεν, ὅνπερ Σοι συνῆξε, λόγου καὶ βίου φρυκτωρίαις, τῶν Ὁσίων τριάς,
Σοῦ θεράποντες.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Νῦν
ἔξω ὕλης γενόμενοι, Πατέρες καὶ ἀΰλως τῷ κρείττονι, ἑνοποιούμενοι, ὑπὲρ εἰρήνης
γαλήνης τε, ὑμῶν τῆς θείας ποίμνης Θεῶ πρεσβεύσατε.
Εὐθύμιος καὶ Γεώργιος, σὺν τούτοις Ἰωάννης
ὁ ἔνδοξος, πλοῦτον ἐπίκηρον, καὶ βασιλείαν μισήσαντες, τῆς αἰωνίου δόξης
κατηξιώθησαν.
Μετὰ
τῶν ἄνω Δυνάμεων, Τριάδι τῇ σεπτῇ παριστάμενοι, καθικετεύσατε, ὑπὲρ ἡμῶν
ἀξιάγαστοι, τῶν τὴν ὑμῶν τελούντων, μνήμην τὴν ἔνδοξον.
Θεοτοκίον.
Εὐρύχωρον
οἰκητήριον, τοῦ Λόγου χαῖρε Ἄχραντε Δέσποινα, πόκος ὁ ἔνδροσος, σταγόνας
ἐνδρόσου χάριτος, παράσχου μοι ὡς πόθῳ ἀεὶ δοξάζω Σε.
Ἕτερος.
Ἱλάσθητί μοι Σωτήρ.
Ἀφεὶς
πατρίδα τὴν σήν, ὡς Ἀβραὰμ ἀξιάγαστε, τὰ ὄρη τὰ τοῦ Κολπᾶ, Ὀλύμπου καὶ Ἄθωνος, Ἰωάννη ᾤκησας, ὅθεν τῆς Τριάδος, ὡς ἐκεῖνος ὤφθης
οἴκημα.
Ἑβραίων
ὥσπερ ἱστόν, ἀράχνης Πάτερ διέλυσας, προτάσεις λόγοις τοῖς σοῖς, θεοσόφοις
Ὅσιε, οὕσπερ καὶ κατέπεισας, προσδραμεῖν τῇ πίστει, τοῦ Χριστοῦ Πάτερ Εὐθύμιε.
Ἰσάγγελον
ἐπὶ γῆς, ἀνύσας βίον Γεώργιε, καὶ νῦν ἐν τοῖς
οὐρανοῖς, τῆς θείας ἐπέτυχες, ἰσαγγέλου στάσεως, λυθέντων δὲ ἐσόπτρων,
κατοπτεύεις ἅ ἐπόθησας.
Θεοτοκίον.
Τοὺς
μένοντας ἐν τῇ Σῇ, Παρθένε ποίμνῃ ἐνίσχυσον, διαφυγεῖν τοῦ ἐχθροῦ, ἐνέδρας καὶ
κάκωσιν, ἔχουσα Πανάμωμε, Σὲ ἐκδυσωποῦντας, Σοὺς κλεινοὺς Κόρη θεράποντας.
Κοντάκιον.
Ἦχος β΄. Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον.
Τοὺς
ἐν τῷ Ἄθῳ ἐκλάμψαντας ὡς ἀστέρας, καὶ τῶν Ἰβήρων κοσμήτορας θείας Λαύρας, Εὐθύμιον Γεώργιον τιμήσωμεν, καὶ Ἰωάννην τοὺς θείους ἐνθέοις ᾄσμασι, Θεῷ ὑπὲρ ἡμῶν
ἀεὶ πρεσβεύοντας.
Ὁ
Οἶκος.
Ὡς
καθαιρέτας τῶν παθῶν, καὶ τύπου ὀρθοῦ βίου, ἀλείπτας τε ἀζύγων, κανόνας
μοναστῶν, καὶ ἀρετῶν ὑπογραμμόν, πάντες συνελθόντες ἐν τῇ μνήμῃ ὑμῶν σοφοί, οἱ
φιτηταὶ ὑμῶν κράζομεν· δόξα τῷ ὑμᾶς ἀξίως δοξάσαντι τέρασιν ἀλήκτοις, καὶ
σημείοις φοβεροῖς οὐκ ἐν τῷ νῦν μόνον, ἀλλὰ καὶ μετὰ τέλος. Διὸ ἐκδυσωπεῖν
Χριστῷ μὴ ἐλλίπητε, τοῖς τιμῶσιν ὑμᾶς, καταπεφθῆναι λύσιν τῶν πολλῶν χαλεπῶν
ἐγκλημάτων, καὶ γὰρ ἡμεῖς ὑμᾶς κεκτήμεθα, πρὸς Θεὸν ἀεὶ πρεσβεύοντας.
Συναξάριον.
Τῇ
ΙΓ΄ τοῦ αὐτὸς μηνός, Μνήμη τῶν Ὁσίων καὶ
θεοφόρων Πατέρων ἡμῶν, καὶ κτιτόρων τῆς βασιλικῆς
καὶ σεβασμίας τῶν Ἰβήρων Λαύρας, Ἰωάννου, Εὐθυμίου και Γεωργίου.
Τριὰς Πατέρων
τῇ Τριάδι παρέστη·
ἀγγελικὸν ἐν
κόσμῳ ζήσασα βίον.
Σὺν Ἰωάννῃ
καὶ θείῳ Γεωργίῳ·
Εὐθύμιος
ἀπῆρεν ἐκ γῆς πρὸς πόλον.
Ἐκ
τούτων, ὁ μὲν μέγας καὶ θαυμαστὸς Ἰωάννης ἀκμάσας ἐν 960, κατήγετο ἐκ βασιλικοῦ
γένους τῶν Ἰβήρων, ὅστις ἀφῆκε τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ πάντα, καὶ γενόμενος
μοναχός, ἤσκησε πρῶτον εἰς τὰ ἐν τῇ Ἰβηρίᾳ εὑρισκόμενα Μοναστήρια. Εἶτα,
ἀπελθὼν εἰς Ὄλυμπον, καὶ ἡσυχάσας ἐκεῖ ἱκανὸν καιρόν, μετὰ ταῦτα ἦλθεν εἰς τὸ Ἅγιον
Ὄρος, καὶ ἐγένετο ἄκρος φίλος καὶ ὑποτακτικὸς τοῦ Ἁγίου Ἀθανασίου, τοῦ τῆς
Μεγίστης Λαύρας. Ὕστερον δὲ ἀναχωρήσας, ἔκτισε τὴν περιφανῆ Μονὴν τῶν Ἰβήρων,
δι’ ἐξόδων Βασιλείου υἱοῦ Ῥωμανοῦ, τοῦ τῶν Γραικῶν βασλέως, οὖσαν λίαν μικρὰν
τὸ πρότερον, καὶ ἐπονομαζομένην τοῦ Κλήμεντος.
Ὁ
δὲ Ὅσιος Εὐθύμιος, ὁ υἱὸς τοῦ αὐτοῦ Ἰωάννου, ἤκμασεν ἐν ἔτει 980, ὅστις
ἔμπειρος ὤν εἰς τὴν ἰβηρικὴν καὶ ἑλληνικὴν γλῶσσαν, καὶ εἰς τὰς θείας Γραφάς,
συνδιελέχθη Ἑβραίῳ τινι, λαϊκὸς ἔτι ὤν, ὅνπερ τελευταῖον θανάτῳ παρέδωκε,
βλασφημοῦντα κατὰ τοῦ Χριστοῦ τὸν μιαρόν. Ἀσθενήσας δὲ βαρέως, καὶ διὰ
προστασίας τῆς Θεοτόκου ἐλευθερωθεὶς τῆς ἀσθενείας, ἀφίησι τὸν κόσμον καὶ τὰ ἐν
κόσμῳ, καὶ ἔρχεται εἰς τὸ Ὄρος πρὸς τὸν μέγαν Ἀθανάσιον, καὶ ὑποτάσσεται αὐτῷ
μετὰ τοῦ πατρὸς αὐτοῦ. Οὗτος ὠνομάσθη καὶ νέος Χρυσόστομος, κατὰ τοὺς Ἴβηρας,
ἐπειδὴ μετεγλώττισεν ἐκ τῆς ἑληνικῆς διαλέκτου εἰς τὴν ἰβηρικήν, ὅλην τὴν Ἁγίαν
Γραφήν, καὶ ἄλλα βιβλία ψυχοφελέστατα. Εἶτα, ἀναχωρήσας ἐκ τῆς Λαύρας μετὰ τοῦ
πατρὸς αὐτοῦ, ᾠκοδόμησε μετ’ αὐτοῦ, ὡς εἴπομεν, τὴν αὐτὴν Μονὴν τῶν Ἰβήρων.
Οὗτος ὁ Ὅσιος, πολλὰ θαύματα τελέσας, ἐφάνη καὶ ὡς στύλος πύρινος ἐν τῇ ἡμέρᾳ
τῆς Μεταμορφώσεως, ὅτε ἐλειτούργει ἐν τῇ Ἐκκλησίᾳ, τῇ οὔσῃ ἐν τῇ κορυφῇ τοῦ
Ἄθωνος· τότε καὶ φῶς οὐράνιον ἐλθόν, ἐποίησε πεσεῖν χαμαὶ πρηνεῖς πάντας τοὺς
ἐν τῇ Λειτουργίᾳ εὑρεθέντας, τὴν λάμψιν μὴ ὑποφέροντας.
Ὁ
δὲ Ὅσιος Γεώργιος, Ἴβηρ καὶ αὐτός, ἀνεψιὸς μὲν τοῦ Ἰωάννου, ἐξάδελφος δὲ τοῦ
Εὐθυμίου, ἐγένετο καὶ οὗτος κτίτωρ τῆς αὐτοῦ Μονῆς, μάλιστα δὲ τοῦ Καθολικοῦ
Ναοῦ αὐτῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ὁ Ἴβηρ, ὁ θείας φωνῆς ἀκηκοώς, καὶ ἐξαγαγὼν
τῆς θαλάσσης τὴν θαυματουργὸν εἰκόνα τῆς Πορταϊτίσσης, ἐν εἰρήνῃ τελειοῦται.
Μορφὴν Ἁγνὴς
σὺ Γαβριὴλ κρατεῖς ξένως·
ὦ τῆς
χάριτος, ἧς ἔτυχες τρισμάκαρ!
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Μοναχοὶ Ὁσιομάρτυρες Ἰβηρῖται, οἱ τοὺς λατινόφρονας ἐλέγξαντες,
τὸν βασιλέα, φημί, Μιχαήλ, καὶ τὸν πατριάρχην Βέκκον, ἐν τῇ θαλάσσῃ βληθέντες
τελειοῦνται.
Ὑπὲρ πατρῴων ἐπνίγητε δογμάτων
Καὶ πρὸς γαληνοὺς ὡρμίσααὕτησθε λιμένας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας.
Θηρὸς τὸ πικρὸν δῆγμα τῇ Γλυκερίᾳ
Ὑπὲρ γλυκάζον ὡς ἀληθῶς ἦν μέλι.
Αὕτη ἦν ἐν τοῖς χρόνοις Ἀντωνίνου
τοῦ βασιλέως, καὶ Σαβίνου ἡγεμόνος, ἐν Τραϊανουπόλει. Θύοντος οὖν τοῦ ἡγεμόνος ἐν
τῇ πόλει, αὕτη, ἐπιγράψασα ἐπὶ τοῦ μετώπου τὸν Τίμιον Σταυρόν, ἦλθε πρὸς τὸν ἡγεμόνα,
Χριστιανὴν ἑαυτὴν καὶ δούλην τοῦ Χριστοῦ ὀνομάζουσα. Καὶ τοῦ ἡγεμόνος αὐτῇ
παραινοῦντος θῦσαι, εἰσελθοῦσα ἐν τῷ ναῷ, εὐξαμένη τῷ Θεῷ, κατέβαλε τὸ τοῦ Διὸς
ἄγαλμα εἰς γῆν καὶ συνέτριψεν, οἱ δὲ συνόντες Ἕλληνες, λίθους ῥίπτοντες κατ’
αυτῆς, οὐκ ἐφικνοῦντο αὐτῆς.
Κρεμᾶται οὖν ἐκ τῶν τριχῶν καὶ
ξέεται, καὶ τῇ εἱρκτῇ βληθεῖσα, ἀπόσιτος διαμένειν κελεύεται ἐπὶ ἡμέρας πολλάς,
ἔνθα δι’ Ἀγγέλου δεξαμένη τροφήν, οὐδὲν κακὸν ἔπαθε, καὶ θάμβος ἔλαβε τὸν ἡγεμόνα
καὶ τοὺς μετ’ αὐτοῦ, εὑρόντας πίνακα, καὶ ἄρτους, καὶ γάλα, καὶ ὕδωρ, ἀκριβῶς
τοῦ δεσμωτηρίου ἠσφαλισμένου, καὶ οὕτως ἐμβάλλεται ἐν καμίνῳ πυρός.
Κατενεχθείσης δὲ ἄνωθεν δρόσου, ἐσβέσθη τὸ πῦρ, καὶ ἐξέρχεται ἀβλαβής. Ἐπὶ
τούτοις δειροτομεῖται τὴν κεφαλὴν μέχρι τοῦ μετώπου καὶ δεσμεῖται χεῖρας καὶ
πόδας, καὶ ὑποστρωθέντων λίθων ἀποτίθεται ἐν τῇ φυλακῇ, ἔνθα ἐπιστασίᾳ Ἀγγέλου
λυθεῖσα τῶν δεσμῶν, καὶ ὑγιὴς γεγονυία τὴν κεφαλήν, τὸν δεσμοφύλακα ἐξέπληξεν, ὅς
πάραυτα ὁμολογήσας τὸν Χριστόν, ἀπετμήθη τυὴν κεφαλήν. Ἡ δὲ Μάρτυς πρὸς τὸν ἡγεμόνα
ἀχθεῖσα, θηρίοις ἐκδίδοται, ὧν ἑνὸς ἁψαμένου αὐτῆς, ὡς μὴ φανῆναι μηδὲ πληγήν,
μηδὲ μώλωπα, ἀλλ’ ἤ δῆγμα καὶ μόνον, τῷ Θεῷ τὸ πνεῦμα παρέδωκε καὶ κατετέθη ἐν Ἡρακλείᾳ
τῆς Θράκης.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Λαοδίκιος ὁ δεσμοφύλαξ, ὁ Μάρτυς, ὁ διὰ τῆς Ἁγίας
Γλυκερίας πιστεύσας, ξίφει τελειοῦται.
Λαοδίκιος ἐν μέσῳ λαῶν Λόγε·
Θεὸν λαῶν Σε, πρὸς δίκην ἦχθη ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεργίου τοῦ Ὁμολογητοῦ.
Ὁ Σέργιός μοι πῶς τελευτᾷς τὸν βίον,
Κοινῷ τέλει τέθνηκα, καὶ ζῶν εἰμὶ σοι.
Οὗτος, ὑπάρχων γένους ἐνδόξου καὶ
μεγάλου, μέγας καὶ τὴν ψυχὴν ἐγνωρίζετο. Παρίσταται οὖν τῷ διώκτῃ καὶ ἀθέῳ
βασιλεῖ Θεοφίλῳ, διὰ τὸ τὰς ἁγίας καὶ ἱερὰς ἐικόνας προσκυνεῖν· καὶ σχοῖνος αὐτῷ
δεσμεῖται περιαυχένιος, καὶ τῆς ἀγορᾶς πληθούσης, ἄγεται καὶ περιάγεται, καὶ
προπηλακισμούς, καὶ ὕβρεις ἐγκαρτερεῖ, τῶν προσόντων πάντων στερεῖται, καὶ
φυλακῆ προσταλαιπωρεῖ, καὶ πανοικὶ ἅμα γυναικὶ καὶ τέκνοις ὑπερορίζεται, καὶ τῶν
ἐκ τῆς ἀλλοτρίας δεινῶν κατεντρυφᾷ, θλίψεσι προσπαλαίσας ποικίλαις. Ὅθεν κληθεὶς
πρὸς Θεοῦ, ἀποληψόμενος ἄπεισιν ἅξια γέρα παρὰ τοῦ ἀγωνοθέτου Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παυσικάκου, Ἐπισκόπου
Συννάδων.
Ὁ Παυσικάκου προστρέχων τῷ λειψάνῳ,
Παθῶν κακούντων παῦσιν εὑρίσκει ξένην.
Οὗτος ὁ μακάριος, πατρίδα μὲν ἔσχε
πόλιν Ἀπάμειαν, γεννήτορας δὲ τῶν ἐπισήμων καὶ εὐγενῶν, καὶ τῆς ἀληθοῦς τῶν
χριστιανῶν πίστεως τροφίμους. Ἔτι δὲ νέος ὤν, νηστείᾳ καὶ συντόνῳ δεήσει, καὶ
λοιπῇ σκληραγωγίᾳ ἑαυτὸν κατεδάμαζεν. Ὅθεν καὶ τὸν ἀσκητικὸν βίον ὑποδύεται, καὶ
τρέφεται ἄρτῳ καὶ βραχεῖ ὕδατι, καὶ ἐπιτήδευμα τὸ τῆς ἰατρικῆς μετέρχεται,
σώματα καὶ ψυχὰς ὁμοῦ θεραπεύων, καὶ κατὰ δαιμόνων στρατεύεται καὶ φυγάδας ἀποτελεῖ,
ἀμβλώματα λύει, συγκεκυφότας ἀνορθοῖ, καὶ ἕτερα παράδοξα ἐπιτελεῖ θαύματα.
Ὑπὸ δὲ τῆς πάντα δῆλα ποιούσης
φήμης, τῷ προέδρῳ Κωνσταντινουπόλεως γνωσθείς, Κυριακὸς δὲ ἦν οὗτος ὁ μακάριος,
τῇ Συννάδων Ἐκκλησίᾳ, πρὸς αὐτοῦ χειροτονηθείς, πέμπεται. Καὶ αὐτίκα τῇ τοῦ
λόγου σφενδόνῃ τοὺς νοητοὺς λύκους ἀποδιώκει, καὶ τῷ τμητικῷ λόγῳ, ὡς σεσηπότα
μέλη, τεμὼν ἔξωθεν βάλλει, ὡς μή τινα βλάβην καὶ τῷ ὑγιεῖ προξενήσωσιν. Οὕτω τοῖς
ἑαυτοῦ ποιμνίοις τὴν ἀσφάλειαν ἅμα καὶ θεραπείαν βραβεύσας, εἰς
Κωνσταντινούπολιν γίνεται· καὶ Μαυρικίῳ τῷ βασιλεῖ ἐντυχών, τοῦ συνέχοντος αὐτὸν
πάθους ἐλευθεροῖ, καὶ τὸ ἑτήσιον τέλος, ὅπέρ ἐστι χρυσίου λίτρα μία, τῇ πόλει αὐτοῦ,
μετὰ σφραγίδος χρυσῆς καὶ ἐγγράφου ἐπιδόσεως, τὸν βασιλέα πείθει δωρήσασθαι. Ἐπαινιὼν
δὲ πρὸς τὰ Σύνναδα, καὶ ἐν τῷ Σόλωνι γενόμενος, ὕδωρ εὐχῇ μόνῃ ἀναβλύσαι
πεποίηκε, τὸ δίψος τῶν συνοδοιπόρων παραμυθούμενος. Οὕτως οὖν καλῶς καὶ θεοφιλῶς
πολιτευσάμενος, καὶ πολλοῖς σωτὴρ γενόμενος, μεταλλάττεται τὸν βίον, καὶ πρὸς τὰ
ποθούμενα διαβαίνει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος, ἐπίσκοπος Τιβεριανῶν, ξίφει τελειοῦται.
Ἀνδρὸς κεφαλὴν ἱεροῦ τέμνει ξίφος·
Αἵματα συζεύξαντος ἱερωσύνη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νικηφόρος ὁ πρεσβύτερος, ἐν εἰρήνῃ τελειοῦται.
Τρέψας φάλαγγας δαιμόνων Νικηφόρος·
ἀπῆλθεν ἔργῳ πρὸς Θεὸν νικηφόρος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀγάπιος, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς μετακομιδῆς τοῦ ἱεροῦ Λειψάνου τοῦ Ἁγίου Μακαρίου τοῦ Ἱερομάρτυρα
τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀββανοῦ τοῦ Ἱρλανδοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Οὐαλεριανοῦ ἐπισκόπου Ὠξέῤῥης Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ὀνησίμου, ἐπισκόπου Σουασσοῦ τῆς Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Σαρβάτου, ἐπισκόππου Τονγκρὲ Βελγίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοκτίστου τοῦ ἐκ
Παλαιστίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Γλυκερίας
τοῦ Νόβγκοροντ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν
τῇ κτίσει.
Φῶς ἀνέσπερον, καὶ δόξα θεία Ὅσιοι,
ὑμῖν ἀνέτειλε, καὶ εὐφροσύνη λαμπρά, Τριάδος ἐδέξατο ὑμᾶς πανόλβιοι ἀναμέλποντας·
Τριὰς Ἁγία δόξα Σοι, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἐπὶ τὴν πέτραν τῆς ἀσκήσεως ἐρείσαντες,
τὰς βάσεις Ὅσιοι, τῶν καρδιῶν ὑμῶν, ἐχθρῶν μηχανήμασιν, οὐ παρετραπήκατε, ἀναμέλποντες·
Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τῶν δακρύων ὑμῶν ῥεύματα δεξάμενος,
ὁ παντεπόπτης Θεός, τῆς παρακλήσεως, μετόχους ἀνέδειξε τῶν Ἀσωμάτων ὑμᾶς, ἧς ἐπέτυχον,
οἱ τῷ Θεῷ λατρεύσαντες, ἐν εὐθύτητι καρδίας.
Θεοτοκίον.
Παναμώμητε Μαρία καὶ ἀσύγκριτε, τῆ ἁγιότητι,
ἡ τὸν Θεὸν ἐν σαρκί, Παρθένε κυήσασα, ἀπειρογάμως Ἁγνή, Αὐτῷ πρέσβευε, πάσης ἡμᾶς
κακώσεως, καὶ κολάσεως ῥυσθῆναι.
Ἕτερος.
Παῖδες Ἑβραίων.
Παίδες Ἑβραίων τὴν σοφίαν,
κατεπλάγησαν τὴν σὴν ὅτε εἰς λόγους, σοὶ τρισμάκαρ ἐλθεῖν, ἠθέλησαν διό σου, τῇ
πίστει τάχος ἔκλιναν, τὸν αὐχένα παραδόξως.
Οἶκος Τριάδος ἀνεδείχθης, θανατώσας
σου τὸ τριμερὲς θεόφρον, τῆς ψυχῆς δὲ θερμῶς, αὐτῇ βοῶν οὐ παύῃ, ὦ Ἰωάννη· δόξα Σοι, τῷ Θεῷ τῷ ἐν Τριάδι.
Πρόστηθι πάντων ἐν τῇ ὥρᾳ, τῆς
δευτέρας τοῦ Δεσπότου παρουσίας, τῶν ἐν πίστει φρουρόν, καὶ πρόμαχον καὶ ῥύστην,
ἐχόντων σε Γεώργιε, ἐξαιρούμενος γεέννης.
Θεοτοκίον.
Λύσον παθῶν μου τὴν ὀμίχλην, τῇ
λαμπρότητι Παρθένε Σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον πρεσβείαις,
πρὸς Σὲ τῶν λατρευσάντων Σε, ἐν ἀσκήσει Θεοτόκε.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ὑμᾶς τοὺς ἐνθέους ἀγελάρχας, Εὐθύμιον καὶ τὸν Ἰωάννην
τε, αὖθις καὶ Γεώργιον, πρέσβεις πρὸς τὸν
Κύριον, ἀγρύπνους ὄντως ἔχοντες, πόθῳ κραυγάζομεν, ὑμῶν οἱ φοιτηταί· εὐλογεῖτε
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀπάραντες τῆς ἐνεγκαμένης, τὸ ὄρος
τοῦ Ἄθωνος δὲ φθάσαντες, Πατέρες τρισόλβιοι, φῶς ἐχρηματίσατε, καὶ ἀρετῶν αὐγάσαντες,
τοῦτο ταῖς λάμψεσι· τὸν Κύριον ὑμνεῖτε, βοῶντες, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς
αιῶνας.
Εὐθύμιον θείαις μελῳδίαις,
Γεώργιον τὸν κλεινὸν καὶ Ιωάννην τε, δεῦτε στεφανώσωμεν, ὡς ἡμῶν ὑπάρξαντας,
ποιμένας καὶ διδάξαντας, ἡμᾶς τὴν ἔνθεον, μονήρους πολιτείας τὴν τάξιν, ἥπερ
φυλαχθείη ἡμῖν, εἰς πάντας τοὺς αιῶνας.
Θεοτοκίον.
Ἄνωθεν Προφῆταί Σε Παρθένε, νεφέλην
καὶ ὄρος, θείαν κλίμακα, πόκον τόμον θρόνον τε, γέφυραν μετάγουσαν, πιστοὺς ζωὴν
εἰς ἄπονον, σαφῶς προήγγειλαν, ἡμεῖς δὲ Θεοτόκον κυρίως, κηρύττοντές Σε πίστει,
σὺν πόθῳ προσκυνοῦμεν.
Ἕτερος.
Ἑπταπλασίως κάμινον.
Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου
θεόσοφε, καὶ ἀμαυρουμένην προσβολαῖς τοῦ ὄφεως, ταῖς σαῖς παρακλήσεσιν, ἐκ τῶν
δεινῶν καθάρισον, καὶ φωτιστικῇ ἐπισκιάσει σου ταύτην, Γεώργιε
τρισμάκαρ, καταξίωσον ψάλλειν· λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ ἐν Ὁσίοις μέγιστος, ἀριστεύσας
λαμπρότατα, καὶ καταβαλὼν τοῦ δυσμενοῦς τὴν ἔπαρσιν, λιμὴν ὁ σωτήριος, τοῖς ἐν
πελάγει οὖσι δεινῶν, ὁ περιφανὴς καὶ εὐκλεὴς ἀγελάρχης, Μονῆς τῆς τῶν Ἰβήρων, τῶν
Ἑβραίων ἡ μάστιξ, ὑμνείσθω χαρμοσύνως, Εὐθύμιος
ὁ μέγας.
Ὁλολαμπὴς ὡς ἥλιος, τῇ σῇ ποίμνῃ ἀνέτειλας,
μάκαρ τῶν Ἰβήρων, Ἰωάννη ἔνδοξε, φωτὶ δὲ τῶν
πόνων σου, φωταγωγῶν τὰ πέρατα, ταῖς μαρμαρυγαῖς, τῶν ἐναρέτων σου τρόπων, παθῶν
διώκων σκότος, καὶ δαιμόνων τὴν νύκτα, σκεδάζων τὴν ζοφώδη, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νύμφη Θεοῦ πανάμωμε, τοὺς πρὸς Σὲ
καταφεύγοντας, τῆς αἰχμαλωσίας, τῶν παθῶν ἐκλύτρωσαι, καὶ τὴν αὐτοδέσποτον, ἐλευθερίαν
δώρησαι, ταῖς πρὸς Σὲ πρεσβείαις, τῶν θεραπόντων Σου Κόρη, τὴν ποίμνην Σοι ἐκ
βάθρων, ἱερὰν ταύτην πόθῳ ἐγειράντων· ἥν φρούρει, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Εὔα μὲν τῷ τῆς
παρακοῆς.
Ἡγίασται πόθῳ ἡ ὑμῶν γεραίρουσα,
ποίμνη μνήμην τὴν ὑπέρλαμπρον, χαίρουσιν Ὅσιοι καὶ πάντες, Προφῆται σὺν ἡμῖν ἑορτάζουσι,
μεθ’ ὧν ὑπὲρ ἡμῶν ἱκετεύσατε, τὸν εὐεργέτην παμμακάριστοι.
Σημείοις καὶ τέρασιν ὑμᾶς ἐκόσμησε,
καὶ πρὸ τέλους ὁσιώτατοι, καὶ μετὰ τέλος ὁ Δεσπότης, Εὐθύμιε
Γεώργιε ἔνδοξοι, καὶ θεῖε Ἰωάννη Πατὴρ
ἡμῶν, ὅθεν ἀξίως μακαρίζεσθε.
Παράδεισος ὤφθητε ὡς ἔχοντες, ζωῆς
ξύλον μέσον Ὅσιοι, κρήνη προχέουσα θαυμάτων, πελάγη τοῖς ὑμῖν προσπελάζουσι, καὶ
ῥείθρων ποταμὸς τῶν τοῦ Πνεύματος, πεπληρωμένος παμμακάριστοι.
Θεοτοκίον.
Μαρία Κυρία τοῦ παντός, παντοίοις
με δουλωθέντα ἁμαρτήμασι, Σὺ ἐλευθέρωσον Παρθένε, τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν,
αὐτὴ γὰρ ὑπὲρ λόγον ἐκύησας, τὴν οὐσιώδη ἀγαθότητα.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Ὡς ἄσαρκοι βιώσαντες ἐπὶ γῆς,
στεφηφόροι παρίστασθε Ὅσιοι, τῷ Λυτρωτῇ, ὅθεν τοῖς τελοῦσιν ὑμῶν ἀεί, τὴν
φωταυγῆ πανήγυριν, ἵλεων ἐργάσασθε ἐν δεινοῖς, ἀεὶ χειμαζομένοις, οἰκτεῖραι καὶ
τῆς θείας, ἐπιτυχεῖν μακαριότητος.
Ἧς δόξης ἠξιώθητε ἐκ Θεοῦ, τοὺς ὑμᾶς
θεοφόροι δοξάσαντος, ταύτης ἡμᾶς, θείαις ἀξιώσατε τὰ ὑμῶν, τέκνα πρεσβείαις Ὅσιοι,
ἔνδοξε Εὐθύμιε φαεινέ, θεόφρον Ἰωάννη, Γεώργιε
τρισμάκαρ, ὅπως ὑμᾶς ἀεὶ δοξάζωμεν.
Ψελλίζοντος ἐκ στόματος τὴν ᾠδήν,
δεδεγμένοι ἀντάμειψην δότε μοι, ὥσπερ Χριστός, πάλαι τὰ τῆς χήρας δύο λεπτά,
προθύμως διεδέξατο, πλουτοῦντες παῤῥησίαν ὡς ἀγαθῶν, ἀπείρων κληρονόμοι,
μεθέξεως τῆς θείας, καταξιούμενοι μακάριοι.
Θεοτοκίον.
Νεφέλαις τὸν ἐνδύοντα οὐρανόν, καὶ
αὐταῖς ὑετίζειν προστάζοντα, ἐπὶ τὴν γῆν, ἔμψυχε νεφέλη καὶ φωτεινή, συνειληφυῖα
Δέσποινα, πρώϊμον σωτήριον ὑετόν, ἐπόμβρισον νῦν ὕδωρ, ἀφέσεως Σῇ ποίμνῃ, σὺν
σοῖς Ὁσίοις καὶ θεράπουσιν.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῶν μοναζόντων τὰ στίφη, δεῦτε Εὐθύμιον ᾠδαῖς, ἀνευφημήσωμεν ἅμα, τῷ Γεωργίῳ τῷ σεπτῷ, καὶ Ἰωάννῃ
τῷ θείῳ, ὡς πρεσβευτὰς ἡμῶν πάντων.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Τοὺς ποιμενάρχας σήμερον, ἡμῶν ἐν ὕμνοις
στέψωμεν, χρεωστικῶς οἷα παῖδες, αὐτῶν αὐτοῖς ἐκβοῶντες· Εὐθύμιε Γεώργιε, καὶ Ἰωάννη
ἔνδοξοι, ὑμῶν εὐχαῖς πρὸς Κύριον, λοιμοῦ πυρὸς καὶ μαχαίρας, καὶ αἰφνιδίου
θανάτου, ἡμᾶς λυτρώσατε πάντας.
Καὶ τῆς Ἑορτῆς.
Εἰς τοὺς αἴνους. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖε, Ἰωάννη
σεαυτόν, ἔρωτι πτερώσας ἀπέπτης, εἰς ὕψος Ὅσιε, ἀπαθείας ἅπασαν ἐπαπωσάμενος,
κόσμου δόξα χαμαίζηλον, σταυρὸν δὲ ἐπάρας, ζυγὸν τὸν σωτήριον, χαίρων ἐτέλεσας,
βίον ἀμυθήτοις ἀγῶσι, κατὰ τοῦ ἀλάστορος, ὅθεν ἡ Τριὰς μεγάλως σὲ ἐδόξασε.
Ὅτε, ἐν τῷ ὄρει τῷ σεπτῷ, τὴν θείαν
προσάγων ἐτέλεις θυσίαν τῷ Βασιλεῖ, καὶ πάντων Θεῷ ἡμῶν, μάκαρ Εὐθύμιε, καὶ φῶς ἄϋλον ἄνωθεν, σὲ περιαστράψαν, ὅλον
κατελάμπρυνεν, ὡς Μωϋσέα τὸ πρίν, τότε ἐπεκρότησαν στίφη, Μοναστῶν κραυγάζοντα·
δόξα τῷ δοξάσαντί σε πανσεβάσμιε.
Ῥύου, πειρασμῶν καὶ συμφορῶν, τοὺς
τὴν σὴν πανίερον μνήμην πόθῳ γεραίροντας, καὶ τιμῶντας ᾄσμασι Πάτερ Γεώργιε, ταῖς πρὸς Κύριον πάντοτε, θερμαῖς σου
πρεσβείαις, ὥσπερ δ’ εὐηρέστησας, ἐν γῇ συνὼν τῇ σαρκί, οὕτω τῶν ἐσόπτρων
λυθέντων, νῦν τῶν Ἀσωμάτων χορείαις, μέλπεις τὸ τρισάγιον μελώδημα.
Ἄλλον, ὑμᾶς οἶδεν ἡ Μονή, Νεῖλον τῶν
Ἰβήρων ἐκ βάθρων, ἥνπερ ἐγείρατε, χρυσοῤῥόαν ἄρδοντα, οὐκ Αἰθιόπων τὴν γῆν,
πιστῶν πάντων καρδίας δε, ταῖς διδασκαλίαις, καὶ πολύχουν πείθοντα, καρπὸν
προσάγειν Θεῷ, ὅνπερ σωτηρίαν αἰτεῖσθε, ἐπικαταπέμψαι Πατέρες, τοῖς πιστῶς τὴν
μνήμην ὑμῶν ἄγουσι.
Δόξα. Ἦχος δ.
Τὸ ναζηραῖον θεῖον πλῆθος, δεῦτε
καταστέψωμεν ᾄσμασι τοὺς ὑμῶν ποιμενάρχας, Εὐθύμιον
Γεώργιον καὶ Ἰωάννην, τοὺς πολιούχους
τοῦ Ἄθω, καὶ τοῦ σεπτοῦ Ἀθανασίου ὁπαδοὺς καὶ ὁμόφρονας. Χαίρετε λέγοντες
Πατέρες, οἱ καλοὶ ποιμένες, καὶ τοῦ πρώτου ποιμένος μιμηταὶ ἀκριβέστατοι, τῇ ὑπακοῇ
καὶ ἡσυχίᾳ, καὶ τῇ πρὸς τοὺς πέλας συμπαθείᾳ ἀναφανέντες παμμέγιστοι. Ἀλλὰ μὴ
παύσητε καὶ νῦν, ὑπὲρ τῆς ποίμνης ὑμῶν δεόμενοι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Σωτῆρος
τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου