ΑΠΡΙΛΙΟΣ ΚΖ΄.
ΣΥΜΕΩΝ ΑΔΕΛΦΟΘΕΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΕΣΠΕΡΙΝΟΣ.
Δοξαστικὸν
τῶν κεκραγαρίων. Ἦχος α΄.
Ἱερομάρτυς
ἔνδοξε, Συμεὼν ἱερώτατε, ὡς ὄρθρος τοῖς ἐν
σκότει, ἀνέτειλας ὑποδεικνύων τοῖς ἀνθρώποις, δικαιοσύνης τὸν ἥλιον ἐκ Κόρης
Παρθένου ἀνατείλαντα· ἡ πόλις δὲ Σιὼν ποιμένα καὶ διδάσκαλον σὲ ἔσχηκεν, ἣν καὶ
ἐφώτισας, σοῦ τοῖς ἐνθέοις δόγμασι, καὶ μαρτυρίου ὕστερον, λαμπηδόσιν
ἀπήστραψας, πάθος τὸ θεῖον ἐκμιμούμενος, τοῦ διδασκάλου σου Χριστοῦ· σταυρικῷ
γὰρ θανάτῳ ἐκδημήσας πρὸς Αὐτόν, σὺν τούτῳ δεδόξασαι· διὸ ὡς ἱεράρχης Αὐτοῦ καὶ
συγγενής, σὺν τῷ συγγόνῳ ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὰ ἀπόστιχα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ποταμὸν
ὥσπερ ἄλλοντε, καὶ ἐξ Ἐδὲμ πορευόμενον, Συμεὼν
κατέχουσα νῦν ἀγάλλεται, ἡ Ἐκκλησία ναμάτων σε, πλησθέντα τοῦ πνεύματος, ζωηῤῥύτων
καὶ τρανῶς, ἐγκαυχᾶταί σοι ἔνδοξε, ὡς συσείσαντι, τοὺς βωμοὺς τῶν εἰδώλων καὶ
εἰς δόξαν, ἀναγείραντι Κυρίου, σεπτοὺς ναοὺς ἱερώτατε.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ἱερεῖον
ὡς ἄμωμον, σεαυτὸν Σίμων ἔνδοξε, τῶ πυρὶ
ἐκδέδωκας τῶν κολάσεων, ὁλοκαυτοῦσθαι Ἀπόστολε, φίλτρῳ πυρπολούμενος, τῷ τοῦ
Κτίστου σου σοφέ, εὐωδία γενόμενος, μυστικὴ Αὐτοῦ· διὸ πρέσβευε πάντας
μυστολέκτα, τοὺς τιμῶντάς σου τὴν μνήμην, πυρὸς ῥυσθῆναι κολάσεως.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν
Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στέρεωμα.
Συγγενῆ
κατὰ χάριν σε, Θεὸς Λόγος προσείληφε, τῆς ἁγίας πόλεως, ἱεράρχην τε σεπτόν, καὶ
Μάρτυρα τίμιον, δεικνὺς δὲ πανόλβιε, τῶν δαιμόνων τὰ γλυπτά, παντελῶς
ἀφανίσαντα, ἐνισχύων σε, τῷ Αὐτοῦ θείῳ σθένει, ὃν δυσώπει ὑπὲρ τῶν
μακαριζόντων, τὴν σὴν πανίερον ἄθλησιν.
Δόξα.
Ἦχος πλ. β΄.
Σίμων
Συμεὼν τρισόλβιε, ὁ τοῦ Σωτῆρος συγγενής,
ἐναντίον ἀθέων ἐθνῶν, τὸ διπλοῦν τῇ φύσει Χριστόν, θεολογήσας τρανῶς, διπλῆν
τὴν κλίσιν ἔσχες, καὶ σταυρῷ προσομιλήσας, τὴν γὴν ἡγίασας, τῇ ἐνδόξῳ ἀθλήσει
σου, καὶ ψυχαὶ τῶν δικαίων, ἀγαλλιῶνται τῇ ἀνόδῳ σου· ὅθεν καὶ ἡμεῖς
ἀνευφημοῦντες, τὴν θείαν σου ἄθλησιν πιστῶς δεόμεθά σου ἐκτενῶς, μὴ διαλείπῃς
ἱκετεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, τῶν πολλῶν ἁμαρτημάτων, λυτρωθῆναι ἡμᾶς
καὶ θλίψεων παντοίων καὶ δεινῶν περιστάσεων.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ψυχῆς
τὸ ἱλαρόν, τῆς καθαρᾶς σου αὐτόπτα, προσκλήσεως τῆς σῆς, ὁραθὲν τῷ Δεσπότῃ,
ἐφάνης ἀξιόληπτος, Αὐτῷ Σίμων θειότατε, καὶ
γεγένησαι, οἰκονομίας τῆς τούτου, μύστης ἄριστος· διὸ Αὐτὸν ἐκδυσώπει, ὑπὲρ τῶν
εὐφημούντων σε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Σὲ
συγγενῆ καὶ ἀθλητὴν ἑκουσίως, ἀνέδειξέ σε ὁ Χριστὸς εἰς τὸν κόσμον, τοῦ
σωτηρίου πάθους μιμητὴς γεγονώς, αὖραις ταῖς τοῦ θείου Πνεύματος, σοφῶς
παρέδραμες πλάνης, οἴκτειρον πρεσβείαις σου, Συμεὼν
ἱεράρχα, πυρὸς ῥυσθῆναι ἡμᾶς καὶ πειρασμῶν, ταῖς πρὸς Θεὸν Ἅγιε ἱκεσίαις σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἐν
τῷ Σταυρῷ πηγνύμενος, Συμεὼν ἱεράρχα, καὶ
μιμητὴς γενόμενος, πάθους τοῦ σωτηρίου, ἐθελοντὶ παρέδωκας, σαυτὸν προθύμως
ἔνδοξε, βασάνοις ταῖς πικροτάταις, μαρτυρίου στεφάνῳ· διό σου τὴν σεβάσμιον
τελοῦντες μνήμην Ἅγιε, σὲ πρέσβυν προβαλλόμεθα, πρὸς Χριστὸν τὸν Σωτῆρα.
Καὶ
τὸ τῆς ἑορτῆς.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶ
ἱστίῳ πτερούμενος, τοῦ σταυροῦ παμμακάριστε, αὖταις ταῖς τοῦ πνεύματος πλάνης
κλύδωνα, σοφῶς παρέδραμες Ἅγιε, Χριστοῦ δὲ ἠξίωσαι, κατὰ σάρκα συγγενής, τοῦ
γενέσθαι σε ἔνδοξε, τοῦ πτωχεύσαντος, ἑκουσίως καὶ σάρκα προσλαβόντος, ἐκ
Παρθένου ἡμᾶς σῶσαι, πυρὸς γεέννης ὡς εὔσπλαγχνος. (Δίς)
Παραδόξων
ἐλλάμψεων, σὺν τῶν θείων μεμύησαι, τὰ πρὸς θείαν Ἅγιε ὁδηγοῦντά σε, ζωὴν καὶ
δόξης ἀνάπλεως, ἀῤῥήτου γενόμενος, ἱεράρχα Συμεών,
νῦν οἰκεῖς τὰ οὐράνια, σὺν τοῖς Μάρτυσιν, Ἀποστόλοις καὶ θείοις Πατριάρχαις,
καὶ Ὁσίοις ἱκετεύων, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.
Τῷ
Θεοῦ φίλτρῳ ἔνδοξε, σὺ φλεχθεὶς τὴν διάνοιαν, πυρὸς δυνατώτερος ἐχρημάτισας,
προδοὺς βασάνοις τὸ σῶμά σου, προθύμως θεσπέσιε, ὑπὲρ πόθου τοῦ Χριστοῦ, Ὃν καὶ
νῦν ἐκδυσώπησον, τοῖς ὑμνοῦσί σε, τῶν πταισμάτων τὴν λύσιν ἡμῖν δοῦναι, καὶ
τροφῆς καταξιῶσαι, τοῦ Παραδείσου πανόλβιε.
Δόξα.
Ἦχος β΄.
Τῇ
καθαρᾷ καρδίᾳ Συμεὼν σὺ δεξάμενος, τοῦ
Παρακλήτου τὴν αὐγήν, τὸ ἀφεγγὲς τῶν δαιμόνων, σκότος ἐξηφάνισας, καταφωτίζων
τοὺς πιστούς, ῥοαῖς τῶν θείων σου διδαχῶν· καὶ δεινῆς κακοπιστίας, θάλασσαν
ἀποξηράνας, ἅπασαν ψυχὴν κατήρδευσας· καὶ πᾶσι κηρύττων τρανῶς, τὸν λόγον τοῦ
Πατρός, Θεὸν ἀληθέστατον, ποικίλους πόνους ὑπέμεινας, καὶ ἐν τῷ ὕψει ἀναβὰς τοῦ
σοῦ σταυροῦ, πρὸς Ὃν ἐπόθεις ἐξεδήμησας· Ὅνπερ καθικέτευε, ὑπὲρ ἡμῶν
ἀδιαλείπτως, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου