ΜΑΪΟΣ Η΄!!
ΠΑΝΑΓΙΑ ΚΑΣΣΙΟΠΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, γ’
τῆς Ἑορτῆς, καὶ γ’ τῆς Παναγίας. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Πανηγυρίζοντες
πίστει τὴν ὑπερθαύμαστον, Μαρίαν τὴν Παρθένον, εὐφημήσωμεν ὕμνοις, τοῖς
πάσχουσι γὰρ αὕτη παντοδαπῶς, διανέμεις τὴν ἴασιν, καὶ τυφλωθεῖσι δωρεῖται
στοὺς ὀφθαλμούς, τηλαυγῶς διαφωτίζουσα.
Τῇ
κτίσει ἔστητε πάσῃ καὶ καταπλήχθητε, βοᾷ τὸ θαῦμα τοῦτο, ὡς ἡ πάναγνος Κόρη,
τὸν Στέφανον ἀδίκως στοὺς ὀφθαλμούς, ἐκκοπέντα ὠμμάτωσεν, ἀντὶ χροιᾶς κυανέας
δοῦσα γλαυκήν· ὢ τεράστιον ξενήκουστον.
Τῷ
τῷ Παρθένου τεμένει τυφλοὶ προσέλθετε, τοῦ φωτισμοῦ τὴν χάριν, ὑπ’ αὐτῆς τῆς
φωσφόρου, λαβεῖν τερατουργούσης ὑπερφυῶς, καὶ τὴν ξένην ἀνάβλεψιν· τὰ μεγαλεῖα
δοξάζοντες τῆς ἁγνῆς, ὁ τυφλὸς γὰρ βλέπει Στέφανος.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον,
ἡ φωτοφόρος καὶ χρυσοφεγγὴς λαμπάς, ἡ παμφαὴς καὶ ὑπέρλαμπρος, ἡ τιμαλφεστάτη
Κόρη καὶ Θεομήτωρ Μαρία, τὴν λάμψιν ἐπαφίησιν ἡλίου φαιδρότερον, καὶ
θαυματουργοῦσα παραδόξως, φωτίζει τηλαυγῶς τὸν στερηθέντα τῆς ὄψεως Στέφανον,
ὀφθαλμῶν ἀξιοῦσα ἑτεροχρόως καινοτομηθέντα· ὅθεν οἱ ψυχῆς τυφλώττοντες ὄμματα
ἐκ ζόφου τῶν πταισμάτων, τὴν φωτοπάροχον τοῦ ἀρχιφώτου Μητέρα δυσωπήσωμεν, τὴν
ὁλόφωτον σκηνήν, ὅπως καὶ ἡμᾶς φωτισμοῦ ἀξιώσῃ, καὶ σώσῃ κατοικτείρουσα.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10-17)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ
φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη
ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς
κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ
ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ
Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς, καὶ
εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’
ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ
σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ
Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς,
καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ
ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως
τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ,
καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη καὶ
εἶπεν Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι
τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27, Μδ΄, 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς
ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα
ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ
ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ
ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη
κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι
Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ
ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ
τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ
τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ
πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ
οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς
κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς
ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς
ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν : Ἔλθετε, φάγετε
τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ
ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει.
Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται
ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ
μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος
ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου·
καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ
τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Λιτή. Ἦχος α΄.
Τῆς
Μητρὸς καὶ Παρθένου τὰ ξενότροπα θαύματα, προσκαλεῖται τυφλὸς στοὺς πιστοὺς
ἑορτάζειν, κινεῖ δὲ στοὺς ἀπίστους, ἐπὶ τούτοις ἐνδοιάζειν, ὅρασιν ὑπερφυῶς
εἰληφὼς ἀλλόχροον· ἀφέντες οὐκοῦν στοὺς ἀμφιδοξοῦντας οἱ εὐσεβεῖς, τῆς
Θεομήτορος Κόρης τὰ μεγαλεῖα δοξάσωμεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παρανόμου πράγματος! συμβεβηκότως τινές, σὺν Στεφάνῳ βαδίζοντες, καὶ
προσυπαντήσαντες, νέοις φέρουσι ἄλφιτα· δύστροποι ὄντως ἡμᾶς μὲν ἔφησαν, οὐδὲν
κωλύει συλῆσαι φέροντας· ὢ λύσσης τόλμημα! κᾂν ἀπεῖργε Στέφανος παρακαλῶν,
ἐπιδόντες πλήγματα, ἀφεῖλον ἄλφιτα.
Στ.: Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν μέ.
Ὢ
τοῦ παραλόγου δράματος! μὴ συλληφθῆναι λῃστῶν, προσεχόντων ὁ Στέφανος, ὡς
λῃστείας ἄμοιρος, εἰς τὴν πόλιν γενόμενος, ὥσπερ ὑπεύθυνος ὁ ἀνεύθυνος, Κριτοῦ
προστάξει ἁλοὺς καθείργνυται· ὢ οἶον σύμβαμα! Τοῖς λῃσταῖς συνέμπορος
τετυχηκώς, καὶ λῃστὴς δοκούμενος, ἀποτετύφλωται.
Στ.: Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου.
Ὢ
τοῦ παραδόξου θαύματος! στοὺς ὀφθαλμοὺς ἐκκοπείς, ἀπεικότως ὁ Στέφανος, καὶ
πρὸς θεῖον τέμενος, σὺν μητρὶ βουλευσάμενος, παραγενέσθαι τῆς Θεομήτορος, ἐν
Κασσιόπῃ, ἐλέους ἕνεκα· ὢ ξένον ἄκουσμα! Πορευθεὶς ἀόμματος πρὸς τὸν ναόν, ἄλλα
ἄλλης εἴληφεν, ὄψεως ὄμματα.
Δόξα.
Ἦχος πλ. α΄.
Ποῖα
ἀκοὴ οὐκ ἐκπλήξεται, τὸ τοῦ τοιούτου θαύματος μεγαλουργὲς ἐν ηχθηεῖσα
μυστήριον; Σήμερον γάρ τις ὃς δικασθείς, ἀδίκως τετύφλωται στοὺς ἐξωρυχθέντας
ὀφθαλμοὺς βλέπει, ὄντας ἐν Κιβωτίῳ, οὓς καὶ βλέπων ὁ δικάσας ἐν χερσὶ ταῖς τοῦ
δημίου, αὐτὸν δὲ ὀμματοθέντα καὶ βλέποντα, εἰκότως ἐξίσταται, σὺν τῷ φωτισθέντι
μεγαλύνων, τὴν φωτοπάροχον Κόρην Μαρίαν τὴν πανθαύμαστον, τὴν ἀσιγήτως τὰς
θεραπείας βρύουσαν, τοῖς αὐτὴν ὁμολογοῦσι βρύσιν ζωήῤῥυτον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Τῆς Ἑορτῆς.
Δόξα.
Καὶ νῦν. Τῆς Παναγίας. Ἦχος β΄. Πάντα ὑπὲρ ἔννοιαν.
Πάντα
ὑπερθαύμαστα, πάντα ἀξιάγαστα, τὰ Σὰ Θεοτόκε τεράστια· τῷ Στεφάνῳ τετυφλωμένῳ,
καὶ τῶν ὀμμάτων ἐστερημένῳ, ὄμματα δίδως ἀψευδῆ, τυφλὸν τελοῦσα ὁρατικόν·
Χριστὸν ἱκέτευε φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἑνωθεὶς
μεθ’ ἑτέρων ἐν τῇ ὁδῷ, καὶ βαδίζων ὁ Στέφανος μετ’ αὐτῶν, παισὶ προσυπήντησαν,
οἵπερ ἔφερον ἄλφιτα· καὶ οἱ σὺν τῷ Στεφάνῳ κακότροποι πέλοντες, εἰ καὶ αὐτὸς
ἀπεῖργε στοὺς παῖδας ληστεύουσιν· ὅθεν συνοδεύων, τοῖς λῃσταῖς μὴ λῃστεύων,
λῃστὴς νομιζόμενος, ὡς λῃστὴς συλλαμβάνεται, τῇ φρουρᾷ παραδίδοται, καὶ ὀμμάτων
στερίσκεται· ἔπειτα Παρθένου ναῷ ἐν Κασσιόπῃ, τυφλὸς παραγέγονεν, ὃν ἡ πάμφωτος
Θεοτόκε ὀμμάτωσεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τὸ
ποιηθὲν λῃστρικῶς λαβὼν ἐν γνώσει, καὶ ἐρευνὼν ὁ ἡγεμὼν λῃσταῖς συνόντα, εὗρε
Στέφανον ὄντα λῃστὴν κᾀκεῖνον, νομίσας τυφλοῖ ἀδίκως εἶτα τυφλός, προσῆλθε ναῷ
Παρθένου σὺν τῇ μητρί· ὃν καὶ βλέπουσα τέξασα λαβόντα ὄψιν καινήν, ἐξίσταται
κραυγάζουσα· χαῖρε Κόρη πολύφωτε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Θαυμάζει
θαυμαστῶς, τὸ πανθαύμαστον θαῦμα, καὶ νοῦς ἀγγελικός, Ἀρχαγγέλων Κυρία, ὃ
σήμερον τετέλεκας, ἡ τελεία Μητράναδρος, ὅτι Στέφανος, ὦ στέφος στίφους
παρθένων, τὸν τυφλώττοντα, τυφλῶν ἀνάβλεψις οὖσα, ἐποίησας βλέποντα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ
καὶ γενεᾷ.
Στ.: Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Ἀναστάσα Μαριάμ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Κασσιοπιτίσσης...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Νῦν
τερπέσθωσαν τυφλοὶ πανηγυρίζοντες γηθοσύνως, ὁ τυφλώττων γάρ, διὰ τῆς
ἀειπαρθένου βλέπει Στέφανος.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Παναγίας οὗ ἡ ἀκροστιχίς: Τυφλῷ δέδωκε
φῶτα, ἡ Μήτηρ Φάους. Νικολάου.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὴν
τυφλωθεῖσαν ἀφεγγεῖ ζοφόεντι καὶ βαθυγνόφῳ δεινῶς, σκότει τῶν πταισμάτων,
φώτισον ὑπέραγνε, ψυχήν μου καὶ καταύγασον, ἡ φωσφόρος λυχνία, ὡς τυλφωθέντα τὸν
Στέφανον, πάμφωτε φαιδρῶς κατεφώτισας.
Ὑμνολογῆσαι
κατ’ ἀξίαν σήμερον τὰ θαύματά σου ἁγνή, γλώττης μου τὴν λύσιν, πάρεσχε
πανύμνητε, τὸν Λυτρωτὴν ἡ τέξασα, τῶν ματαίων γὰρ λόγων, ἡ ἕξις ταύτην
ἐμπλέξασα, ταῖς φιληδονίαις κατέδησε.
Φαιδρυνομένην
τὴν σεπτὴν ὁμήγυριν, τῶν φιλεόρτων τυφλός, ἑορτάζειν ἄγει, τὴν φαιδρὰν
πανήγυριν, τῶν τεραστίων σήμερον, τῆς Μητρὸς καὶ Παρθένου, λαβὼν ἀλλόχροον
ὅρασιν, καταπληκτικὴν καὶ ξενότροπον.
Λαμπρῶς
λαμπρῦναι σὲ λαμπὰς λαμπόμορφε, τὸν τυφλωθέντα καινοῖς, ὄμμασι Παρθένε, ἔπρεπε
Θεόνυμφε, ἀδίκως γὰρ τετύφλωται, ὡς προστᾶτις καὶ σκέπη, ἀδικούμενων ὑπάρχουσα,
καὶ ἀνυπευθύνων ἀντίληψις.
ᾨδὴ
γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὡς
οὖσα σκεῦος τοῦ φωτός, Μαρία φωτοκυήτωρ, φῶς Στεφάνῳ τῷ τυφλῷ ἐχαρίσω,
χαριτόβρυτε διό, ἐκπλήττει ἐκπληττόμενος, στοὺς ὁρῶντας βοῶντας· χαῖρε νεφέλη
ὁλόφωτε.
Διαφωτίσασα
φαιδρῶς, τὸν φωτολήγιον Κόρη, ἡ φανεῖσα φαιδροτέρα ἡλίου, τὴν ὑφήλιον θαμβεῖς,
τοῖς τηλικούτοις θαύμασι, σοὶ φωσφόρε βοῶσαν· χαῖρε πηγὴ θαυματόβρυτε.
Ἑορταστέον
ὦ πιστοί, φιλέορτοι χαριέντως, οἱ τυφλοί τε χορευέτωσαν ἄρτι, ὅτι Στέφανος ὁρᾷ,
καὶ τυφλωθεὶς ὠμμάτωται, τῇ Παρθένῳ βοῶντες· χαῖρε λαμπὰς ἀκατάσβεστε.
Δροσοκαλλίῤῥοε
λιβάς, γλυκασμοστάλακτε κρήνη, τὴν ψυχήν μου ξηρανθεῖσαν Παρθένε, ἀεργίᾳ
ἀρετῶν, καρποὺς βλαστῆσαι ἄρδευσον, θείους ἵνα Σοι ῥάβδε, χαῖρε βοῶ
ξενοβλάστητε.
Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη
ὁ τυφλός, ὡς ὑπὲρ φύσιν ἐφορῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τῶν Σῶν θαυμάτων τὸ
φρικτόν, ἐν τῇ φωσφόρῳ ἰάσει ὦ Θεοτόκε· τόπον Σὲ καλεῖ, φωτοπάροχον, φῶς τὸ
θεϊκόν, τὴν κυήσασαν, καὶ μαρτυρῶν ὁ Στέφανος τὸ θαῦμα τοῖς ἐρωτῶσιν
ἐκραύγαζεν· ὀπτεύων ἔφυν, κᾂν δ’ ἐτυφλώθην, πάλιν μένων ὀπτεύων.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ’. Σύ μου Χριστέ.
Ὢ
τῶν φρικτῶν, καὶ παραδόξων φιλέορτοι, πολυτρόπων ξένων, ἐξαισίων τε, ἀξιαγάστων
καὶ φοβερῶν, τερατουργημάτων, τῆς φωταυγοῦς Θεομήτορος· νῦν γὰρ καὶ οἱ καθαπάξ,
ὀφθαλμοὺς ἐκκοπέντες, θαυμαστῶς ὀμματοῦνται καὶ βλέπουσιν.
Κλίνην
καλεῖ Σέ, Σολομὼν τοῦ παντάνακτος, καὶ λυχνίαν πάναγνε ἑπτάφωτον, ὁ Ζαχαρίας
καὶ Ἀαρών, ῥάβδον ἠνθισμένην, καὶ Ἰακὼβ πόλου κλίμακα, λαδίδα Ἡσαΐας, ἀνθρακώδη
φωνεῖσε, ὁ δὲ Στέφανος φῶς ὧν τετύφλωνται.
Ἔνδροσον
Σέ, ὁ Γεδεὼν πόκον κέκληκεν, Ἀββακούμ τε, ὄρος τὸ κατάσκιον, Βάτος Μωσῆς,
Ἰεζεκιήλ, πύλην κεκλεισμένην, καὶ Κιβωτὸν πολυώνυμε, Δαβὶδ Σὲ ὀνομάζει, ὁ δὲ
Στέφανος κράζει· ὅτι εἶ τῶν τυφλῶν ἡ ἀνάβλεψις.
Φῶς
ἐκ φωτός, ὁ λόγος ὢν τοῦ Γεννήτορος, Σοὶ σκηνώσας, Κόρη ὁ ἀρχίφωτος, ὁ
φωτοδότης καὶ φωτουργός, ὅλην φωταυγῆ Σε καὶ φωτοπάροχον πέπραχε· διόπερ καὶ
φωτίζεις, τυφλωθέντας φωσφόρε, τῆς ψυχῆς καὶ τοῦ σώματος ὄμματα.
ᾨδὴ
ε’. Ἵνα τί με ἀπώσω.
Ὡς
ἀπόῤῥητα Κόρη, ὡς ἀκατανόητα τὰ μεγαλεῖά Σου, Σὺ γὰρ τυφλωθέντα, καὶ ναῷ Σου
ἐλθόντα τὸν Στέφανον, τῷ ἐν Κασσιόπῃ, ἐφώτισας ἀντὶ κυάνων, χορηγήσασα γλαύκια
ὄμματα.
Τυφλωθεὶς
ὠμματώθη, καὶ πρὸς τὸν δικάσαντα καὶ πρὸς τὸν δήμιον, Στέφανος ἐνέπει, κᾂν
ἀδίκως ἐμὲ ἐτυφλώσατε· ἀλλ’ ἰδοῦ νῦν βλέπω, καθάπερ πρὶν ἐπεὶ ἡ μήτηρ, τοῦ
φωτὸς ἐμοὶ φῶς ἐχαρίσατο.
Ἀναμφίλεκτον
Κόρη, ἵνα τὸ πολύφρικτον θρυλλῆται θαῦμά Σου, ὅτε μὲν ὀπτεύων, τυλφωθεὶς ἑωρᾶτο
ὁ Στέφανος· τότε ὁ τυφλώσας, ἐν κιβωτίῳ ὑπεδείκνυ, ἃ ἐκείνου ἐξώρηξεν ὄμματα.
Ἡ
ἀσώματος φύσις, τῶν Ἀγγέλων ἔκθαμβος μένει τὰ θαύματα, Σοῦ διανοοῦσα Θεοτόκε·
Σὺ γὰρ μετὰ γέννησιν, ὡς καὶ πρὶν Παρθένος, ἡ μείνασα Σὺ δρᾶς ὁρῶντα, μετὰ
τύφλωσιν μένειν τὸν Στέφανον.
ᾨδὴ
στ’. Ἱλάσθητί μοι Σωτήρ.
Μεγαλουργῆ
καὶ φρικτά, τὰ Σὰ Μητράνανδρε τέρατα, ὧν γεγονότες ἡμεῖς, ὑμνῆται ἀσίγητοι, τὸν
Στέφανον ἔχομεν, τὸν ὀμματωθέντα, τῆς ὑμνήσεως ἐξάρχοντα.
Ἡ
Κόρη τερατουργεῖ, βοᾷ θαυμάζων ὁ Στέφανος, ἐκ τυφλωθεὶς γὰρ ἐγώ, ἰδοῦ νῦν
ὠμμάτωμαι· δεῦτε οἱ τυφλώττοντες, πρὸς τὸν σελασφόρον, ὅφως λάβητε τὴν ὅρασιν.
Τῶν
Κερκυραίων λαός, ὑπερεκπλήττεται σήμερον, τοῦ φωτισθέντος τυφλοῦ, ἀλλόχροον
ὅρασιν, τῆς πρώην σκεπτόμενος· ὅθεν τῆς Παρθένου, ἑορτάζει τὰ τεράστια.
Ἡ
θαύματα τῆς ἁγνῆς, οἱ ἀσεβεῖς προσκυνήτωσαν, ἡ ἀλαοὺς ἑαυστοῦ καθομολογήτωσαν,
ἔχοντες γὰρ ὄμματα, κατὰ τὸν Προφήτην, Ἰεζεκιὴλ νῦν οὐ βλέπουσιν.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῷ
Σῷ τεμένει προσελθὼν τυφλὸς ὁ Στέφανος, ἐν Κασσιόπῃ σὺν μητρὶ Μῆτερ ἀπείρανδρε,
ὁλοφύρεται οἰμώζων τὴν δυσποτμίαν· ἀλλ’ ὡς εὔσπλαγχνος πρεσβείαις Σου πρὸς
Κύριον, φωτοπάροχε λαμπρῶς αὐτὸν ὀμμάτωσας, Σοὶ κραυγάζοντα· χαῖρε Κόρη
πολύφωτε.
Ὁ
Οἶκος.
Θαύματα
τερατώδη παρὰ Σοῦ παραδόξως, τελεῖται Θεομήτωρ Μαρία· Σὺ γὰρ καὶ τυφλωθέντι
δεινῶς, τῷ Στεφάνῳ ἄλλα δέδωκας ὄμματα, θαυμάζοντι καὶ κράζοντι εὐθύμως σὺν
ἡμῖν τοιαῦτα·
Χαῖρε,
φωτὸς ποιητὴν τεκοῦσα·
χαῖρε,
τὸ φῶς τυφλοῖς χορηγοῦσα.
Χαῖρε,
φωτοδόχε λυχνία κατάχρυσε·
χαῖρε,
φωτοφόρε νεφέλη κατάλαμπρε.
Χαῖρε,
λάμψις ἀγλαόφωτε, καὶ τηλαύγισμα λαμπρόν·
χαῖρε,
φαῦσις φαιεσίμβροτε, καὶ ἀμάρυγμα φαιδρόν.
Χαῖρε,
ὅτι φωτίζεις στοὺς δεινῶς τυφλωθέντας·
χαῖρε,
ὅτι αὐγάζεις στοὺς τῷ νῷ σκοτισθέντας.
Χαῖρε,
ἀκτὶς ἡλίου τῆς χάριτος·
χαῖρε,
αὐγὴ τοῦ φέγγους ἡ ἄῤῥητος.
Χαῖρε,
πληθὺς παραδόξων θαυμάτων·
χαῖρε,
πηγὴ πολυτρόπων τεράτων.
Χαῖρε,
Κόρη πολύφωτε.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη
ἐπιτελοῦμεν τοῦ ὑπερφυοῦς θαύματος γεγονότος διὰ τῆς ἁγίας καὶ σεβασμίου
Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Κασσιοπίας, ἐπὶ τῷ ἀδίκῳς
τυφλωθέντι Στεφάνῳ, καὶ παραδόξως ὀμματωθέντι.
Γόνου γυνή
τις σήμερον φάη βλέπει,
ἃ οὐ βλέπουσα
αὐτὸν πρὶν βλέπει
Ὀγδοάτῃ Μαΐου
τυφλὸν ὀμματόοι Θεομήτωρ.
Τὸ
τῆς ὑπεραγίας Θεοτόκου ὑπερφυὲς τοῦτο θαῦμα, ἐτελέσθη ἡγεμονεύοντος εἰς
Κέρκυραν τοῦ Σίμωνος Λειόνος Μπαΐλου ἐν ἔτει 1530ῳ μετὰ Χριστόν. Κατὰ τὴν ἐποχὴν
ἐκείνην, νέος τις ὀνόματι Στέφανος ἐπέστρεφεν ἐκ τῆς πόλεως εἰς τὸ χωρίον του,
ἀφοῦ ἐτελείωσεν ὑπόθεσίν του. Καθ’ ὁδὸν συνηντήθη μετ’ ἄλων ὁδοιπόρων, μεθ’ ὧν
συνεβάδιζεν. Ὡς δὲ ἀπεμακρύνθησαν ἀπὸ τῆς πόλεως, συνήντησαν νέους τινάς,
οἵτινες ἐπέστρεφον ἀπὸ τὸν μῦλον φέροντες ἄλευρα. Οἱ δὲ συνοδοιπόροι τοῦ
Στεφάνου, ἐπειδὴ ἦσαν πονηροὶ καὶ κακόγνωμοι, εἶπον πρὸς ἀλλήλους: «Τί μας
ἐμποδίζει νὰ πάρωμεν τὰ ἄλευρά των καὶ νὰ τὰ διαμοιράσωμεν μεταξύ μας; Οὐδεὶς
μᾶς βλέπει». Ἀλλ’ ὁ Στέφανος, ὡς δίκαιος, εὐθὺς ὡς ἤκουσε ταῦτα, μὲ πολλὰς
νουθεσίας προσεπάθει, ὅσον ἠδύνατο νὰ τοὺς ἐμποδίση, λέγων εἰς αὐτούς, ὅτι
τοῦτο τὸ ὁποῖον μηχανεύονται εἶναι πρᾶγμα θηριῶδες καὶ ὅτι, ἂν πράξουν τοῦτο,
δὲν θὰ διαφύγουν τὴν δικαίαν τιμωρίαν, ὡς λησταὶ καὶ κακοποιοί. Ἐκεῖνοι δέ, ὡς
ἀσπίδες, κλείοντες τὰ ὦρά των, δὲν ἤκουσαν τὴν συμβουλήν, μάλιστα δὲ παρεκίνουν
καὶ τὸν Στέφανον νὰ συνεργασθῇ καὶ αὐτὸς εἰς τὴν ληστείαν· ἀλλ’ αὐτὸς οὐδόλως
ἐδέχετο νὰ συγκατανεύσῃ. Αὐτοὶ δέ, ἀφοῦ ἔδειραν τοὺς νέους, ἥρπασαν ἀπὸ τούτους
τὰ ἄλευρα καὶ μετέβησαν εἰς τὰς οἰκίας των μετὰ τῶν ἀλεύρων, χαίροντες. Ὅτε δὲ
οἱ νέοι ἐκεῖνοι ἐπέστρεψαν εἰς τοὺς οἴκους των κενοὶ καὶ κλαίοντες, εἶπον εἰς
τοὺς συγγενεῖς των τὰ συμβάντα, οὗτοι δέ, ἐρευνήσαντες ἐπιμελῶς, ἔμαθον ποῖοι
ἦσαν οἱ λησταὶ καὶ ἀνέφερον εἰς τὸν ἡγεμόνα τὰ γενόμενα.
Μεταξὺ
λοιπὸν τῶν ἄλλων ληστῶν, κατηγορήθη καὶ ὁ Στέφανος, ἐπειδὴ οἱ ληστευθέντες
εἶδον μὲν τὸν Στέφανον συμβαδίζοντα μετ’ αὐτῶν, ἀλλὰ δὲν ἐγνώριζον, ὅτι τοὺς
ἠμπόδιζε καὶ ὅτι ἠρνήθη νὰ συνδράμη τούτους. Οἱ δὲ ἔνοχοι τῆς ληστείας, γινώσκοντες
τὴν ἐνοχή των, ἐκρύπτοντο διὰ νὰ μὴ συλληφθοῦν καὶ τιμωρηθοῦν ὑπὸ τῆς
δικαιοσύνης. Ὁ Στέφανος ὅμως, ἐπειδὴ ἦτο ἀθῶος, χωρὶς κανέναν φόβον μετέβαινεν
εἰς τὴν χώραν. Ὅτε δὲ ἐπλησίαζεν, συνελήφθη ἀπὸ τοὺς στρατιῶτας τοῦ ἡγεμόνος
καὶ ἐῤῥίφθη εἰς τὴν φυλακήν, κατόπιν δὲ δεδεμένος ὡδηγήθη πρὸ τοῦ αὐτοῦ
ἡγεμόνος, πρὸς ἀνάκρισιν. Ἐρωτηθεὶς δὲ ὡμολόγησε πᾶσαν τὴν ἀλήθειαν καὶ ὅτι
συνεβάδιζε μὲ τοὺς ληστάς, ἀλλὰ δὲν ἔλαβε μέρος εἰς τὴν ληστείαν καὶ ὅτι ἀδίκως
κατηγορεῖτο. Ἀλλ’ εἰς μάτην. Οἱ λόγοι τοῦ δικαίου Στεφάνου ἐφαίνοντο εἰς τὸν
δικαστὴν ψευδεῖς· διότι ὁ δικαστὴς ἐνόμιζεν αὐτὸν ληστὴν καὶ ὅμοιον μὲ τοὺς
ἄλλους. Κατακριθεὶς ὅθεν ἀδίκως ὑπὸ τοῦ ἡγεμόνος ὁ ἀναίτιος Στέφανος, ἐκλήθη
ὑπ’ αὐτοῦ νὰ ἐκλέξῃ ὁποίαν τιμωρίαν προκρίνει, τὴν στέρησιν τῶν ὀφθαλμῶν του ἢ
τῶν χειρῶν τὴν ἀποκοπήν; Ἐπειδὴ δὲ ἐφάνη εἰς τὸν Στέφανον ἐλαφροτέρα τιμωρία ἡ
τῆς στερήσεως τῶν ὀφθαλμῶν, ἐξέλεξε ταύτην. Ὁδηγήσαντες ὅθεν αὐτὸν θρηνοῦντα
καὶ ὀδυρόμενον εἰς τὸν συνήθη τόπον τῆς καταδίκης, ἐξώρυξαν τοὺς ὀφθαλμούς του
παρουσίᾳ πολλοῦ λαοῦ. Ἡ δὲ μήτηρ του κλαίουσα καὶ ὀδυρομένη, μετὰ τὴν τύφλωσίν
του, τὸν ἔφερεν εἰς τὸν Ναὸν τοῦ Ἁγίου Λαζάρου διὰ νὰ ζητῇ ἐλεημοσύνην.
Ἐπειδὴ
ὅμως εἰς τὸν τόπον ἐκεῖνον οἱ περισσότεροι τὸν περιέπαιζον καὶ τὸν ὠνείδιζον,
ὡς δῆθεν δικαίως παθόντα, διότι ὡς ληστὴς ἥρπασε τὸ ξένον πρᾶγμα, ἐκεῖνοι δὲ οἱ
ὁποῖοι τὸν εὐσπλαγχνίζοντο ἦσαν ἐλάχιστοι, ἐσκέφθη, κατὰ θείαν Πρόνοιαν, νὰ
ὑπάγῃ μετὰ τῆς μητρός του εἰς τὸν Ναὸν τῆς Θεοτόκου εἰς πόλιν ὀνομαζομένην
Κασσιόπην, ἥτις ἔχει λιμένα καὶ ἀπέχει δέκα ὀκτὼ μίλια ἐκ Κερκύρας. Ἐντὸς δὲ
τοῦ ναοῦ αὐτοῦ ὑπάρχει εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου θαυματουργός. Ἐπειδὴ δὲ ὁ
λιμὴν εἶναι κατάλληλος, προσωρμίζοντο ἐκεῖ τὰ πλοῖα ἐξ εὐλαβείας πρὸς τὴν
Ὑπεραγίαν Θεοτόκον. Ἐκεῖ λοιπὸν ἐσκέφθη νὰ ὑπάγῃ ὁ Στέφανος νὰ μείνῃ καὶ νὰ
ζητῇ ἐλεημοσύνην ἀπὸ τοὺς εἰσερχομένους, ἵνα προσκυνοῦν εἰς τὸν ναὸν τὴν ἁγίαν
Εἰκόνα τῆς Θεοτόκου. Εἰς τοῦτο συνεφώνησε καὶ ἡ μήτηρ του. Μετέβησαν ὅθεν εἰς
τὸν ναὸν τῆς Θεομήτορος καὶ ἀφοῦ προσεκύνησαν, κατὰ τὴν συνήθειαν, διηγήθησαν
μὲ θρήνους καὶ στεναγμοὺς εἰς τὸν ἐκεῖ τότε διαμένοντα μοναχὸν τὴν ἄδικον
συμφοράν, τὴν ὁποίαν ὑπέστησαν, καὶ τὴν αἰτίαν διὰ τὴν ὁποίαν μετέβησαν ἐκεῖ,
ἐζήτησαν δὲ παρ’ αὐτοῦ μικρὸν κελλίον διὰ κατοικίαν ἵνα μένουν, οὗτος δὲ
ἀπήντησεν, ὅτι ἕως ὅτου ἔλθῃ ὁ ἀδελφός, ὅστις κρατεῖ τὸ κλειδίον τοῦ κελλίου,
εἰς τὸ ὁποῖον ἐπρόκειτο νὰ τοὺς ἐγκαταστήσῃ, νὰ μείνουν εἰς τὴν ἐκκλησίαν.
Κατάκοπος λοιπὸν ὡς ἦτο ἡ μήτηρ τοῦ Στεφάνου ἐκ τῆς ὁδοιπορίας, ἐκοιμήθη. Ὁ
Στέφανος ὅμως, μὴ δυνάμενος ἐκ τῶν πόνων, νὰ κοιμηθῇ, ὕπνωσεν ὀλίγον μόνον
ἐλαφρὸν ὕπνον. Κατὰ δὲ τὴν νύκτα, ὢ τῶν θαυμασίων Σου, Θεοτόκε!, ᾐσθάνθη χεῖρας
νὰ τὸν ἐγγίζουν καὶ νὰ ψηλαφοῦν τοὺς ὀφθαλμούς του, τόσον ὥστε ἐξύπνησε μὲ
φωνὰς καὶ διελογίζετο ποῖος νὰ τὸν ἤγγισε τόσον δυνατά. Ἰδὼν δὲ γυναῖκα τινά,
λαμπροτάτην καὶ πάμφωτον, ἥτις ἐντὸς ὀλίγου ἔγινεν ἄφαντος, διελογίζετο ὅτι ἦτο
ὄνειρον καὶ ὄχι γεγονός. Στρέψας δὲ βλέπει τὰς κανδήλας ἀνημμένας καὶ πολὺ
ἐθαύμαζεν ἀπορῶν πῶς καὶ τί νὰ εἶναι ἐκεῖνο τὸ ὁποῖον συνέβη. Ἐξυπνήσας τότε
τὴν μητέρα του, εἶπε πρὸς αὐτήν: «Ποῖος ἤναψε τὰς κανδήλας;». Ἐκείνη δὲ
νομίζουσα ὅτι ὁ υἱός της πλανᾶται εἰς τὸν ὕπνον του, ἤρχισε νὰ θρηνῇ καὶ νὰ
λέγῃ εἰς αὐτὸν νὰ σιωπήσῃ καὶ νὰ κοιμηθῇ. Ὁ Στέφανος ὅμως δὲ ἐσιώπα, ἀλλ’
ἐπέμενεν ὅτι βλέπει πράγματι τὰς κανδήλας, μάλιστα καὶ τὴν ἁγίαν Εἰκόνα τῆς
Θεομήτορος, καὶ ὅτι δὲν εἶναι φαντασία αὐτὰ ποὺ λέγει. Ἔπειτα διηγεῖτο καὶ
ἐκεῖνο τὸ ὁποῖον συνέβη εἰς αὐτὸν πρωτύτερα καὶ ὅτι τὴν ἐκάλει, ἀλλ’ ἐκείνη δὲν
ἤκουε, διότι ἐκοιμᾶτο. Τότε ἡ μήτηρ του, σκεφθεῖσα ὅτι εἶναι θεία βοήθεια,
ἠγέρθη εὐθὺς καὶ βλέψασα εἰς τὸ πρόσωπον τοῦ Στεφάνου μετὰ περιεργείας,
παρετήρησεν ὅτι ἀληθῶς ἔχει ὀφθαλμοὺς καὶ ἐνῷ εἶχε πρῶτον μελανούς, τώρα ἔχει
τούτους γαλανούς. Ὅθεν ἐκ τῆς πολλῆς χαρᾶς καὶ τοῦ φόβου ἐκραύγαζε δακρύουσα,
δοξάζουσα καὶ ἐπικαλουμένη συνεχῶς τὸ ὄνομα τῆς Θεομήτορος, ὁμοῦ μετὰ τοῦ υἱοῦ
της· μεθ’ οὗ ἐκτύπων τὰς χεῖρας μεγαλύνοντες τὴν ὑπεραγίαν Θεοτόκον.
Τὰς
φωνὰς καὶ τὸν θόρυβον ἀκούσας ὁ διακονητὴς τοῦ ναοῦ καὶ ἐπειδὴ ἠγέρθησαν πρὸ
τῆς ὡρισμένης ὥρας, ἤρχισε νὰ ὀργίζεται καὶ νὰ ὀνειδίζῃ αὐτούς, ὡς ἀτάκτους καὶ
κακοὺς ἀνθρώπους, λέγων, ὅτι δικαίως ἔπαθον. Ὁ δὲ Στέφανος καὶ ἡ μήτηρ του
διηγοῦντο τὰ μεγαλεῖα τοῦ Θεοῦ, ἐκεῖνος δὲ θαυμάζων καὶ δυσπιστῶν διὰ τὸ φρικτὸ
τοῦτο θαῦμα εἰσῆλθεν εἰς τὴν Ἐκκλησίαν. Ἔκθαμβος τότε βλέπει τὸν πρὸ ὀλίγου
τυφλὸν νὰ ἔχῃ ὀφθαλμοὺς καὶ νὰ βλέπῃ. Πληρωθεὶς τότε θείου ζήλου ἀνεχώρησεν
εὐθὺς καὶ μετέβη εἰς τὴν χώραν, ὅπου εὑρῶν τὸν ἡγεμόνα Μπάϊλον εἰς τὸ
δικαστήριον, ἐφώναζεν ἐναντίον του, καλῶν αὐτῶν ἄνομον. Οἱ δὲ παραστῶτες
ἐξεδίωκον τὸν μοναχόν, λέγοντες πρὸς αὐτόν: «Δὲν εἶναι νόμιμον αὐτὸ ποὺ τολμᾷς,
νὰ αὐθαδιάζῃς κατὰ πρόσωπον ἐναντίον ἐκείνων οἵτινες ἐξουσιάζουν καὶ νὰ
ὑψηλοφρονῇς κατ’ αὐτὸν τὸν τρόπον». Ἐκεῖνος δὲ περισσότερον ἐκραύγαζε, λέγων:
«Ἂν ἡ ἐπιβληθεῖσα εἰς τὸν Στέφανον τιμωρία τῆς τυφλώσεως δὲν ἦτο ἄδικος, δὲν
ἤθελε δώσει εἰς αὐτὸν ὁ Θεὸς μὲ τὴν μεσιτείαν τῆς Θεομήτορος ἄλλους ὀφθαλμούς».
Ἀπέστειλε τότε ὁ ἡγεμὼν προκρίτους τινάς, οἵτινες, ὅταν ἐπέστρεψαν, εἶπον, ὅτι
εἶναι ἀληθεῖς οἱ λόγοι τοῦ μοναχοῦ. Ἀφοῦ λοιπὸν ἡτοίμασαν πλοῖον ἡγεμονικόν,
εἰσῆλθεν εἰς αὐτὸ ὁ Μπάϊλος μετὰ προκρίτων τῆς Κερκύρας οἵτινες, φθάσαντες εἰς
τὸν τόπον ἐκεῖνον, εἶδον ἰδίοις ὀφθαλμοῖς τὸ μέγα τοῦτο θαῦμα καὶ πολὺ
ἐθαύμασαν, ὡς ἔπρεπεν. Ὁ ἡγεμὼν Μπάϊλος ὅμως εἶχεν ἀκόμη ἀμφιβολίαν, νομίζων
ὅτι δὲν ἦτο αὐτὸς ὁ Στέφανος ἢ ὅτι δὲν ἐτυφλώθη ἀληθῶς. Τὸ παράδοξον τοῦ
θαύματος δὲν ἄφηνε τὸν ἡγεμόνα καὶ ἄλλους τινὰς νὰ πιστεύσουν ἀμέσως.
Ἐπιστρέψας δὲ ὁ Μπάϊλος εἰς τὴν χώραν, προσεκάλεσε τὸν δήμιον καὶ εἶπε πρὸς
αὐτόν: «Ἐξώρυξες τοὺς ὀφθαλμοὺς τοῦ Στεφάνου, ὅπως ἀπεφασίσθη ἀπὸ ἐμέ;».
Ἐκεῖνος τότε ἐβεβαίωσεν, ὅτι ἀληθῶς τὸν ἐτύφλωσε καὶ μάλιστα ὅτι οἱ
ἐξορυχθέντες ὀφθαλμοὶ εὑρίσκονται ἀκόμη ἐντὸς λεκάνης. Τούτους, ἀφοῦ ἔφερεν,
ἔδειξεν εἰς τὸν ἡγεμόνα, ὅστις οὕτω ἐπίστευσεν, ὅτι εἶναι ἀληθὲς τὸ θαῦμα
τοῦτο, ἀφοῦ μάλιστα εἶδε τοὺς ὀφθαλμοὺς νὰ εἶναι ἄλλης ὄψεως ἀπὸ ἐκείνους τοὺς
ὁποίους ἔλαβε τὴν δευτέραν φορὰν ὁ Στέφανος, ὅστις εἶχε καὶ τὸ σημεῖον τοῦ
σιδήρου εἰς τὸ βλέφαρον καὶ τὸ ὁποῖον διεκρίνετο. Τότε ὁ Μπάϊλος προσκαλέσας
τὸν Στέφανον, τοῦ ἐζήτησε συγγνώμην διὰ τὴν ἀδικίαν, τὴν ὁποίαν ἐξ ἀγνοίας τοῦ
ἐπροξένησεν, ἀνταμείψας δὲ μὲ πλούσια δῶρα καὶ περιποιηθεὶς αὐτὸν μὲ πολλὴν
ἀγαθότητα, ἔστειλε τοῦτον εἰς τὸν οἶκον του. Ἀμέσως δὲ κατόπιν ἀνεκαίνισε καὶ
τὸν περίβολον τοῦ ναοῦ τῆς Θιεοτόκου, μὲ πολλὴν ἐπιμέλειαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου
καὶ Εὐαγγελιστοῦ Θεολόγου· ἤτοι ἡ Σύναξις τῆς ἁγίας κόνεως τῆς ἐκπορευομένης ἐκ
τοῦ τάφου αὐτοῦ, ἤγουν ἐκ τοῦ μάννα
Οὐ βρῶσιν,
ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει
τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.
τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.
Ὁ
πανάγαθος Θεός, καὶ φιλάνθρωπος Κύριος ἡμῶν, τοὺς ὑπὲρ Αὐτοῦ προθύμως
ἀγωνισαμένους Ἁγίους Αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, καὶ
πάντας τοὺς εὐαρεστήσαντας Αὐτῷ, οὐ μόνον βασιλείας οὐρανῶν καὶ τῶν αἰωνίων
ἠξίωσεν ἀγαθῶν, ἀλλὰ καὶ τοὺς τόπους, ἐν οἷς διέπρεψαν καὶ ἐτάφησαν, πλήρεις
χαρίτων ὑποδείξας, πολλοῖς ἐλάμπρυνε θαύμασι. Καὶ ὁ τάφος, ἐν ᾧ ὁ Μέγας
Ἀπόστολος καὶ Εὐαγγελιστὴς Ἰωάννης ὁ Θεολόγος, μέλλων μετατεθῆναι, ἐτάφη, κόνιν
ἁγίαν, ἥν οἱ ἐγχώριοι Μάννα μετονομάζουσιν, ἐπιπνεύσει Πνεύματος Ἁγίου κατὰ τὴν
ὀγδόην τοῦ Μαΐου μηνός, ἐτησίως ἐξαίφνης ἀναβρύει καὶ ἀναδίδωσιν, ἥν οἱ προσερχόμενοι
λαμβάνοντες, χρῶνται εἰς παντοίων παθῶν ἀπολύτρωσιν, εἰς θεραπείαν ψυχῶν, εις
ῤῶσιν σώματος, Θεὸν δοξολογοῦντες καὶ τὸν Αὐτοῦ θεράποντα Ἰωάννη γεραίροντες.
Ἰστέον,
ὅτι πατὴρ τοῦ Θεολόγου, ὀ Ζεβεδαῖος ἦν, ἡ δὲ μήτηρ Σαλώμη, θυγάτηρ Ἰωσὴφ τοῦ μνηστευσαμένου
τὴν Θεοτόκον. Ἐντεῦθεν, ὀ Σωτήρ, θεῖος ἦν Ἰωάννου, ὡς ἀδελφὸς Σαλώμης τῆς
θυγατρὸς Ἰωσήφ.
Δεῖ
δὲ εἰδέναι, ὅτι ἐπὶ τοῦ πάθους τοῦ Σωτῆρος, τῶν μαθητῶν Αὐτοῦ πάντων φυγόντων,
μόνος Ἰωάννης ὡς ἀγαπητός, ἐν τῇ παραδόσει, καὶ ἐν τῷ Σταυρῷ παρών, καὶ εἰς τὸν
τάφον μετὰ τοῦ Πέτρου ἦλθεν, ἔλαβε δὲ καὶ τὴν Θεοτόκον εἰς τὰ ἴδια. Μητέρας δὲ
ἔσχε τρεῖς ἐπὶ τῆς γῆς· πρώτην τὴν Σαλώμην, ἐξ ἧς ἐγεννήθη· δευτέραν τὴν
Βροντήν, ὅτι βροντῆς υἱὸς ἐχρημάτισε· τρίτην δὲ τὴν Παναγίαν Θεοτόκον, κατὰ τὸ
ῥηθὲν αὐτῷ ὑπὸ τοῦ Κυρίου: Ἰδοὺ ἡ Μήτηρ σου. Συνῆν δὲ τῇ Θεοτόκῳ ὁ Ἰωάννης
μέχρι τῆς κοιμήσεως αὐτῆς, καὶ μετὰ ταῦτα ἦλθεν εἰς Ἔφεσον, καὶ κατέβαλε διὰ
προσευχῆς τὸν ναὸν τῆς Ἀρτέμιδος καὶ τεσσαράκοντα μυριάδας ἀνδρῶν τε καὶ
γυναικῶν, λατρευόντων τῇ Ἀρτέμιδι, τῆς πλάνης ἀπήλλαξε, καὶ πρὸς τὸ φῶς
μετήγαγε. Καλεῖται δὲ Ἠλίβατον τὸ ὄρος ἐν ᾧ ἵσταται ὁ ναὸς τοῦ Ἁγίου Ἰωάννου
τοῦ Θεολόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Ἀρσενίου τοῦ Μεγάλου
Λαθεῖν βιώσας
Ἀρσένιος ἠγάπα,
ὃς οὐδὲ
πάντως ἐκβιώσας λανθάνει.
Ὅς
ἧν τῆς μεγαλοπόλεως Ῥώμης γέννημα καὶ θρέμμα, ἐξ ἁπαλῶν τῶν ὀνύχων καθαρὸν
ἀρετῆς καὶ σοφίας θείας τε καὶ ἀνθρωπίνης πλήρης ὐπάρχων, ὅθεν καὶ τὴν τοῦ
διακόνου χειροτονίαν ἐδέξατο, τοῦ Μεγάλου Θεοδοσίου τὴν τῶν Ῥωμαίων βασιλείαν
τότε ἰθύνοντος. Πολλὴν δὲ ποιουμένου σπουδήν, καὶ ἐπιζητοῦντος ἄνδρα
πνευματικόν, καὶ λόγιον, ἱκανοποιῆσαι καὶ διδάξαι τὰ τέκνα αὐτοῦ ἐν τοῖς
μαθήμασι, καὶ μάλιστα οἷς θεραπεύεται Θεός, μαθὼν περὶ τούτου, γράφει τῷ
βασιλεῖ Γρατιανῷ καὶ τῷ Πάπᾳ Ἰννοκεντίῳ καὶ μόλις ἴσχυσε τοῦ ποθουμένου τυχεῖν.
Ἐπεὶ δὲ ἀπάρας τῆς Ῥωμαίων Ἀρσένιος τὴν Κωνσταντίνου πόλιν κατέλαβεν ἔστη κατὰ
πρόσωπον Θεοδοσίου. Εἶδε δὲ αὐτὸν σεμνὸν μὲν ἔχοντα πρόσωπον καὶ τὸ χρῶμα,
εὔτακτον δὲ τὸ βλέμμα, ταπεινὸν τὸ φρόνημα, καὶ πάσῃ ἀρετῇ κεκοσμημένον, καὶ
πολλῆς χαρᾶς καὶ θυμηδίας ἐμπλησθείς, ἔκτοτε ὡς πατέρα ὑπερετίμα, καὶ ὠς
διδάσκαλον ἐσέβετο. Οἱ δὲ τῆς Συγκλήτου ὡς μέγα τι κειμήλιον βλέποντες
ἐθαύμαζον.
Αὐτὸς
δὲ μισόδοξος ὤν καὶ φιλόθεος, καὶ τὴν δόξαν ὡς σκύβαλα ἡγούμενος, καὶ ἐπιποθῶν
τὸν μονήρη βίον, καθ’ ἑκάστην κατελιπάρει τὸν Θεόν, πληρῶσαι αὐτοῦ τὴν αἴτησιν,
καὶ παραυτίκα φωνῆς ἐνωτίσθη θείας: Ἀρσένιε, λεγούσης, φεῦγε τοὺς ἀνθρώπους καὶ
σώζου. Ὁ δὲ μηδὲν μελήσας ἀλλὰ τὴν ἐσθῆτα μεταλλάξας, τὴν Ἀλεξάνδρειαν
καταλαμβάνει. Καὶ τὴν κόμην κειράμενος ἐν τῇ σκήτῃ γέγονε, πάσῃ σκληραγωγίᾳ καὶ
ταλαιπωρίᾳ ἑαυτὸν ὑποβάλλων, καὶ τοῦ Θεοῦ δεόμενος. Καὶ πάλιν θεία φωνή, πρὸς
αὐτόν: Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε, καὶ σώζου.
Τοῦτον
τὸν Μέγαν ἠρώτησέ ποτε Θεόφιλος ὁ πάπας Ἀλεξανδρείας, ἀνελθὼν σὺν ἑτέροις: Εἰπὲ ἡμῖν Πάτερ λόγον ὠφελείας. Καὶ
εἶπεν: Ὅπου ἐὰν ἀκούσητε Ἀρσένιον, μὴ
πλησιάσητε.
Περὶ
τούτου λέγεται, ὅτι παρ’ ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἐργαζόμενος, ῥάκος
εἶχεν ἐν τῷ κόλπῳ αὐτοῦ ἐν ᾧ ὑπεδέχετο τὰ δάκρυ. Ἧν δὲ ἀστεῖος τῷ σώματι,
ὁλοπόλιος, ξηρός, καὶ μακρός, εἰ καὶ μερικῶς ὑπὸ τοῦ γήρους κεκύρτωτο, τὴν
ὑπήνην ἔχων μέχρι τῆς κοιλίας τὸ εἶδος ἀγγελικόν, ὡς Ἰακώβ. Διὸ οὐδὲ φαίνεσθαί
τινι ἤθελε κατὰ πρόσωπον, ἡγρύπνει τε πολλά, ὄρθιος ἱστάμενος καὶ εὐχόμενος καὶ
μηδόλως κλίνων τὰ γόνατα μέχρις ἄν ὁ ἥλιος τὴν ὁλόνυχτον αὐτοῦ ἔλυσε στάσιν,
ὁθεν τὴν ψυχόλεθρον πύρωσιν τοῖς τῶν δακρύων χεύμασι κατέσβεσε. Μέλλοντος δὲ
αὐτοῦ ἐκδημεῖν ἐκ τοῦ σώματος, πρὸς βαθὺ γῆρας ἐληλακότος, (ἦν γὰρ ἐγγύς που
τῶν ἑκατῶν ἐτῶν) ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, τὸ ποῦ, καὶ ὅπως δεῖ
καταθέσθαι αὐτόν. Ὁ δέ: Οὐκ οἴδατε βαλεῖν σχοινίον ἐν τοῖς ποσί μου, καὶ ἆραι
πρὸς τὸ ὄρος; Καὶ αὖθις λέγει πρὸς αὐτούς: Ἴδετε πόσος φόβος ἐστὶν ἐν ἐμοί,
μέλλοντι ἐκδημεῖν ἀπὸ τοῦ σώματος; Οἱ δέ: Ἴδομεν. Ὁ δέ: Ἀφ’ οὗ ἐγενόμην
μοναχός, οὗτος ὁ φόβος οὐδόλως ἀπέστη ἀπ’ ἐμοῦ. Καὶ αὐτίκα τὸ πνεῦμα αὐτοῦ τῷ
Θεῷ ἐν εἰρήνῃ παρέδωκε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Μήλη τοῦ ὑμνωδοῦ
Ἐκστάντα
Mήλην ὑμνοποιὸν ἐκ βίου,
ὑμνεῖν λόγοις δίκαιον ὡς ἐμὸς λόγος.
ὑμνεῖν λόγοις δίκαιον ὡς ἐμὸς λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁλόκληρος σπεῖρα
στρατιωτῶν, ξίφει τελειοῦται.
Xριστοφρονοῦσα
σπεῖρα τέμνεται κάρας,
Xριστοκτονοῦσαν σπεῖραν οὐ μιμουμένη.
Xριστοκτονοῦσαν σπεῖραν οὐ μιμουμένη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἀυγουστίνης τῆς Μάρτυρος, τῆς ἐν Βυζαντίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ἐπίσκοπος
Ὠξέῤῥης, ἐν ἔτει 387, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Διονύσιος ὁ ἐπίσκοπος, ἐν Βιέννῃ τελειοῦται
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Βερνικοβίτου, κτίτορος τῆς ἱερᾶς Μονῆς
τῆς Θεοτόκου, τῆς ἐπιλεγομένης Βαρνακόβης.
Ζηλωτὰ
Ἀγγέλων, Ἀρσένιε μάνδραν,
ἀτρύτοις πόνοις ἤγειρας τῇ Παρθένῳ.
ἀτρύτοις πόνοις ἤγειρας τῇ Παρθένῳ.
Οὗτος,
ἐγεννήθη εἰς τὴν κώμην τῶν Καρυῶν τῆς ὀρεινῆς Δωρίδος τῆς Φωκίδος, τὸ πρῶτον
ἥμισυ τοῦ 11ου αἰῶνος, καθ’ ἅ συνάγεται ἐκ τῆς σῳζομένης κτιτορικῆς
ἐπιγραφῆς τῆς Ἱερᾶς Μονῆς τῆς Βαρνακόβης (1077 μ. Χ.). Τρωθεὶς ἐνωρὶς
ὑπὸ θείου ἔρωτος ἐγκατέλιπε τὰς μερίμνας τοῦ βίου καὶ ἀναχωρήσας ἐκεῖθεν
ἐσκήνωσεν ἔν τινι σπηλαίῳ οὐχὶ μακρὰν τῆς οἰκείας αὐτοῦ πατρίδος. Ἀργότερον
θείᾳ χάριτι οὗτος ἤγειρεν ἐκ τοῦ μὴ ὄντος τὴν ἱερὰν καὶ σεβασμίαν μονὴν τῆς
Θεοτόκου, ἥν Βαρνάκοβαν ἐπονομάζομεν. Ταύτην θεοφιλῶς ποιμάνας καὶ συγκεντρώσας
πλῆθος μοναστῶν, αἰνούντων ἀπαύστως τὸν Κύριον καὶ τὴν ἄχραντον Αὐτοῦ Μητέρα,
ἀπῆλθε πρὸς πόλον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Νόβγκοροντ τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν
σαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ ἐν τῇ
Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κασσιανοῦ τοῦ
Ἐγκλείστου, τοῦ ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ζωσιμᾶ καὶ Ἀνδριανοῦ
Βολοκολάμκ, τῶν Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαπιζέσθω
ἀπίστων νῦν τὰ πρόσωπα σφόδρα τὰ ἀναιδέστα, τῶν μὴ τὴν τῆς Παρθένου
προσκυνούντων, ὡς αὐτὴ γὰρ ὠμμάτωσε, τερατουργοῦσα τυφλόν, αὐτοῦς ἀποτυφλώσοι.
Φωτισθέντες
θεόθεν τοῦ Θεοῦ τὴν εἰκόνα καὶ Θεομήτορος, καὶ τῶν Ἁγίων πάντων, ἐν πίστει
προσκυνοῦντες, σχετικῶς ἀσπαζόμεθα, εἰκονομάζους δεινῇ, ἀφέντες ἐν τυφλώσει.
Ἀποτύφλωσιν
ἔχων τῶν τυφλῶν ὥσπερ ἕνα σαυτὸν ὦ Στέφανε, μὴ νόμιζε ἀλλ’ ἄπει, πρὸς τὸ ἐν
Κασσιόπῃ, τῆς Θεόπαιδος τέμενος, καὶ δι’ εἰκόνος αὐτῆς, βλέψεις εἰ καὶ τυφλὸς
εἶ.
Ὁ
Λουκᾶς τὴν εἰκόνα ἐζωγράφισε πρῶτος τῆς Θεομήτορος· διὸ ὑποτυποῦντες, τὴν
σεβασμιωτάτην, καὶ ἡμεῖς πίστει σέβομεν, ἀναβοῶμεν αὐτῇ· Σὺ πάντων φωτισμὸς εἶ.
ᾨδὴ
η’. Ἑπταπλασίως κάμινον.
Ὑπερφυῆ
θαυμάσια καὶ φρικώδη τεράστια, πάλιν τῆς ἀνάνδρου καὶ Μητρὸς εἰς ἅπασαν, τὴν
κτίσιν ἀκούεται καὶ φανεροῦται, ὥστε φρικτῶς, καὶ ἀγγελικὴ ὑπερεκπλήττεται
φύσις, βροτῷ γὰρ ἐκκοπέντι ὀφθαλμοὺς ἡ Παρθένος, δεδώρηται ἑτέρους, ὑμνείσθω
εἰς αἰῶνας.
Σοῦ
τὸν Υἱὸν Μητρόθεε, μιμουμένη πανθαύμαστε, ὡς τὸν ἀπὸ μήτρας μητρικῆς ὠμμάτωσε,
τυφλὸν ὁ ἀρχίφωτος, καὶ σὺ φωσφόρε νῦν ὀμματοῖς, ἄλλον Σαῖς λιταῖς, πρὸς τὸν ἐκ
Σοῦ σαρκωθέντα, τυφλὸν οὐ γεννηθέντα, ἀλλ’ ἀποτυφλωθέντα, αὐτὸς δὲ φῶς καλῶν
Σε, γεραίρει εἰς αἰῶνας.
Νέμει
τυφλῷ ἡ πάναγνος ὀφθαλμοὺς καὶ φωτίζεται, διὰ παραδόξων, κακοδόξων τύφλωσις,
καὶ σκότος διώκεται, σαφῶς καὶ ὀρθοδόξως αὐτήν, τῆς τρισσοφεγγοῦς ὁμολογούντων
Τριάδος, δοχεῖον γεγονέναι καὶ βοώντων Παρθένε· πανένδοξε Σοὶ δόξα, εἰς πάντας
στοὺς αἰῶνας.
Ἱεραρχῶν
τὰ τάγματα, Προφητῶν τὰ συστήματα, Ἀποστόλων τάξις, καὶ Μαρτύρων ὅμιλος, Ὁσίων
ὁ σύλλογος καὶ στῖφος τῶν σεπτῶν Γυναικῶν, ἐννεαδικὸς χορός τε τῶν Ἀσωμάτων,
πνοὴ καὶ κτίσις πᾶσα, αἰσθητὴ νοητή τε, ὑμνοῦσι μεγαλεῖα, τῶν Σῶν θαυμάτων
Κόρη.
ᾨδὴ
θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Κατέστη
ἐπὶ τοῦτο ἐκστατικός, ὁ σκοπεῖν Σου θελήσας τὰ τέρατα, ὅτι τυφλός, ὤφθη τοῖς
ἀνθρώποις ὁρατικός, καὶ ἡ ἰδέα γέγονε, καινιπρεπεστέρα τῶν ὀφθαλμῶν· διό σε
φωτοφόρον, Ἀγγέλων καὶ ἀνθρώπων, δοξολογίαι μεγαλύνουσιν.
Ὁ
Στέφανος ὠμμάτωται ὁ τυφλός, παρὰ τῆς φωταυγοῦς Θεομήτορος, καὶ ὀφθαλμούς,
στοὺς ἐξωρυχθέντας αὐτοῦ ἱρᾷ, βαβαὶ τοῦ ξένου τέρατος, ἔνδον κιβωτίου
θαυμαστικῶς· διὸ τὰ μεγαλεῖα, ἀπείρῳ εὐσεβείᾳ, τῆς Θεοτόκου ἑορτάσωμεν.
Λαμπρύνεται
ὡς ἄλλος ὁλολαμπής, οὐρανὸς ἀστροφώτιστος σήμερον, ὁ πρὸς τῆς ἀειπαρθένου θεῖος
ναός, θαυμάτων ταῖς λαμπρότησι, καὶ λαμπρύνει πάντας στοὺς εἰς αὐτόν, πιστῶς
εἰσερχομένους, καὶ ἐπιβοωμένους, ὄνομα Κόρης τὸ πανάγιον.
Ἀγάλλου
φιλεόρτων περιχαρῶς, ἐκθαμβούμενον ἅπαν τὸ σύστημα, πᾶσα ἡ γῆ, ἔκστητε καὶ
φρίξατε θαυμαστῶς, τὰ πάντα καταπλήχθητε, πλὴν συστάσεις πίστεως ἀῤῥαγοῦς,
θαυμάτων τελουμένων, ἁγνῆς τοσοῦτων ξένων, στοὺς τυφλωθέντα ςὥστε ὄπτεσθαι.
Ὁλόφωτον
καλοῦμέν Σε οὐρανόν, λαμπροτάτην νεφέλην βολίδα τε, θείου φωτός, μυστικῆς
ἡμέρας δαιδρὰν αὐγήν, ἀκτῖνα καταστίλβουσαν, ἄχραντε ἡλίου τοῦ νοητοῦ,
κατάχρυσον λυχνίαν, λαμπάδα σελασφόρον, ὡς στοὺς ἐν σκότει καταυγάζουσαν.
Ὑμνοῦντα
ὑμνουμένην ἀγγελικαῖς, ὑμνῳδίαις Σὲ Κόρη πανύμνητε, τιμῶντα δὲ θαύματα τὰ Σὰ τὰ
μεγαλουργῆ, τῆς φοβερᾶς κολάσεως, καὶ τοῦ σκότους οἴμοι τοῦ ἀφεγγοῦς, τὸν μέγαν
φωτοδότην, Υἱόν Σου καὶ Δεσπότην, λυτρώσασθαί με καθικέτευε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τυφλότητα
ἀπήλασας, Στεφάνου καὶ κατηύγασας, αὐτὸν κεχαριτωμένη, ἀῤῥήτως χαρισαμένη, αὐτῷ
φωσφόρε ὄμματα, ἐμφράττουσα τὰ στόματα, τῶν ἀπιστούντων ἄναδρε, στοὺς ὅρους τῆς
παρθενίας, Σοῦ τῆς Θεὸν τετοκυίας.
Ἕτερον.
Ὅμοιον.
Τυφλοὶ
κωφοὶ ἀγάλλεσθε, λεπροὶ χωλοὶ εὐφραίνεσθε, καὶ Στέφανον ἐρωτᾶτε, τίς στοὺς
ἐμπήρους ἰᾶται; ὃς ὢν τυφλὸς ὠμμάτωται, ὑμῖν ἀποκριθήσεται, σπεύσατε εἰς τὸ
τέμενος, τῆς Θεοτόκου ἐμβῆναι, καὶ θαυμαστῶς ἰαθῆναι.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πάμφαιδρος
πανήγυρις, ὦ φιλεόρτων ὁμήγυρις, τῆς Θεόπαιδος σήμερον· διὸ τὴν πανίερον,
ταύτην ὡς τὰς θείας θαυματοποιΐας, διαθρυλλοῦσαν τῆς ἁγνῆς, ἐπιτελέσωμεν
ἀγαλλόμενοι, πρὸς θεῖον εἰσερχόμενοι, ναὸν τῆς Κόρης μελπόμενοι, ἑορτῆς
προεξάρχοντα, τυφλὸν ἔχοντες βλέποντα. (Δίς)
Κτίσεως
τὰ πέρατα, τὰ Σὰ ἐκπλήττεται τέρατα, καὶ τὰ ἄπειρα θαύματα, Σὺ γὰρ παύεις
τραύματα, σθένει ἰαμάτων, ψυχῶν καὶ σωμάτων, καὶ τυφλωθέντα ὀμματοῖς, Θεοκυήτωρ
Μαρία, Στέφανον· διό Σε πολυθαύμαστε, δοξολογεῖ θεοδόξαστε, ὡς ταμεῖον
ἀτίμητον, καὶ πηγήν τε ζωήῤῥυτον.
Χαῖρε
χαριτώνυμε, Μῆτερ Θεοῦ μεγαλώνυμε, βασιλὶς κυριώνυμε, Κόρη πολυώνυμε,
πανευπρεπεστάτη, καὶ τιμαλφεστάτη, φάους δοχεῖον καὶ ζωῆς· ὑπεραφία Μαρία
Δέσποινα, πανάμωμε πανάχραντε, ἄνυμφε Νύμφη μητράναδρε, Θεοτόκε ὑπέραγνε, καὶ
Παρθένε ὑπέρσεμνε.
Δόξα.
Ἦχος πλ. δ΄.
Πάλαι
μὲν ὁ θεόπτης Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ ὡς ὁμίχλην μόλις ἑώρακε· Σὺ δὲ Παρθένε
Θεοτόκε, οὖσα καθαρωτέρα ἀσυγκρίτως, καὶ πάσης ἀγγελικῆς τάξεως ἐνδοξοτέρα, ἀποῤῥήτως
Αὐτὸν γεγέννηκας· ἐκεῖνος μὲν παρ’ αὐτοῦ τὸν νόμον ἐδέξατο, Σὺ δὲ αὐτὸν τὸν
νομοδότην ἐβάστασας· ὅθεν ὡς Μητρόθεος τοῦ ἰᾶσθαι τὰς νόσους ψυχῆς τε καὶ
σώματος ἠξιώθης Παντάνασσα. Καὶ τυφλωθέντα τὸν Στέφανον ἡ Σὴ Εἰκὼν μόνη ἐν
Κασσιόπῃ κειμένη, παραδόξως ὠμμάτωσεν· ἡμεῖς δὲ τυφλωθέντες τῷ τῆς ἁμαρτίας
ζόφῳ δεόμεθά Σου λιτάνευσον πρὸς τὸν Υἱόν Σου καὶ Κύριον, ὅπως τὸ φῶς εὕρωμεν
ἐν ἡμέρᾳ τῆς κρίσεως.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Θαύμα
πολυθαύμαστον καὶ φρικτόν, ξένον τερατῶδες, ὅτι Στέφανος ὁ τυφλός, ὄψεως
ἑτέρας, ὀμμάτωσιν λαμβάνει, παρὰ τῆς Θεοτόκου, ἣν μεγαλύνωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου