ΑΠΡΙΛΙΟΣ Κ΄!!
ΙΩΑΝΝΗΣ ΟΣΙΟΣ ΠΑΛΑΙΟΛΑΥΡΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ
δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια γ΄ τῆς Ἑορτῆς, καὶ γ΄ τοῦ Ὁσίου. Ἦχος πλ.
α΄. Ὅσιε Πάτερ.
Ὅσιε
Πάτερ, Ἰωάννη ἀξιάγαστε, τῷ πόθῳ ἐσταυρώθης,
τοῦ διὰ σὲ ἐπὶ γῆς, βουλήσει ξενωθέντος καὶ ἐκ παρθένου, σάρκα φορέσαντος,
Χριστοῦ τοῦ Θεοῦ· ξένην χώραν Πάτερ, κατέλαβες οἰκείαν, καὶ τῶν ἡδέων κόσμου
τερπνῶν, ἀποξενώσας, εἰς τέλος αὐτὸν παμμάκαρ, ἐβίωσας ἀρεταῖς ἐξασκήσας πᾶσιν,
παννύχιον, μελέτην τε θανάτου, καὶ ἐχαλίνωσας, τὰ πάθη τῇ ἀσκήσει σου, ζηλωτὴς
ἀναδεδειγμένος, τῶν πρὸ σοῦ ἀσκησάντων, οἷς συγχορεύεις ἀεί.
Ὅσιε
Πάτερ, Ἰωάννη παναοίδιμε, φοιτήσας τῇ τοῦ
θείου, ποίμνῃ Χαρίτωνος, ἐξήντλησας ὡς σπόγγος καὶ ἀνεμάξω, τούτου τὴν ἔνθεον,
ζηλώσας ὁδόν, καὶ ἐν ἡσυχίᾳ, τὸν βίον διανύσας, ἠξίωσαι τῆς σεπτῆς ἱερουργίας,
γεγονὼς ἀξίος, θύτης θύων ὡς ἄμεμπτος, τὸν ἀμνὸν καθ’ ἑκάστην, καὶ καθαιρόμενος
ταῖς θείαις ἀγλαΐαις, καὶ φωτιζόμενος, τὸν νοῦν καὶ τὴν διάνοιαν, ἀνυψώθης, ἐν
θεωρίαις μυστικαῖς, πρὸς ἀρίστην, μακαριότητα.
Ὅσιε
Πάτερ, Ἰωάννη παμμακάριστε, τῷ σθένει τῆς
Τριάδος, ἐνδεδυμένος σαφῶς, αἱρέσεων τὴν λύμην, ἔφυγες πᾶσαν, καὶ προσεπέλασας,
τῷ ὄντι σοφέ, διὰ θεωρίας, καὶ πράξεως ἐνθέου καὶ φθάσας, πάντων τῶν ὀρεκτῶν,
πρὸς τὸ ἀκρότατον μάκαρ, τῆς θείας δόξης ὄντως ἐπέτυχες, μετὰ τέλος ἀξίως, καὶ
ἐπαγάλλῃ νῦν, Ἀγγέλων ταῖς χορείαις, συναστραπτόμενος, διὸ μνήσθητι τῶν
τελούντων, σοῦ τὴν μνήμην, αἰσίως ἀξιοθαύμαστε.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἐπὶ ξένης θανόντα σε κροτῶ
Πάτερ. Θεοφάνους.
ᾨδὴ
α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Ἐλπίδι τῇ πρὸς Θεὸν
ῥωννύμενος, ἀπὸ νεότητος, τῷ ἀγαθῷ προσέδραμες Θεῷ, Ἰωάννη μακάριε, μοναδικαῖς
ἀσκήσεσι, διαφερόντως στοιχιούμενος.
Πλουσίας καὶ φωτοφόρου
χάριτος, ἀναπιμπλάμενος, καὶ σεβασμίους τόπους κατοικῶν, σεβασμίως ἐβίωσας,
πρὸς ἀρετῶν ἀγόμενος, τὰς ἀναβάσεις παμμακάριστε.
Ἰσχύει ὁδηγηθεὶς τοῦ
πνεύματος, τῇ τοῦ Χαρίτωνος, τοῦ θεοφόρου μάνδρᾳ προσδραμών, ἐν ἐκείνῃ
διέπρεψας, ἱερουργὸς γενόμενος, πεφωτισμένος ἱερώτατε.
Ξενώσας τῶν ἐπιγείων Ὅσιε,
τὴν σὴν διάνοιαν, τοῖς οὐρανίοις ταύτην ἀγαθοῖς, Ἰωάννη προσήλωσας, καὶ τῆς
ἐκεῖθεν ἔτυχες, φαεινοτάτης ἀπολαύσεως.
Θεοτοκίον.
Ἐκ Σοῦ κεχαριτωμένη
πάναγνε, ἡμῖν ἀνέτειλεν, δικαιοσύνης ἥλιος Χριστός, καὶ φωτὶ κατελάμπρυνεν,
τοὺς καθημένους πρότερον, ἐν τοῖς τοῦ σκότους ὀχυρώμασιν.
ᾨδὴ
γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Νεκρώσας τὸ τῆς σαρκός,
δι’ ἐγκρατείας ἀκριβοῦς φρόνημα, ζωοποιῷ
πνεύματι, Πάτερ Ἰωάννη προσέδραμες.
Ἡ θεία καὶ φωταυγής, ἐν τῇ
καρδίᾳ σου σοφὲ ἔλλαμψις, φωτιστικῶς ᾤκησεν, Πάτερ Ἰωάννη μακάριε.
Θεοτοκίον.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν
ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μῆτερ Θεοῦ γέγονας, ὅθεν Σοι τὸ χαῖρε κραυγάζομεν.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Θείῳ
ἔρωτι μάκαρ, ψυχὴν τρωθείς, ἐξενίτευσας πλοῦτον, καταλιπών, τρυφὴν περιφάνειαν,
καὶ τοῦ βίου τὸ ἄστατον, καὶ εἰς χώραν ξένην, πανσέπτως ἐβίωσας, ἐγκρατείας
πόνοις, μαράνας τὸ σῶμά σου, καὶ τῇ ἡσυχίᾳ, διαπρέψας ἀνδρείως, κατέλαβες Ὅσιε,
ἀρετῶν τὸ ἀκρότατον, διὸ πίστει βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ΄. Δι’ ἀγάπησιν οἰκτίρμον.
Θεοφεγγέσι χωρίοις
ἐντεθραμμένος, καὶ φωτοδώρῳ χύσει, Πάτερ λελαμπρυσμένος, ἀρετῶν ἀσκήσεσι,
θεόφρων διέπρεψας.
Ἀπεξενώθης πατρίδος καὶ τῶν
οἰκείων, καὶ τῷ Χριστῷ προσῆλθες, ἑκουσίᾳ βουλήσει, τὸν σταυρὸν ἀράμενος,
θεόφρων μακάριε.
Νενεκρωμένος ἁπᾶσι τοῖς
φαινομένοις, τῷ τῆς ζωῆς αἰτίῳ, δι’ ἀσκήσεως ἔζης, Ἰωάννη πάνσοφε, πρὸς ὃν
ἐξεδήμησας.
Θεοτοκίον.
Ὁ Σὴν γαστέρα Παρθένε τὴν
θεοδόχον, ὑπερφυῶς σκηνώσας, οὗτος καὶ μετὰ τόκον, θεϊκῇ δυνάμει Σε, παρθένον
ἐτήρησεν.
ᾨδὴ
ε΄. Σὺ Κύριέ μου φῶς.
Νοῦν Πάτερ καθαρόν, ἡσυχίᾳ
κτησάμενος, τῷ Πνεύματι τῷ Ἁγίῳ, τοῦ ἐχθροῦ τὰς παγίδας, λαμπόμενος διέφυγες.
Τῇ χάριτι Θεοῦ, καὶ σοφίᾳ
καὶ δόγμασιν, διέπρεψας θεοφόρε, ἱερεὺς χρηματίσας, παμμάκαρ ἱερώτατε.
Θεοτοκίον.
Αἱ πᾶσαι γενεαί, εὐσεβῶς
μακαρίζουσιν, Σὲ πάναγνε τὴν τεκοῦσαν, ὑπὲρ φύσιν καὶ λόγον, τὸν τῷ ὄντι
μακάριον.
ᾨδὴ
στ΄. Θύσω σοι μετὰ φωνῆς αἰνέσεως.
Σοφίας, ἐραστὴς τῆς ἐνθέου
θεόπνευστε, τῷ τῶν χαρίτων στεφάνῳ, παρ’ αὐτῆς παμμάκαρ ἐστεφανώθης, ὁλοτρόπως,
τῷ φωσφόρῳ φοιτήσας Χαρίτωνι.
Ἔστησας, ἐπὶ Χριστὸν τὴν
πέτραν τοὺς πόδας σου, ταῖς πρακτικαῖς ἐπιβαίνων, ἀρεταῖς θεόφρον εὐσεβοτρόπως,
ἀναβάσεις, ἐν τῇ καρδίᾳ σου Πάτερ θέμενος.
Ἐπλάκη, σῇ κορυφῇ ὡραῖον
διάδημα, τῆς καθαρᾶς πολιτείας, καὶ τελείας Πάτερ θεοσεβείας, καὶ ἀγώνων,
πνευματικῶν καὶ πόνων ἀσκήσεως.
Θεοτοκίον.
Κατάρας, τῆς προμήτορος
Εὔας τῷ τόκῳ Σου, ἐλευθερούμεθα Σὺ γάρ, τὸν Χριστὸν τεκοῦσα Παρθενομῆτορ, ἀντὶ
ταύτης, τὴν εὐλογίαν πᾶσιν ἐπήγασας.
Κόντακιον.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὴν
πτωχείαν τοῦ Χριστοῦ, ἐπιποθήσας εὐσεβῶς, πλοῦτον ἔλιπες φθαρτον, καὶ δόξαν
ῥέουσαν σοφέ, καὶ τὸν σταυρόν σου ἐπ’ ὤμον, ἀράμενος τρίβον, τὴν στενὴν
διώδευσας, πατῶν τὰς ἡδονάς, τὰς ἐκ τοῦ σώματος, δι’ ἐγκρατείας Ὅσιε, ἁπάσης τε
κακοπαθείας καὶ ἔφθασας, πρὸς πλάτος θεῖον, τοῦ Παραδείσου, Ἰωάννη Πατὴρ ἡμῶν.
Συναξάριον.
Τῇ
Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ
Παλαιολαυρίτου
Νέον
τι κέρδος, τὸν Παλαιολαυρίτην,
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ
Τριχινᾶ
Θνῄσκεις,
ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ,
Τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Βίκτωρος, Ζωτικοῦ, Ἀκινδύνου, Καισαρίου, Σεβηριανοῦ, Χριστοφόρου, Ζήνωνος,
Θεωνᾶ καὶ Ἀντωνίνου
Σὺν
Ἀκινδύνῳ τέσσαρας κτείνει ξίφος,
Τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
Τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἱερομάρτυς Ἀναστάσιος,
ἐπίσκοπος Ἀντιοχείας, ξίφει τελειοῦται.
Ἀναστάσιε,
σοῦ δὲ τί γράψω χάριν,
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ζακχαίου
τοῦ Ἀποστόλου
Οὐχὶ
κατάβα, ἀλλ' ἀνάβα σοι λέγει,
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου, τοῦ κτίτωρος τῆς
Μονῆς τοῦ Μεγάλου Μετεώρου
Ἀθανάσιε
τὸν λίθον Mετεώρου,
Πρὸς λίθον ἀκρόγωνον τρίβον εἰργάσω.
Πρὸς λίθον ἀκρόγωνον τρίβον εἰργάσω.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωάσαφ,
τοῦ συνασκητοῦ τοῦ Ὁσίου Ἀθανασίου
Ἀθανασίῳ
ἐν πόλῳ Ἰωάσαφ,
Nῦν συγχορεύεις συμμεριστὴς ὡς πόνων.
Nῦν συγχορεύεις συμμεριστὴς ὡς πόνων.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου τοῦ
Ὄσεβεν τῆς Ρωσίας
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Θεοτίμου ἐπισκόπου Τόμεως τῆς
Μικρᾶς Σκυθίας τῆς Ρουμανίας
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις
τῆς Μετακομιδῆς τῶν
ἱερῶν λειψάνων τοῦ Ἁγίου Νικολάου ἐπισκόπου Ἀχρίδος καὶ Ζίτσης.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἐν τῇ καμίνῳ.
Ῥώμην τὴν θείαν, ὡς
διπλοΐδα περικείμενος, πάντα, πειρασμὸν αἱρέσεων ἐκφυγεῖν, ἠδυνήθης
παμμακάριστε· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Ὁ ξενιτεύσας, δι’ ἡμᾶς
πάντων Πάτερ κύριος, οὗτος, ἐπὶ ξένης μάκαρ σὲ προφανῶς, διεφύλαξεν
κραυγάζοντα· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον
θεῖον σκήνωμα, χαῖρε· διὰ Σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν·
εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
ᾨδὴ
η΄. Χεῖρας ἐκπετάσας.
Ὡραῖος καὶ σῶμα καὶ ψυχήν,
καὶ τὴν εὐσέβειαν, ὑπάρχεις Ὅσιε, καὶ θείας γνώσεως ὄργανον, καὶ δογμάτων
γνησιότητος, καὶ μελῳδίας ἀκραιφνοῦς, λύρα γεγένησαι, ἀναμέλπων· πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Πρὸς τὴν ἀτελεύτητον ζωήν,
καὶ τὴν ἀθάνατον, μακαριότητα, μετακεχώρηκας Ὅσιε, καὶ ἀφθάρτου κατηξίωσαι,
ἀγαλλιάσεως τυχεῖν μέλπων μακάριε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ἀποτινασσόμεθα τὸν χοῦν,
ἀφθαρτιζόμενοι, τὸν τῆς θνητότητος, τῷ θείῳ τόκῳ Σου πάναγνε· τὴν γὰρ φύσιν καὶ
κυρίως ζωήν, καὶ τὴν ἀΐδιον ἁγνή, Δέσποινα τέτοκας· ὅθεν πάντες, Σὲ εὐλογοῦμεν
Μαρία θεόνυμφε.
ᾨδὴ
θ΄. Λίθος ἀχειρότμητος.
Τέλος παμμακάριστον εὗρες,
τῶν τῆς ἀσκήσεως ἀγώνων, Πάτερ Ἰωάννη πρὸς Χριστόν, ἀποδημήσας, καὶ
μεταθέμενος, πρὸς ἀπαθῆ καὶ ἄπονον, ζωὴν παμμάκαρ ἱερώτατε.
Ἐν γῇ Πάτερ τῇ τῶν πραέων,
κατηξιώθης κατοικῆσαι, οἷα μιμητὴς χρηματίσας, τῶν ἡσυχίων, καὶ θεοφόρων
ἀνδρῶν, μεθ’ ὧν σαφῶς ἀπέλαβες, Ὅσιε μάκαρ τὴν ἀπόλαυσιν.
Θεοτοκίον.
Ῥεῖθρον τὸ τῆς ἀθανασίας,
ἡμῖν ἀνέβλυσας Παρθένε, καὶ τὸ τῆς ἀφέσεως ὕδωρ, Χριστὸν τεκοῦσα, ᾧ
καθαιρόμεθα, ἀπὸ παντὸς σπιλώματος, τῆς ἁμαρτίας θεονύμφευτε.
Εἰς
τὸν Στίχον τῶν Αἴνων. Ἦχος δ΄. Τί ὑμᾶς καλέσωμεν.
Πάτερ
Ἰωάννη ἀοίδιμε, τῆς ἐρήμου τὸ φαιδρόν, σὺ ὤφθης κρίνον ἀληθώς, μοναζόντων τὸ
τερπνόν, ἄνθος ὑπάρχεις καὶ λαμπρόν· Προδρόμου, χαῖρε Πάτερ ὡς ὁμώνυμος· ἐν
τρόποις ἐπαγάλλει ὡς ὁμότροπος· πιστοὺς φρουρεῖς ταῖς ἱκεσίαις σου, καὶ κόσμον
σκέπης ἐντεύξεσιν· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὦ
τῶν ὑπερτίμων ἀγώνων σου· ὡς γὰρ κλῆμα εὐθαλές, ἀναβλαστήσας τοῖς ἐν γῇ, ἐν
ἀσκήσει προκαθαίρεις, σοῦ τὴν φρένα ἀληθῶς, παράγεις, ἀρετῶν ἡμῖν τοὺς βότρυας,
ποτίζεις, οἶνον Πάτερ κατανύξεως, νέμεις τὴν σὴν χάριν ἅπασαν, τοῖς ἀσιγήτως
τιμῶσίν σε· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἄγγελοι
θαυμάζουσιν ἄνωθεν, εὐφημοῦσίν σου τὰ ἆθλα, μοναζόντων οἱ χοροί, καὶ τιμῶσίν
σου τοὺς πόνους, οἱ προβλέποντες πιστῶς, αὐγάζει, τοῖς ἐν πέρασιν τὰ θαύματα,
προλάμπει, τοῖς ἐν κόσμῳ τὰ τεράστια, δακρύων ῥείρθοις συμνίγεται, τὰ τῶν
δαιμόνων συστήματα· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου