ΑΠΡΙΛΙΟΥ 23.
ΛΑΖΑΡΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.
Εἰς τὀ Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν γ΄ τοῦ Ἁγίου Γεωργίου. Ἦχος δ' Αὐτόμελον
Ὡς
γενναῖον ἐν Μάρτυσιν, ἀθλοφόρε Γεώργιε, συνελθόντες σήμερον, εὐφημοῦμέν σε, ὅτι
τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης
σου στέφανον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει
ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ῥωμαλέῳ
φρονήματι, πεποιθὼς ηὐτομόλησας, ὥσπερ λέων ἔνδοξε, πρὸς τὴν ἄθλησιν, ὑπερορῶν
μὲν τοῦ σώματος, ὡς φθείρεσθαι μέλλοντος, τῆς ἀφθάρτου δὲ ψυχῆς, σοφῶς
ἐπιμελούμενος, καὶ κολάσεων, πολυτρόποις ἰδέαις ἐπυρώθης, ὡς χρυσὸς κεκαθαρμένος,
ἑπταπλασίως Γεώργιε.
Τῷ
Σωτῆρι συνέπαθες, καὶ θανάτῳ τὸν θάνατον, ἑκουσίως ἔνδοξε μιμησάμενος,
συμβασιλεύεις λαμπρότατα, πορφύραν ἐξ αἵματος, ἐνδυσάμενος φαιδράν, καὶ τῷ
σκήπτρῳ τῶν ἄθλων σου, ἐγκοσμούμενος, καὶ στεφάνῳ τῆς νίκης διαπρέπων,
ἀπεράντους εἰς αἰῶνας, Μεγαλομάρτυς Γεώργιε.
Καὶ
δ΄ τοῦ Ἁγίου Λαζάρου. Ἦχος πλ. δ΄. Ὡ τοῦ παραδόξου θαύματος.
Λάζαρος
πάλι ἐγήγερται, ἐκ τῶν νεκρῶν Ἰησοῦ, θεϊκῷ Σου κελεύσματι, ὡς φιλῶν γνησίως σε,
καὶ ἐκ τούτο κλεΐζεται, ὁ δὲ νῦν θεῖος, καὶ ἀξιάγαστος, Λάζαρος μεῖζον, το
κλέος ᾕρατο, ὅτι ἐνήθλησε, καρτερῶς καὶ θάνατον, ὑπὲρ τῆς Σῆς, ἀγάπης ὑπήνεγκε,
Θεὸν κηρύττων Σε.
Οὐχ
ὡς ποτὲ Ἄβελ πρόβατα, τῶ Ποιητῇ καὶ Θεῷ, εἰς θυσίαν προσήγαγες, Ἀθλοφόρε
Λάζαρε, σεαυτὸν δὲ τρισόλβιε, διὰ παντοίων, βασάνων ἀμωμον, θῦμα προθύμως, καὶ
ὁλοκάρπωμα, ὅ προσδεξάμενος, εἰς ὀσμὴν πανένδοξε, πνευματικῆς, εὐωδίας τέρπεται
καὶ ἐπευφραίνεται.
Εἰρκτὴν
ἀλύσεις πανθαύμαστε, καὶ ξύλου θλίψεις δεινὰς, ἐν ποςὶ καὶ ἐν στένοις σου,
καρτερῶς ὑπήνεγκας, καὶ ἐφ’ ὅλου τοῦ σώματος, πυρακτωθέντων, σιδήρων ἔκκαυσιν,
Χριστὸν, κηρύττων, Θεὸν τοῦ σύμπαντος, καὶ τὸ μακάριον δι’ ἀγχόνης εἴληφας,
τέλος τοῦ σοῦ, βίου καῖ ἠξίωσαι, ζωῆς τῆς κρείττονος.
Δόξα.
Τοῦ Ἁγίου Γεωργίου. Ἦχος πλ. β΄.
Ἀξίως
τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ'
ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καὶ τὴν
ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς Ὀρθοδόξου Πίστεως κλῆμα
κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς, καὶ
Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου,
καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος,
τό, Φῶς ἱλαρόν, Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείαις
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα
γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος
Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων.
Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ
μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν
χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ
Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία
σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται,
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς
αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν
κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας,
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελον τοῦ Ἁγίου Γεωργίου. Ἦχος α' Ἀνατολίου
Ὁ
λαμπρὸς ἀριστεὺς Γεώργιος, ἐν τῇ ἐνδόξῳ ἀθλήσει αὐτοῦ, τὰς ἄνω Δυνάμεις
εὐφραίνει, καὶ σὺν αὐταῖς ἀγαλλόμενος νῦν, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν
ἤγειρε, καὶ συνεορτάζειν ἡμῖν τοῖς δι' αὐτὸν ἠθροισμένοις, ὡς Χριστοῦ δοῦλος
παραγέγονε. Διόπερ αὐτὸν ἀξίως τιμήσωμεν, ἀπαύστως πρεσβεύοντα τῷ τῶν ὅλων Θεῷ,
δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
τοῦ Ἁγίου Λαζάρου. Ἦχος α΄.
Ὁ
θαυμαστὸς τοῦ Χριστοῦ στρατιώτης, καὶ νέος Μάρτυς Λάζαρος, σήμερον συγκαλεῖται
καὶ προτρέπει τῶν φιλεόρτων το σύστημα, αἶνον ἀναπέμψαι Θεῶ, τῶ ἰσχῦν αὐτῷ
θείαν δεδωκότι, καταβαλεῖν τὴν ἐπηρμένη τῶν τυράννων ὀφρὺν, καὶ τῶν δαιμόνων
τροπώσασθαι τὰς φάλαγγας. Πάντες οὖν αὐτῷ ᾆσμα καινὸν ᾆσωμεν, τᾦ τὴν τοῦ ἀρχεκάκου
καταργήσαντι δύναμιν, ἐν ἀσθενείᾳ σαρκὸς, καὶ τῆς εὐπρέπειας δωρησαμένῳ τὸ
βασίλειον, καὶ ἀναδήσαντι τῶ τοῦ κάλλους διαδήματι, τὸν νέον Ἀθλοφόρον Αὐτοῦ.
Δόξα.
Ἦχος πλ. δ΄. Τοῦ Ἁγίου Λαζάρου.
Ὡς
ἀστὴρ ἐξ ἑώας ἀνατείλας φαεινότατος, Λάζαρε νέε τοῦ Χριστοῦ Ἀθλητὰτὸ νοητὸν τῆς
Ἐκκλησίας στερέωμα, ταῖς ἀκτῖσι καταυγάζεις τῶν ἄθλων σου. Διὸ ἡ σώματος
Κωμόπολις, σήμερον ἐπιτελοῦσα τὴν μνὴμην σου, καὶ τὰς λαμπρὰς εὐφημοῦσα
ἀριστείας τῆς σῆς Ἀθλήσεως, ἐνθέως εὐφραίνεται, καὶ τὰ πανίερά σου λείψανα
προκείμενα ὁρῶσα και προσκυνοῦσα, τὴν τῆς δουλείας ἀπωθεῖται κατήφειαν, καὶ
ἀγαλλομένη δοξάζει Χριστὸν, τὸν οὕτως εὐδοκήσαντα.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον, τοῦ Ἁγ. Γεωργίου. Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθεὶς
Ἀνευφημοῦσι
λαοὶ ψαλμοῖς καὶ ὕμνοις, σοῦ τὴν παναοίδιμον, μνήμην Γεώργιε· ὡς εὐπρεπὴς γὰρ
ἐξέλαμψε, καὶ φωτοφόρος, πεποικιλμένῃ δόξῃ καὶ χάριτι· ὅθεν καὶ σκιρτῶσι νῦν,
Ἀγγέλων τάγματα· ἐπικροτοῦσι δὲ Μάρτυρες, σὺν Ἀποστόλοις, τῶν σῶν ἀγώνων Μάρτυς
τὰ ἔπαθλα, καὶ ἀνυμνοῦσι, τὸν δοξάσαντα, σὲ Σωτῆρα Χριστόν τὸν Θεὸν ἡμῶν, ὃν
ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ
τοῦ Ἁγίου Λαζάρου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Στ.: Θαυμαστὸς ὁ Θεὸς...
Τὸ
Σῶμα ἡ Κώμη τὸ σεπτὸν, σῶμά σου κατέχουσα, Λάζαρε θεῖε γεραίρει σου, τοὺς
ἅθλους σήμερον, οὕς ἀνδρειοφόνως ὑποστὰς ἐδόξασας, Χριστὸν ἐν τοῖς τιμίοις σου
μέλεσιν, ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Χριστῶ
παρεστὼς ἐν οὐρανῷ, μετὰ δόξης Λάζαρε, ὡς ἀριστεὺς γενναιότατος, τῷ πάντων
Ἄνακτι, καὶ ὡς στρατιώτης, πάνσεπτα ἀήττητος, κομίζῃ τῶν ἀγώνων τὰ ἔπαθλα, καὶ
τὰ βραβεῖα νῦν, καὶ τὰ γέρα τῆς Ἀθλήσεως, καὶ στεφάνους τῶν κατορθωμάτων σου.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Σιδήρων
ἐπίθεσις τὰ σὰ, μέλη θεῖε Λάζαρε, πεπυρωμένων κατάφλεξε, καὶ τοῦς ὡραίους σου,
πόδας ποδοκάκῃ, ἀλγεινῶς ἐνέθλιψε, καὶ ξύλου ἡ βαρύτης ἀοίδιμε τὰ θεῖα στέρνα
σου, ὑπεπίασε καὶ στρέβλωσις, ὀφθαλμὸν σου, καὶ τὴν κάραν ἔφθειρε.
Δόξα.
Τοῦ Ἁγίου Λαζάρου. Ἦχος γ΄.
Τὰ
μέλη πάντα, καρτερικῶς πολύαθλε καταφλεχθεὶς Λάζαρε, σιδήροις σπινθηροβόλοις,
καὶ τὸν δι’ ἀγχόνης βίαιον δεξάμενος θάνατον, ὡς μέλος τίμιον Χριστῷ, τῇ
ἀθανάτῳ κεφαλῇ προσηρμόσθης, καὶ ζωῆς αἰωνίου τετύχηκας, ἧς ἀξιωθῆναι καὶ ἡμᾶς
τοὺς ἀναξίους ὕμνητάς σου πρέσβευε δεόμεθα, ὡς ἔχων παῤῥησίαν πολλήν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον,
τοῦ Ἁγ. Γεωργίου. Ἦχος δ'
Ὡς
τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός,
βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Τοῦ Ἁγ. Λαζάρου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀθλητῶν
νέων κλέος, καὶ ἀρχαίων συνόμιλος, καῖ γενναίος ὁπλίτης, τῆς Χριστοῦ
παρατάξεως, ἐφάνης ἐναθλήσας ἀνδρικῶς, πολύαθλε Λάζαρε ἐν γῇ, διό σε ἐν θείοις
ὕμνοις, ἐκ πόθου πάντες γεραίρομεν ἔνδοξε, καὶ δόξαν προσάγομεν Θεῷ, τῷ ἐν τοῖς
ἄθλοις ἐνισχύσαντι, κατ’ ἐχθρῶν ὁρωμένων, καὶ ἀοράτων πανθαύμαστε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν,
Κάθισμα τοῦ Ἁγίου Γεωργίου. Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ.
Ἀνέτειλεν
ἰδού, τὸ τῆς χάριτος ἔαρ, ἐπέλαμψε Χριστοῦ, ἡ Ἀνάστασις πᾶσι, καὶ ταύτῃ
συνεκλάμπει νῦν, Γεωργίου τοῦ Μάρτυρος, ἡ πανέορτος, καὶ φωτοφόρος ἡμέρα, δεῦτε
ἅπαντες, λαμπροφοροῦντες ἐνθέως, φαιδρῶς ἑορτάσωμεν.
Δόξα.
Τοῦ Ἁγίου Λαζάρου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀστὴρ
ἐξανέτειλεν, ἐκ τῆς ἑώας πιστοὶ, καὶ πλάνης διέλυσε, τὴν σκοτομήνην λαμπρῶν,
ἀγώνων φαιδρότητι, Λάζαρος οὗτος πέλει, Βουλγαρίας ὁ γόνος, ὅν νῦν ἐν ἐτησίοις,
ὑμνῳδίαις τιμῶντες, θεόθεν δι’ αὐτοῦ φωτισμὸν ἐξαιτήσωμεν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β' Στιχολογίαν. Κάθισμα τοῦ Ἁγίου Γεωργίου. Ἦχος γ'. Θείας πίστεως.
Πόθῳ
ζέοντι, τῷ τοῦ Δεσπότου, πυρπολούμενος, ἀνδρειοφρόνως, τὰ τῆς πλάνης ταμεῖα
κατέβαλες, καὶ ἐν σταδίῳ Χριστὸν ὡμολόγησας, τροπαιοφόρε παμμάκαρ Γεώργιε,
Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Τοῦ Ἁγίου Λαζάρου. Ἦχος γ΄. Θείας πίστεως.
Βάσις
γέγονας τῆς Ἐκκλησίας, καὶ ἑδραίωμα τῆς εὐσεβείας, Νεομαρτύρων προσθήκη καὶ
καυχημα, ἥν διατήρει ταῖς θείαις πρεσβείαις σου, πρὸς τὸν Δεσπότην τῶν ὅλων
ἀκράδαντον, Μάρτυς Λάζαρε, ἀθέων Ἀγαρηνῶν τὸ φρύαγμα, θραῦων τὸ κατ’ αυτῆς
ἐπαιρόμενον.
Καὶ
νύν. Τῆς Ἑορτῆς
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα τοῦ Ἁγίου Γεωργίου. Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ.
Γεωργήσας
ἐμμελῶς, σπόρον τῶν θείων ἐντολῶν, διεσκόρπισας πτωχοῖς, πάντα τὸν πλοῦτον
εὐσεβῶς, ἀντικτησάμενος ἔνδοξε Χριστοῦ τὴν δόξαν· ὅθεν πεποιθώς, πρός ἀγῶνας
χωρεῖς, καὶ πόνους τοὺς μακρούς, Μάρτυς Γεώργιε, καὶ κοινωνὸς γενόμενος τοῦ
πάθους, τοῦ ἀπαθοῦς καὶ ἐγέρσεως, τῆς βασιλείας, αὐτοῦ μετέσχες, ὑπέρ ἡμῶν νῦν
δεόμενος.
Δόξα.
Τοῦ Ἁγίου. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη
ὁ δεινὸς, τύραννος Μάρτυς τοῦ Χριστοῦ, ὅτε τὸ ἄπνουν σε τὸ πρὶν, ζῶντα ἑὼρακε
τρανὼς, καὶ ἄνευ γλώττης φθεγγόμενον καὶ λαλοῦντα, καῖ πᾶσα ἡ πιστῶν, αἶνον καὶ
δόξαν Θεῷ, ἀνέπεμπε πληθὺς, ἐν κατανύξει ψυχῆς, τῷ θαυμαστῷ ᾀεὶ δεικνυομένῳ, ἐν
τοῖς αὐτοῦ Ἀθληταῖς τε καὶ Μάρτυσιν, ὅτε τὸ μέγα, καὶ ξένον θαῦμα, τοῦτο πᾶσιν
ἐγνώσθη.
Καὶ
νῦν. Τῆς Ἑορτῆς
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον. Ἦχος δ': Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Μᾶρκον:
Εἶπεν ὁ Κύριος: Βλέπετε ἑαυτούς [...] Ὁ
δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι
Ὁ Ν'
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχ.: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου... Ἱδιόμελον. Τοῦ Ἁγίου Γεωργίου. Ἦχος πλ. β'
Σήμερον
ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ
Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Γεώργιε βοᾷ σοι· θεράπον Χριστοῦ, καὶ
προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Ἕτερον, τοῦ Ἁγίου Λαζάρου.
Ταῖς
ἀπαύστοις φωτοδοσίαις τῆς μακαρίας Τριάδος καταλαμπόμενος, Αθλοφόρε Λάζαρε, καὶ
θέσει Θεὸς χρηματίζων παρὰ τῷ κατὰ φύσιν Θεῷ, αἴτησαι ἡμῖν, τοῖς τιμῶσί σε
φωτισμὸν καὶ μέγα ἔλεος.
Οἱ κανόνες α] τοῦ Πάσχα β] εἰς του Ἁγίου Γεωργίου καὶ γ] εἰς τοῦ
Ἀγίου Λαζάρου.
Κανὼν τοῦ Ἁγίου Γεωργίου, οὗ ἡ Ἀκροστιχίς: Ὑμνῶ σε Γεώργιε
Δαυῒδ ἐκ πόθου· δεῖ γὰρ δή.
ᾨδὴ
α' Ἦχος α'. Ἀναστάσεως ἡμέρα
Ὑπὲρ
ἥλιον ἐξήστραψεν ἡ μνήμη σου νῦν, Μάρτυς Χριστοῦ ὁπλῖτα· τὰς γὰρ ἀκτῖνας
παμφαεῖς, τῶν θαυμάτων τὰς αὐγάς, εἰς πᾶσαν τὴν γῆν, λαμπρῶς ἐξεδίσκευσε,
φωτοφόρε Γεώργιε.
Μονομάχε
μυριόνικε Χριστοῦ Ἀθλητά, δὸς μοι τοὺς ἄθλους μέλψαι, καὶ ἀγωνίσματα τὰ σά,
ἅπερ ἔτλης ἀνδρικῶς, τῷ πόθῳ Χριστοῦ, σοφὲ ἐκπυρούμενος, ᾧ καὶ ἔζης γηθόμενος.
Νέος
ὤφθης ἐν πολέμοις ἱκανὸς τῇ χειρί, ἄλλος Δαυῒδ ἀνδρεῖος· ὡς γὰρ αὐτὸς τὸν
Γολιάθ, τὸν ἀντίπαλον καὶ σύ, νικᾷς καθελών, βολαῖς ταῖς τῶν λόγων σου,
στεφανῖτα Γεώργιε.
Θεοτοκίον
Ὡς
ἀνέκφραστος ὡραῖος, φρικαλαῖος ὁ σός, ξένος ὁ τόκος Κόρη· ὡς ὑπομάζιον καὶ γάρ,
τὸν παντέλειον Θεόν, θηλάζεις σαρκί, παράδοξον ἄκουσμα, βρεφοτρόφε Μητράνανδρε.
Κανὼν
τοῦ Ἁγίου Λαζάρου. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Αἴγλης
Ἀθλοφόρε τῆς ὑπὲρ νοῦν, νῦν ἐπαπολαύων, ταῖς πρεσβείαις σου πρὸς Θεὸν, χάριτος
ἀκτῖνά μοι παράσχου, ὅπως ὑμνήσω τὸ κλέος τῶν ἄθλων σου.
Σὺ
μὲν ὡς θυσίαν τῷ Ποιητῇ, καὶ Θεῶ τῶν ὅλων λογικὴν ὅλον σεαυτὸν, Λάζαρε προσήνεγκας
ἡμεῖς δὲ, ὕμνοις σοι πίστει καὶ πόθῳ προσάγομεν.
Θῦμά
τε καὶ σφάγιον σεαυτὸν, Μάρτυς Ἀθλοφόρε, εὐαπόδεκτον τῷ Χριστῷ, Λάζαρε
προσήνεγκας, διό σε, ἐν ἐτησίοις γεραίρομεν ᾄσμασι.
Θεοτοκίον.
Κράτος
τοῦ θανάτου ὁ Σὸς Υἱὸς, ἔλυσε Παρθένε, ὡς θανών τε καὶ ἀναστάς, οὖ καὶ νῦν ὁ
Λάζαρος ἰσχύϊ, κατατολμήσας θανάτου δεδόξασται.
ᾨδὴ
γ'. Δεῦτε πόμα πίωμεν καινὸν.
Σύνδρομος
ἐξέλαμψεν ἡμῖν, ἡ πανένδοξος μνήμη ἡ τοῦ θεράποντος, τῇ Ἀναστάσει Χριστοῦ, ἐν ᾗ
συνελθόντες οἱ πιστοί, φαιδρῶς ἑορτάσωμεν.
Εὐφράνθητε
γῆ καὶ οὐρανοί, τά τε ὄρη καὶ πάντες βουνοὶ σκιρτήσατε· ῥεῖθρα θαυμάτων καὶ
γάρ, ὑψόθεν ἡμῖν ὀμβροβλυτεῖ, ὁ Μάρτυς Γεώργιος.
Γῆ
πᾶσα καὶ βρότειος φυλή, οὐρανός τε συγχαίρει, στρατὸς Ἀγγέλων τε· ὁ
πρωτοστράτηγος γάρ, Χριστοῦ νῦν Γεώργιος ἐκ γῆς, βαίνει πρὸς οὐράνια.
Θεοτοκίον
Εὐφράνθητι,
τέρπνου Μαριάμ· εἰ καὶ χθὲς ὡς ῥομφαία γὰρ τὴν καρδίαν σου, ὁ τοῦ Υἱοῦ σου
Σταυρὸς διῆλθεν, ἀλλ' οὖν ὡς ἐκ παστοῦ, τοῦ τάφου ἀνέτειλεν.
Ἕτερος,
τοῦ Ἁγίου Λαζάρου. Σὺ εἰ τὸ στερέωμα.
Ἔφερες
τυπτόμενος, καὶ ἐν εἰρκτῆ καθειργνύμενος, Μάρτυς Χριστοῦ, καὶ τὰς τῶν μελῶν
σου, πυρακτώσεις στεῤῥόψυχε.
Πόθῳ
πυρπολούμενος, τῶ τοῦ Χριστοῦ Μάρτυς ἔνδοξε, καρτερικῶς, ἤνεγκας ἁπάντων, τῶν
μελῶν τὴν κατάφλεξιν.
Πίναξ
τὴν θεόφρονα, Λάζαρε χάλκινος ἔφλεξε, σὴν κεφαλήν, πεπυρακτωμένος καὶ τοῦ στέφους
ἠξίωσε.
Θεοτοκίον.
Λάζαρος
ὁ ἔνδοξος, ἐν τῶ σταδίῳ ἐκήρυξε, παναληθῇ, τοῦ Θεοῦ Μητέρα, Σὲ Παρθένε
Πανάμωμε.
Κάθισμα
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας
τοῖς τρόποις ἀνδραγαθῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τοῦ
ἐχθροῦ τὰ φρυάγματα· τῷ γὰρ θείῳ ζήλῳ, τὸν νοῦν πυρπολούμενος, τῶν τυράννων
ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν βασάνων, ἐδέξω τὸν
στέφανον, καὶ παρέχεις ἰάματα, ἀθλοφόρε Γεώργιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Τοῦ Ἁγίου Λαζάρου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ξένον
θαῦμα γέγονε, νῦν ὡς τὰ πάλαι, ὅτι γλώττης ἄνευθεν, ὁ θεῖος Λάζαρος λαλῶν, ὤφθη
τοῖς πᾶσι τρανώτατα, καὶ ζῶν ὁ πρᾠην, νεκρὸς ὁπτανόμενος.
Καὶ
νῦν... Τῆς Ἑορτῆς
ᾨδὴ
δ'. Ἐπὶ τῆς θείας φυλακῆς.
Ὡς
ὑπερήλασε τὴν πρίν, Νότου βασίλισσαν σοφέ, νῦν ἡ βασιλίς, Ἀλεξάνδρα· εἰς τὴν
σὴν γὰρ σύνεσιν, ἐκθαμβηθεῖσα ἔδραμεν· ὅθεν σοι συμπαρίστασαι Μάρτυς, ἐκ δεξιῶν
τοῦ Θεοῦ ὥσπερ βασίλισσα.
Ῥημάτων
σου οὐκ ἐνεγκών, τοὺς ἐλεγμοὺς ὁ δυσσεβής, τύπτεσθαι κελεύει τὸ στόμα, φεῦ! τὸ
σὸν Γεώργιε, τὸ δὲ καίτοι κρουόμενον, κύμβαλον ὡς ἀντήχει, κραυγάζον· Μόνος
Θεὸς ἀψευδής, ὁ Χριστὸς ἐστιν.
Γνήσιε
φίλε τοῦ Χριστοῦ, πρωταθλητάρχα τε αὐτοῦ, πάμφωτε λαμπτὴρ οἰκουμένης, ἀστὴρ
φαεινότατε, λυχνία τιμαλφέστατε, ἄγρυπνε τῶν τιμώντων σε φύλαξ, φύλαττε ἡμᾶς,
Μάρτυς Γεώργιε.
Θεοτοκίον
Ἰδοὺ
καὶ τέτοκας Ἁγνή, καὶ παρθενεύεις ἐν ταυτῷ, θαῦμα πολυθαύμαστον ὄντως, φοβερὸν
ξενήκουστον! Θεὸν γὰρ τὸν Παντάνακτα, φέρουσα σαῖς ἀγκάλαις θηλάζεις, τὸν τροφοδότην
Χριστὸν Κόρη νήπιον.
Ἕτερος.
Τοῦ Ἁγίου Λαζάρου. Εἰσακήκοα Κύριε.
Φθεγγομένη
ἡ γλῶσσά σου, ὤφθη Ἀθλοφόρε, Κυρίου Λάζαρε, κεκαυμένη, οἵα κάλαμος, ὀξυγράφου
χάριτι τοῦ Πνεύματος.
Μέλη
πάντα καιόμενος ἔφερες γενναίως στεῤῥόφρων Λάζαρε, τοῦ πυρὸς τοῦ θείου ἔρωτος,
πυρπολοῦντος Μάκαρ τὴν καρδίαν σου.
Ξύλου
θλίψιν καὶ κάκωσιν, ἐν τοῖς σοῖς ὡραίοις ποσὶν ὑπήνεγκας, καὶ τὸ ἄχθος τῶν
ἁλύσεων, ἐν τῷ σῷ τραχήλῳ ἀγαλλόμενος.
Θεοτοκίον.
Τῶν
Μαρτύρων κραταίωμα, καὶ τῶν ἀϊδίων γερῶν ἡ πρόξενος, Σὺ ὑπάρχεις Μητροπάρθενε,
ἡ καὶ νῦν τὸν Λάζαρον κρατύνασα.
ᾨδὴ
ε'. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ἑόρτιον
κρότει σκιρτῶσα ἡ Ἐκκλησία, τὴν σεπτὴν Ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τὴν νῦν
μετάθεσιν τοῦ Ἀθλοφόρου ψάλλουσα· δύο τὰ καλὰ γὰρ συνέδραμον.
Δοξάζει
σου τέρας τὸ ξένον θαυματοβρύτα, ὁ καλὸς Γλυκέριος, τὸν βοῦν οὗ περ θαυμαστῶς
ἐζώωσας· αὐτὸν δὲ τῷ Κυρίῳ σου, ζῶσαν θυσίαν προσήνεγκας.
Αἰνέσεως
ὅπως τὴν δόξαν τὴν σὴν ὑμνήσω, πλήρωσον τὸ στόμα μου χαριτώσας, καὶ τὸν νοῦν
Γεώργιε· καὶ γὰρ ἀγαλλιάσεται, ὅταν σοι ψάλλῃ τὸ πνεῦμά μου.
Θεοτοκίον
Ὑπέραγνε,
πῶς ὑπὲρ λόγον γαλακτοτρόφος, καὶ Παρθένος πέφυκας; ἀπορῶ σου, τὸ φρικτὸν
μυστήριον! Τιμῶν λοιπὸν τὸν τόκον σου, σὲ προσκυνῶ Παναγία μου.
Ἕτερος,
τοῦ Ἁγίου Λαζάρου. Φώτισον ἡμᾶς.
Σιδήρῳ
καὶ πυρὶ, ἐστομώθη πανεύφημε, ἡ θεία γλῶσσα Μάρτυς Λάζαρε, καὶ τεθηγμένη ὡς
μάχαιραν πλάνην ἔτεμε.
Ἐφθαρται
ὁ σὸς, ὀφθαλμὸς ἐν τῷ στρεβλοῦσθαί σου, τὴν θείαν κάραν Ἀθλητὰ τοῦ Χριστοῦ, διὸ
φωτὸς ἀνεσπέρου τρυφᾷν ἡξίωσαι.
Ἔγνων
ἐν ἐμοὶ, ἔφης Μάκαρ τὴν ἀήττητον, ἰσχὺν καὶ ῥώμην τοῦ Χριστοῦ, ἐμφανῶς, νεκρὸς
γὰρ πρὶν, ἄνευ γλώττης, ἤδη φθέγγομαι.
Θεοτοκίον.
Λόγον
τὸν ἐκ Σοῦ, σαρκωθἐντα ᾈειπάρθενε, καὶ Σὲ ὁ Λάζαρος Μητέρα Αὐτοῦ, ἐν πυρικαύστῳ
τῷ γλώττῃ λαλῶν ἐκήρυξεν.
ᾨδὴ
ς'. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Ἰδοὺ
σοι καὶ μία τερπνὴ χελιδών, θεοσύλλεκτε λαέ, τὴν τοῦ ἔαρος χάριν, ἀναπληροῖ
θαυμαστῶς, ὁ Γεώργιος, καὶ συγχάρητε λοιπόν, τῇ χαρᾷ τούτου πάντες.
Δριμείας
βασάνους δεινῶν ἐνεγκών, ὡς τρυφὰς ταύτας ἡγοῦ, ὑπομένων Κυρίῳ, καὶ ψάλλων
Ἔνδοξε· ἡ φωνὴ δέ σου, τῆς βροντῆς ἐν τῷ τροχῷ, τῶν εὐχῶν ἐξηχεῖτο.
Εὐφραίνου
καὶ σκίρτα χορὸς Ἀθλητῶν, πανηγύρεως τῆς νῦν, εὑρηκότες ἐξάρχοντα τὸν Γεώργιον,
καὶ ἀγάλλεσθε, σὺν αὐτῷ Δαυϊτικῶς· ἡμέρα γὰρ Κυρίου.
Θεοτοκίον
Καὶ
τίκτεις, καὶ πάλιν ἁγνεύεις ὡς πρίν, φοβερὸς ὁ τοκετός, μητρανύμφευτε Κόρη, καὶ
ἀνεκλάλητος, τὸν ὑπέρχρονον, βρεφωθέντα καθ' ἡμᾶς, ὑπὲρ ἔννοιαν τίκτεις.
Ἕτερος,
τοῦ Ἁγίου Λαζάρου.Ἱλάσθητί μοι Σωτὴρ.
Οὐκ
ἴσχυσε κατὰ σοῦ, ἡ τῶν τυράννων ἀπήνεια, οὐδὲ βασάνων δεινῶν, αἱ ἔφοδοι Λάζαρε,
ὁπλῖτα ἀήττητε, οὐδὲ αἱ θοπεῖαι, καὶ πληθὺς τῶν ὑποσχέσεων.
Ὁ
γηϊνόφρων φθαρτὰ, ἐπίκηρα καὶ ἐφήμερα, προέτεινεν ἀγαθὰ, σοὶ τῷ οὐρανόφρονι,
καὶ ὅλως θεόφρονι πλὴν μεταβαλεῖν σου, οὐ κατίσχυσε τὴν πρόθεσιν.
Ἰδίαις
χερσὶ λαβὼν, καὶ τῶ λαιμῶ περιθέμενος, τὴν σὴν ἀγχόνην στεῥῥὲ, ἐπῄρθης
μετέωρος, καὶ χαίρων παρέδωκας, τῷ Θεῷ τὸ πνεῦμα, Μάρτυς Λάζαρε πολύαθλε.
Θεοτοκίον.
Ἀγγέλων
θεία πληθὺς, καὶ τῶν Ἁγίων τὰ τάγματα, καὶ γῆθεν οἱ εὐσεβεῖς, ἀνύμνησαν
Δέσποινα, Λαζάρου ἀθλήσαντος, τὸν ἐκ Σοῦ τεχθέντα, ὡς ἰσχὺν Αὐτῷ βραβεύσαντα.
Κοντάκιον
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Γεωργηθεὶς
ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα
συλλέξας σεαυτῷ· σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις· ἀθλήσας δὲ δι'
αἵματος, τὸν Χριστὸν ἐκομίσω, καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις
πταισμάτων συγχώρησιν.
Ὁ
Οἶκος
Τὸν
ὑπὲρ κόσμου τῆς ζωῆς τὴν ψυχὴν αὐτοῦ θέντα, Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ
στρατιώτης, ὁ μέγας Γεώργιος, σπεύδει θανεῖν ὑπὲρ αὐτοῦ· ζῆλον γὰρ θεῖον ἐν
καρδίᾳ ἐσχηκώς, αὐτὸς ἑαυτὸν προσήγαγε. Τοῦτον οὖν καὶ ἡμεῖς ἀνυμνήσωμεν
πίστει, ὡς θερμὸν προστάτην ἡμῶν, ὡς ἔνδοξον ὄντα Χριστοῦ δοῦλον, μιμούμενον
σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ αἰτοῦντα αὐτόν, πᾶσι παρέχειν πταισμάτων
συγχώρησιν.
Ἕτερον.
Τοῦ Ἁγίου Λαζάρου. Ἤχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐξ
ἑώας ἔλαμψας, ὡς φαεινὸς ἑωσφόρος, τῶν λαμπρῶν ἀγώνων σου ταῖς νοηταῖς
μαρμαρυγαῖς, καταφωτίζων τοῦς χαῖρέ σοι, ἀναβοῶντας, πολύαθλε Λάζαρε.
Ὁ
Οἶκος.
Σοῦ
τὴν πυρφόρον καὶ πυρίκαυστον γλῶσσαν, καλλίνικε τοῦ Χριστοῦ Ἀθλητὰ, τὴν ὡς
μάχαιραν τῷ πυρὶ στομωθεῖσαν, καὶ ὡς ἐν θηγάνῃ, τῆ τοῦ Ἁγίου Πνεύματος χάριτι
τεγθειμένην ὀφθεῖσαν, καὶ τὰς τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν φάλαγγας
διατεμοῦσαν, τῆς σῆς φημὶ γλώττης, ἔδει τὴν χάριν παρεῖναί μοι, ἵνα μὴ τὸ λαμπρὸν
τῶν σῶν ἀμαυρώσω ἀγώνων, καὶ τὸ μεγαλεῖον τῶν σῶν μειώσω ἀριστειῶν. Ἀλλὰ κατ’
ἀξίαν παραστήσω, τῆς σῆς ψυχῆς τὸ εὕτονόν τε καὶ ἀνένδοτον ἐν τοῖς δριμυτάταις
βασάνοις. Ἀλλ’ ἐπεὶ οὐκ ἔνι ταύτην δοθῆναι τῇ ἐμῇ ἀναξιότητι, τοῦτον σοὶ μόνον
μεθ’ ἱερᾶς εὐλαβείας, καὶ πόθου ἀναβοῶ, χαῖρε ἔνδοξε Μάρτυς τοῦ Χριστοῦ,
πολύαθλε Λάζαρε.
Συναξάριον
Τῇ
ΚΓ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος
Γεωργίου τοῦ Τροπαιοφόρου.
Ἐχθροὺς ὁ
τέμνων Γεώργιος ἐν μάχαις,
Ἑκὼν παρ'
ἐχθρῶν τέμνεται διὰ ξίφους.
Ἦρε Γεωργίου
τρίτῃ εἰκάδι αὐχένα χαλκός.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου.
Θείαν κεφαλὴν
ἦρεν Οὐαλερίου
Κακὴ κεφαλὴ
δήμιος διὰ ξίφους.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ
Πρωτολέοντος, Στρατηλατῶν.
Δύσας Ἀνατόλιος
ἐκτομῇ κάρας,
Ἑῷον εἶδε φῶς
νοητὸν Κυρίου.
Ὁ χριστομάρτυς
τέμνεται Πρωτολέων,
Χριστῷ
πεποιθώς, ὥσπερ ἀλκαίᾳ λέων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ
ἀπὸ Μάγων.
Ἀθανάσιος
φαρμακὸς τομὴν κάρας
Ψυχῆς
νοσούσης εὗρε φάρμακον ξένον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ
γεωργοῦ.
Λαιμὸν σὸν ὡς
γῆν, ὡς ὕννιν δὲ τὴν σπάθην.
Γεωργὲ
Γλυκέριε, προσφόρως κρίνω.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δονᾶτος καὶ Θερινὸς ξίφει
τελειοῦνται.
Ξίφει,
Θερινέ, συνθερισθεὶς Δονάτῳ,
Ἄμφω Θεοῦ
γίνεσθε δράγματα ξένα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ
Κύπριου, μαρτυρήσαντος ἐν ἕτει 1752 ἐν Πτολεμαΐδᾳ τῆς Παλαιστίνης.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Λαζάρου τοῦ
Βούλγαρου τοῦ βοσκοὺ, μαρτυρήσαντος ἐν ἕτει 1802 ἐν Περγάμῳ τῆς Μικρὰς Ἀσίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Ρώσσου, τοῦ διὰ Χριστὸν σαλλοὺ.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος
Ποθῶ
σου ἐξυμνεῖν τὰ θαυμάσια, καὶ πάλιν συστέλλομαι· ὅταν γὰρ αὐτὰ ἐξαριθμῆσαι
βουληθῶ, ὑπὲρ ἄμμον εὑρίσκονται πληθυνόμενα, καὶ δέξαι μου τὸ λοιπὸν Ἀθλητά, τὸ
βραχὺ τοῦτο ἐφύμνιον.
Οὐκ
ἔστιν οὐδὲ γῆ οὐδὲ θάλασσα, οὐ πόλις οὐκ ἔρημος, ἔνθα ἀληθῶς, τῶν σῶν θαυμάτων
οἱ κρουνοί, πελαγίζοντες Μάρτυς οὐχ ὑπερβλύζουσι· τὸ σὸν γὰρ θαυμαστόν, ἐν πάσῃ
τῇ γῇ ᾄδεται ὄνομα.
Θαμβεῖταί
σου στρατάρχα τὴν ἄθλησιν, Ἀγγέλων τὸ στράτευμα, σὲ δ' ὁ τῶν Ἀγγέλων Βασιλεὺς
καταπλαγείς, ἐπεθύμησε Μάρτυς τοῦ κάλλους σου· διὸ περ καὶ σὺν αὐτῷ βασιλεύειν
ἀεὶ σε κατηξίωσε.
Θεοτοκίον
Ὁλόφωτε
σκηνὴ θεοδόμητε, λυχνία κατάχρυσε, στάμνε κιβωτέ, θεοκατοίκητε ναέ,
ξενοβλάστητε ῥάβδε, Μητράναδρε, τοὺς σοὺς ἱκέτας ἡμᾶς, πολυώνυμε Κόρη
διαφύλαττε.
Ἕτερος,
τοῦ Ἁγίου Λαζάρου. Οἱ ἐκ τῆς Ιουδαίας.
Βουλγαρίας
ὁ γόνος, καὶ ἑώας τὸ κλέος, ὁ θεῖος Λάζαρος, ἀθλήσας ἐδοξάσθη, ἐν δόξῃ οὐρανίῳ,
καὶ βοᾷ νῦν γηθόμενος, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ὁ
λαμπρὸς ἑωσφόρος, καὶ κλεινὸς Ἀθλοφόρος, καὶ Μάρτυς ἔνθεος, ἀνέτειλε φωτίζων,
Ἀθλήσεως ἀκτῖσιν, Ἐκκλησίας τὸ πλήρωμα, ὁ τῶν Πατέρων βοᾷν Θεὸς εὐλογητὸς εἶ.
Διανύσας
τὸν δρόμον, τοῦ σεπτοῦ Μαρτυρίου, νῦν κατεσκήνωσας, σκηναῖς ταῖς οὐρανίαις μετὰ
τῶν Ἀθλοφόρων, μελωδῶν τῶ ποιήσαντι, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὸν
ἐκ Σοῦ σαρκωθέντα, προαιώνιον Λόγον Θεὸν καὶ Ἄνθρωπον, ἐκήρυξε Παρθένε, ἐν
φύσεων διπλόῃ, ὁ ἀήττητος Λάζαρος, ὁ τῶν Πατέρων βοῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η'. Αὕτη ἡ κλητὴ
Ὕμνους
ὡς εὐώδη, συλλέξαντες ἄνθη, ἄλλου Παραδείσου, τοῦ θεοπνεύστου Ψαλτῆρος, δεῦτε
στέφος λαμπρόν, ᾀσματόπλοκον, τῷ Μάρτυρι πλέξωμεν· ἠρίστευσε γάρ, καθελὼν Σατὰν
τὸ κράτος.
Δεῦρο
Μελουργέ, προφητόπρωτε φράσον, ὁ δίκαιος ἐκεῖνος, ὁ ἐξανθήσας ὡς φοίνιξ, τὶς
καὶ ποῖος ἐστίν; ὁ μεγάλαυχος ὑπάρχει Γεώργιος, γλυκύκαρπον ὄντως, φυτόν
καρδιοτρόφον.
Ἔρχου
ἐπιφάνηθι, τάχυνον φθάσον, ἡμᾶς τὴν νοσσιάν σου, ὡς ἀετὸς χρυσοπτέρυξ,
περιθάλπων ἀεὶ καθυπόδεξαι, διεὶς τὰς πτέρυγάς σου· σκιὰν ὑπὸ σὴν γάρ, καλόν
ἀναπεπαῦθαι.
Θεοτοκίον
Ἴδε
ἣν προέφης, Προφῆτα Παρθένον, συνέλαβεν ἀσπόρως, ἡ Βασιλὶς καὶ Κυρία, καὶ ὡς
Μήτηρ γεννᾷ, τὸν Παντάνακτα, πανάφθορος μείνασα, Μυστήριον ξένον, ὁ τοκετός σου
Κόρη!
Ἕτερος,
τοῦ Ἁγίου Λαζάρου. Νικηταὶ τυράννου.
Δυσσεβῶν
τυράννων, τὴν δεινὴν ὠμότητα οὐκ ἐπτοήθης Λάζαρε στεῤῥόφρον, ἀλλ’ ὡς στύλος
ἄσειστος ὥφθης κραυγάζων, εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε
Αὐτὸν εἰς τοὺς αἰῶνας.
Σύμμορφος
Τρισμάκαρ, τῶν Χριστοῦ παθῶν γεγεννημένος, σύγκληρος καὶ δόξης, καὶ τῆς
Βασιλείας τῆς ἐκείνου εὐλογεῖτε μέλπεις, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε
Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἱερεῖον
ὥσπερ, θῦμά τε καὶ σφάγιον ὄντως προσήχθης, Ἀθλητὰ Κυρίῳ, τᾦ τυθέντι πρῴην διὰ
σὲ βουλήσει, καλλιέργημά τε, καὶ κάρπωμα Λάζαρε, τῇ ἐπουρανίῳ τραπέζῃ Ἀθλοφόρε.
Θεοτοκίον.
Σὲ
Θεογεννῆτορ, Λάζαρος ἐκήρυξε Θεοῦ Μητέρα, πρὸ τῶν ἀνομούντων, δικαστῶν καὶ
ἤθλησεν ἐνθέῳ σθένει, ευλογεῖτε ψάλλων, τὴν Ἄχραντον Δέσποιναν, τὴν ἁγνῶς
τεκοῦσαν Θεὸν τὸν πρὸ αἰώνων.
ᾨδὴ
θ' Φωτίζου, φωτίζου
Γλυκύτατον
δρόσον, ὄρη σταλάξατε, καὶ σύ, κατ' ἐξαίρετον σκίρτα, τὸ ὄρος τὸ Ἅγιον, χόρευε
νῦν, καὶ ἀγάλλου φαιδρῶς· εὗρες καὶ γάρ, κράτιστον τὸν μέγαν, Γεώργιον
ὀροφύλακα.
Αἰνοῦσι
αἱ σύμπασαι, νῦν πατριαὶ τῶν ἐθνῶν, εὐλογοῦσιν ὑμνοῦσι, καὶ συμφώνως κράζουσι·
Χαῖρε Σωτήρ, τῶν πιστῶν ἡ χαρά, χαίροις καὶ σύ, εὖχος, Ἀθλοφόρων, Γεώργιε
ὑπερθαύμαστε.
Ῥαβδίσματα,
ξέσεις, καὶ τῶν βουνεύρων τοὺς δαρμούς, τὰς κρηπῖδας, τὸν λάκκον τῆς ἀσβέστου
σέβομαι, τἆλλά τε ὅσα ὑπέστης ἀθλῶν, Μάρτυς Χριστοῦ, πάντα μακαρίζω, καὶ τὸν
τροχὸν κατασπάζομαι.
Δημήτριε
Μάρτυς, σὺν Γεωργίῳ τῷ κλεινῷ· ἀγαθοὶ γὰρ οἱ δύο, μηδαμῶς ἐλλίπητε, τόνδε τὸν
χῶρον φρουροῦντες ἀεί, καὶ πειρασμῶν, ὅλας μυριάδας, μετακινοῦντες ἀμφότεροι.
Θεοτοκίον
Ἡ
δόξα τὸ κάλλος, ἡ ὡραιότης τῶν πιστῶν, ἡ τρυφὴ τῶν Ἀγγέλων, κόσμου τὸ διάσωσμα,
πάναγνε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, τοὺς εἰς τὴν σήν, σκέπην προσδραμόντας,
συντήρησον Παναγία μου.
Ἕτερος,
τοῦ Ἁγίου Λαζάρου. Κυρίως Θεοτόκον.
Ὡς
ἔχων παῥῥησίαν, θείαις σου πρεσβείαις, ἀθλητικὴν πρὸς Θεὸν θεῖε Λάζαρε, ἀμαρτημάτων
τὴν λύσιν ἡμῖν εξαίτησον.
Τοῖς
πίστει ἐτησίως, τὴν Ἁγίαν μνήμην, τῆς σῆς τελοῦσιν Ἀθλήσεως Λάζαρε, ἀμαρτημάτων
τὴν λύσιν ἡμῖν εξαίτησον.
Τῷ
πόθῳ σου τὴν μνήμην, ἐν ᾠδαῖς καὶ ὕμνοις, καὶ εὐλαβεῖᾳ ψυχῆς θεῖε Λάζαρε,
κατακοσμήσαντι δίδου, πταισμάτων ἄφεσιν.
Θεοτοκίον.
Τοῖς
πόθῳ εὐφημοῦσι, τοὺς πιστοὺς οἰκέτας, τοῦ Σοῦ Υἰοῦ Θεοτόκε Παρθένε Ἁγνὴ,
ἁμαρτημάτων τὴν λύσιν, δίδου πρεσβείαις Σου.
Ἐξαποστειλάριον.
Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἔαρ
ἡμῖν ἐξέλαμψεν, ἡ λαμπρὰ τοῦ Δεσπότου, καὶ θεία ἐξανάστασις, πρὸς οὐράνιον
Πάσχα, ἐκ γῆς ἡμᾶς παραπέμπον, ταύτῃ δὲ συνεκλάμπει, τοῦ πανενδόξου Μάρτυρος,
Γεωργίου ἡ μνήμη, ἡ φωταυγής, ἣν φαιδρῶς τελέσωμεν, ἵνα θείας, ἀξιωθῶμεν
χάριτος, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Ἕτερον,
τοῦ Ἁγίου Λαζάρου. Ἦχος Γυναῖκες ἀκουτίσθητε.
Ἀστὴρ
φωτοειδέστατος, σήμερον ἀνατέταλκεν, ἐκ τῆς ἑώας ἀκτῖσι, τοῦ Ἱεροῦ Μαρτυρίου,
Λάζαρος ὁ πανάριστος, τὸ Βουλγαρίας γέννημα, φωτίζων τοὺς τὴν Ἄθλησιν, αὐτοῦ ἐν
ὕμνοις τιμῶντας, καὶ εὐφημοῦντας ἐκ πόθου.
Καὶ
τῆς Ἑορτῆς
Εἰς
τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν.
Δεῦτε,
τὴν πανέορτον φαιδράν, ἔνδοξον Ἀνάστασιν πάντες, πανηγυρίσαντες, πάλιν
ἑορτάσωμεν, φαιδρὰν πανήγυριν, Γεωργίου τοῦ Μάρτυρος, καὶ στέψωμεν τοῦτον,
ἐαρινοὶς ἄνθεσιν, ὄντα ἀήττητον, ὅπως ταῖς αὐτοῦ ἱκεσίαις, λάβωμεν τῶν θλίψεων
ἅμα, καὶ πλημμελημάτων ἀπολύτρωσιν.
Ὅλον,
προσενήνοχας σαυτόν, τῷ σοὶ δεδωκότι παμμάκαρ, ζωὴν ὁλόκληρον, ὥσπερ
ὁλοκάρπωσιν, ζῶσαν καὶ ἔμψυχον, καὶ θυσίαν εὐπρόσδεκτον, καὶ καθαρωτάτην· ὅθεν
ἐχρημάτισας, πρέσβυς θερμότατος, ζάλης ἐξαιρούμενος πάντας, πίστει τοὺς
ὑμνοῦντάς σε Μάρτυς, καὶ προσκαλουμένους σε Γεώργιε.
Σπόρον,
γεωργήσας ἐμμελῶς, τὸν καταβληθέντα τοῦ λόγου, τῇ καθαρᾷ σου ψυχῇ, τοῦτον
ἐπλεόνασας, πόνοις ἀθλήσεως, καὶ σοφῶς ἀποθέμενος, ἐν ἐπουρανίαις, θήκαις τὴν
ἀκήρατον, εὗρες ἀπόλαυσιν, ἧς νῦν, ἐμφορούμενος Μάκαρ, ταῖς πρὸς τὸν Θεόν σου
πρεσβείαις, τοὺς πιστῶς ὑμνοῦντάς σε περίσῳζε.
Ἕτεροι,
τοῦ Ἁγίου Λαζάρου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Τὸν
ἐν ἄθλοις στεῥῥότατον, καὶ ἀήττητον Λάζαρον, ἐν ᾠδαῖς φιλέορτοι εὐφημήσωμεν.
Θεὸν φιλῶν γὰρ ἐνήθλησεν, ἀφειδήσας σώματος, ὡς ἐχέφρων καὶ ζωῆς, καὶ τὸν
θάνατον εἵλετο, καὶ προσήνεκται, ὥσπερ θῦμα, καὶ θεῖον ἱερεῖον, ὀπτηθὲν τῇ οὐρανίῳ,
τραπέζῃ ὅντως ἡδύτατον.
Στίχ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τὸν
κλεινὸν ἐν τοῖς Μάρτυσι, Βουλγαρίας τὸ γέννημα, σώματος τὸ καύχημα, καὶ
καλλώπισμα, τῶν εὐσεβούντων τὸ στήριγμα, τῆς πλάνης τὸν ἔλεγχον, τὸν
λαμπρότατον Χριστοῦ, ἀριστέα τιμήσωμεν, θεῖον Λάζαρον, ἐν ᾠδαῖς τε καὶ ὕμνοις
προσκυνοῦντες, τῆς μορφῆς αὐτοῦ τὸν τύπον, καὶ τὰ πανίερα λείψανα.
Στ.: Θαυμαστὸς ὁ Θεὸς...
Οὐ
βασάνων ἐπίτασις, οὐ πληθὺς ὑποσχέσεων, οὐ ζωῆς τὸ ἥδιστον, τῆς ἀγάπης σε,
Χριστοῦ χωρίσαι κατίσχυσε, στεῤῥότατε Λάζαρε, ἀλλ’ ἰδίαις σου χερσὶ, περιέθου
μακάριε, τῷ τραχήλῳ σου, τὴν ἀγχόνην, καὶ ᾔρθης μετεώρως, καὶ παρέθου σου τὸ
πνεῦμα, ἐν ταῖς χερσὶ τοῦ Κυρίου σου.
Δόξα.
Ἦχος πλ. α'. Θεοφάνους
Ἀνέτειλε
τὸ ἔαρ, δεῦτε εὐωχηθῶμεν, ἐξέλαμψεν ἡ Ἀνάστασις Χριστοῦ, δεῦτε εὐφρανθῶμεν ἡ
τοῦ Ἀθλοφόρου μνήμη, τοὺς πιστοὺς φαιδρύνουσα ἀνεδείχθη· διὸ φιλέορτοι, δεῦτε
μυστικῶς αὐτὴν πανηγυρίσωμεν· οὗτος γὰρ ὡς καλὸς στρατιώτης, ἠνδρίσατο κατὰ τῶν
τυράννων, καὶ τούτους κατῄσχυνε, μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος
Χριστοῦ, οὐκ ἠλέησε τὸ σκεῦος τὸ πήλινον τὸ ἑαυτοῦ, ἀλλὰ γυμνὸν ἀνεχάλκευσεν,
ἐν βασάνοις αὐτὸ προσαμειβόμενος, αὐτῷ βοήσωμεν· Ἀθλοφόρε ἱκέτευε, εἰς τὸ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν...
Ἀναστάσεως
ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν
ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν
χαρισάμενος.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια
τοῦ Ἁγίου Λαζάρου.
Ὑμνοις
τοῦς ἀγῶνάς σου, τοὺς σεπτοὺς, εὐφημοῦμεν πάντες, θεῖε Λάζαρε Ἀθλητὰ, καὶ τὰ
ἱερά σου λείψανα προσκυνοῦμεν, καὶ τῆς μορφῆς τὸν τύπον κατασπαζόμεθα.
Τῷ
Θεῷ τῶν ὅλων νῦν παρεστῶς, αἴτησαι πταισμάτων, τοῖς τιμῶσί σε παρ’ Αὐτοῦ,
ἄφεσιν εὐχαῖς σου, Λάζαρε θεῖε Μάρτυς, καὶ τῶν ἐπερχομένων δειῶν τήν λύτρωσιν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου