Σάββατο 14 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 11. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΝΤΙΠΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΙΑ΄!!
ΑΝΤΙΠΑΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἁγίου Νικοδήμου Ἁγιορείτου)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ τοῦ Ἱερομάρτυρος. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν.
Χάριν, ἀπαντλήσας δαψιλῶς, γνώσεως Χριστοῦ Ἱεράρχα, ἐξ ἀκενώτου πηγῆς, τοῦ Ἐπιστηθίου τε καὶ θείου Κήρυκος, ταύτης πᾶσι μετέδωκας, ἀνθρώποις ἀφθόνως, δρόμον ἰσαπόστολον ἀνύων Ὅσιε· ὅθεν, σὺν αὐτῷ παῤῥησίαν, ἔχων πρὸς Θεὸν ὑπὲρ πάντων, τῶν σὲ εὐφημούντων καθικέτευε.

Βίον, διανύσας εὐκλεῆ, καὶ τῶν ἀρετῶν συναθροίσας, τὸν πλοῦτον Ὅσιε, πλήρης δι' ἀθλήσεως, καλῶν πρὸς Κύριον, ὡς ὁ πρὶν ἐξεδήμησας, Ἀβραὰμ Ἀντίπα· ὅθεν καὶ τῆς κρείττονος δόξης ἠξίωσαι, χαίρων, τοῦ Χριστοῦ σὺν τοῖς μύσταις, καὶ ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν πιστῶς τιμώντων σου τὴν ἄθλησιν.

Ἔχων, ἐξ ἀφθόνων δωρεῶν, σὺ τοῦ Παρακλήτου τὴν χάριν, τὴν τῶν ἰάσεων, πάθη τὰ τοῦ σώματος, καὶ τῶν ψυχῶν ἡμῶν, ἐπισκέψει σου ἴασαι, ὀδύνας κοιμίζων, πόνους παύων ἅπαντας, καὶ ἐκλυτρούμενος, πάντας συμφορῶν καὶ κινδύνων, τοὺς τὴν σὴν Ἀντίπα τιμῶντας μνήμην, καὶ δοξάζοντας τὸν Κύριον.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλεόρτων συστήματα, πανδημεὶ νῦν συνδράμετε, καὶ λαμπρὰν πανήγριν συγκροτήσατε· ἰδοὺ γὰρ πάντας ἐκάλεσεν, Ἀντίπας ὁ ἔνδοξος, Ἱεράρχης τοῦ Χριστοῦ, καὶ πιστὸς ἐν τοῖς Μάρτυσι, παραθέμενος, ὡς κοινὴν εὐωχίαν ἀριστείας, τὰς αὐτοῦ καὶ τοὺς ἀγῶνας, καὶ ἰαμάτων τὰς χάριτας.

Καὶ τῷ θρόνῳ διάδοχος, καὶ τῷ τρόπῳ συμμέτοχος, Ἀποστόλων γέγονας ἱερώτατε, καὶ Ἀθλητὴς ἐννομώτατος, Χριστοῦ πανσεβάσμιε, καὶ ποιμὴν ἀληθινός, τῆς Περγάμου καὶ πρόεδρος· ὅθεν ἅπαντες, κατὰ χρέος τελοῦμέν σου τὴν μνήμην, τὸν Σωτῆρα εὐφημοῦντες, τὸν σὲ ἀξίως δοξάσαντα.

Τῷ ἀΰλῳ σου πνεύματι, Ἱεράρχα σεβάσμιε, μακαρίων πνεύματα συναγάλλονται· ἡμεῖς δὲ χάριν ἰάσεων, τῶν σῶν οἱ λαμβάνοντες, καὶ ὀδόντων ἀλγεινῆς, ἀσθενείας λυτρούμενοι, ταῖς πρεσβείαις σου, ψυχικῶς ἀγαλλόμεθα Ἀντίπα, καὶ τὴν μνήμην σου τὴν θείαν, περιχαρῶς ἑορτάζομεν.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἔαρ νοητόν, τῷ αἰσθητῷ ἔαρι συνεξέλαμψε, τοῦ Ἱερομάρτυρος Ἀντίπα, ἡ σεβάσμιος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, ἐκ λογικῶν λειμώνων, ἄνθη ποικίλα δρεψάμενοι, στέφανον ἡδύπνοον, αὐτῷ προσοίσωμεν λέγοντες· χαίροις, ὁ τοῖς χρόνοις καὶ τοῖς ἔργοις ἀναφανεὶς Ἰσαπόστολος, καὶ τοῦ ἐπιστηθίου Ἰωάννου λαμπρότατον ἀπεικόνισμα· χαίροις, ὁ τῆς Περγάμου φωστήρ, τῆς Μικρᾶς Ἀσίας τὸ κλέος, καὶ τῆς οἰκουμένης ἁπάσης πρεσβευτὴς δραστικώτατος. Καὶ νῦν ἐν οὐρανοῖς, τῷ θρόνῳ παριστάμενος τῆς Ἁγίας Τριάδος, αἴτησαι πρεσβείαις σου, ὀδόντων ἀφορήτου ὀδύνης λυτροῦσθαι ἡμᾶς, τοὺς ἐκ πόθου εὐφημοῦντας τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.






Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ, πόλις ἡ τῆς Περγάμου· ἀπόδυσαι τὸν πενθήρη σάκκον, καὶ χιτῶνα εὐφροσύνης περίζωσαι. Εἰ γὰρ καὶ θρόνος τοῦ σατανᾶ, γεγένησαι πρότερον κατὰ τὸ γεγραμμένον, καὶ τὸ σκότος εἰσέτι φέρεις τῆς ἀσεβείας, ἀλλ’ ἰδοὺ καὶ πολιοῦχον πλουτεῖς θαυμαστόν, Ἀντίπαν τὸν λαμπρὸν Ἱεράρχην καὶ Μάρτυρα, ἀντίπαλον τῆς ἀσεβείας, ὑπέρμαχον ἰατρὸν ἀδάπανον ψυχῶν τε καὶ σωμάτων, καὶ ἐξαιρέτως τῆς τῶν ὀδόντων δριμείας ὀδύνης, καὶ ἀεὶ πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς, τῶν ἐν πίστει τελούντων αὐτοῦ τὴν πανήγυριν.

Ἦχος β΄.
Τῆς ἐκκλησιαστικῆς Ἱεραρχίας, τὴν τελεσιουργὸν τὸ πρὶν κληρωσάμενος δύναμιν, Ἀντίμα θεομαρτύρητε, ψήφοις τοῦ πρώτου Ἱεράρχου Χριστοῦ, καὶ χειρῶν ἐπιθέσει τῶν ἱερῶν Ἀποστόλων, ἐν ὑλαίοις συμβόλοις, ἀνθρωποπρεπῶς αὐτῷ ἐπὶ γῆς ἱερούργησας. Νῦν δὲ τῆς ὕλης λυθείς, τῆς οὐρανίου Ἱεραρχίας, τὴν ὑπερκόσμιον ἐνέργειαν εἴληφας, ἐν πρώτῃ μετουσίᾳ τῆς γνώσεως, δι’ ἀκραιφνοῦς καὶ ἀΰλου νοός, ἀγγελοπρεπῶς λειτουργῶν τῷ τελετάρχῃ Ἰησοῦ. ᾯ καὶ πρεσβεύεις ἀδιαλείπτως, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Ἡ τοῦ Ἁγίου Πνεύματος παντοδύναμος χάρις, εὑροῦσα τὴν ἱεράν σου ψυχήν, Ἱεράρχα Ἀντίπα, πρὸς ἔλεος τῶν ἀδελφῶν καὶ συμπάθειαν ῥέπουσαν, τὴν χάριν τῶν ἰαμάτων δαψιλῆ σοι ἐχαρίσατο· ἵνα καὶ τὸν ἔλεον τοῖς δεομένοις, ἀφθονώτερον ἐπιδείξῃς. Δι’ ἧς πάθη ποικίλα θεραπεύεις ἑκάστοτε, καὶ ἐξαιρέτως τῆς τῶν ὀδόντων ὀδύνης, ἀπαλλάττεις τοὺς πάσχοντος, καὶ πρεσβεύεις ἐκτενῶς τῷ Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Ἐκκαθάρας σου τὸν νοῦν πάσης ὑλικῆς προσπαθείας Ἀντίπα θεσπέσιε, τὴν δὲ ψυχὴν ἡδυπαθείας, καὶ τὸ σῶμα τῆς ἐμπαθείας, κατοικητήριον γέγονας τοῦ ἀκενώτου μύρου Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐν γῇ κενωθέντος δι’ ἀγαθότητα, καὶ τὸν κόσμον εὐωδιάσαντος· ὅθεν καὶ μετὰ θάνατον, μύρα βλύζειν κατηξιώθης, ἐκ τοῦ ἱεροῦ καὶ Ἁγίου λειψάνου σου. Σύμβολον δὲ τοῦτο καὶ τεκμήριον ἐναργέστατον, τῆς ἀκραιφνοῦς ἁγνείας καὶ παρθενίας ὑπάρχει· ἧς καὶ ἡμᾶς μετασχεῖν καταξίωσον, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, ὁ τῆς Περγάμου φαεινότατος πρόεδρος, ἡ στήλη θεοσοφίας, διδασκαλίας πηγή, νεκταρῶδες νᾶμα ἡ προχέουσα, ποιμὴν θεοπρόβλητε, ὁ σκηνώσας τὸ ποίμνιον, εἰς τόπον χλόης, πρακτικῆς καὶ εἰς ὕδατα, θείας γνώσεως, διαθρέψας ἀοίδιμε· αἴτησαι ἐκτενέστερον, Ἀντίπα τὸν Κύριον, τῶν ὀφλημάτων τὴν λύσιν, καὶ τῶν ὀδόντων τὴν ἴασιν, ἡμῖν δωρηθῆναι, τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ χείλη ἀνδρὸς ἐπίστανται χάριτος.
Χαίροις, ὁ πιστὸς Μάρτυς Χριστοῦ, τῆς συμπαθείας ὁ κρουνὸς ὁ ἀένναος, ἐλέους ἄφθονον ῥεῖθρον, τῶν ἱερῶν ἀρετῶν, τὸ τερπνὸν καὶ θεῖον ἐνδιαίτημα, ἰάσεων πέλαγος, πλημμυροῦν τοῖς προστρέχουσι,σεπτῷ ναῷ σου, Ἀποστόλων ὁ σύγχρονος, καὶ ἐφάμιλλος, γεγονὼς ἐκτενέστερον· αἴτησαι ἐκτενέστερον, Ἀντίπα τὸν Κύριον, τῶν ὀφλημάτων τὴν λύσιν, καὶ τῶν ὀδόντων τὴν ἴασιν, ἡμῖν δωρηθῆναι, τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ὁ μυροῤῥόας Χριστοῦ, μύρα εὐώδη ὁ ἐκβλύζων σῆς κόνεως, καὶ τούτοις πᾶσαν μυρίζων, τὴν Ἐκκλησίαν Θεοῦ, ῥοαῖς πανευόσμοις τῶν χαρίτων σου, δυσώδη παθήματα, τῶν ὀδόντων ἰώμενος, καὶ θεραπεύων, τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν ἐκ πόθου σοι, προστρεχόντων καὶ πίστεως, μύρισον οὖν τοῖς μύροις σου, ἡμᾶς τοὺς τιμῶντάς σε, μεμυρισμένοις ἐν ὕμνοις, καὶ δυσωδίαν ἀπέλασον, κακίας ἁπάσης, ἀρετῶν δὲ εὐωδίας, ἅπαντας πλήρωσον.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε φιλομάρτυρες πάντες, πνευματικὴν χορείαν στησάμενοι, Ἀντίπαν τὸν θεομαρτύρητον μακαρίσωμεν· τὴν πλήρη φρονήσεως πολιάν, τὸν πιστὸν Μάρτυρα τοῦ Χριστοῦ, τὸν πύργον τῆς εὐσεβείας, καὶ τῆς ἐν Περγάμῳ Ἐκκλησίας τὸν φαεινότατον ἀστέρα. Οὗτος γὰρ ἀποστολικοῖς ἠγλαϊσμένος χαρίσμασι, καὶ τὴν ἐξ ὕψους δύναμιν ἐνδεδυμένος τοῦ Ἁγίου Πνεύματος, κατὰ τῶν ἀκαθάρτων πνευμάτων τὸ κράτος ἐκτήσατο, καὶ ταῦτα πόῤῥω τῆς Περγάμου ἐδίωξεν· ἀποκτανθεὶς δὲ διὰ Κύριον, χάριν ἐξαίρετον εἴληφε, τὰς ἀλγηδόνας ἰατρεύειν τῶν ὀδόντων, τῶν μετὰ πίστεως ἐπικαλουμένων αὐτόν, καὶ τιμώντων ἐκ πόθου, τὴν ἱερὰν αὐτοῦ ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Μυροβλήτην τὸν θεῖον, καὶ Μαρτύρων τὸν σύναθλον, τὸν πανευκλεῆ Ἰεράρχην, καὶ Περγάμου τὸν Πρόεδρον, τιμήσωμεν Ἀντίπαν οἰ πιστοί, ὠς τάχιστον καἰ μέγαν ἰατρόν, τῆς δεινῆς ὀδόντων νόσου, καἰ πρὸς αὐτὸν ἀπὸ ψυχῆς βοήσωμεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ. Δόξα τῷ σὲ στεφανώσαντι. Δόξα τῷ ἐνεργοῦντι διἀ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τὸν ἰσαπόστολον Χριστοῦ Ἱεράρχην, καὶ Ἀθλητὴν παναληθῆ τοῦ Σωτῆρος, καὶ ἰατρὸν πανάριστον τῶν νόσον ἐν ᾠδαῖς, ἅπαντες τιμήσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· πρόφθασον καὶ λύτρωσαι, τῆς ὀδόντων ὀδύνης, τῆς ἀφορήτου ἵνα σε ἀεί, ὡς εὐεργέτην, Ἀντίπα γεραίρομεν.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.






ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ὡς ἀστὴρ ἑωσφόρος, ἡ μνήμη σου σοφέ, Ἱεράρχα Ἀντίπα, ἐπέλαμψε τοῖς πέρασι, καὶ πιστῶν κατεφώτισε, τὴν διάνοιαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι, καὶ κατηύφρανε, τῶν σὲ τιμώντων ἐκ πόθου, καρδίας ἀοίδιμε.
Καὶ νῦν. Θεοτοκίον
Μαρία ἡ τὰς τρεῖς, ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καὶ τόκον, Θεόν τε καὶ τὸν ἄνθρωπον, πίστιν τε καὶ πιστεύουσαν, τοῖς φρικώδεσι, τούτοις καρδίαν ἀνθρώπου, ἡμᾶς ἕνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον πανύμνητε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Θαυμαστὸν ὡς ἀληθῶς, κλέος σοι Μάρτυς προξενεῖ, ὃν ἐξεῖπε περὶ σοῦ, Λόγος Χριστὸς ὁ Βασιλεύς, ἀνακηρύττων σε Μάρτυρα στεφηφόρον, βαστάσαντα αὐτοῦ, τὸ θεῖον ὄνομα, ὁ θρόνος σατανᾶ, ὅπου ἵστατο, καὶ δι’ αὐτὸν στεῤῥῶς ἀποκταθέντα, Ἀντίπα θεομαρτύρητε· ὅθεν σὲ πάντες, ἀνευφημοῦμεν, ἱεροῖς μελῳδήμασιν.
Καὶ νῦν. Θεοτοκίον
Ἀπειρόγαμε ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί, τὸν ἁπάντων τὴν πνοήν, περιλαμβάνοντα χερσί; Φράσον ἡμῖν τὸν λόγον τοῦ μυστηρίου Σου· πανάληθές ἐστι τοῦτο ὦ ἄνθρωπε, καὶ παῦσαι ἐρευνῶν, τὸ ἀκατάληπτον, ὕψος καὶ βάθος, μῆκος καὶ πλάτος, τῆς ἀποῤῥήτου λοχείας μου· νικᾷ γὰρ τοῦτο, ἔννοιαν πᾶσαν, τῶν βροτῶν καὶ Ἀγγέλων.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐξ ἑώας ἔλαμψας, Μάρτυς Ἀντίπα, καὶ τὴν κτίσιν ἅπασαν, καταφωτίζεις νοητῶς, βολαῖς τῶν θείων θαυμάτων σου, καὶ ἰαμάτων, ταῖς χάρισιν ἔνδοξε.
Καὶ νῦν. Θεοτοκίον
Ἐπληγώθη πάθεσιν, ἰάτρευσόν με· ἐκ κακοῖς ἀπόλλυμα, σῶσόν με Μήτηρ τοῦ Θεοῦ, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ ἰατῆρα, τῶν νόσων πανύμνητε.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Στόμα δικαίου μελετήσει σοφίαν καὶ χείλη ἀνδρὸς ἐπίστανται χάριτος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱερομάρτυς Ἀντίπα, σὺ κοινωνὸς ἐπὶ γῆς τῶν παθημάτων τοῦ Χριστοῦ, χρηματίσας τὸ πρότερον, εἰκότως καὶ τῆς δόξης νῦν ἐν οὐρανοῖς, Αὐτῷ συμμέτοχος γέγονας, καὶ τῇ ἀρχιφώτῳ Θεότητι τῇ ἐν Τριάδι γνωριζομένῃ, ἀμέσως παρίστασαι· διό σου δεόμεθα, κοινωνοὺς τῆς σῆς δόξης, καὶ ἡμᾶς γενέσθαι ἀξίωσον, τοὺς ἐκ πόθου τελοῦντας, τὴν ἐτήσιον μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τὸν φαιδρὸν ἐν Μάρτυσιν, Ἀντύπαν σέβω. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος
Τῷ φέγγει, τῆς τρισηλίου χάριτος, καταλαμπόμενος, τοὺς τὴν φαιδράν σου ταύτην ἑορτήν, ἐκτελοῦντας καταύγασον, τῆς τῶν παθῶν λυτρούμενος, Μάρτυς Ἀντίπα ἀμαυρώσεως.
Ὁ Λόγος ὁ τοῦ Θεοῦ σου Πάνσοφε, μάρτυρα γνήσιον τῶν ἑαυτοῦ ἀνέδειξε παθῶν, τὴν δυσσέβειαν τρέποντα, καὶ τῶν δαιμόνων ἅπασαν, τὴν πονηρίαν ἀφανίζοντα.
Νομίμως, τὸ ἱερόν σου ποίμνιον, ὄντως ἐποίμανας, καὶ ἐπὶ χλόην Πάτερ τῶν Χριστοῦ, διδαγμάτων ἐξέθρεψας, νῦν δ' ἐποπτεύεις ἄνωθεν, στέφει Μαρτύρων κλεϊζόμενος.
Θεοτοκίον.
Φωτός Σου ταῖς ἀστραπαῖς, καταύγασον Κόρη πανάμωμε, τὴν ἐν νυκτὶ παθῶν καὶ συμφορῶν, συσχεσθεῖσαν καρδίαν μου, δικαιοσύνης Ἥλιον, πᾶσιν ἀῤῥήτως ἀνατείλασα.

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί
Ἀνέβλυσας ποταμούς, διδασκαλίας τοὺς πιστοὺς ἄρδοντας, καὶ θολερὰ νάματα, τῆς πολυθεΐας ξηραίνοντας.
Ἰσχὺϊ δυναμωθείς, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἄραντος, δαιμονικὴν ἔθραυσας, Ἔνδοξε ἰσχὺν δι' ἀθλήσεως.
Δαιμόνων τοὺς λατρευτάς, σέβειν Θεὸν ἀληθινὸν ἔπεισας, σάρκα θνητὴν Ὅσιε, πλούτῳ εὐσπλαγχνίας φορέσαντα.
Θεοτοκίον.
Ῥυόμενον τοὺς βροτούς, αἰχμαλωσίας τοῦ ἐχθροῦ Ἄχραντε, τὸν Λυτρωτὴν τέτοκας· ὅθεν εὐσεβῶς σε δοξάζομεν.








Κάθισμα. Ἦχος γ'. Θείας πίστεως.
Θείοις ἄνθραξι, θείας ἀγάπης, ἀναπτόμενος, μάρτυς, Ἀντίπα, τῆς ἀθεΐας τὴν φλόγα κατέσβεσας, καὶ πυρωθέντι βληθεὶς χαλκουργήματι, πρὸς τὸ ἀνέσπερον φῶς ἐξεδήμησας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Παραμύθιον, τῶν θλιβομένων, ἱλαστήριον, ἁμαρτανόντων, σὺ ἀνεδείχθης Μητροπάρθενε Δέσποινα· τὴν γὰρ βροτῶν σωτηρίαν γεννήσασα, πύργος ἰσχύος πιστοῖς μόνη γέγονας· Ὅθεν κράζομεν, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία
Οὐ κατέσεισε τὸν πύργον τῆς σῆς καρδίας, παρανομούντων ἔνστασις, Μάρτυς ἀθλοφόρε· ὅθεν πυρακτούμενος, τῷ ζήλῳ τῆς πίστεως, ὤφθης τοῦ πυρὸς δυνατώτερος.
Νυσταγμῷ τῆς ἀθεΐας τοὺς κρατουμένους, ἐπαγρυπνῶν Πανεύφημε, ταῖς διδασκαλίαις τοῦ Ἅγίου Πνεύματος, πρὸς γνῶσιν ἐξήγειρας, τῆς ἀληθινῆς ἐπιγνώσεως.
Ἐνεπλήσθης τῶν τοῦ Πνεύματος χαρισμάτων, ἐκ θεολόγου στόματος, τοῦ Ἐπιστηθίου· ὅθεν καὶ ἀνέβλυσας, τὰ θεῖα διδάγματα, πᾶσι τοῖς πιστοῖς Πάτερ Ὅσιε.
Θεοτοκίον.
Μετὰ τόκον ὡς πρὸ τόκου διεφυλάχθης, Παρθενομῆτορ ἄφθορος· τὸν Δημιουργὸν γάρ, πάντων ἀπεκύησας, ἐκ σοῦ τὸ ἀνθρώπινον, σῶμα ἑκουσίως φορέσαντα.

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς
Ἀνῆλθες ἀρετῶν, εἰς τὸ ὄρος Μακάριε, καὶ γνώσεως ὑπεισῆλθες, τὸν ἀκρότατον γνόφον, καὶ τῷ Θεῷ ὡμίλησας.
Ῥημάτων σου πλοκαῖς, ἐκ βυθοῦ ἀθεότητος, ἐζώγρησας Ἱεράρχα, πλανωμένους ἀνθρώπους, καὶ χάριτι διέσωσας.
Τὸ μέγα τῆς Θεοῦ, παρουσίας μυστήριον, κηρύττων Ἱερομάρτυς, κατεσμίκρυνας ὕψος, εἰδώλων ἀθεώτατον.
Θεοτοκίον.
Ὑπάρχων ἐν μορφῇ, τοῦ Θεοῦ ὁ ὑπέρθεος, ἐσκήνωσεν ἐν γαστρί σου, τὴν μορφήν μου φορέσας, ὁ Κύριος Πανάμωμε.







ᾨδὴ ς'. Θύσω σοι
Σταυρώσας, ἐγκρατείᾳ τὰ μέλη Μακάριε, τοὺς ἐν ἀσκήσει ἀγῶνας, τοῖς ἀγῶσιν ἔστεψας τῶν Μαρτύρων, οὓς ὑπέστης, διανοίας Ἀντίπα στεῤῥότητι.
Ἵστασο, πρὸ βημάτων κηρύττων τὴν σάρκωσιν, τοῦ διὰ σὲ κενωθέντος, καὶ Πιλάτου βήματι παραστάντος, Ἀθλοφόρε, καὶ Σταυρῷ τὸν ἐχθρὸν θανατώσαντος.
Νέκρωσιν, τοῦ Σταυρῷ νεκρωθέντος θεσπέσιε, ποθῶν Ἀντίπα εἰσέδυς, τῷ πεπυρωμένῳ βοῒ χαλκείῳ καὶ θυσίᾳ, νεκρωθεὶς τῷ Κυρίῳ προσενήνεξαι.
Θεοτοκίον.
Ἅγιος, ὁ σκηνώσας ἐν μήτρᾳ σου Κύριος, ὁ ἐν Ἁγίοις Παρθένε, ἐπαναπαυόμενος καὶ δοξάζων, τους ἐν πίστει, ἀληθεῖ τοῦτον Κόρη δοξάζοντας.

Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ
Τὸν ἱεράρχην καὶ κλεινὸν μεγαλομάρτυρα, τὸν πολιοῦχον τῆς Περγάμου τὸν πανάριστον, καὶ κοινοῦ ἐχθροῦ ἀντίπαλον τὸν Ἀντίπαν, κατὰ χρέος εὐφημήσωμεν ἐν ᾄσμασιν, ὡς τοὺς πάσχοντας ὀδόντας θεραπεύοντα, πόθῳ κράζοντες· χαίροις, Πάτερ τρισόλβιε.
Ἕτερον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Θείαν χάριν εἴληφας, παρὰ Χριστοῦ Ἱεράρχα, θεραπεύειν ἅπασαν, τὴν τῶν ὀδόντων ὀδύνην· ὅθεν μοι, τῷ σῷ οἰκέτῃ ταύτης μετάδος, πάσχοντι, καὶ κεκμηκότι ταῖς ἀλγηδόσιν, ἵνα κράζω σεσωσμένος· χαίροις Ἀντίπα, πιστῶν ἀγαλλίαμα.
Ὁ Οἶκος.
Τὸ πανάγιον Πνεῦμα, τὸ διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται τὰ ἑαυτοῦ χαρίσματα, ὥσπερ Ἀρτεμίῳ τὴν χάριν τῆς ἰάσεως, τῆς κήλης τῶν διδύμων ἐχαρίσατο, καὶ Χαραλάμπει τῆς ἀσθενείας τοῦ λοιμοῦ, Μοδέστῳ δέ, τὴν τῶν ζώων φυλακὴν ἐπρυτάνευσε, καὶ Τρύφωνι τὴν τῶν κήπων, καὶ Στυλιανῷ τὴν τῶν παίδων. Οὕτω καὶ σοί, τὴν θεραπείαν τῆς ἀφορήτου τῶν ὀδόντων ὀδύνης ἐχαρίσατο, Ἀντίπα θεομαρτύρητε· ὅθεν οἱ πάσχοντες, τὸν σὸν μόνον ἐπικαλούμενοι ὄνομα, σωτῆρα καὶ ἰατρὸν τῆς ὀδονταλγίας εὑρίσκουσιν ὀξύν τε καὶ ἄμισθον. Καὶ διὰ τοῦτο ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, περιβόητος ἐγένου τοῖς θαύμασι, καὶ τῆς τῶν πιστῶν γλώσσης ἡδὺ ὑπάρχεις ἐντρύφημα, ὕμνοις καὶ ᾠδαῖς γεραιρόντων τὴν μνήμην σου καὶ πόθῳ ἀνακραζόντων σοι· χαίροις Ἀντίπα, πιστῶν ἀγαλλίαμα.





Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀντίπα ἐπισκόπου Περγάμου
Ταύρῳ παλαίεις, καλλιμάρτυς, Ἀντίπα,
ὃς σε φλογίζειν, οὐ κερατίζειν ἔχει.
Χάλκεον ἑνδεκάτῃ βληθεὶς φλέγῃ, Ἀντίπα, εἰς βοῦν.
Οὗτος ἦν κατὰ τοὺς χρόνους Δομετιανοῦ τοῦ βασιλέως, σύγχρονος τῶν Ἁγίων Ἀποστόλων, ὑφ’ ὧν καὶ τῆς κατὰ Πέργαμον τῆς Ἀσίας κεχειροτόνηται Ἐπίσκοπος, ὅτε ὁ Θεολόγος καὶ Εὐαγγελιστὴς Ἰωάννης εἰς Πάτμον ὑπερόριον ἦν, καθὼς καὶ ἐν Ἐπιστολῇ αὐτοῦ γράφει, ἱερέα τοῦτον πιστὸν καὶ Μάρτυρα ἐπικαλῶν. Ὑπάρχων δὲ τῆς κατὰ Πέργαμον Ἐκκλησίας ὁ Ἄγιος Ἀντίπας Ἀρχιερεύς, ἐν πάνυ πρεσβυτικῇ ἡλικίᾳ, τὸ τοῦ Χριστοῦ ποίμνιον ἐν πάσῃ ἐποίμανεν εὐσεβεῖ πολιτείᾳ. Διὸ καὶ παρὰ τῶν εἰδωλολατρῶν συνεσχέθη, αὐτῶν τῶν σεβομένων παρ’ αὐτοῖς δαιμόνων ἐμφανισάντων, μὴ δύνασθαι ἐν τῷ τόπῳ οἰκεῖν, μηδὲ τὰς προσαγομένας θυσίας προσίεσθαι, ἀλλ’ ἐξελαύνεσθαι ὑπὸ τοῦ Ἀντίπα. Ἂχθεὶς οὖν πρὸς τὸν ἡγεμόνα, ἐπεχείρει ὁ ἡγεμὼν πείθειν αὐτόν, ὡς τὰ πρεσβύτερα τιμιώτερα ἦν, εἶναι δὲ τὰ ἀρτιφανῆ καὶ νεώτερα ἀτιμότερα. Τὴν μὲν τῶν Ἑλλήνων, παλαιὰν θρησκείαν, καὶ χρόνοις συναυξηνθεῖσαν πολλοῖς, τὴν δὲ τῶν Χριστιανῶν πίστιν, ὀψέποτε ἀρξαμένην, ὑπὸ ὀλίγων παραδεχθεῖσαν. Οἷς τὴν κατὰ τὸν Κάϊν ἱστορίαν, καὶ τὴν ἐξ ἀρχῆς ἀναφυεῖσαν ἀσέβειαν, ὁ Ἅγιος ἀντέθεικε, τοῖς εὐσεβέσιν οὖσαν ἀζήλωτον, εἰ καὶ τῷ ἀρχεγόνῳ, πολὺ τῷ μετὰ ταῦτα προεῖχε. Τούτοις εἰς ὀργὴν ὁ ἡγεμὼν ἀναῤῥιπισθείς, τὸν Μάρτυρα ἐν τῷ κατὰ τύπον βοὸς τεχνουργηθέντι ἐνέβαλε κακουργήματι. Πολλὰ δὲ ἐν αὐτῷ τὸν Θεὸν ἱκετεύσας ὁ Ἅγιος, καὶ τὴν μεγάλην αὐτοῦ δύναμιν ἐξυμνήσας, καὶ ὑπὲρ ὧν ἠξιώθη, δι’ αὐτὸν παθεῖν εὐχαριστήσας, καὶ τοὺς μεμνημένους αὐτοῦ, ἄλλων τε νοσημάτων, καὶ τῆς ἀφορήτου τῶν ὀδόντων ὀδύνης, ἀπαθεῖς φυλάττεσθαι ἐξαιτήσας, καὶ ἐπευξάμενος αὐτοῖς ἁμαρτιῶν ἄφεσιν, καὶ ἐν τῇ μελλούσῃ κρίσει ἱλασμόν, τῆς αἰτήσεως τυχών, πρὸς Κύριον ἐξέδημησε. Καὶ ἐτέθη ἐν τῇ κατὰ Πέργαμον Ἐκκλησίᾳ, μύρα καὶ ἰάσεις ἀεννάως πηγάζων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ὁσίων Τρυφαίνης και Ματρώνας, ἐκ Κυζίκου
Χωρίζεται Τρύφαινα σαρκὸς πηλίνης,
ἡ πηλὸν αὐτῆς τὰς τρυφὰς ἡγουμένη.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ  Ὁσίου Φαρμουθίου τοῦ Ἀναχωρητοῦ
Ἐξῆλθε Φαρμούθιος ἐκ τῶν ἐνθάδε,
Φαρμουθὶ μηνί, δῆλον ὡς Ἀπριλίῳ.



Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μαρτινιανοῦ τοῦ ἐν Ῥώμ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Βάκχου τοῦ Ὁσιομάρτυρος

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν  Ὁσίων Εὐθυμίου καὶ Χαρίτωνος τῶν ἐν Μπολογκντὰ Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ Βρυλέεφ τοῦ Ῥώσσου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ Ζελέζνιυ - Μπορόκ τῆς Ῥωσσίας

Καλλίνικος ἐν Τσερνίκᾳ μεγάλος ἐφάνη,
ἑπόμενος Ποιμένος τοῦ Γέροντος τοῖς τρίβοις.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ
Νέους τρεῖς Παῖδας, ἐξεικονίζων Μάρτυς ἔνδοξε, μέσον ὡς καμίνου ἔστης τοῦ δολερῶς, πυρωθέντος χαλκουργήματος· Εὐλογημένος εἶ, ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
Τῇ θείᾳ δρόσῳ, περικυκλούμενος πάντοθεν, ὅλως οὐκ ἐφλέχθης μέσον ὢν τοῦ πυρός, οὐδὲ δαίμοσιν ἐπέθυσας· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
Ἰσχὺϊ θείᾳ, τῆς ἡλικίας τὸ ἀνίσχυρον, Πάτερ, ἐνισχύσας ἄκμων ὥσπερ στεῤῥός, πρὸς τὸ στάδιον ἐχώρησας· Εὐλογημένος εἶ, ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
Πεποικιλμένος, Ἱεραρχίας θεία χάριτι, αὖθις πορφυρίδι αἵματός σου Σοφέ, στολισάμενος ἀνέδραμες, πρὸς τὰ βασίλεια, περιφανῶς τὰ ἄνω γηθόμενος.
Θεοτοκίον.
Αἱμάτων Κόρη, παρθενικῶν τῶν σῶν ἐνσεσάρκωται, Λόγος ὁ Πατρὶ συνάναρχος τὴν ἡμῶν, συντριβὴν ἐπανορθούμενος· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.












ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ
Νοῦν οὐκ ἐν ἐσόπτροις καθορᾷς, οὐκ ἐν αἰνίγμασι, καλῶν τὸ ἔσχατον, πρὸς δέ γε πρόσωπον πρόσωπον, παρελθόντων τῶν ἐμφάσεων, ἀναβοῶν χαρμονικῶς, τῷ σὲ δοξάσαντι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σὲ τοῦ ἀρχιποίμενος Χριστου, τὸ θεῖον πρόβατον, καλῶς ποιμάναντα, αὐτοῦ τὸ ποίμνιον πάνσοφε, ὡς ἀμνὸν οἱ ἀνομώτατοι, ὁλοκαυτοῦσι τῷ πυρί, Ἀντίπα κράζοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐν πέτρᾳ τῶν θείων ἐντολῶν, τὰ τῆς καρδίας σου, ἐρείσας βήματα, δεινῶν κολάσεων πνεύματι, αἰκισμῶν τε ἐπικλύσεσιν, οὐκ ἐσαλεύθης, μελῳδῶν Ἀντίπα πάνσοφε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Βεβαίως τῆς δόξης τοῦ Χριστοῦ, Μάρτυς τετύχηκας, Ἀντίπα πάνσοφε, διπλοῦν δὲ στέφανον ἔλαβες, ὡς ποιμὴν παναληθέστατος, καὶ νικηφόρος ἀθλητής, οἷς καὶ κοσμούμενος ἀνακράζεις· Πάντα τὰ ἔργα εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ὡς μήτηρ τοῦ πάντων Ποιητοῦ, ὡς θεῖον τέμενος, τοῦ Παντοκράτορος, ὡς γῆ ἀνήροτος ἄσταχυν, ἀγεώργητον βλαστήσασα, Παρθένε σῷζε τοὺς πιστῶς ἀεί κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους
Ἱεραρχικῶς Ἱεράρχα, τὸν ἱερὸν ἀνύσας δρόμον, τὴν ἱερωτάτην ζωήν σου, ἱερωτάτως σὺ καθιέρωσας, τῷ ποιητῇ καὶ πλάστῃ σου, Μάρτυς Ἀντίπα Ἱερώτατε.
Ὡς τῶν ἀρετῶν ταῖς ἰδέαις, περικαλὴς γεγενημένος, δόξῃ μαρτυρίου Παμμάκαρ, καθωραΐσθης καὶ μεταβέβηκας, πρὸς τὸν ὡραῖον Κύριον, θέσει θεούμενος θεόληπτε.
Σήμερον ἡ Πέργαμος χαίρει, ἐπὶ τῇ θείᾳ πανηγύρει, τοῦ ἱερωτάτου ποιμένος, καὶ συγκαλεῖται πόλεις τὰς κύκλῳ αὐτῆς, ᾗ καὶ ἡμεῖς συγχαίροντες, τοῦτον ἐν ὕμνοις καταστέψωμεν.
Ἡ τῶν Ἱερῶν σου Λειψάνων, ἱερωτάτη Μάκαρ θήκη, μύρον ἰαμάτων πηγάζει, δυσώδη πάθη ἀποδιώκουσα, καὶ τοὺς τὴν σὴν γεραίροντας, μνήμην σαφῶς εὐωδιάζουσα.
Θεοτοκίον.
Φῶς ἡμῖν ἀνέτειλε Κόρη, ἐκ φωτοφόρου σου νηδύος, ὁ Δημιουργὸς τοῦ ἡλίου, καὶ τῶν ἀστέρων καὶ πάσης κτίσεως, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς σε.





Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθιητε.
Μεγάλως σε ἐδόξασεν, ἐπὶ γῆς ὁ Κύριος, Ἀντίπα Ἱερομάρτυς, κρήνην τὸ σῶμά σου δείξας, μύρου εὐώδους ἔνδοξε· ὅπερ βλύζον ἀένναον, πάθη ψυχῆς καὶ σώματος, τῷ ἀδιστάκτῳ καρδίᾳ, σοὶ προστρεχόντων ἰᾶται.
Θεοτοκίον.
Μαρία ὁ χρυσόπλοκος, τῆς Θεότητος θάλαμος, εὐγένεια βροτῶν γένους, ἡ κοσμήσασα κόσμου, τὴν ἀκοσμίαν κόσμησον, τῆς ψυχῆς μου τὸ ἀκοσμον, τῆς ἐκ πόθου καὶ πίστεως, κοσμούσης σὲ ἐν εὐκόσμοις, ὑμνολογίαις Παρθένε.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Ἱεράρχου Ἀντίπα δεῦτε συνέλθωμεν, ἐν τῷ ναῷ τῷ θείῳ, καὶ αὐτοῦ τὴν εἰκόνα, τὴν πάνσεπτον σὺν φόβῳ, καὶ χαρμονῇ, προσκυνήσωμεν ἅπαντες, καθικετεύοντες τοῦτον πάσης ὀργῆς, καὶ ἀνάγκης ἡμᾶς ῥύεσθαι.

Θυσίαν πρότερον μάκαρ, τῷ παντοκράτορι, τὴν μυστικὴν προσάγων, ὥσπερ θύτης Κυρίου, ὕστερον θυσίαν, καὶ λογικόν, ὁλοκαύτωμα Ἅγιε, σαὐτὸν προσήγαγες τούτῳ διὰ πυρός, ὥσπερ Μάρτυς ἐννομώτατος.

Πλουσίαν χάριν τρισμάκαρ, Ἀντίπα εἴληφας, παρὰ Χριστοῦ τὰς νόσους, τῶν ψυχῶν καὶ σωμάτων, ἰᾶσθαι καὶ ἐξόχως, τὰ ἀλγεινά, τῶν ὀδόντων παθήματα· διὸ θεράπευσον Ἅγιε καὶ ἡμᾶς, τοὺς κατ’ ἄμφω δεινῶς πάσχοντας.

Τοῖς Ἀποστόλοις συνήφθης ὡς ἰσαπόστολος, τοῖς Μάρτυσιν ὡς Μάρτυς, Ἱεράρχαις τε πᾶσιν, Ἀντίπα θεοφόρε, ὡς εὐκλεής, Ἱεράρχης καὶ ἔνθεος, καὶ τὸν Χριστὸν ἱκετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σε.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν τῷ πνεύματι, καὶ κροτήσωμεν εὐφραινόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τοῦ Ἱεράρχου Χριστοῦ· ἱερεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν τῶν θαυμάτων δεξάμενον τὴν χάριν, καὶ ταῦτα τοῖς χρήζουσιν ἐκχέοντα ποταμηδόν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημείτωσαν· οἱ πένητες τὸν βοηθόν, οἱ δαιμονῶντες τὸν ῥύστην, οἱ ἐν συμφοραῖς τὸν σωτῆρα, οἱ νοσοῦντες τὸν ἰατρόν, οἱ ὀδονταλγοῦντες τὴν θεραπείαν, οἱ πλημμελοῦντες τὸν θερμὸν πρέσβυν, οἱ ὁδοιπόροι τὸν συνοδίτην, οἱ πάντες τὸν πάντα πᾶσι γενόμενον, μέγιστον Ἱεράρχην ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Ἀντίπα ἰσαπόστολε, μεσίτευσον ὑπὲρ ἡμῶν, πρὸς τὸν Θεὸν καὶ Δεσπότην, καὶ ῥῦσαι κολάσεως, ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Ὁ Περγάμου πρόεδρος καὶ φρουρός, καὶ τῆς εὐσεβείας, θεοῤῥήμων ὑφηγητής, ὁ τῶν Ἀποστόλων, ὁμόχρονος καὶ σύμπνους, τιμάσθω μοι Ἀντίπας, ὁ ἱερόαθλος.
Τὸν ἐκ χαλκουργήματι Ἀθλητήν, πυρώδει βληθέντα, δι’ ἀγάπην τοῦ Ἰησοῦ, τὸν ὀδοντοσώστην, Ἀντίπαν τὸν Περγάμου, ποιμένα πόθῳ πάντες, ἀνευφημήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου