Παρασκευή 20 Ιουλίου 2018

ΚΥΡΙΑΚΗ Β ΜΕΤΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ. ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΗ ΜΕΤΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέφος φαεινότατον, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, πᾶσαν ἐπεσκίασε, τῶν Νεομαρτύρων νῦν, καὶ ἐφαίδρυνεν, ἀρετῶν λάμψεσι, καὶ ταῖς τῆς ἀθλήσεως, καλλοναῖς λίαν ἐκάλλυνε, καὶ κατελάμπρυνε, ταῖς ἐκ τῶν ἀγώνων λαμπρότησι, βασάνων δὲ τοῖς στίγμασι, νοητῶς αὐτὴν κατεκόσμησε· ταῖς δὲ τῶν θαυμάτων, ἀκτῖσί τε καὶ αἴγλαις νοητόν, τῇ οἰκουμένῃ ἀνέδειξεν, οὐρανὸν πολύφωτον.

Ἴχνεσιν ἑπόμενοι, τοῖς τῶν ἀρχαίων οἱ νέοι, Ἀθληταὶ ἐνήθλησαν, καὶ λαμπρῶς ἠρίστευσαν, οἱ ἀήττητοι, ἐκ παντὸς τάγματος, καὶ Χριστὸν ἐκήρυξαν, καὶ τοῦ πάθους ἐκοινώνησαν, Αὐτοῦ οἱ ἔνδοξοι, καὶ βραβεῖα νίκης ἀπέλαβον, καὶ δόξης ἠξιώθησαν, καὶ στεφανηφόροι παρίστανται, τῷ ἀστέκτῳ θρόνῳ, σὺν δήμοις τῶν Ἀγγέλων καὶ χοροῖς, τῶν συμμαρτύρων καὶ ἅπασι, τοῖς δικαίων τάγμασι.

Καλλίνικοι Μάρτυρες, τῆς Ἐκκλησίας ἡ νέα, βάσις καὶ ἀσφάλεια, τοῦ Εὐαγγελίου τε ἡ ἐκπλήρωσις, τῶν πιστῶν καύχημα, ἀσεβούντων ὄνειδος, τοῦ Σωτῆρος οἱ τὰ ῥήματα, ἔργῳ τελέσαντες, καὶ τὰ θεῖα τούτου παθήματα, τρανῶς ἐξεικονίσαντες, διὰ πολυτρόπων κολάσεων, καὶ παθῶν παντοίων, μαστίγων καὶ ἀγχόνης καὶ πυρός, ξεσμῶν καὶ ξίφους δεήθητε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἡ γῆ οὐ κατέκρυψεν, ἀλλ’ οὐρανὸς ἐπαξίως, ὑμᾶς ὑπεδέξατο, καὶ λαμπρῶς ἐδόξασε Νεομάρτυρες, καὶ τερπνῶς ἥνωσε, τοῖς Ἀγγέλων Τάγμασιν, Ἀποστολῶν Προφητῶν ὁμοῦ, καὶ τῶν Ὁσίων τε, καὶ τῶν ἀθλησάντων τὸ πρότερον· μεθ’ ὧν νῦν ἀγαλλόμενοι, καὶ φωτὸς ἀῤῥήτου πληρούμενοι, μέμνησθε ἀπαύστως, ἡμῶν νῦν ἐτησίως ἐν ᾠδαῖς, ἡμῶν τιμώντων τὴν σύναξιν, τὴν ἀειμακάριστον.

Δόξα. Ἦχος πλ. δ΄.
Φωστῆρες νοητοὶ ἐξανέτειλαν πᾶσιν ἡμῖν οἱ θεῖοι τοῦ Χριστοῦ Νεομάρτυρες, ἀπλανῶς ὁδηγοῦντες πρὸς τὰς εὐθείας τρίβους, τῶν σωτηρίων αὐτοῦ ἐντολῶν· τῷ γὰρ τῆς αὐτῶν αληθοῦς μετανοίας φωτί, καὶ τῆς ἀκριβοῦς τῶν θείων νόμων τηρήσεως φωτιζόμενοι, τῆς τε πρὸς τὸν Χριστὸν ὑπερεξόχου ἀγάπης, τὴν θείαν χάριν ἐν ἑαυτοῖς εἰσοκίζομεν, καὶ τὸ μέγα ἔλεος κομιζόμεθα, παρὰ Θεοῦ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Δογματικόν. Ἦχος β'.
Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέῤῥηξεν, ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη, ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα. Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Ὅλη παμφαής, τῶν Μαρτύρων ἡ χορεία, τῶν νεοφανῶν, δίκην ἄστρων σελασφόρων, λαμπρὰ ὑπάρχει ὅλη, ταῖς τῶν ἄθλων λαμπρότησι, ὅλη τῶν ἀγώνων ταῖς ἀκτῖσι, φαιδρὰ ὑπὲρ ἥλιον τυγχάνει, ὅλη πέφυκεν, ἀστραπηβόλος τοὺς πιστούς, ἐνθέους φωτίζουσα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ῥώμῃ θαυμαστῇ, καὶ ἀνδρείᾳ ἀηττήτῳ, στίφη τῶν ἐχθρῶν, κατετρόπωσε γενναίως, Μαρτύρων νέα φάλαγξ, τροπαιοῦχος παράταξις, τάγμα ἱερώτατον καὶ θεῖον, δῆμος θεοσύλλεκτος Ἁγίων, οὓς ὑμνήσωμεν, ὡς στρατιώτας τοῦ Χριστοῦ, καὶ πίστεως φύλακας.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὄντως Ἀθληταί, τὴν ἀσύγκριτον ἀγάπην, πρὸς τὸν Λυτρωτήν, ἐπεδείξασθε προθύμως, δι’ ὃ ἡμᾶς οὐ θλίψεις, οὐ λιμοὶ οὐδὲ κίνδυνοι, ταύτης ἐκχωρίσαι κατὰ Παῦλον· οὐ πῦρ οὐδὲ ξίφος οὐδὲ βρόχοι, ἠδυνήθησαν, οὐδὲ ἐξώσεις ὀφθαλμῶν, οὐ τέλος ὁ θάνατος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὕψιστε Θεέ, Πάτερ Λόγε καὶ τὸ Πνεῦμα, οἴκτειρον ἡμᾶς, εὐπροσδέκτοις ἱκεσίαις· τῆς θείας νεολαίας, τῶν Μαρτύρων φιλάνθρωπε, τῶν ἐν τῷ σταδίῳ παῤῥησίᾳ, μόνον ἀληθῆ Θεὸν τῶν ὅλων, κηρυξάντων σε, καὶ τὴν ἀῤῥήτως ἐκ Μητρός, τοῦ Υἱοῦ ἐνσάρκωσιν.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἀναστάσιμον. Ἦχος β'.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Νέοι Μάρτυρες, παλαιὰν πλάνην, καταστρέψαντες, ὕψωσαν πίστιν, τῶν Ὀρθοδόξων καὶ στεῤῥῶς ἠγωνίσθησαν· τὴν γὰρ ἀνόμων θρησκείαν ἐλέγξαντες, ἐν παῤῥησίᾳ Χριστὸν ἀνεκήρυξαν, Θεὸν τέλειον· καὶ νῦν ἀπαύστως πρεσβεύουσι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.
























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δ’ τὰ Ἀναστάσιμα. Ἦχος β'
Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτός γὰρ Λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Ἕτερο Στιχηρόν, Ἀνατολικόν
Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

Καὶ τῶν Ἁγίων. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν ὑστέροις καιροῖς, ἐκλάμπουσι Μάρτυρες, καὶ πλάνης τὸν σκοτασμὸν ἀποδιώκουσιν· ἡ πίστις Χριστιανῶν, νῦν ἀνυψοῦται καὶ πίπτει ἀσέβεια· ἀγάλλονται οἱ πιστοί, καὶ ἑορτὴν συγκροτοῦσα παγκόσμιον, τῶν νεοφανῶν βοῶντες, Μαρτύρων τὸ καύχημα, καὶ βραβεῖον καὶ νίκη, Σὺ ὑπάρχεις παντοδύναμε.

Βαβαὶ τῶν Σῶν θαυμασίων Χριστέ! ὦν περὶ τὸν κλῆρον, τὸν Σὸν ἄρτι ἔδειξας! Τὸ γένος τὸ ἀσθενὲς νῦν ἐθριάμβευσε τῶν δυνατῶν τὰς ἀρχάς, καὶ ἐξουσίας τοῦ σκότους ὡς γέγραπται· νεοφανεῖς Ἀθληταί, τοῖς παλαιοῖς παραβάλλονται Μάρτυσιν, ἔν τε τῇ ὁμολογίᾳ, τῇ στεῤῥᾷ τῆς πίστεως, ἐν βασάνων ἰδέαις, ἐν σημείοις τε καὶ θαύμασιν.

Ὑμῶν τιμῶσιν τὴν ἅλυσιν, Ἀγγέλων αἱ Τάξεις, καὶ Ἁγίων σύλλογοι, καὶ πάντων φιλομαρτύρων τὰ συστήματα· δοξάζεται ὁ Χριστός, καὶ οἱ τῆς πλάνης προστάται αἰσχύνονται· ἀσπάζεται ἡ Τριάς, τοὺς ἑαυτῆς ἱεροὺς Νεομάρτυρας, καὶ κατακοσμεῖ στεφάνοις, καὶ συνάπτει Μάρτυσι, παλαιοῖς καὶ δοξάζει, οἰκουμένης εἰς τὰ πέρατα.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλεόρτων συστήματα, πανταχόθεν συνδράμετε, καὶ κοινὴν πανήγυριν συγκροτήσατε· ἰδοὺ γὰρ νέοι ἐφάνησαν, Μάρτυρες ἐν πέρατι, γεννεᾶς τῆς καθ’ ἡμᾶς, προμηθείᾳ τοῦ κρείττονος· οἱ κηρύξαντες, τὴν Ὀρθόδοξον πίστιν ἐν σταδίῳ, καὶ τοὺς Ἄγαρ ἀπογόνους, κακῶς φρονοῦντας ἐλέγξαντες.

Τοὺς τῆς πίστεως φύλακας, καὶ τῆς πλάνης τοὺς ἄνθρακας, τοὺς Χριστὸν δοξάσαντας ἐν τοῖς μέλεσι, τοῖς ἑαυτῶν καὶ βαστάσαντας, Αὐτοῦ σεπτὰ στίγματα, καὶ Ἀγγέλοις καὶ βροτοῖς, χρηματίσαντας θέατρον, εὐφημήσωμεν, τοὺς στεῤῥοὺς Νεομάρτυρας Κυρίου, ἱεραῖς ἐν ὑμνῳδίαις, τῶν Ὀρθοδόξων τὸ πλήρωμα.

Τῷ πυρὶ ἐκκαιόμενοι, τῆς Χριστοῦ ἀγαπήσεως, ὡς τρυφὰς τὰ βάσανα ἐλογίσασθε, ὡς ἁπαλὰ ῥόδα μάστιγας· πῦρ ὡς αὔραν ἔνδροσον, ὡς Παράδεισον εἱρκτήν· τὰ δὲ ξίφη ὡς στέφανον, καὶ τὸν θάνατον, ὡς ζωὴν κατησπάσασθε γλυκεῖαν, Νεομάρτυρες Κυρίου· ὅθεν ὑμᾶς μακαρίζομεν.

Δόξα. Ἦχος πλ. β΄.
Νεοφανεῖς ἀστέρες σήμερον, ἐν τῷ τῆς Ἐκκλησίας ἀνέτειλαν στερεώματι, οὐκ ἀποτροπαίους ἐκβάσεις, ἀλλ’ ἀγαθῶν ἐπιῤῥοάς, τῇ οἰκουμένῃ μηνύοντες, ἅπαντες οἱ μετὰ τὴν ἅλωσιν τῆς Βασιλίδος, πολλαχοῦ γενόμενοι Χριστομάρτυρες. Δεῦτε οὖν φιλέορτοι πάντες, χρεωστικῶς αὐτοῖς προσείπωμεν λέγοντες· χαίρετε, τῆς Ὀρθοδόξου πίστεως οἱ χρηματίσαντες ἀνακαίνισις, καὶ τῆς ἀσεβείας τῶν Ἀγαρηνῶν ἡ κατάργησις· χαίρετε, τῆς Ἀνατολικῆς Ἐκκλησίας ἡ δόξα, καὶ ἑτεροδόξων ἡ ἀναφαίρετος καταισχύνη· χαίρετε, οἱ τύποι γενόμενοι ὑπομονῆς τοῖς πιστοῖς, καὶ τοῦ διὰ Χριστὸν ἀθλεῖν ἐν καιρῷ τῷ προσήκοντι· πάριτε μέσον ἡμῶν νοερῶς, τῶν δεινῶν ἐκλυτρούμενοι, καὶ πρεσβεύετε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.







Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἀνατολικὴ Ἐκκλησία, εὐφροσύνην τὴν ἐν Θεῷ· ἀγάλλου καὶ χόρευε, ἡ ἐκλεκτὴ νύμφη τοῦ Χριστοῦ· καὶ οἷα φιλόπαις μήτηρ, ὡς δύο φιλτάτους υἱούς, τοὺς παλαιοὺς καὶ τοὺς νέους σου Μάρτυρας, ἐν ἀμφοτέραις ταῖς ἀγκάλαις βαστάζουσα, προφητικῶς τῷ νυμφίῳ σου Χριστῷ ἀναβόησον· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκας Κύριε, ἃ διὰ τῆς χάριτός σου πνευματικῶς γεννήσασα, καὶ γάλακτι εὐσεβείας ἐκθρέψασα, τελείους ὑπὲρ τοῦ ὀνόματός σου ἀνέδειξας Μάρτυρας· πρόσδεξαι οὖν τὰ αἵματα αὐτῶν, ὡς θυσίαν εὐάρεστον, καὶ ἵλεως ἐπ’ ἐμοὶ γεγονώς, τῆς κατεχούσης με δουλείας, καὶ πάσης αἱρέσεως ἐλευθέρωσον, ἣν τῷ τιμίῳ σου ἐξηγόρασας αἵματι.

Ἦχος β΄.
Τῷ Χριστῷ δι’ ἀγάπης συγκεκραμένοι, καλλίνικοι Νεομάρτυρες, καὶ τοῦτον ἔνοικον· διὰ τῆς πίστεως φέροντες, καὶ ὑμεῖς ἐν Χριστῷ ἐνηθλήσατε, καὶ ὁ Χριστὸς ἐν ὑμῖν, καὶ δι’ ὑμῶν ἤθλησεν, ὡς κεφαλὴ τὰ τῶν μελῶν, οἰκεῖα τὰ ὑμέτερα πάθη, καὶ τὸν θάνατον λογιζόμενος· ὑμεῖς γὰρ τὰ ὑστερήματα τῶν παθῶν τούτου ἀνεπληρώσατε· ὅθεν, τὰ λείψανα ὑμῶν, δαιμόνων φυγαδευτήρια, καὶ παντοίας νόσου λυτήρια γίνονται, ὡς ἐν τῇ ἑνώσει τῶν παθῶν τοῦ Κυρίου τετιμημένα· ἃ πιστῶς προσκυνοῦντες, δεόμεθα πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Εἴ τις εὐφημία καὶ ἔπαινος, εἴ τινες ἐγκωμίων τρόποι καὶ τέχναι καὶ μέθοδοι, ὑμῖν δικαιότατα πρέπουσι, στεῤῥότατοι Νεομάρτυρες· ὑπὸ τὸν ζυγὸν γὰρ τῆς δουλείας στενάζοντες, ἐλεύθεροι τῇ πίστει ἐδείχθητε, καὶ ὑπὲρ Χριστοῦ, καὶ τῆς ὀρθοδόξου λατρείας, πεῖραν πολλῶν βασάνων, κατὰ διαφόρους καιροὺς καὶ τόπους· ὁ μὲν διὰ ξίφους, ὁ δὲ δι’ ἀγχόνης, ὁ δὲ διὰ πυρός, καὶ ἄλλος δι’ ἄλλου, τὸ μακάριον τέλος ἐδέξασθε. Καὶ νῦν, ἐν οὐρανοῖς τοῖς παλαιοῖς συγχορεύετε Μάρτυσι, καὶ σὺν αὐτοῖς πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Βασιλεῖς καὶ ἱερεῖς, τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον ἐχρηματίσατε, ἱεροὶ Νεομάρτυρες, διὰ τῆς στεῤῥοτάτης ἡμῶν ἀθλήσεως· βασιλεῖς μέν, ὡς κατὰ τῶν παθῶν τῆς σαρκός, καὶ τοῦ κόσμου, καὶ κοσμοκράτορας βασιλεύσαντες· ἱερεῖς δέ, ὡς ἑαυτοὺς τῷ Θεῷ, ἱερεῖα καθαρὰ προσαγαγόντες καὶ σφάγια· καὶ νῦν, τῷ Βασιλεῖ καὶ ἱεράρχῃ Χριστῷ, ἐν οὐρανοῖς παριστάμενοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Δόξα. Ἦχος πλ. δ΄.
Ἔχει μὲν ἐν οὐρανοῖς, τῶν μακαρίων ἡ πληθύς, προσθήκην χαρᾶς, τὰ ἄϋλα ὑμῶν πνεύματα, μεγάλαθλοι Νεομάρτυρες· ἔχοντες δὲ καὶ ἡμεῖς ἐπὶ γῆς, οἱ τῆς σαρκὸς δέσμιοι, τὰ ὑλικὰ ὑμῶν λείψανα, πνευματικῆς εὐφροσύνης, πληρούμεθα τὸν ἁγιασμὸν ψυχῶν καὶ σωμάτων, καὶ τὴν θεραπείαν τῶν παθῶν, ἐξ αὐτῶν ἀρυόμενοι· καὶ εὐχαρίστως τῷ Χριστῷ ἀνακράζομεν· δόξα Σοι Κύριε, τῷ καὶ ἐν τῇ καθ’ ἡμᾶς αἰχμαλώτῳ γεννεᾷ, νέους ἀναδείξαντι Μάρτυρας, εἰς στηριγμὸν τῆς πίστεως· εἰς παραμυθίαν τῆς αἰχμαλωσίας, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπόστιχα Ἀναστάσιμα. Ἦχος β'
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Τὰ κατ’ Ἀλφάβητον.
Στίχ.: Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ.: Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Ἐν τῷ Σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ' ὁ δι' οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.

Στίχ.: Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ζωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν ᾍδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μένοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ' ᾍδου, οἰκεῖν δεδώρησαι· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.




Δόξα. Τῶν Ἁγίων. Ἦχος δ΄.
Σήμερον ἔαρ νοητόν, ἐν χειμῶνι μέσῳ τῆς τυραννικῆς αἰχμαλωσίας, τῇ οἰκουμένῃ ἐπέλαμψεν, οὐχ ὑπὸ μιᾶς χελιδόνος, ἀλλ’ ὑπὸ ὀγδοήκοντα καὶ πρός, Νεομαρτύρων συνιστάμενον. Δεῦτε οὖν φιλέορτοι, καὶ φιλοθεάμονες, εἰς τὰ μαρτύρια αὐτῶν, ὡς εἰς λειμῶνας πολυειδεῖς εἰσελθόντες, τὰ ψυχικὰ ἡμῶν αἰσθητήρια ἑστιάσωμεν· καὶ ἴδωμεν ἐκεῖ παντοδαπὰ εἶδη ἀνθέων, ἄρτι τῶν καλύκων προκύψαντα· ποικίλα τῇ ὄψει, εὔοσμα τῇ ὀσφρήσει· ἀμάραντα τῷ χρόνῳ, καὶ πάντα βεβαμμένα τῷ ἐρυθρῷ τοῦ αἵματος χρώματι· καὶ πρὸς Χριστὸν βοήσωμεν· Κύριε, ὁ νεωστὶ ταῦτα φυτεύσας, ταῖς πρεσβείαις αὐτῶν, τοῦ αἰωνίου ἔαρος τῆς Βασιλείας Σου ἀξίωσον ἡμᾶς ὡς φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἀναστάσιμον. Ἦχος β'.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Νέοι Μάρτυρες, παλαιὰν πλάνην, καταστρέψαντες, ὕψωσαν πίστιν, τῶν Ὀρθοδόξων καὶ στεῤῥῶς ἠγωνίσθησαν· τὴν γὰρ ἀνόμων θρησκείαν ἐλέγξαντες, ἐν παῤῥησίᾳ Χριστὸν ἀνεκήρυξαν, Θεὸν τέλειον· καὶ νῦν ἀπαύστως πρεσβεύουσι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.




ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα. Ἦχος β'.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Σταυροθεοτοκίον.
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γάρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Μετὰ τὴν β' Στιχολογίαν, Καθίσματα τῶν Ἁγίων. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιοι λαμπροί, ἐν νυκτὶ τῆς δουλείας, ὡς ἄγκυραι στεῤῥαί, ἐν καιρῷ τρικυμίας, ἐδείχθητε τοῖς πέρασιν, ἱεροὶ Νεομάρτυρες, ὑπανάπτοντες, πιστοὺς πρὸς θείαν ἀγάπην· καὶ στηρίζοντες, σαλευομένας καρδίας, πρὸς πίστιν τὴν ἔνθεον.
Δόξα.
Ἀθλήσαντες στεῤῥῶς, ὑπὲρ πίστεως θείας, ἐσχάτοις ἐν καιροῖς, Νεομάρτυρες πάντας, πρὸς δόξαν τε καὶ αἴνεσιν, τοῦ Θεοῦ διεγείρετε, τοῦ νευρώσαντος, τὴν ἀσθενῆ ὑμῶν φύσιν, καὶ δοξάσαντος, ἐπὶ τῆς γῆς καὶ ἐν πόλῳ, ποικίλοις χαρίσμασιν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ μέγας ἐν σμικρῷ, κόσμος τοῦ κοσμοπλάστου, Σὺ πέλεις Μαριάμ, κορωνὶς χρησμῶν θείων· βυθὸς ὁ ἀνερμήνευτος, ἀκενώτου κενώσεως· ἐξεικόνισμα, τῆς ἀρχικῆς εὐπρεπείας, θεοσφράγιστος, βίβλος τῶν θείων καμάτων, πηγὴ χαριτόβρυτος.








Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοὺς Νεομάρτυρας, πάντες τιμήσωμεν, τοὺς καταργήσαντας, πλάνην τὴν βάρβαρον, καὶ τὴν ὀρθόδοξον Χριστοῦ, πίστιν ἀνακηρύξαντας, πρὸς αὐτοὺς κραυγάζοντας· ἀπὸ πάσης κακώσεως, ἡμᾶς ἐκλυτρώσασθε, τοὺς ἐκ πόθου γεραίροντας, ἡμῶν τὴν πανσεβάσμιον μνήμην, ἐν ἱεραῖς ὑμνολογίαις.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατατιτρώσκει με, βέλος γλυκύτατον, τῆς ἀγαπήσεως, τῆς Σῆς πανύμνητε, καὶ ἀνακράζει με πυκνῶς, βοᾶν Σοι εὐλογημένη· χαίροις ἡλιόμορφε, Βασιλέως παλάτιον· χαῖρε στῦλε πύρινε, καὶ νεφέλη ὁλόφωτε· χαῖρε τοῦ οὐρανοῦ καὶ γῆς θαῦμα· χαῖρε ἁπάντων ὑπερτέρα.

Οἱ Ἀναβαθμοὶ τοῦ ἤχου.
Προκείμενον: Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ.: Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.
Εὐαγγέλιον ἐωθινόν.
Ἀνάστασιν Χριστοῦ...
Ὁ Ν’ ψαλμός.
























Εἶτα, οἱ Κανόνες· ὁ Ἀναστάσιμος, τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων.
Κανὼν Ἀναστάσιμος. ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμός.
Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.
Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.
Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παῤῥησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς: ᾌδω τὸν αἶνον τῇ ερεσβίῳ Κόρῃ.
Εἱρμός ὁ αὐτός.
ϋλος πάλαι κλῖμαξ, καὶ ξένως χερσωθεῖσα, ὁδὸς θαλάσσης, τὴν σὴν ἐδήλου γέννησιν Ἁγνή, ἣν ὑμνοῦμεν ἅπαντες, ὅτι δεδόξασται.
Δύναμις τοῦ Ὑψίστου, Ὑπόστασις τελεία, Θεοῦ Σοφία, σωματωθεῖσα Ἄχραντε ἐκ σοῦ, τοῖς βροτοῖς, ὡμίλησεν, ὅτι δεδόξασται.
δευσε διὰ πύλης, ἀβάτου κεκλεισμένης, τῆς σῆς νηδύος, δικαιοσύνης Ἥλιος Ἁγνή, καὶ τῷ κόσμῳ ἔλαμψεν, ὅτι δεδόξασται.

Ὁ Κανὼν τῶν Νεομαρτύρων. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τριὰς μονάς τε καὶ μονὰς Τρισήλιε, τὸν σκοτισθέντα μου νοῦν, φώτισον ἐν γνώσει, καὶ τὴν γλῶτταν τράνωσον, τὴν ῥυπαρὰν καὶ ἄμουσον, ὅπως μέλψω ἀξίως, κατὰ στοιχεῖον καὶ ὄνομα, τοὺς Σοὺς ἱεροὺς Νεομάρτυρας.
Αἰνῶ αἰσίως Ἀγγελῆν τὸν ἔνδοξον καὶ μουσικόλαλον, τὸν ἐξ Ἀτταλείας, μέλπω Ἀθανάσιον, τὸν θύτην Παντοκράτορος, καὶ ὁμόπατριν τούτῳ, ἄλλον τιμῶ Ἀθανάσιον, σὺν Ἀναστασίῳ τῷ Βούλγαρει.
Τὸ Νικαέων εὐκλεὲς καλλώπισμα ὁ Ἀθανάσιος, καὶ Θεσσαλονίκης, οἱ βλαστοὶ Ἀλέξανδρος· καὶ θεῖος Ἀθανάσιος, καὶ Ναυπλίου τὸ κλέος, ὁ ἔνδοξος Ἀναστάσιος, καὶ ὁ Ἀχμὲτ Κάλφας τιμάσθωσαν.
Θεοτοκίον.
Σὺ πρωτουργῶς πασῶν χαρίτων πλήρωμα, ἐκ τῆς Τριάδος ἁγνή, δεχομένη τοῦτο, πᾶσι νέμεις ἄχραντε,· δι’ ὅ Σου ἡ πανεύφημος, Ἀκυλίνα τῷ πόθῳ, καὶ Ἀργυρὴ ἡ πανθαύμαστος, ἤθλησαν στεῤῥῶς μέχρις αἵματος.

ᾨδὴ γ' Ὁ Εἱρμός.
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου.
Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.
Ἐκ χοὸς κατ' εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὀ σε Θεοτόκε, πίστει σέβομεν.

Τῆς Θεοτόκου ὁ αὐτός
χρόνου ἐπέκεινα παντός, ὡς χρόνων Ποιητής, ἐκ σοῦ Παρθένε ἑκών, βρέφος πεπλαστούργηται.
Νηδὺν πλατυτέραν οὐρανῶν, ὑμνήσωμεν πιστοί, δι' ἧς Ἀδὰμ ἐν τοῖς οὐρανοῖς, χαίρων πεπολίτευται.

Τῶν Ἁγίων. Οὐρανίας ἁψῖδος.
Ἀναστάσιος θεῖος ὁ ἱερεὺς ᾄδεται, καὶ τῶν Ἀθηναίων τὸ εὖχος, στεῤῥὸς Ἀντώνιος, καὶ Ἀναστάσιος, ὁ ἐξ Ἀγκύρας τιμᾶται, καὶ Βελλᾶς Αὐξέντιος, τὸ θεῖον βλάστημα.
Γαβριὴλ Βυζαντίου τὸν εὐκλεῆ πρόεδρον, σὺν τῷ Γαβριὴλ τῷ Σερβίας, Γαβριὴλ ἕτερον, Ὁσιομάρτυρα, σὺν Γεωργίῳ γεραίρω· μεθ’ ὧν καὶ Γεώργιον, Φιλαδελφείας βλαστόν.
Καὶ Γεώργιον ἄλλον ἀνευφημῶ Κύπριον, καὶ τὸν ἐν σοφίᾳ γεραίρω, θεῖον Γεώργιον, καὶ τὸν ἀθλήσαντα, ἐν Μαγνησίᾳ νομίμως, ἀνυμνῶ Γεώργιον, τὸν ἀξιάγαστον.
Θεοτοκίον
Νύμφη ὤφθης ὡραία Θεοῦ Πατρὸς ἄχραντε, τοῦ Υἱοῦ δὲ Μήτηρ θυγάτηρ δὲ Πνεύματος, κατοικητήριον, τῆς ἀρχιφώτου Τριάδος, ὅλης τῆς θεότητος, ἔμψυχον τέμενος.







Κοντάκιον, Ἀναστάσιμον. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν λειψάνων αἱ θεῖαι ἡμῶν σοροί, ἰατρεῖα ὑπάρχουσι θαυμαστά, ἀπόδειξις ἔμψυχος, τῆς ὀρθῆς ἡμῶν πίστεως, καὶ θησαυροὶ παντοίων, θαυμάτων κοσμόπλουτοι, κροκοβαφῆ καὶ ἄσηπτα, πυξία τοῦ πνεύματος, τῶν ἐπουρανίων, ἀρωμάτων φιάλαι, νικῶσαι κιννάμωμον, μύρον νάρδον καὶ κάλαμον, καὶ τῆς γῆς τὰ ἀρώματα· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, ἡμῖν τοῖς πόθῳ τιμῶσιν, ὑμᾶς Νεομάρτυρας.
Θεοτοκίον
Μυριώνυμον ἅρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομῶν, τόμος θεοχάρακτος, Ἡσαΐου καὶ ἔμψυχος, σκηνὴ τοῦ Μωϋσέως, καὶ τεῖχος ἀδάμαντος, σὺ τοῦ Ἀμὼς ὑπάρχεις, λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν πάντων λάλημα· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σεβομένοις ἐν πίστει, τὸν ἄσπορον τόκον Σου.























ᾨδὴ δ' Ὁ Εἱρμός.
Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτός ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Παρίστασο ὡς κριτής, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.
Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.
Θεοτοκίον
Σὲ λιμένα σωτηρίας καὶ τεῖχος ἀκράδαντον Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

Τῆς Θεοτόκου ὁ αὐτός
δοὺ ὑπερύψωται, τὸ θεῖον ὄρος οἴκῳ Κυρίου, ὑπεράνω τῶν Δυνάμεων, ἡ θεομήτωρ ἐμφανέστατα.
Νομίμων τῆς φύσεως, Παρθένε ἅπερ μόνη τεκοῦσα, τὸν δεσπόζοντα τῆς κτίσεως, κατηξιώθης θείας κλήσεως.

Τῶν Ἁγίων. Σύ μου ἰσχύς.
Δαμασκηνός, ὁ ἱερεὺς χαίρων ἤθλησε, καὶ ὡς ῥόδον, νέον ὁ Δημήτριος, Φιλαδελφέων ἡ καλλονή, ἔφυ καὶ σύν τούτῳ, ὁ Τορναρᾶτος Δημήτριος, καὶ Δῆμος ὁ ἐν Σμύρνῃ, εὐκλεῶς μαρτυρήσας, καὶ πολλὰ ἐκτελέσας θαυμάσια.
Δασμασκηνός, Δαμιανός τε οἱ Ὅσιοι, σὺν τῷ θείῳ, στέφους ἠξιώθησαν, Διονυσίῳ ἀθλητικοῦ, καὶ ὁ ἐκ τῆς Λέσβου, Δούκας ἀθλήσας δεδόξασται, σὺν τῷ ἐν Βυζαντίῳ, Ἀθλητῇ Δημητρίῳ, τὰ βραβεῖα τῆς νίκης δεξάμενοι.
Ὕμνοις τιμῶ, Κορίνθου τὸν ἀρχιποίμενα, Ζαχαρίαν, καὶ Ζώρζην τὸν Ἴβηρα, τὸν ἐν τῇ Λέσβῳ, καὶ σὺν αὐτῷ ἄλλον, Ζαχαρίαν τὸν ἐκ τῆς Ἄρτης ἀνθήσαντα, Ἠλίαν τε σὺν τούτοις, τὸν Ἀρδούνην γεραίρω, τοὺς κλεινοὺς τοῦ Χριστοῦ Νεομάρτυρας.
Κέδρος στεῤῥά, ταῖς ἀντιπνοίαις ἀκλόνητος, τῶν βασάνων ὁ νέος Θεόδωρος, τῆς Βυζαντίδος σεπτὸς βλαστός, ὤφθη καὶ σὺν τούτῳ, ἄλλος Θεόδωρος Λέσβιος, καὶ Θεοφάνης ἅμα, μοναζόντων τὸ κλέος, καὶ Θεόφιλος Χίου ὁ ἔφορος.
Θεοτοκίον
Νέος Ἀδάμ, ἀντὶ τοῦ πάλαι γεγέννηται, ὁ Υἱός Σου, Σὺ δὲ Μῆτερ ἄχραντε, ἀντὶ τῆς Εὔας, ὁ δὲ Σταυρός, ἀντὶ γνωστοῦ ξύλου, ὁ Γαβριὴλ ἀντὶ ὄφεως, ἀντὶ Ἐδὲμ ὁ πόλος, ἡ χαρὰ ἀντὶ λύπης, ὢ καλῶν θημωνία ἀντίστροφος.
ᾨδὴ ε' Ὁ Εἱρμός.
Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.
Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.
Ἐν λάκκῳ Χριστὲ κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.
Θεοτοκίον
Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

Τῆς Θεοτόκου ὁ αὐτός
Νεφέλαι τῆς εὐφροσύνης, γλυκασμὸν ῥάνατε, τοῖς ἐπὶ γῆς, ὅτι παιδίον δέδοται ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐκ τῆς Παρθένου σαρκωθεὶς Θεὸς ἡμῶν.
Τῷ βίω καὶ τῷ σαρκίῳ μου, τὸ φῶς ἔλαμψε, καὶ τὸ στυγνὸν τῆς ἁμαρτίας ἔλυσεν, ἐπ΄ ἐσχάτων ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς σωματωθεὶς ὁ Ὕψιστος.

Τῶν Ἀγίων. Ἵνα τί με ἀπώσω.
Γλῶσσα πᾶσα γεραίρει, τὸν Ὁσιομάρτυρα θεῖον Ἰάκωβον, καὶ τὸν τούτου μύστην, καὶ διάκονον ἄλλον Ἰάκωβον, καὶ τὸν Ἰορδάνην, Τραπεζουντίων μέγα εὖχος, τοὺς Χριστὸν ἐν τοῖς ἄθλοις δοξάσαντας.
Τίς αἰνεῖν οὐκ ὀφείλει, τῶν Ἰωάννινων τὸ κάλλιστον βλάστημα, θεῖον Ἰωάννην; Καὶ κλεινὸν Σοσταβίας ἀγλάϊσμα, ἄλλον Ἰωάννην, καὶ μετὰ τούτων καὶ σὺν τούτοις, Κουλικᾶν Ἰωάννην τὸν ἔνδοξον.
Βυζαντίδος τὸ κλέος, τέκτων Ἰωάννης ὑμνείσθω ἐν ᾄσμασι, καὶ ὁ Θάσου γόνος, Ἰωάννης ἀκέστης αἰνείσθω μοι, καὶ ὁ τῆς Δακίας, σεπτὸς βλαστὸς ἀνευφημείσθω, Ἰωάννης οἱ τρεῖς χαριτώνυμοι.
Θεοτοκίον
Κέντρον ὤφθης χαρίτων, σφαῖρά τε πολύαστρος θεοχαρίτωτε, τῶν ζωδίων κύκλος· δι’ οὗ μέσου διέβη ὁ Ἥλιος, τῆς δικαιοσύνης, καὶ τῆς φρικτῆς οἰκονομίας, τὴν περίοδον πᾶσαν ἐπλήρωσεν.






ᾨδὴ ς' Ὁ Εἱρμός.
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.
Δι' ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι' ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.
Θεοτοκίον
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

Τῆς Θεοτόκου ὁ αὐτός
Φύσις ἀνθρώπων δουλεύουσα, τῇ ἁμαρτίᾳ Δέσποινα ἁγνή, διὰ σοῦ ἐλευθερίας ἔτυχε· σὸς γὰρ Υἱὸς ὡς ἀμνός, ὑπὲρ πάντων τέθυται.
πιβοώμεθα πάντες, σὲ τὴν ἀληθῆ Μητέρα τοῦ Θεοῦ, παροργίσαντας οἰκέτας λύτρωσαι· μόνη γὰρ πρὸς Υἱόν, παῤῥησίαν κέκτησαι.

Τῶν Ἁγίων. Τὴν δέησιν.
ναύκληρος, Ἰωάννης ἄξιος, ἀληθῶς ᾠδῆς ὑπάρχει μυρίας, καὶ ὁ στεῤῥός, Ἰωάννης ὁ μείραξ, ἄλλος δειχθεὶς Μακκαβαῖος ἐν χάριτι, λαλεῖται δὲ καὶ σὺν αὐτοῖς, Ἰωάννης Βουλγάρων τὸ καύχημα.
Ὅσιος, Ἰωάσαφ ἤθλησε, καὶ ἠρίστευσε νομίμως σὺν τούτῳ, ὁ Ἰωσήφ, ἐκ Συρίας ὑπάρχων, καὶ ὁ τῆς χάριτος κήρυξ ὁ ἔνθεος, ὁ ἔνδοξος φημὶ Κοσμᾶς, ὁ διπλῷ καλλυνόμενος στέμματι.
Ἀγάλματι, παρθενίας ἔπαινος, ἅπας πρέπει τῇ παρθένῳ Κυράννῃ, Κυπριανῷ, τῷ Ὁσίῳ καὶ πάνυ, τὸν μαρτύριου ἀνύσαντι δίαυλον, καὶ Ῥώσσῳ δὲ τῷ ἱερεῖ, Κωνσταντίνῳ πᾶς αἶνος ἐπάξιος.
Θεοτοκίον
Θεόγλυπτος, ἀνδριὰς πανάχραντε, καὶ εἰκὼν ἀρχετυπίας τῆς θείας, καὶ θησαυρός, ἀνεξάντλητος θείων, ἀπαυγασμάτων ὑπάρχεις Θεόνυμφε, σκοπὸς ὁ ἐπινοηθείς, πρὸ αἰώνων τῷ Κτίστῃ τῆς κτίσεως.











Κοντάκιον. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀγάλλου μυστικῶς, ἡ Χριστοῦ Ἐκκλησία, ὁρῶσα σοὺς υἱούς, Νεομάρτυρας κύκλῳ, τραπέζης σου καὶ βήματος, ἱσταμένους ἐκ κόνεσιν, ὡς νεόφυτα, τῶν ἐλαιῶν καὶ τῷ Κτίστῃ, ἀνακραύγαζε· Σὺ τῶν Μαρτύρων ὑπάρχεις, Χριστὲ τὸ στερέωμα.
Ὁ Οἶκος.
Ἀεὶ μὲν καὶ ἐν πᾶσιν ὀφείλομεν, ἀδελφοί, ἐξυμνεῖν καὶ θαυμάζειν τῆς περὶ ἡμᾶς τοῦ φιλανθρώπου Θεοῦ προνοίας τὰ ἀνεξιχνίαστα κρίματα, οὐχ ἦττον δέ, καὶ ἐπὶ τῇ πολυχρονίῳ ταύτῃ τοῦ ἡμετέρου γένους τυραννικῇ αἰχμαλωσίᾳ, αὕτη καὶ γάρ, πλείστων τε ἄλλων κατὰ ψυχὴν ἀγαθῶν ἡμῖν τοῖς τυραννουμένοις παραίτιος γέγονε, καὶ ἐξαιρέτως, δι’ αὐτῆς καὶ ἐξ αὐτῆς ὁ εὐκλεὴς οὗτος, καὶ Χριστῷ πεφιλημένος, καὶ τῆς οὐρανίου ἀποθήκης ἄξιος καρπὸς ἀνεβλάστησεν, οἱ νεοφανεῖς, λέγω Μάρτυερες· οἱ νῦν, εἰς εὐφημίαν προκείμενοι, οὗτοι γὰρ οἱ καρτερόψυχοι, τῇ τοῦ Χριστοῦ δυνάμει θωρακισθέντες, πάντα τὰ τοῦ βίου τερπνά, ὡς σκύβαλα ἐλογίσαντο, καὶ σαρκὸς μηδόλως φεισάμενοι, εἰς τὸ στάδιον τῆς ἀθλήσεως ἀπεδύσαντο· τὴν μὲν τῶν Ἀγαρηνῶν ἀσέβειαν θριαμβεύσαντες, τὴν δὲ τοῦ Χριστοῦ πίστιν ἐν παῤῥησίᾳ ἀνακηρύξαντες· ὑπὲρ ἧς καὶ πολυειδέσι βασάνοις ἀνδρείως, μέχρι τέλους ἐνακαρτέρησαν, καὶ τὸν τοῦ μαρτυρίου ἀνεδήσαντο στέφανον, πρὸς τὸν στεφανίτην ἀναβοῶντες· Σὺ τῶν Μαρτύρων ὑπάρχεις, Χριστὲ τὸ στερέωμα.

Συναξάριον. Τὸ τοῦ Μηναίου καὶ εἶτα:
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ Γ’ Ματθαίου, Μνήμη πάντων τῶν Ἁγίων τοῦ Χριστοῦ Νεομαρτύρων, τῶν μετὰ τὴν ἅλωσιν τῆς Κωνσταντινουπόλεως μαρτυρησάντων.
Νέοι Ἀθληταί, ὤλεσαν τὴν γραῦν Ἄγαρ,
καὶ νῦν σύνεισι, τοῖς Ἀθληταῖς τοῖς πάλαι.
Βῆ δὲ Πόλον πληθύς, νεάθλων Ἄστυ θεοῖο.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ' Ὁ Εἱρμός.
Ἀντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνεῤῥίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Οὐκ ἔφερες Δέσποτα, δι' εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ' ἦλθες καὶ ἔσωσας ἰδίῳ Αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ἰδόντες σε ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα· ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Θεοτοκίον
Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

Τῆς Θεοτόκου ὁ αὐτός
ώρα ἐν νυκτὶ Ἰακὼβ μέν, ὡς ἐν αἰνίγματι Θεὸν σεσαρκωμένον, ἐκ σοῦ δὲ ἐν φρυκτωρίᾳ ὤφθη τοῖς μέλπουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Σύμβολα τῆς ἐν σοὶ ἀποῤῥήτου προκαταγγέλλων συμπλοκῆς, τῷ Ἰακὼβ προσπαλαίει, δι' ἧς ἑκὼν ἡνώθη ἀνθρώποις Ἁγνή, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Βέβηλος ὁ μὴ ἕνα κηρύττων, τὸν τῆς Παρθένου σε Υἱόν, τῆς πανυμνήτου Τριάδος, καὶ ἀδιστάκτῳ γνώμῃ καὶ γλώσσῃ βοῶν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τῶν Ἁγίων. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν ᾠδαῖς τε καὶ ὕμνοις τὸν Ὁσιομάρτυρα αἰνῶ Μακάριον, Μακάριον τὲ Κῖον, καὶ Μάρκον τὸν ἐκ Κρήτης, σὺν αὐτῷ δὲ καὶ Μύρωνα, τῆς αὐτῆς νήσου λαμπρόν, ἀναφανέντα κλέος.
Μανουὴλ τῷ ἐκ Κρήτης σὺν τῷ Μιχαὴλ Ἀθηνῶν τῷ βλαστήματι, καὶ Μιχαὴλ δὲ πάλιν, τῷ ἐκ Γρανίτσας ὄντι ἀναπέμψωμεν αἴνεσιν, ὡς τὴν Τριάδα λαμπρῶς, τεθεολογηκότι.
Μιχαὴλ ἐκ Βρυούλων ὁ λευκόχρους κύκνος αἰσίως γεραίρεται, Νισύριος Νικήτας, Νικόδημος δὲ πάλιν, ὁ ἐν Μάρτυσιν Ὅσιος, ὁ τῇ Μονῇ ἐνασκῶν, τῇ ἐν τοῖς Μετεώροις.
Θεοτοκίον
Ὅλη καλὴ ὑπάρχεις ὅλη γλυκασμὸς καὶ ἡδύτης ἀκόρεστος, Μαρία Θεοτόκε· δι’ ὃ τῇ θεωρίᾳ, τοῦ Σοῦ κάλλους ἀξίωσον, ἐπεντρυφᾶν με ἀεί, τὸν Σὸν οἰκτρὸν οἰκέτην.



ᾨδὴ η' Ὁ Εἱρμός.
Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Αἵματι Χριστε, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοι· Κατεπόθη, ὄντως εἰς νῖκος ὁ θάνατος.
Θεοτοκίον
Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

Τῆς Θεοτόκου ὁ αὐτός
ράθη ἐπὶ γῆς διὰ σοῦ, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ὁ ἀγαθότητι ἀσύγκριτος καὶ δυνάμει, ᾧ μελῳδοῦντες πάντες οἱ πιστοὶ κραυγάζομεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Κυρίως σε Ἁγνήν, καταγγέλλοντες δοξάζομεν Θεοτόκε· σὺ γὰρ τὸν ἕνα ἀπεκύησας, τῆς Τριάδος σεσαρκωμένον, ᾧ σὺν τῷ Πατρὶ καὶ Πνεύματι πάντες μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Ἁγίων. Ἑπταπλασίως κάμινον.
Τίς οὐ προσοίσει ἐπαίνον, Νικοδήμῳ τῷ Μάρτυρι, καὶ ἀνδρὶ Ὁσίῳ, χερσὶ ῥάβδον φέροντι, καὶ θείῳ βλαστήματι, Καππαδοκίας αὖθίς τε, τῷ ὑπὲρ Χριστοῦ, διηθληκότι ἐν Σμύρνῃ, γενναίῳ Νικολάῳ; Νικολάῳ τε ἄλλῳ, τῷ ἕλκοντι τὸ γένος, ἐκ κώμης τοῦ Μετσόβου.
Καρπενησίου βλάστημα, εὐφημείσθω Νικόλαος, ὁ ἐν Βυζαντίῳ, διαθλήσας ἄριστα, μεθ’ οὗ καὶ Νικόλαος, τὸ Βυζαντίδος γέννημα, θείαις ἐν ᾠδαῖς, μεγαλυνέσθω δικαίως, Νικόλαος δὲ αὖθις, τὸ μέγα Χίου κλέος, ὡς ἐξ αὐτῆς βλαστήσας, καὶ ἐν αὐτῇ μαρτυρήσας.
Τὸν Κωνσταντινουπόλεως, μεγαλύνω Παρθένιον, τὸν τῆς Μυτιλήνης, κλάδον ὡραιότατον· μεθ’ οὗ ἀπελεύθερον, Παῦλον τὸν Ῥῶσσον, ᾄσμασιν ἱεροῖς τιμῶ, καὶ τὸν Παχώμιον ἅμα, τὸν Ὅσιον γεραίρω, σὺν αὐτῷ δὲ τὸν θεῖον, ὑμνῶ Παναγιώτην, τὸν ἐκ τῆς Καισαρείας.
Θεοτοκίον.
Φῶς ἡ τὸ πρῶτον τέξασα, τὸ Ἀγγέλους τὰ δεύτερα φῶτα ὑποστῆξαν, καὶ φῶς τὸ πρωτόγονον, δημιουργῆσαν αὖθίς τε, φωστῆρας δύο παραγαγόν, ἐπὶ πᾶσι δὲ ψυχήν, ὡς φῶς οὐσιῶσαν, καὶ φῶτα ὑποδεῖξαν, προστάγματα οἰκεῖα, φώτισον τοῦ νοός μου, τὸν ζόφον Θεοτόκε.
ᾨδὴ θ' Ὁ Εἱρμός.
Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.
Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ, μεθ' ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.
Τριαδικόν.
Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγῆ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.

Τῆς Θεοτόκου. Ὅλος ὑπάρχεις ἔφεσις.
άβδος ἰσχύος δέδοται, φύσει τῇ σαθρᾷ, Λόγος Θεοῦ, ἐν μήτρᾳ σου Ἁγνή, καὶ ταύτην ἀνέστησε, πρὸς ᾅδην ὀλισθήσασαν· διό σε πάναγνε, ὡς Θεοτόκον μεγαλύνομεν.
ν ἡρετίσω Δέσποτα, δέξαι συμπαθῶς, πρέσβυν Μητέρα, σὴν ὑπὲρ ἡμῶν, καὶ σοῦ τῆς χρηστότητος, τὰ σύμπαντα πλησθήσονται, ἵνα σε ἅπαντες, ὡς εὐεργέτην μεγαλύνωμεν.

Τῶν Ἁγίων. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Λαμπρύνει Νεομάρτυρας ὡς ἀστήρ, φαεινὸς ὁ ἐκ Κύπρου Πολύδωρος, καὶ Ῥωμανός, ὁ Ὁσιομάρτυς κατακοσμεῖ, χορὸν τὸν νεοσύλλεκτον, Ἀθλητῶν Κυρίου καὶ Ῥωμανός, ὁ ἱερεὺς καὶ Μάρτυς, διπλοῦν λαμβάνει στέφος, παρὰ Θεοῦ τοῦ παντοκράτορος.
Συγχαίρει Νεομάρτυσι τοῦ Χριστοῦ, ὁ στεῤῥότατος Σάββας, Νιγδέλιος καὶ Σεραφείμ, ὁ τοῦ Φαναρίου ἀρχιερεύς, αὐτοῖς δὲ συναγάλλεται, καὶ ὁ Τραπεζούντιος Συμεών, μεθ’ ὧν ἀεὶ χορεύει, Σταμάτιος ὁ θεῖος, ὁ ἐκ τοῦ Βόλου καταγόμενος.
Μαρτύρων νέων ηὔξησαν ἀριθμόν, Τριαντάφυλλος ναύτης καὶ εὔχρηστος, Χριστῷ δειχθείς, Χρῆστος Παραδείσου ὁ κηπουρός, τὸ Ἀλβανίας καύχημα, καὶ Χριστοῦ ὁ δοῦλος ὡς ἀληθῶς, Χριστόδουλος ὁ νέος, Χρυσή τε ἡ παρθένος, τῆς Βουλγαρίας ἐγκαλλώπισμα.
Χορεία νεοσύλλεκτε Ἀθλητών, οὐρανία σειρὰ χρυσοσύνθετε, πολυειδής, στέφανε ἀνθόπλεκτε ἱερέ, τὸν ὔμνον τοῦτον δέξασθε, καὶ συναγαγόντες ἀδελφικῶς, τοὺς Ἀνωνύμους ἄλλους, πάντες Χριστῷ πρεσβείαν, ὑπὲρ ἡμῶν ἀεὶ προσφέρετε.
Θεοτοκίον.
Παράλαβε Παρθένε τοῦ Σοῦ Υἱοῦ, ἱεροὺς Νεομάρτυρας ἅπαντας, τοὺς ἐνταυθοῦ, περιεχομένους ὀνομαστί, καὶ εἴ τινες ἐνώνυμοι, ἄλλοι καὶ ἀνώνυμοι ἀλλαχοῦ· καὶ πρέσβευε σὺν τούτοις, ὅπως πυρὸς ῥυσθέντες, τῆς θείας δόξης ἐπιτύχωμεν.

Ἐξαποστειλάριον. Τὸ Ἀναστάσιμον.
Τῶν Ἁγίων. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Λαβόντες θεῖον Βάπτισμα, τὸ δι’ ὕδατος πρώην, σύμφυτοι ὁμοιώματι, τοῦ θανάτου Κυρίου· γεγόνατε νῦν δὲ πάλιν, βαπτισθέντες ἀνδρείως, τὸ δι’ αἵματος βάπτισμα, Νεομάρτυρες θεῖοι, πραγματικῶς, τούτου ὡμοιώθητε τῷ θανάτῳ· δι’ ὃ καὶ ἠξιώθητε, δόξης τῆς ἀθανάτου.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Χορείαν νεοσύλλεκτον, γενναιότατον σύνταγμα, Νεομαρτύρων Κυρίου, ἀνευφημήσωμεν ὕμνοις, ἀπὸ παντοίας ῥύσασθε, ἡμᾶς ἀνάγκης καὶ βλάβης, τοῦ βροτοκτόνου βελίαρ.
Θεοτοκίον.
Μαρία ὁ χρυσόπλοκος, τῆς Θεότητος θάλαμος, εὐγένεια βροτῶν γένους, ἡ κοσμήσασα κόσμου, τὴν ἀκοσμίαν κόσμησον, τῆς ψυχῆς μου τὸ ἄκοσμον, τῆς ἐκ πόθου καὶ πίστεως, κοσμούσης Σε ἐν εὐκόσμοις, ὑμνολογίαις Παρθένε.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμα δ’. Ἦχος β'
Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτός ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.


Καὶ τῶν Ἁγίων δ’. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τοῦ Χριστοῦ ὁ μελισσών, δεῦτε φιλομάρτυρες πάντες, νῦν ἑορτάσωμεν, τὴν κοινὴν πανήγυριν, Νεομαρτύρων Χριστοῦ· οὗτοι γὰρ ἀνεδείχθησαν, ὑστέροις ἐν χρόνοις, δόξα καὶ στερέωμα, τῆς ἡμῶν πίστεως, γένους, ἡμετέρου προστάται, πάντων ἀσθενῶν ἰατῆρες, καὶ τῶν θλιβομένων παρακλήτορες.

Δεῦτε, τῶν Ἀγγέλων στρατιαί, δεῦτε Ἀσωμάτων χορεῖαι, συνεορτάσατε, καὶ τοὺς Νεομάρτυρας, νῦν συμπροπέμψατε, ἀπὸ γῆς εἰς οὐράνια, καὶ γὰρ οὗτοι πάντες, σῶμα θνητὸν φέροντες, ὥσπερ Ἀσώματοι, ἤθλησαν, καὶ ἔδειξαν ἔργῳ, μόνοις τοῖς ὀνόμασιν ὅτι, Ἄγγελοι καὶ Μάρτυρες διΐστανται.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Δεῦτε, τῶν Μαρτύρων ἡ πληθύς, δεῦτε προχυθέντες ἐκ Πόλου, νῦν κατασπάσασθε, ἄλλος ἄλλον Μάρτυρα, καὶ πάντες ἕκαστον, συνωνύμους συνώνυμοι, παλαιοὶ τοὺς νέους, τοὺς ὁμοίους ὅμοιοι, καὶ παραλάβετε, τούτους, εἰς Μονὰς ὑμῶν θείας, ἵνα συνευφραίνησθε ἅμα, ἐν ἀῤῥήτῳ δόξῃ καὶ λαμπρότητι.

Στ.: Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Δέχου, ὦ Τριὰς προσκυνητή, δέχου ὦ Θεάνθρωπε Λόγε, τοὺς Νεομάρτυρας, τούτους οὓς προσάγει σοι, γένος αἰχμάλωτον, ὥσπερ θύματα τέλεια, ὡς εὔοσμα ῥόδα, ἀρωματοσύνθετα, ὡς θυμιάματα, μύρα, πολυτίμητα ὥσπερ, καὶ ἐλευθερίαν ἀντίδος, καὶ πταισμάτων πάντων τὴν συγχώρησιν.

Δόξα. Ἦχος πλ. α΄.
Ὦ νέα παρεμβολὴ Χριστοῦ τοῦ Θεοῦ, ἣν ὁ Ἰακὼν προηνίξατο· ὦ νεοσύλλεκτος χορεία καὶ τρίπλοκος, ἐξ Ἱερομαρτύρων, Ὁσιομαρτύρων, καὶ Μαρτύρων συγκροτουμένη· τίς ὑμῶν τοὺς ἀθλητικοὺς ἀγῶνας κατ’ ἀξίαν ἐγκωμιάσει; ὑμεῖς γὰρ ἄλλος κατ’ ἄλλον χρόνον, καὶ ἐξ ἄλλου τόπου ὀρμώμενοι, πάντες κατὰ μιᾶς τῆς Ἀγαρηνῶν ἀσεβείας ἠνδραγαθήσατε, καὶ ὑπὲρ μιᾶς θεοσεβείας πολυειδῆ ὑπέστητε κολαστήρια· ἡδονὴ καὶ θαῦμα τοῖς ὁμοφύλοις, λύπη καὶ κατάπληξις τοῖς ἀλλοφύλοις γενόμενοι· ὄντως τοῖς αἵμασιν ὑμῶν, τὸ αἷμα τοῦ Χριστοῦ ἐτιμήσατε· καὶ τοῖς πάθεσιν ὑμῶν, τὸ πάθος αὐτοῦ ἐσεμνύνατε· δι’ ὅ, ὑπὲρ χιόνα ἐλάμψατε, ὑπὲρ γάλα ἐτυρώθητε, καὶ ὑπὲρ λίθον σάπφειρον τὸ σύνταγμα ὑμῶν. Καὶ νῦν, ἐν οὐρανοῖς ἡνωμένοι ἀλλήλλοις ὑπάρχοντες, πρεσβεύετε ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου