Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 7. ΑΓΙΟΣ ΑΚΑΚΙΟΣ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ 7!!
ΑΚΑΚΙΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ΄, καὶ τοῦ Ἁγίου γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Κατὰ μόνον τοῦ ὄφεως, τὸν θυμὸν προσχρησάμενος, καὶ Χριστοῦ τὴν ἄμαχον καὶ ἀήττητον, περιζωσάμενος δύναμιν, θεόφρον Ἀκάκιε, τῶν κακῶν τὸν ἑυρετήν, πρὸς τὴν γῆν καταβέβληκας, τὴν ὑπέροφρυν, καθελὼν δυναστείας καὶ τοὺς ταύτην συνεργοῦντας ὑπηρέτας, διαφερόντως κατήσχυνας.

Τῶν καῶν ἀλλοτρίωσιν, τῶν καλῶν τὴν οἰκείωσιν, μελετήσας ἄνωθεν ἔργῳ γέγονας, ὃ προσκληθὴς τὸ πρότερον, Ἀκάκιε πάνσοφε, ἣ καὶ μᾶλλον προκληθείς, ὅπερ πέφηνας ὕστερον, ἡ γὰρ πρόνοιαν τῶν μεγάλων πραγμάτων, τὰς αἰτίας ἀποῤῥήτως, καὶ βαθέως προκαταβάλλεται πόῤῥωθεν.

Ἡ μεγίστη τῶν πόλεων καὶ πασῶν Βασιλεύουσα, τὸ σεπτόν σου τέμενος ὡς διάδημα, τῆς Βασιλείας περίκειται, καὶ πύργον προβάλλεται, κεκτημένη σε σοφόν, πολιοῦχον καὶ φύλακα, περιέποντα, καὶ γενναῖον ὁπλίτην τὰς ἐξαίφνης, τῶν ἐχθρῶν καὶ πολεμίων, καταδρομὰς ἀποτρέποντα.

Καὶ νῦν. Τὸ τῆς ἑορτῆς.














ΟΡΘΡΟΣ

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Τὸν μέγαν Ἀκάκιον, τὸν ἀληθέα Μάρτυρα μέλπω.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον.
Τῷ κάλλει τῆς ἀκακίας ἔνδοξε κατακοσμούμενος, τῇ τῶν καλῶν αἰτίᾳ καὶ πηγῇ, παῤῥησίᾳ παρέστηκας, ἣν νῦν ἡμῖν εὐΐλατον, ταῖς σαῖς πρεσβείαις παρασκεύασον.
Μάρτυς τῆς ἀληθείας σήμερον, ἡμᾶς Ἀκάκιος, ἐν ὑψηλῷ κηρύγματι βοῶν συγκαλεῖ πρὸς ἑστίασιν, μετὰ σπουδῆς οὖν δράμωμεν καὶ θυμηδίας φιλομάρτυρες.
Ναμάτων μεταλαβὼν ἀφέσεως, διὰ βαπτίσματος, υἱοθετηθὴς χάριτι Θεοῦ καὶ δευτέρου βαπτίσματος, μαρτυρικοῦ δι’ αἵματος, κατηξιώθης παμμακάριστε.
Θεοτοκίον.
ν Σοὶ Κεχαριτωμένη πάναγνε ἐθεωρήθησαν, αἱ τοῦ Θεοῦ πορεῖαι προφανῶς τὸ παρθένον φυλάξαντας καὶ μετὰ τόκον ἄφθορον, οὗ τὴν τεκοῦσαν διασώσαντος.

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Γνώσει τῇ θείᾳ καὶ σοφίᾳ καὶ λόγῳ κοσμούμενος, τῶν σοφῶν τὰς συμπλοκὰς τὰς ἀνοήτους διέλυσας, διό σου τὴν ἔνδοξον, μνήμην γεραίρομεν.
νδρικωτάτῳ καὶ στεῤῥῳ διαπρέπων φρονήματι, συντροφὰς τῶν ἀσεβῶν καὶ παρατάξεις ἐνίκησας, καὶ πλάνης κατέστρεψας τὰ ὀχυρώματα.
Νενευρωμένος, δυναστείᾳ Θεοῦ Παντοκράτορος, τὸ σαθρὸν καὶ ἀσθενές, τῆς ἀθεΐας διήλεγξας, διὸ νικηφόρον σὲ Μάρτυς κηρύττομεν.
Θεοτοκίον.
Κράτος θανάτου καὶ κατάρας ἀρχαίας ἀπόφασιν, συλλαβοῦσα τὴν ζωήν, Θεογεννῆτορ κατήργησας, διό Σου τὴν ἄχραντον σέβομεν γέννησιν.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῖς ὄμβροις τῶν αἱμάτων σου Μάρτυς Ἀκάκιε, ἐχθροῦ κατεπάτησας πᾶσαν παράταξιν, τυράννους δὲ ἤσχυνας, ἔφθασας τῶν Ἀγγέλους, τὰς ἀ ύλους χορείας, εἴληφας ἀφθαρσίαν, τὸ ἀμάραντον στέφος, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῶζαι κινδύνων ἡμᾶς.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.




ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
καθαίρετος ὡς πύργος, διὰ πίστεως γέγονας, οὐ βασάνων ὄμβροις, οὐ ταῖς αἰκισμῶν ἐπικλύσεσιν, οὐ τῶν μαστίγων ἀνέμοις τινασσόμενος, ἀλλ’ ἐκραύγαζες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Κυβερνώμενος ἰστίοις, καὶ ταῖς αὔραις τοῦ Πνεύματος, τοῦ Ἁγίου μάκαρ, ὅρμῳ γαληνῷ ἀναπέπαυσαι, τὰς ἐκβολὰς τῶν κυμάτων καὶ τὰ πνεύματα, μὴ πτοούμενος, Μάρτυς Χριστοῦ πανσεβάσμιε.
λεούμενος τὸ κράτος, τοῦ Θεοῦ τὸ ἀνίκητον, ὑπερέσχες πᾶσαν, τῶν ὑπεναντίων τὴν δύναμιν, καὶ τὴν αὐτῶν πανοπλίαν ἐπρονόμευσας, ἀγαλλόμενος, ὡς νικητὴς ἀξιάγαστε.
Θεοτοκίον.
Νεκρωθέντα με Παρθένε, καὶ ἀφύκτοις κρατούμενον, ἁμαρτίας βρόχοις, μόνη Θεομῆτορ ἀνάστησον, ἡ τὴν ζωὴν συλλαβοῦσα τὴν αἰώνιον, ἀπολύτρωσιν, πᾶσι πιστοῖς τὴν παρέχουσαν.

ᾨδὴ ε΄. Ἀσεβεῖς οὐκ ὄψοντα.
Τὸν σταυρὸν ἐβάστασες ἐπ’ ὤμων ἀκλινῶς, τῷ Χριστῷ κατακολουθῶν, πρὸς ζωὴν ἀκήρατον καθοδηγοῦντί σε, καὶ πρὸς φῶς εὐπρόσιτον, ἀναφέροντι πανόλβιε.
Οἱ πικροὶ τοῦ σώματος παμμάκαρ αἰκισμοί, καὶ μελῶν αἱ ἀποκοπαί, τὴν τρυφὴν τὴν ἄληκτον, σοὶ προὐξένισαν, καὶ Μαρτύρων στέφανον, καὶ Ἀγγέλων ἀγαλλίαμα.
Νεανίας ἄκακος καὶ σώφρων, καὶ πραῦς καὶ στεῤῥός, κατὰ τῶν παθῶν καὶ σαρκός, καὶ δαίμοσι δυσκαταγώνιστος, καὶ πιστοῖς εὐπρόσιτος, ἀνεδείχθης παναοίδιμε.
Θεοτοκίον.
ληθῆ Θεὸν ἡμῖν, τεκοῦσα σαρκικῶς, τοῦ Πατρὸς τὸν μονογενῆ, Θεοτόκον πάναγνε Σὲ ὀνομάζομεν, τὴν φωνὴν κατάλληλον, προσαρμόζοντες τῷ τόκῳ Σου.














ᾨδὴ στ΄. Θύσω Σοι μετὰ φωνῆς.
Λιμῷ σε, οἱ δωρεὰς τὰς θείας λιμώττοντες, καταδικάζουσι Μάρτυς, τὸν ἀεὶ τρυφῶντα τῶν οὐρανίων, χαρισμάτων, καὶ τροφὴν ἀδαπάνητον ἔχοντα.
σχυνας, τῶν τυράννων τὸ ἄθεον φρύαγμα, καὶ τὸν ἀρχέκακον ὄφιν, τῷ πελάγει πνίξας τῶν σῶν αἱμάτων, νικηφόρος, πρὸς οὐρανὸν ἀνέπτης Ἀκάκιε.
Θανάτῳ, τοῦ Δεσπότου παμμάκαρ τὸν θάνατον, ἐκμιμησάμενος Μάρτυς, δι’ αἰῶνος τοῦτῳ συμβασιλεύεις, θεωρίας, τῆς αὐτοῦ καὶ χαρὰς ἐμφορούμενος.
Θεοτοκίον.
λυσας, τοῦ θανάτου ἁγνὴ τὸ κατάκριμα, καὶ τὴν τοῦ νόμου κατάραν, τὸν Χριστὸν τεκοῦσα τὸν καθαιρέτην, τοῦ θανάτου, καὶ εὐλογίαν πᾶσι πηγάσαντι.

Συναξάριον.
Τῇ 7ῃ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.
Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,
Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.
Οὗτος ἦν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, Καππαδόκης τὸ γένος, ἀριθμοῦ τῶν Μαρτησίων. Προσαχθεὶς δὲ Φίρμῳ τῷ ἄρχοντι, ὡμολόγησε το ὄνομα του Χριστοῦ, καὶ πλεῖστα παρ’ αὐτοῦ βασανισθείς, πέμπεται Βιβιανῷ, ἑτέρῳ ἄρχοντι, ὃς αὐτὸν ἤγαγε μεθ’ ἑτέρων δεσμωτῶν ἐν τῷ Βυζαντίῳ. Δειναῖς δὲ μάστιξι καὶ στρέβλαις συγκόψας, ἐν φυλακῇ κατέθετο, ἔνθα ἐπιστάντες αὐτῷ Ἄγγελοι, κατέστησαν αὐτὸν ὑγιῇ. Μετὰ τοῦτο πέμπεται Φυλακιανῷ, ἑτέρῳ ἄρχοντι, οὗ προστάξαντος, τὴν κεφαλὴν ξίφει ἀφαιρεῖται.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι.
Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.
Ἐν ταῖς ἡμέραις τῆς Ἁγίας Πεντηκοστῆς, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐφάνη ὁ Τίμιος καὶ Ζωοποιὸς Σταυρός, συνεστὼς ἐκ φωτός, ὁρῶντος παντὸς τοῦ λαοῦ, ὑπεράνω τοῦ Ἁγίου Γολογοθᾶ ἐκτεταμένος, μέχρι τοῦ Ἁγίου Ὄρους τῶν Ἐλαιῶν, ὃς τις τῇ τῆς μαρμαρυγῆς λαμπρότητι τὰς ἡλιακὰς ἀκτῖνας ἐκάλυψεν, ὅθεν πᾶσα ἡλικία, νέων τε καὶ γερόντων, σὺν νηπίοις και θηλάζουσι τὴν Ἐκκλησίαν κατέλαβε καὶ ἐν ἀμέτρῳ χαρᾷ καὶ θερμῇ κατανύξει, δόξαν και εὐχαριστίαν τῷ Θεῷ ἀνέπεμψαν, ἐπὶ τῷ παραδόξῳ τούτῳ θεάματι.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ταρασίου τοῦ ἐν Λυκαονίᾳ, τοῦ θαυματουργοῦ.
Ἄσκησιν σκληρὰν Ταράσιε τελέσας,
ἔλαβες πολλῶν θαυμάτων τὰς δυνάμεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ τῶν σὺν αὐτῷ.
Ζωμοὺς χύτρας σῆς τοὺς ἱδρῶτας, Κοδρᾶτε,
Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.
Οὗτος ὑπῆρχεν ἐν Νικομηδείᾳ τῇ πόλει, ἐπὶ Δεκίου καὶ Οὐαλεριανοῦ. Διὰ δὲ τὴν εις Χριστὸν πίστιν, κρατηθεὶς σὺν ἄλλοις πολλοῖς ὑπὸ ἑλλήνων, παρεδόθη τῷ τῆς πόλεως Ἀνθυπάτῳ, καὶ ὁμολογήσας παῤῥησίᾳ τὸν Χριστόν, ἡπλώθη κατὰ γῆς, καὶ ἐτύφθη βουνεύροις ξηροῖς, αἱμάτων δὲ πληρώσας τὴν γῆν, τῷ δεσμωτηρίω παρεδόθη. Εἰς Νίκαιαν δὲ ἀχθείς, παρὰ τοῦ Ἀνθυπάτου, πάλιν ἐτιμωρήθη. Ἰδὼν δέ τινας τῶν σὺν αὐτῷ, φόβῳ τῆς κολάσεως, μέλλοντας θύειν, τὸν τοῦ Θεοῦ φόβον ὑπομνήσας, ἐστήριξεν, οὓς εἰς πῦρ ὁ Ἀνθύπατος ἔκαυσεν. Ὁ δὲ Ἅγιος Κοδράτος, ἐν τῷ ναῷ εἰσελθὼν τῶν εἰδώλων, τὰ ἐν αὐτῷ πάντα συνέτριψε ξόανα. Ὅθεν κρεμασθεὶς ξέεται, καὶ σάκκῳ βληθείς, τύπτεται βουνεύροις. Ἔνθα Σατορνῖνος και Ῥουφῖνος, πιστεύσαντες τῷ Χριστῷ, κρεμασθέντες ξέονται, καὶ τὰς κεφαλὰς ἀφαιροῦνται. Εἰς δὲ τὴν Ἀπολλωνίδα ἐλαύνων ὁ Ἀνθύπατος, επαγόμενος καὶ τον Ἅγιον, ἄλμην σὺν ὄξει συγκεράσας, καταχέει κατὰ τῶν πληγῶν αὐτοῦ, και τριχίνοις ὑφάσμασιν ἀνατρίβει, καὶ σίδηρα πυρωθέντα ἄγει ταῖς πλευραῖς αὐτοῦ. Διαβὰς δὲ τὸν Ῥουνδακόν, καὶ Ἑρμούπολιν καταλαβών, ἦγε καὶ τὸν Ἅγιον ἐφ’ ἁμάξης, μὴ δυνάμενον βαδίσαι, ἔνθα ἐπ’ ἐσχάρας πυρὸς ἁπλώσαντος τοῦτον, ἔλαιον καὶ πίσσαν ἄνωθεν ἐπέχεον. Εἶτα τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμον καὶ οὕτως ἐπληρώθη ἡ μαρτυρία.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ῥουφῖνος καὶ Σατορνῖνος, ξίφει τελειοῦνται.
Δυοῖν συνάθλων πρὸς τομὴν τόλμη ξίφος,
Πίστει γαρ ἐστομοῦντο τῇ τοῦ Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου.
Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων Πάτερ,
Ψυχαΐτης κέκλησαι ἐνδίκως μάκαρ.
Οὗτος ὁ μακάριος ἐκ νηπίου, Ἰωάννου καὶ Ἠλιοὺ τοὺς τρόπους μιμούμενος, ἐν σκληραγωγίᾳ τὸν βίον ἑαυτοῦ ῥυθμίσας, τοὺς πολέμους τῶν δαιμόνων ἐνίκησεν ἀνδρικώτατα, ταῖς τῶν δακρύων ῥοαῖς τὴν ψυχὴν προκαθαρθείς. Καὶ παννύχοις στάσεσι τὸν Θεὸν ἱλασκόμενος, καὶ ἰκμάδας προχέων δακρύων, ποταμοὺς ἐξήρανε τῶν αἱρέσεων, τοῦ Χριστοῦ τὸ ὁμοίωμα προσκυνῶν ὡς σεβάσμιον. Τῶν δὲ ἀσεβῶν τὰ βουλεύματα καταστρεψάμενος, ἠρίστευσεν, ἐξορίας πικράς, καὶ φυλακὰς καρτερῶς ὑπομείνας, καὶ νόμων προϊστάμενος, και πατρικῶν παραδόσεων, νόμων βασιλικῶν κατέπτυσεν, ὅθεν και ἀθλήσας καρτερῶς, τὸν ἴσον και αὐτὸν τοῖς Ἁγίοις ἀγῶνα, ὁμοίως και τὸν στέφανον ἤρατο, νοσούντων σώματα καὶ ψυχὰς θεραπεύων, ὡς τῶν θαυμάτων τὴν χάριν ἐκ Θεοῦ δεξάμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.
Λίθοις ἐπιβὰς Μάξιμος μεγαλόνους,
Ἀνῆλθε χαίρων οὐρανοῦ εἰς τὸ πλάτος.
Οὗτος ὁ μακάριος, παῤῥησίᾳ τὸν Χριστὸν κηρύξας, και πολλοὺς χειραγωγήσας πρὸς τὴν εὐσέβειαν, καὶ διαφόρους ὑπομείνας αἰκίας, ἔσχατον λίθοις βληθείς, καὶ οἰονεὶ στεφανωθεὶς ὑπ’ αὐτῶν, πρὸς Κύριον ἐξεδήμησε.




Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην τοῦ Ἁγίου Ὁσιομάρτυρος Παχωμίου, ἀσκήσαντος ἐν τῇ Νέα Σκήτη καὶ τῇ Σκήτη τῶν Καυσοκαλυβίων ἐν τῇ Καλύβη τοῦ Γέροντος αὐτοῦ Ἁγίου Ἀκακίου καὶ ἀθλήσαντος ἐν ἔτει 1730 τῇ ἡμέρα τῆς Ἀναλήψεως τοῦ Κυρίου.
Ποῦ πάχος ἐν σοι Παχώμιε εὑρέθη,
Πόνοις ξίφεσι τε λεπτύναντι τὸ βρίθον;

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ὁσίου Νείλου τοῦ Μυροβλύτου.
Νεῖλος ἄρδει νάμασι γῆν Αἰγυπτίων,
ὁ δὲ μοναστὰς τοῦ Ἄθωνος ἀρδεύει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς καταθέσεως τῶν λειψάνων τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουβεναλίου, του μαρτυρήσαντος ἐν ἔτει 132 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φλαβίου ἐπισκόπου Νικομηδείας, καὶ τῶν σὺν αὐτῷ Μαρτύρων καὶ αὐταδέλφων Αὐγούστου καὶ Αὐγουστίνου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου καὶ τῶν δώδεκα μαθητῶν αὐτοῦ· Σίω, Δαβίδ, Ἀντωνίου, Θαδδαίου, Στεφάνου, Ἰσιδώρου, Μιχαήλ, Πύῤῥου, Ζήνωνος, Ἰσέ, Ἰωσήφ, καὶ Ἀβίβου, τῶν ἐκ Συρίᾳ ὁρμωμένων καὶ ἐν Ἰβηρίᾳ ἀσκησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Σόρκϊυ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἱερέως Ἀλεξίου τοῦ Τόθ, τοῦ Καρπαθορώσσου, τοῦ ἐκ τῆς αἱρέσεως τῶν Οὐνιτῶν, εἰς τὴν Ὀρθόδοξον πίστιν, οὗτος μετὰ τῶν 3.614 ἐνοριτῶν του ἐν τῇ Ἀμερικῇ εἰσῆλθεν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἠ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τοῦ Λιούμπεχ Ῥωσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἠ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τοῦ Ζίροβιτς Ῥωσίας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
πετμήθεις τὴν κεφαλήν, πρὸς τὴν νοουμένην ἀνέπτης, τῆς Ἐκκλησίας κεφαλήν, τῷ τῆς νίκης στεφάνῳ κοσμούμενος, καὶ κραυγάζων πανόλβιε· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Μετὰ Μαρτύρων τοῦ Χριστοῦ, ὡς παναληθέστατος Μάρτυς, συνηρίθμηθης, τοὺς ἀθέους τυράννους τρεψάμενος, καὶ κραυγάζων Ἀκάκιε·  ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
ναπτερούμενος τὸν νοῦν, πρὸς τὴν μακαρίαν ἐλπίδα, τὴν τηρουμένην τοῖς πιστοῖς, τῶν Μαρτύρων ὑπῆλθες τὸ στάδιον, ἀναμέλπων τῷ Πνεύματι· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Θεοτοκίον.
ήσεις Παρθένε Προφητῶν, καὶ οἱ ἀρχαιότατοι τύποι, Σοῦ προτυποῦσιν ἐμφανῶς, Θεομῆτορ τὴν ἄχραντον γέννησιν, ἣν ὑμνοῦντες κραυγάζομεν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Τὴν ἄνω μητρόπολιν σοφέ, τὴν Βασιλεύουσαν τῷ ὄντι ἔκτησας,ἣν ᾠκοδόμησε Κύριος, καὶ ἁγίαν προητοίμασε, τοῖς πεποιθόσιν ἐπ’ Αὐτόν, καὶ πίστει ψάλλουσιν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
πέφερες τὴν ὀδυνηρὰν βασάνων αἴσθησιν, λιμόν τε τίκοντα διενθυμούμενος ἄριστε τὴν ἀΐδιον ἀπόλαυσιν, καὶ τὴν τρυφὴν καὶ τὴν χαρὰν τὴν διαμένουσα τοῖς βοῶσι· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
κάκιος μάκαρ προκληθείς, τὸν βίον ἄκακον, ἔσχες καὶ ἄμεμπτον καλλωπιζόμενος αἵματι, τῆς ἀθλήσεως πανεύφημε καὶ ἀρεταῖς μαρτυρικαῖς, ἀγλαϊζόμενος καὶ κραυγάζων· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Μυστήριον ξένον ἀληθῶς, ὑπὸ τὸν ἥλιον μόνη ὑπέδειξας, Θεὸν γὰρ τέτοκας ἄχραντε, τὸν ἀόρατον καὶ ἄναρχον, καὶ τὸν ἀχώρητον παντὶ καὶ ἀκατάληπτον, ᾧ βοῶμεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.












ᾨδὴ θ΄. Εὔα μὲν τὸ τῆς παρακοῆς.
χων μάκαρ τῆς ἀθλητικῆς ἐνστάσεως, διαλάμπων τὸ ἐπνίκημα, θρόνῳ παρέστης τοῦ Δεσπότου, Ἀγγέλων συγχορεύων στρατεύμασι, καὶ πᾶσι τὴν σωτηρίαν αἰτούμενος, τοῖς τὴν σὴν μνήμην μακαρίζουσιν.
Λαμπρά σου κατὰ τοῦ δυσμενοῦς πανόλβιε, τὰ τῆς νίκης ἀριστεύματα, σοὶ δὲ τὸ γέρας πολλῷ μεῖζον, ὁ σὸς ἀγωνοθέτης παρέχετο, καὶ θείας φωτοχυσίας ἐμπίπλησιν, ὅθεν σε πάντες μακαρίζομεν.
Πλησίον ἐγένου τοῦ Χριστοῦ μακάριε, καὶ γὰρ πάθος παραπλήσον, ἔτλης διό σε θεωρίας, τρανῶς καὶ θεοπτίας ἠξίωσεν, ὧν ἐπὶ γῆς τὰς ἐμφάσεις ἐκέκτησο, πόῤῥωθεν ταύτας ἀσπαζόμενος.
Θεοτοκίον.
ραῖός Σου κάλλει ὁ καρπὸς πανάμωμε, παρὰ πάντας πεφανέρωται, αἴγλῃ τὴν κτίσιν ὡραΐζων, τῇ τῆς καλλοποιοῦ ὡραιότητος, Ὃν ἐκτενῶς δυσωποῦσα διάσωσον, τοὺς Σὲ ἀπαύστως μεγαλύνοντας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου