ΑΠΡΙΛΙΟΥ ΚΘ΄.
ΙΩΑΝΝΟΥ ΚΑΛΟΚΤΕΝΟΥΣ ΕΠΙΣΚΟΠΟΥ ΘΗΒΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ψάλλομεν ἐκ τοῦ Πεντηκοσταρίου β´ καὶ τὰ παρόντα τοῦ Ἁγίου δ´. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἰωάννην προθύμως δεῦτε τιμήσωμεν, τὸν τῆς ἡμῶν πατρίδος, ἱερὸν ἀρχιθύτην, τὸν ἄκακον καὶ πρᾶον καὶ συμπαθῆ, καὶ ἁπλοῦν καὶ ἡσύχιον, καὶ ἐλεήμονα νέον καὶ πρεσβευτήν, τῶν ψυχῶν ἡμῶν πανάριστον.
Ὁ ἱερὸς ἀρχιθύτης Θηβῶν ὁ πρόεδρος, ὁ νέος ἐλεήμων, Ἰωάννης ὁ κτήτωρ, τιμάσθω ἐπαξίως, ὅτι καὶ ζῶν, τῶν πενήτων ἐκήδετο, καὶ μετὰ τέλος πρεσβεύει τῷ Λυτρωτῇ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Οἱ τῶν Θηβαίων σε παῖδες τιμῶντες Ἅγιε, ἀνήγειραν ἐκ βάθρων, εὐλαβείᾳ καὶ πόθῳ, τὸν ἅγιον ναόν σου ἐν ὢ ἀεί, τὴν λατρείαν τοῦ Πνεύματος, ἐπιτελοῦντες δοξάζουσι σὺν ἡμῖν, τὸν δοξάσαντα σε Κύριον.
Ἀγαλλιᾶται καὶ χαίρει πανηγυρίζουσα, ἡ τῶν Θηβαίων πόλις, ἐν τῇ θεία σου μνήμη· πλουτήσασα καὶ γὰρ σε Ποιμένα αὐτῆς, καὶ προστάτην θερμότατον, ἐκ πειρασμῶν καὶ κινδύνων παντοδαπῶν, ἐκλυτροῦται ταῖς πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. β´. Τοῦ Ἁγίου.
Ἐξέλαμψε σήμερον τοῦ Ἱεράρχου ἡ μνήμη, καταυγάζουσα πιστῶν τὰς διανοίας, καὶ εὐφραίνουσα Θηβαίων τὰς καρδίας· ἐν ἢ συνελθόντες οἱ πιστοί, πνευματικῶς πανηγυρίζομεν, καὶ τὸν ἐν μέσῳ ἡμῶν ἀοράτως παρεστῶτα Ἱεράρχην καὶ προστάτην, ᾀσματικοῖς ἐγκωμίοις ἀνευφημοῦμεν, τὸν Σωτῆρα Κύριον δοξάζοντες, τὸν σῴζοντα ἡμᾶς ταῖς ἱκεσίαις αὐτοῦ.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιών το Ανάγνωσμα. [Κεφ. 10. 7&3, 13-16 & εκλογή]
Μνήμη δικαίου μετ' ἐγκωμίων, καί εὐλογία Κυρίου ἐπί κεφαλήν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὅς εὗρε σοφίαν, καί θνητός, ὅς εἶδε φρόνησιν. Κρεῖσσον γάρ αὐτήν ἐμπορεύεσθαι, ἤ χρυσίου καί ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστί λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδέν πονηρόν, εὕγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δέ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γάρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δέ καί ἔλεον ἐπί γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνά γάρ ἐρῶ, καί μακάριος ἄνθρωπος, ὅς τάς ἐμάς ὁδούς φυλάξει. Αἱ γάρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καί ἑτοιμάζεται θέλησις παρά Κυρίου. Διά τοῦτο παρακαλῶ ὑμᾶς καί προΐεμαι ἐμήν φωνήν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγώ ἡ Σοφία κατεσκεύασα βουλήν καί γνῶσιν καί ἔννοιαν, ἐγώ ἐπεκαλεσάμην. Ἐμή βουλή καί ἀσφάλεια, ἐμή φρόνησις, ἐμή δέ ἰσχύς. Ἐγώ τούς ἐμέ φιλοῦντας ἀγαπῶ, οἱ δέ ἐμέ ζητοῦντες εὐρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δέ ἀπαίδευτοι ἕνθεσθε καρδίαν. Εἰσακούσατέ μου καί πάλιν, σεμνά γάρ ἐρῶ, καί ἀνοίγω ἀπό χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ο λάρυγξ μου, ἐβδελυγμένα δέ ἐναντίον μού χείλη ψευδῆ. Μετά δικαιοσύνης πάντα τά ρήματα τοῦ στόματός μου, οὐδέν ἐν αυτοῖς σκολιόν, οὐδέ στραγγαλιῶδες, Πάντα εὐθέα ἐστί τοῖς νοοῦσι, καί ὀρθά τοῖς εὐρίσκουσι γνῶσιν. Διδάσκω γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπίς ὑμῶν, καί πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἑν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. ᾽Ἐδοξαν ἐν ὁφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίστη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἑν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθἐντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτους ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἑν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἑπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἑπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς όσίοις αὐτοῦ, καὶ ὲπισκοπὴ ἑν τοῖς ὲκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἑν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ, Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὁτι τῆ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτῆσιν εἰς ἀμυναν ἑχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, όσιότητα` ὁξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τους παράφρονας πορεύσονται δὲ εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι· ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἑκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν, βασιλεῖς, καὶ σύνετε μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Θεαρχίῳ βουλήματι, ἄνωθεν ἡ Παντάνασσα Μητροπάρθενος, Ἱεράρχην Σε Θηβῶν προσεφώνησεν, ὁπηνίκα τὰς εὐχὰς καὶ τοὺς ὕμνους ταύτῃ ἀνέπεμπες ἐν ἀγρύπνοις στάσεσιν· ὅθεν καὶ ἀναβὰς ἐν τῇ θεία περιωπή, ἐξέλαμψας ἐν ἔργοις καὶ διδάγμασι, πτωχείαν δι᾿ ἀγάπην πενήτων κτησάμενος· καὶ νῦν μεταστὰς πρὸς οὐρανόν, ἀπολαμβάνεις τὸν μισθὸν τῶν καμάτων σου, καὶ πρεσβεύεις ὑπὲρ τῆς ποίμνης σου, Ἰωάννη ἐλεῆμον μακάριε.
Πνευματικὴν χορείαν σήμερον πιστοί, δεῦτε συγκροτήσωμεν, ἐπὶ τῇ μνήμη τοῦ ἱεράρχου καὶ θεοφόρου Πατρός, μιμούμενοι αὐτοῦ τὴν ἱλαρότητα, τὸ πρᾶον καὶ φιλάνθρωπον, δι᾿ ὧν ἔλαμψεν ὡς ἥλιος τοῖς πέρασιν, ὁ τῶν Θηβῶν προστάτης καὶ πρόμαχος, θείῳ ψήφῳ ἀναδειχθείς, καὶ Χριστῷ τῷ δι᾿ ἡμᾶς ἀναστάντι βοήσωμεν· Τοῦ Ἱεράρχου πρεσβείαις ὁ Θεὸς ἡμῶν, εἰρήνευσον τὸν κόσμον Σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἱεράρχα μέγιστε, ποιμενάρχα τῶν Θηβῶν, καὶ πιστῶν ἐγκαλλώπισμα. Σὺ ἐν ἀρεταῖς· διαπρέψεις καὶ τῷ Θεῷ οἰκειωθείς, ἐπαξίως ἐκάθησας ἐπὶ τοῦ θρόνου τῆς χάριτος· ἐντεῦθεν δ´ ἑξακοντίζων ὡς ἀστραπή, τὰς ἀκτῖνας τοῦ ἐνοικοῦντος σοι Ἁγίου Πνεύματος, τοὺς ἐν τῷ ζόφῳ τῆς ἀγνωσίας διατελοῦντας καὶ ἰουδαΐζοντας πιστούς, ταῖς διδαχαῖς σου ἐφώτισας, οὓς καὶ προσήγαγες Χριστῷ κεκαθαρμένους ὡς εὐῶδες θυμίαμα.
Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. β´.
Δεῦτε πιστοί, τοῦ Βυζαντίου τὸ θρέμμα, καὶ Βοιωτίας τὸ μέγιστον ἐγκαλλώπισμα, εὐφημήσωμεν ᾄσμασιν Ἰωάννη τὸν νέον ἐλεήμονα· οὗτος γὰρ ἐν τῷ ὕψει τῆς Ἀρχιερατεῖας διαπρέψας τῇ θεία ψήφῳ, τὴν Ἐκκλησίαν κατεκόσμησε τοῖς θείοις διδάγμασιν, αὐτουργὸς γενόμενος ἱερῶν κατορθωμάτων, δι᾿ ὧν καὶ δεδόξασται παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ δοξάσαντος τοὺς αὐτὸν ἀντιδοξάζοντας.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον Ἀποστιχα. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίρει ἡ τῶν Θηβαίων πληθύς, τὴν παναγίαν ἑορτάζουσα μνήμην σου, ἐκλάμψασαν ἐν τῷ μέσῳ, τῶν ἱερῶν ἑορτῶν, τῆς ἐνδόξου θείας Ἀναστάσεως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἐν γῆ σε δοξάσαντος, οὗ τῇ μιμήσει, ὡς ποιμὴν ἀληθέστατος, ὑπερέλαμψας, ἀρετῶν ταῖς λαμπρότησιν· ὅθεν καὶ τὰ συστήματα, πρὸς ὕμνον διήγειρας, τοῦ ἐν ὑψίστοις ἀπαύστως, δοξαζομένου Δεσπότου σου, ὃν νῦν ἐκδυσώπει, μετὰ πάντων τῶν Ἁγίων, ὑπὲρ τῆς ποίμνης σου.
Στίχ. Τίμιος ἐναντίον Κυρίου...
Χαίρει ἱεραρχῶν ὁ χορός, ἡ τῶν ὁσίων καὶ δικαίων ὁμήγυρις, ἁπάντων τε τῶν ἁγίων, ὁ θεοφόρος ἐσμός, σύνοικόν Σε ἔχων καὶ ὁμόσκηνον, μεθ´ ὧν συμπαρίστασαι, Ἱεράρχα θεσπέσιε, καὶ συγχορεύεις, ἐν ὑψίστοις γηθόμενος, καὶ τὴν ἄληκτον, χαρμονὴν ἐμφορούμενος, ἧς καὶ ἡμᾶς ἀξίωσον, ταῖς θείαις πρεσβείαις Σου, θεομακάριστε Πάτερ, τοὺς ἐκτελοῦντας τὴν μνήμην Σου, καὶ ῥῦσαι κινδύνων, καὶ παντοίων ἀλγηδόνων, καὶ περιστάσεων.
Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται...
Χαίροις τῶν ὀρφανῶν ὁ πατήρ, τῶν πενομένων ἡ τροφὴ ἡ ἀδάπανος, τοῦ γήρως ἡ βακτηρία, χειμαζόμενων λιμήν, τῶν ἀδικουμένων ἡ βοήθεια, ἐλέους τὸ πέλαγος, συμπαθείας ἡ ἄβυσσος, δικαιοσύνης, ὁ κανὼν ὁ εὐθύτατος, ὁ ἰσάγγελος, καὶ οὐράνιος ἄνθρωπος· χαίροις ὁ ἑτοιμότατος, καὶ πρέσβυς θερμότατος, τῶν αἰτουμένων σε Πάτερ, καὶ εὐλαβῶς μεμνημένων σου, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα, Τοῦ Ἁγίου. Ἦχος πλ. β´.
Τῆς ἑπταπύλου τὸ κλέος, τοῦ Βυζαντίου τὸ καύχημα, τῶν ὀρφανῶν καὶ πενήτων τὸ μέγα παραμύθιον, Ἱεράρχα τῶν Θηβῶν Ἰωάννη θεσπέσιε, ἀξιόχρεως εὐφημοῦμεν Σε. Διὸ καὶ πόθῳ τιμῶντες τὴν πανίερον μνήμην σου, ἐκλάμψασαν ἐν τῷ μέσῳ τῆς Χριστοῦ ἀναστάσεως, εὐσεβοφρόνως δοξάζομεν τὸν ἐκ νεκρῶν ἀναστάντα Θεὸν ἡμῶν, τὸν σῴζοντα ἡμᾶς ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς,
Νῦν ἀπολύεις... Τρισάγιον.
Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος πλ. δ´.
Ἐκ μέσης τὸν Κύριον, ἐπιποθήσας ψυχῆς, τὰ ῥέοντα ἔφυγες, καὶ ἐπιπόνῳ ζωή, τὴν σάρκα ἐξέτηξας· ἔσπευσας Ἱεράρχα, Βοιωτῶν Ἰωάννη, φίλος Χριστοῦ γενέσθαι, διὰ οἶκτον πενήτων· διὸ καὶ νέος ἐλεήμων, ἐκλήθης μακάριε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ποιμένα σε Θηβῶν, καὶ προστάτην τιμῶντες, χήρων καὶ ὀρφανῶν, μὴ κενούμενον πλοῦτον, ἀξίως δοξάζομεν, Ἰωάννη τὴν μνήμην σου, ἢν ἐδόξασεν, ὁ τῶν ἁπάντων Δεσπότης, ὃν ἱκέτευε, ἐκ πειρασμῶν καὶ κινδύνων, σωθῆναι τοὺς δούλους σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. τῆς Ἑορτῆς.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὴν καθαρότητα, Πάτερ τοῦ βίου Σου, καὶ τὴν λαμπρότητα, τῆς πολιτείας Σου, ἡ Θεοτόκος Μαριάμ, ἐδήλωσε παραδόξως· ὅθεν καὶ Ποιμένα σε, Βοιωτία προσήκατο, ἥν περ καὶ ἐποίμανας, θεία ῥάβδῳ τῶν λόγων σου, τὴν θάλασσαν παθῶν διαῤῥήξας, τὸν νέον Ἰσραὴλ ἐκλυτρούμενος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Τὸν τάφον σου Σωτήρ.
Θηβαίων ἡ πληθύς, φιλεόρτων τὰ πλήθη, πανήγυριν φαιδράν, συγκροτοῦντες τιμῶμεν, τὴν μνήμην σου ἅἍιε, Ἱεράρχα πατὴρ ἡμῶν· ὅθεν αἴτησαι, πάσης ἀνάγκης ῥυσθῆναι, τὴν τιμῶσαν Σε, καὶ μεγαλύνουσαν πόλιν, ἢν πάλαι ἐποίμανας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Οἱ Ἀναβαθμοί. Τὸ ἃ´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον.: Τίμιος ἐναντίον Κυρίου...
Στίχ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη...
Πᾶσα πνοή...
Εὐαγγέλιον. Κατὰ Ἰωάννην: Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας...
Τό, Ἀνάστασιν Χριστοῦ θεασάμενοι.
Ὁ Ν´ Ψαλμὸς χύμα.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησον με... καὶ τὸ Ἰδιόμελον, Ἦχος πλ. β´.
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσι σου, ὅσιε Πάτερ, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον ἐν μιὰ Θεότητι.
Ὁ Κανὼν τῆς ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς στ´, καὶ τοῦ Ἁγίου εἰς δ´.
ᾨδὴ α´. Ἦχος α´. Ἀναστάσεως ἡμέρα.
Πανηγύρεως ἡμέρα, δεῦτε δράμωμεν νῦν, πάντες ὁμοῦ προσφόρως, τὸν ἀρχιποίμενα ἡμῶν, τὸν ἐκλάμψαντα ἐν γῆ, ἀστέρος δίκην, πιστῶς ἀνυμνήσωμεν, Ἰωάννην τὸν ἔνδοξον,
Τῆς Θεότητος τῷ πόθῳ, προσηλώσας σαυτόν, πᾶσαν τοῦ κόσμου σχέσιν, ἀπετινάξω οὐδαμῶς, τὸ παράπαν τῆς σαρκός, φροντίσας σοφέ· διὸ καὶ γεγένησαι, οἰκητήριον Πνεύματος.
Τὴν πανίερον σου μνήμην, ἐξυμνῆσαι πόθων, χάριν μοι δὸς ἐξ ὕψους, ὢ χαριτώνυμε ποιμήν, καὶ τὸν ζόφον τοῦ νοός, ψυχῆς τῆς ἐμῆς, σκεδάσας ἐξάλειψον, καὶ αὐτός με ἐνίσχυσον.
Θεοτοκίον.
Παναγία Θεοτόκε, ἡ πηγὴ τῆς ζωῆς, καὶ τῆς ἀθανασίας, τῆς ἀθανάτου με τρυφῆς, καὶ τῆς θείας χαρμονῆς, καὶ δόξης τῆς σῆς, ἀξίωσον δέομαι, τὸν ἀνάξιον δοῦλόν σου.
ᾨδὴ γ´. Δεῦτε πόμα πίωμεν καινῶν.
Δεῦτε τὴν πανίερον πιστοί, καὶ πανέορτον μνήμην, τοῦ Ἐλεήμονος, ἐπιτελοῦντες πιστῶς, καρποὺς εὐωδίας τῷ Χριστῷ, ἀξίως προσάξωμεν.
Πᾶσαν ἡδυπάθειαν σαρκός, Ἰωάννη μακάριε, βδελυξάμενος, τῆς ἀθανάτου ζωῆς, ἀξίως τετύχηκας Θεῷ, ἀεὶ παριστάμενος.
Πόλιν τῶν Θηβαίων παροικῶν, τὸ πολίτευμα ἔσχες, Πάτερ οὐράνιον, ἐν ἀγρυπνίαις πολλαῖς, τὴν σάρκα ἐξέτηξας σοφέ, Θεῷ παριστάμενος.
Θεοτοκίον.
Νύμφη παναμώμητε σεμνή, τοῦ νυμφῶνος τοῦ θείου, Σὺ με ἀξίωσον, ἀγαλλομένῳ ποδί, χορεύειν καὶ ψάλλειν τὴν ᾠδήν, τὴν Σὴν πολυΰμνητε.
Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀναβὰς εἰς τὰ ὕψη τῶν ἀρετῶν, καὶ τῇ θεία ἐκείνη καταυγασθείς, ὢ Πάτερ λαμπρότητι, τῶν δογμάτων τοῦ Πνεύματος, ἀληθῶς ἐδείχθης φωστὴρ διαυγέστατος, ἀστραπαῖς φωτίζων, τοῦ Πνεύματος ἅπαντας· ὅθεν καὶ ὁμίχλην, τῶν παθῶν ἐκδιώξας, λαὸν σου ἐποίμανας, θεαρέστως μακάριε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ´. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ τοῦ θρόνου ἀναβάς, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥσπερ φαεινότατος λύχνος, τὰς ψυχὰς ἐφώτισας, τῶν πίστει προσιόντων σοι, καὶ σκότους ἐλυτρώσω ζοφώδους, τῆς ἁμαρτίας αὐτούς, κατακαλύπτοντος.
Τὴν τεθλιμμένην καὶ στενήν, ὁδὸν βαδίσας γεγηθώς, εὕρηκας εὐρύχωρον πλάτος, καὶ μακαριώτατον, ἐν οὐρανοῖς θεόσοφε, ἐν ᾧ καὶ συγχορεύεις ἀπαύστως, τοῖς τῶν Ἀγγέλων χοροῖς, συναγαλλόμενος.
Προσευχόμενου Σου θερμῶς, καὶ τὴν Μητέρα τοῦ Θεοῦ, ἀρχαγγελικῶς ἐξυμνοῦντος, θείας κατηξίωσαι, φωνῆς μακαριώτατε, δηλούσης τὸ ὑπέρτατον ὕψος, τῆς προεδρίας τῶν Θηβῶν, ἐν ᾗ διέπρεψας.
Θεοτοκίον.
Τὴν παναμώμητον Ἁγνήν, τὴν τῶν Ἀγγέλων χαρμονήν, τὴν τῶν οὐρανῶν πλατυτέραν, δυσωπῶ σε Ἄχραντε, τὸν νοῦν μου φωταγώγησον, ἐσκοτισμένον πάθεσιν, ἡ τὸ ἀπρόσιτον φῶς, Χριστὸν κυήσασα.
ᾨδὴ ε´. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Τιμᾷ σου τὴν μνήμην τρισμάκαρ, καὶ γηθοσύνως ἡ πόλις, Θηβαίων πανηγυρίζει, ἥν περ διαφύλαττε, καὶ ῥῦσαι περιστάσεων, ταῖς πρὸς Θεὸν ἱκεσίαις Σου.
Ναὸς ὑπερφώτου Τριάδος, θεομακάριστε Πάτερ, γενόμενος ἀπὸ βρέφους, ἱερὸν ἀνήγειρας, ναὸν τῆς Θεομήτορος, περικαλλῆ καὶ λαμπρότατον.
Πτωχῶν καὶ χηρῶν ὁ προστάτης, τῆς Βοιωτίας τὸ κλέος, ὁ μέγιστος Ἱεράρχης, Ἰωάννης ᾄσμασιν, ἀνευφημείσθω σήμερον, ὡς ὑπὲρ πάντων δεόμενος.
Θεοτοκίον.
Διέγειρον κείμενον Κόρη, τὸν ἐν πολλαῖς ἁμαρτίαις, τοῦ βίου περιπεσόντα, καὶ τῆς ἀθανάτου με, ζωῆς τὸν ἀνυμνοῦντά σε, μόνη Ἁγνὴ καταξίωσον.
ᾨδὴ στ´. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Ἐσκόρπισας πάντα τὰ Σὰ τοῖς πτωχοῖς, Ἱεράρχα τῶν Θηβῶν Ἰωάννη, τρισμάκαρ, δι᾿ ἀγάπην τοῦ Χριστοῦ· ὅθεν ἔτυχες, Βασιλείας οὐρανῶν, καὶ τρυφῆς Παραδείσου.
Τῷ θείῳ ναῷ σου περιπολοῦντες οἱ πιστοί, τὸν τρισάγιον ὕμνον μετὰ δέους, τῷ Κυρίῳ προσάγομεν, εὐφημοῦντές Σε, Ἱεράρχα τῶν Θηβῶν, Ἰωάννη τρισμάκαρ.
Παράδοξα, Πάτερ ὁρῶμεν τὰ Σά· παραδόξως γὰρ ἐν Σοι ἐπιστᾶσα, ἡ Μήτηρ, τοῦ Θεανθρώπου Ἰησοῦ, πρακατήγγειλε, Χαίροις, λέγουσα, καὶ Σύ, τῶν Θηβαίων προστάτα.
Θεοτοκίον.
Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψε μοχλοὺς ὁ Υἱὸς Σου, Παρθένε, διὰ τὸ σῶσαι βροτούς, οὓς κατέπιεν, ἀπ’ αἰῶνος ἀναιδῶς, ὁ ἀκόρεστος ᾍδης.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας τοῦ Θεοῦ σοφὲ τοὺς οἴακας, ἐπιστημόνως χειρισθεὶς ταύτην ἀκύμαντον, διετήρησας μακάριε Ἰωάννη, τὰς ζαλώδεις καταιγίδας ἐκκρουσάμενος, καὶ βιαίας τρικυμίας τῶν αἱρέσεων· ὅθεν κράζω Σοι· Χαίροις, Πάτερ πανεύσπλαγχνε.
Ὁ Οἶκος.
Ἄγγελος σαρκοφόρος, ἐπὶ γῆς ἀνεφάνης, τὴν φλόγα τῆς σαρκὸς κατασβέσας· καὶ τὰ θανατηφόρα Σατάν, καὶ πυρφόρα βέλη κραταιῶς Ὅσιε, συνέτριψας· διὰ τοῦτο Σοι κράζω Ἰωάννη ταῦτα·
Χαῖρε, ποιμὴν λογικῶν προβάτων·
χαῖρε, λιμὴν τῶν ἐν ζάλη τοῦ βίου.
Χαῖρε, τῶν πενήτων τροφὴ ἀδαπάνητε·
χαῖρε, τῶν Ὁσίων ἁπάντων ἐφάμιλλε.
Χαῖρε, ὅτι διεσκέδασας τὴν ὁμίχλην τῶν παθῶν·
χαῖρε, ὅτι κατεφώτισας τὰς καρδίας τῶν πιστῶν.
Χαῖρε, τοῦ Βυζαντίου ὁ θεόφυτος κλάδος·
χαῖρε, τῆς Βοιωτίας ὁ σεπτὸς Ἱεράρχης.
Χαῖρε, λαμπρὸν Θεοῦ ἐνδιαίτημα·
χαῖρε, σεπτὸν Ναοῦ ἐγκαλλώπισμα.
Χαῖρε, γυμνῶν ἀναπήρων τε σκέπη·
χαῖρε, Θηβῶν μέγα κλέος καὶ στῦλε,
Χαίροις, Πάτερ πανεύσπλαγγνε.
Συναξάριον.
Τῇ ΚΘ´ τοῦ μηνὸς Ἀπριλίου, Μνήμη τὸν ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Θηβῶν τοῦ νέου Ἐλεήμονος.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος.
Ἀπόροις ὀρφανοῖς ἐβοήθησας, πτωχοῖς συνεπάθησας, βλέπων δὲ λαόν, στενοχωρίαις καὶ δεινοῖς, συνεχόμενον Πάτερ ἐστέναξας, καὶ ἔκλαυσας ἐν παντὶ ἀδυνάτῳ, Ἰωάννῃ καὶ πάσχοντι.
Πεινῶντας καὶ διψῶντας θεσπέσιε, ἐπότισας ἔθρεψας, ξένους συμπαθῶς, ἐπισυνήγαγες πολλούς, ἀσθενεῖς ἐπεσκέψω, ἠμφίασας, γυμνούς, τοῖς ἐν φυλακῇ διηκόνησας, αὐτοῖς ὡς συμπαθέστατος.
Τῷ θρόνῳ τοῦ Θεοῦ παριστάμενος, ἱκέτευε Ὅσιε, πάντας τοὺς τὴν Σήν, ἐπιτελοῦντας ἑορτήν, λυτρωθῆναι κινδύνων καὶ θλίψεων, καὶ τῆς ἐπουρανίου καὶ θείας, τυχεῖν μακαριότητος.
Ὁ τρόπος σου ἁπλοὺς καὶ ἡσύχιος, ὁ βίος ἀνεπίληπτος, ἅπαντα τὰ Σά, ἀξιοθαύμαστα· διό, οὐρανῶν βασιλείας ἠξίωσαι, ἐν ἢ ἀεὶ μετ᾿ Ἀγγέλων χορεύεις, αὐτοῖς, συναγαλλόμενος.
Θεοτοκίον.
Παρθένε Θεοτόκε Πανύμνητε, τοὺς πόθῳ ὑμνοῦντάς Σε, ῥῦσαι συμφορῶν, καὶ χαλεπῶν ἁμαρτιῶν, καὶ τρυφῆς παραδείσου ἀξίωσον, πρεσβείαις τοῦ σεπτοῦ Ἱεράρχου, Θηβῶν, τοῦ Σοῦ θεράποντος.
ᾨδὴ η´. Αὕτη ἡ κλητή.
Ὅλον σεαυτὸν τῷ Χριστῷ Ἰωάννῃ, παρέδωκας προθύμως, ἀπὸ νεότητος μάκαρ, ἁπαλῶν ἐξ ὀνύχων γὰρ Ὅσιε οἱ τεκόντες Σε ἔταξαν, Σὲ ἀνατεθῆναι, ὡς δῶρον τῷ Δεσπότῃ.
Πόθῳ τῷ σεπτῷ καὶ ἁγίῳ ναῷ σου, πάντες Ἰωάννη, οἱ προσπελάζοντες μάκαρ, τῷ Δεσπότῃ τῶν ὅλων, κραυγάζομεν τῶν Παίδων τὴν αἴνεσιν Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Πόλιν τῶν Θηβῶν ἢν ἐποίμανας Πάτερ, φρουρεῖς ταῖς Σαῖς πρεσβείαις, καὶ διασῴζεις κινδύνων διὰ τοῦτο Σοῦ πόθῳ, γεραίρομεν τὴν μνήμην τὴν ἔνδοξον, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σὲ τὴν καθαρὰν καὶ ἁγίαν Παρθένον, ἢν Ἄγγελοι ἀπαύστως, ἐν οὐρανοῖς ἀνυμνοῦσιν, ἀνυμνῶ καὶ δοξάζω, Πανάχραντε πιστῶς καὶ κραυγάζω σοι· Χαῖρε Θεοτόκε, βροτῶν ἡ σωτηρία.
ᾨδὴ θ´. Φωτίζου, φωτίζου.
Φαιδρύνου, ἀγάλλου, τῆς ἑπταπύλου ὁ λαός, ἐν τῇ μνήμη τῇ θείᾳ, τοῦ σοφοῦ ποιμένος σου· χόρευε τέρπου καὶ σκίρτα φαιδρῶς· κράξον θερμῶς· Πάτερ Ἰωάννη, τοὺς ὑμνητάς σου περίσῳζε.
Ψυχῆς τὴν λαμπάδα, διατηρῶν διηνεκῶς, ἀκατάσβεστον μάκαρ, Ἰωάννη ἔνδοξε, ἄρτι νυμφῶνι φαιδρῶς λειτουργεῖς, οὗ καὶ ἡμᾶς, καταξιωθῆναι, διὰ παντὸς καθικέτευε.
Ῥωσθεὶς ταῖς εὐχαῖς σου, ὁ σὸς ἱκέτης τὴν ᾠδήν, ἐκ καρδίας προσῆξας, πόθῳ τὴν ἐφύμνιον χάριν· διὸ ἱκετεύω θερμῶς, Πάτερ τὴν Σήν, βράβευσον μοι ὅπως, ἀκαταπαύστως γεραίρω Σε.
Θεοτοκίον.
Παρθένε, Μαρία, τῶν ἀμετρήτων με κακῶν, ἐλευθέρωσον τάχος, καὶ τοῦ σκότους ῥῦσαι με, τοῦ ἐξωτέρου καὶ πάσης ὀργῆς, ἄλλης δεινῆς, ἵνα Θεοτόκε, ἀδιαλείπτως δοξάζω σε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν μέγαν ἀρχιποίμενα, καὶ Ἱεράρχην ἅπαντες, τὸν πρόεδρον τῶν Θηβαίων, τιμήσωμεν Ἰωάννην· κρουνοὺς θαυμάτων βρύει γάρ, καὶ ἰαμάτων ῥύακας, καὶ θεραπεύει πάσχοντας, τοὺς εὐλαβῶς προσιόντας, σορῷ αὐτοῦ τῇ τιμίᾳ.
Καὶ τῆς τυχούσης ἑορτῆς.
Αἶνοι. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν πιστῶν ἐγκαλλώπισμα, Βοιωτίας τὸ καύχημα, τοῦ Ἁγίου Πνεύματος ἐνδιαίτημα, τὸν Ἱεράρχην ὑμνήσωμεν, τὸν θεῖον ἐν ᾄσμασιν, Ἰωάννην εὐλαβῶς, θησαυρὸν τὸν ἀκήρατον, τὸν πλουτήσαντα, ἐνδεῶν τὰς ἐννοίας καὶ εἰς γνῶσιν, θειοτέραν ἀγαγόντα, καὶ πρὸς εἰρήνην ἀτάραχον.
Τῶν Θηβαίων ὁ σύλλογος, Καλοκτένην αἰνέσωμεν, Ἰωάννην νέον τὸν Ἐλεήμονα· ὅτι αὐτὸς κατηλέησε πτωχοὺς ἀναπήρους τε, χήρας ξένους ὀρφανοὺς ,θλιβομένους καὶ πάσχοντας· ἐκ καρδίας γάρ, τὸν Θεὸν καὶ πλησίον ἀγαπήσας, ὑπὸ πάντων ἠγαπήθη, μακαρισμοῦ τε ἠξίωται.
Μυστηπόλε θεόληπτε, Ἱεράρχα σεβάσμιε, Ἰωάννη ἔνδοξε καὶ μακάριε, διὰ παντὸς καθικέτευε, Χριστὸν τὸν φιλάνθρωπον, καὶ πανάγαθον Θεόν, οἰκτειρῆσαι τοὺς σέβοντας, τὴν ἁγίαν Σου, καὶ χαρμόσυνον μνήμην καὶ φωτίσαι, καὶ τελείως ἐκλυτρώσαι, τῆς αἰωνίου κολάσεως.
Τῶν Ἀγγέλων τὰ τάγματα, καὶ Δικαίων τὰ πνεύματα, ἔχαιρον ὁρῶντα σε μεθιστάμενον, ἀπὸ τῆς γῆς πρὸς οὐράνια, καὶ θεία σκηνώματα, καὶ τῷ θρόνῳ τοῦ Χριστοῦ, ἱερῶς παριστάμενον, μεθ᾿ ὧν πρέσβευε, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ἡμῖν τοῖς Σὲ τιμῶσι, τὸ τοῦ Χριστοῦ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τὸν συμπαθῆ καὶ φιλόπτωχον καὶ ἐλεήμονα νέον, Βοιωτίας τὸν πρόεδρον, Ἰωάννην ἐπαξίως εὐφημήσωμεν, τὸν ἐξ ἐπαγγελίας παραδόξου, τεθέντα λύχνον τῇ Ἐκκλησία, καὶ τοὺς πιστοὺς καταυγάσαντα ταῖς ἀστραπαῖς τοῦ κηρύγματος· ἀποστολικαῖς οὖν ἑπόμενοι ῥήσεσι πρὸς ἀλλήλους βοήσωμεν· Τοιοῦτος ἡμῖν, ἀδελφοί, ἔπρεπεν Ἀρχιερεύς, παρὰ Θεοῦ κεκλημένος, δι᾿ οὗ ποιμανθέντες ἐγνώκαμεν τὰς σωτηρίους ἐντολὰς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία μεγάλη. Καὶ Ἀπόλυσις.
Μεγαλυνάριον τοῦ Ἁγίου.
Τῶν Ἀρχιερέων ἡ καλλονή, καὶ τῶν ἐν κινδύνοις, ἀντιλήπτωρ καὶ βοηθός· Χαίροις ὁ τὸ χαῖρε, παρὰ τῆς Θεοτόκου, λαβὼν ω Ἰωάννη, Θηβῶν τὸ καύχημα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου