Κυριακή 15 Ιουλίου 2018

ΜΑΪΟΣ 1. ΑΓΙΟΙ ΝΕΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΕΥΘΥΜΙΟΣ, ΙΓΝΑΤΙΟΣ & ΑΚΑΚΙΟΣ ΙΒΗΡΟΣΚΗΤΙΩΤΕΣ ΑΚΟΛΟΥΘΙΑ




ΜΑΙΟΥ Α.

ΕΥΘΥΜΙΟΥ, ΙΓΝΑΤΙΟΥ & ΑΚΑΚΙΟΥ

ΙΒΗΡΟΣΚΗΤΙΩΤΩΝ ΝΕΩΝ ΟΣΙΟΜΑΡΤΥΡΩΝ

ΑΚΟΛΟΥΘΙΑ.

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ Προσόμοια τῶν Ἁγίων. Ἦχος δ΄. Πανεύφημοι Μάρτυρες.

Πανεύφημοι Μάρτυρες ὑμεῖς, ἐν σταδίῳ σήμερον φωνὴν ὑψοῦντες κηρύττετε, Χριστὸν Θεάνθρωπον, καὶ ἀπίστων πλάνη, καὶ τὰ τούτων σύμβολα, ποσὶν ὑμῶν πατοῦντες συντρίβετε, τὴν κάραν δαίμονος, καὶ χαρὰν πιστοῖς παρέχετε, τὸν Σωτῆρα πιστῶς μεγαλύνοντες.

 

Ἐξέστη δαιμόνων ἡ πληθύς, καὶ Σατὰν ὁ δόλιος, ὁρῶν καταβέβληται, ἐν γὰρ τῷ σκάμματι, τὸν Σταυρὸν Κυρίου, ἀνυψοῦντες ἔνδοξοι, Χριστοῦ τῷ θείῳ πόθῳ φλεγόμενοι, φαιδροὶ πρὸς θάνατον, ἐπεσπεύσατε στεῤῥόψυχοι, καὶ Μαρτύρων δήμοις συνετάχθητε.

 

Εὐθύμιε Μάρτυς τοῦ Χριστοῦ, μετὰ σοῦ Ἰγνάτιον, τὸν φίλον ὄντως καὶ σύναθλον, καὶ τὸν Ἀκάκιον, σὺν τῷ Ὀνουφρίῳ, μιμητὰς ἀθλήσεως τῆς σῆς παραλαβὼν πρὸς τὸν Κύριον, θερμῶς πρεσβεύσατε, ὅπως φύγωμεν τὰ ἔνεδρα, ἐπηρείας δεινοῦ πολεμήτορος.

 

Τρισάριθμοι Μάρτυρες στεῤῥῶς, ἀνταγωνισάμενοι, τοῖς ὠμοτάτως δικάζουσι, καὶ ὑπομείναντες, τῶν κολαστηρίων εἴδη φρικωδέστατα, τῆς ἄνω Βασιλείας ἐτύχετε· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ το μέγα ἔλεος.

 

Δόξα. Ἦχος α΄.

Μακάριοι ἐστὲ ὑμεῖς, οἱ τῆς Τριάδος ἰσάριθμοι, νεομάρτυρες ἔνδοξοι, διὰ τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν. Ἐν ὀλίγῳ γὰρ τελέσαντες τὸν δρόμον τοῦ μαρτυρίου ὑμῶν, ἀπηλαύσατε εὐφροσύνης αἰωνίου, μετὰ Ὁσίων συναγαλλόμενοι, καὶ μετὰ Μαρτύρων συναγελαζόμενοι. Ἐντρυφώντες οὖν τοῦ θείου κάλλους ἀνενδότως, μὴ ἐπιλήσησθε ἡμῶν πρεσβεύοντες πρὸς Κύριον, ἐπιτυχεῖν ἡμᾶς τῆς αὐτῆς εὐφροσύνης, παμμακάριστοι.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

 

 

 

Εἰς τὸν Στίχον, προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦρο πᾶσα πληθὺς, τῶν χριστωνύμων ὕμνοις, τιμήσωμεν αἰσίως, τοὺς Μάρτυρας τοὺς νέους, οὓς ὁ Χριστὸς ἐδόξασε.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Εὖχος τῶν ἀσκητῶν, ἀγλάϊσμα Μαρτύρων, Εὐθύμιε ἐδείχθης, σὺν θείῳ Ἀκακίῳ, καὶ πρέσβυς ἡμῶν ἄγρυπνος.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ἄγχος τῶν ἀσεβῶν, Ἰγνάτιε ἐγένου, τελειωθεὶς ἀγχόνην, Χριστοῦ δὲ Μάρτυς νέος, ᾧ ὑπὲρ πάντων πρέσβευε.

 

Δόξα. Ὅμοιον.

Σέλας τὸ τριλαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τῶν Σῶν Νεομαρτύρων, πρεσβείαις εὐπροσδέκτοις, ἐλέησον τὸν κόσμον Σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ τοῦ Ἰησοῦ, Θεόνυμφε Μαρία, μετὰ τῶν νεοάθλων, ὑπὲρ ἡμῶν τὸν Κτίστην, πρεσβεύσατε δεόμεθα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους φωστῆρας.

Ἰσάριθμοι Τριάδος τῆς ἀκτίστου ὑπάρχοντες, σὺν ταῖς τῶν Ἀγγέλων χορείαις, καὶ Μαρτύρων τοῖς τάγμασι, παρίστασθε χαίροντες ὑμεῖς, τῷ θρόνῳ τῆς θεότητος σοφοί· διά τοῦτο ἐν μεθέξει, τὰς ἀστραπὰς ἐκεῖθεν προσλαμβάνοντες, πηγὰς ἰαμάτων τοῖς πιστοῖς παρέχετε καὶ θεῖον φωτισμόν, Μάρτυς Εὐθύμιε Χριστοῦ, σὺν τῷ σοφῷ Ἰγνατίῳ καὶ τῷ θείῳ Ἀκακίῳ τε, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν προσόμοια τῶν Ἁγίων. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὴν καινὴν καὶ χαρμόσυνον, ἑορτὴν Χριστὲ σήμερον, τῶν Νεομαρτύρων Σου ἑορτάζοντες, ἔαρος ὥρᾳ φιλάνθρωπε, ὡς ἄνθη πανεύοσμα, χελιδόνας τορευτάς, κελαδούσας ἐν χάριτι Σὴν θεότητα, καὶ πληρούσας χαρᾶς τῶν ὀρθοδόξων, τὰς καρδίας Σοι ἐν πίστει, αὐτῶν τοὺς ἄθλους προσφέρομεν. [Δις].

 

Αἰσθητὸν ἔαρ σήμερον, αἰσθητὴν κτίσιν ηὔφρανε, νοητὸν ἀνέτειλε ἡ Ἀνάστασις, Χριστοῦ καὶ φύσιν ἐν Πνεύματι, βροτῶν ἀναπλάττουσα, ἐπευφραίνει νοητῶς. Νῦν δὲ ἔαρ τριπλάσιον ἡ πανήγυρις, τῶν τριῶν Ἀθλοφόρων κατατέρπει, τριπλασίως τὰς αἰσθήσεις, ψυχῆς ἡμῶν καὶ τοῦ σώματος. [Δις].

 

Ὡς ὡραῖοι καὶ πάγκαλοι, νεανίαι παρίστασθε, τῷ Χριστῷ μακάριοι Νεομάρτυρες, κόσμον φοροῦντες βασίλειον, τὰ εἴδη κολάσεων, καὶ ὡς λίθους καθαρούς, τῆς σαρκὸς ὑμῶν στίγματα, τῶν αἱμάτων δὲ τὴν ῥοὴν ὡς πορφύραν, καὶ Σταυρόν τε θεῖον σκῆπτρον μετὰ δόξης, σὺν τοῖς Ἀγγέλοις ἀγάλλεσθε.

 

Τῆς Τριάδος ἰσάριθμοι, Νεομάρτυρες ἔνδοξοι, Ἀθληταὶ ἀήττητοι καὶ στεῤῥότατοι, ὁ θεῖος ὄντως Εὐθύμιος, σὺν τούτῳ Ἰγνάτιος, καὶ Ἀκάκιος στεῤῥὸς, οἱ καινὴν συγκροτήσαντες νῦν πανήγυριν, τῷ Δεσπότῃ τῶν ὅλων τὰς δεήσεις, μὴ ἐλλείπητε προσφέρειν, ὑπὲρ ἡμῶν ἀξιάγαστοι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Σήμερον ἐξέλαμψαν ἐν τῷ τῆς πίστεως στερεώματι, οἱ τρεῖς ἥλιοι λαμπροὶ καὶ τερπνότατοι, ἡ ὑπέρλαμπρος Τριὰς τῶν σοφῶν Νεομαρτύρων τοῦ Χριστοῦ, οὕς οἱ πιστοὶ συνελθόντες ἐν τῷ σεπτῷ αὐτῶν τεμένει, ἐαρινοῖς ᾄσμασι καταστέψωμεν λέγοντες: Χαίρετε τρεῖς Ἀθληταὶ πανένδοξοι, τῆς Ὀρθοδόξου πίστεως νεόδμητα φρούρια, καὶ βάσεις ἀσφαλέστατοι. Χαίροις Εὐθύμιε μέγιστε, ὁ πρὸ τῶν ἀπίστων διατρανώσας τὴν θεότητα Χριστοῦ, καὶ τὴν δαίμονος Ἄγαρ πλάνην σοφῶς καταβαλών, ὅς ὥς ὁ νικηφόρος Ἀθλητής, μετὰ βαΐων καὶ κλάδων τὸ πάθος προλαβὼν τοῦ Κυρίου σεαυτῷ ὑπερζωγράφησας, στάδιον ἀνοίξας μαρτυρίου λαμπρότατον, τοῖς μετὰ σὲ ἐλθοῦσι τρισὶ συναθληταῖς. Χαίροις Ἰγνάτιε ἔνδοξε, ὁ μιμητὴς γενόμενος τῶν παθημάτων τοῦ Χριστοῦ ἀκριβέστατος, καὶ τῇ ἀγχόνῃ σου ἀποπνίξας τὸν διάβολον. Χαίροις Ἀκάκιε πανέντιμε, ὁ τῇ ῥοῇ τῶν αἱμάτων σου ἐπιχρώσας σεαυτῷ ἁλουργίδα βασίλειον, μεθ’ ἧς παρίστασαι τῷ θρόνῳ τῆς θεότητος. Ἀλλ’ ὦ τριαδικὰ ἀσυνθέτου Τριάδος, ἀπλανῆ ἐνδιαιτήματα, μὴ διαλείπητε πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].

Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός` ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Γ 1-9]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατά σάρκας Μητρὸς Αὐτοῦ τὴν κοίμησιν ἐποπτεύσαι, τελευταῖον οὖσαν ἐπ’ αὐτῇ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆ τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς τεκούσης Αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι. Διόπερ πάντοθεν θείᾳ δυνάμει περαιωθέντες τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβὶμ, ἥν καὶ ἡμεῖς σὺν αὐτοῖς προσκυνοῦμεν, ὥς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Ὡς ἔαρ εὐφρόσυνον, ἀνέτειλεν σήμερον ἡ τρισαυγὴς τῶν νεομαρτύρων πανήγυρις. Δεῦτε οὖν φαιδρῶς ἑορτάσωμεν φιλέορτοι, τρυφῶντες ἐν πνεύματι τοῖς διὰ Χριστὸν ἀγῶσιν αὐτῶν καὶ παλαίσμασιν. Ὅτι τὴν φύσιν ἐκβιασάμενοι, ὑπερήλασαν πάντας τῇ ἁγιότητι, καὶ τῷ ἔρωτι τοῦ Κυρίου φλεγόμενοι, ἔδραμον ἑκουσίως πρὸς τὸ μαρτύριον, καὶ τὸ ἔνδοξο ποτήριον τοῦ θανάτου πιόντες ἐν χαρᾷ, ἐδέξαντο τὸν τῆς νίκης στέφανον, ὡς νικηταὶ καὶ τροπαιοῦχοι, οἱ πανένδοξοι Εὐθύμιος, Ἰγνάτιος, καὶ Ἀκάκιος. Καὶ νῦν μετ’ Ἀγγέλων ἐν οὐρανοῖς χορεύοντες, Ὁσίων καὶ Μαρτύρων, καὶ μέσον ἡμῶν ἱστάμενοι ἀοράτως, ἐν τῷ σεπτῷ αὐτῶν τεμένει, ἁγιάζουσιν ἡμᾶς τοὺς ἐκτελοῦντας τὴν ἱερὰν αὐτῶν καὶ σεβάσμιον πανήγυριν.

 

Ἦχος δ΄.

Τοὺς ἀριστέας Χριστοῦ τρισαρίθμους ὁπλίτας Εὐθύμιον, Ἰγνάτιον, καὶ Ἀκάκιον, συνελθόντες ἀδελφοὶ ἐν τῷ σεπτῷ αὐτῶν τεμένει, ἐγκωμίοις μαρτυρικοῖς καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν οὗτοι γὰρ τῶν τυραννούντων τὰ θράση μὴ δειλιάσαντες, μᾶλλον δὲ τὴν πίστιν Χριστοῦ τρανῶς κηρύξαντες, νομίμως ἐνήθλησαν, καὶ τὰ τῆς νίκης βραβεῖα παρ’ αὐτοῦ ἐκομίσαντο· καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων χορεύοντες τὴν ἀκατάλυτον χορείαν, αἰτοῦνται τῇ οἰκουμένη εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. α΄.

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε αὐτῷ πᾶσα ἡ γῆ. Σήμερον γὰρ οἱ τρεῖς Αὐτοῦ Νεομάρτυρες Εὐθύμιος, Ἰγνάτιος, καὶ Ἀκάκιος, καινὴν ἑορτὴν συστησάμενοι, φιλοφρόνως δεξιοῦνται τοὺς συνελθόντας αὐτοῖς ἐραστάς, ἄϋλον τράπεζα παραθέμενοι, τοὺς διὰ Χριστὸν αὐτῶν ἀγώνας, ὡς ἐδέσματα παντοδαπὰ προβάλλουσι. Δεῦτε οὖν νοητῶς ἀριστήσαντες, εὐφρανθῶμεν τῷ πνεύματι, καὶ τῷ Δεσπότῃ Χριστῷ ἐκ καρδίας εἴπωμεν: Εἴης εὐλογημένος εἰς τοὺς αἰῶνας Κύριε, ὁ καὶ τούτους τοὺς ἐραστάς Σου νικητὰς ἀναδείξας τῆς ἁμαρτίας, καὶ στεφάνῳ δόξης αὐτοὺς κατακοσμήσας. Ἀξίωσον οὖν καὶ ἡμᾶς, μιμητὰς γενέσθαι τῶν ἀρετῶν αὐτῶν, καὶ τῆς ἴσης δόξης ἐπιτυχεῖν, Πολυέλεε Κύριε, δόξα Σοι.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Εἰς τὰ ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις Νεομαρτύρων Τριὰς, οἱ τῆς Τριάδου τῆς ἀκτίστου ὑπέρμαχοι, οἱ πᾶσαν τὴν γῆν ἀκτῖσι τοῦ μαρτυρίου ὑμῶν ὡς φωστῆρες θεῖοι καταλάμψαντες, καὶ νῦν προσδεχόμενοι παρ’ ἡμῶν τὰ ἐφύμνια, καὶ τὰς δεήσεις τῷ Δεσπότῃ προσάγοντες καὶ ἰάματα, δεομένοις βραβεύοντες, θύματα ἀεισέβαστα, κειμήλια ἔντιμα, ἄνθη καὶ ὡραία καὶ νέα τῆς τῶν πιστῶν ὁμηγύρεως. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Χαίροις Νεομαρτύρων Τριὰς, ὁ τὰς δαιμόνων παρατάξεις τρεψάμενος, καὶ πᾶσαν Ἀγγέλων φύσιν ὁ καταπλήξας σαφῶς καὶ πληθὺν βραβείων ἐπαράμενος, σοφῶς τὸν ἀντίχριστον, ὁ ἐλέγξας Εὐθύμιε, καὶ εὐθυμίαν τοῖς πιστοῖς μνηστευσάμενος, ὁ τοῦ σκότους τε, ἀποπνίξας τὸν ἄρχοντα, πάθη ὁ μιμησάμενος Χριστοῦ μου Ἰγνάτιε, ὅλος ὡραῖος ἐμπρέπων τῇ ἀκακίᾳ Ἀκάκιε. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ...

Χαίροις Νεομαρτύρων Τριὰς, οἱ Ἀθλοφόρων παλαιῶν μιμησάμενοι, τὴν στάσιν καὶ καρτερίαν καὶ τὸ γενναῖον σαφῶς, καὶ στεφάνους ἴσους εἰσδεξάμενοι. Χριστοῦ θείῳ ἔρωτι πυρποληθέντες ἀοίδιμοι, ἑαυτοὺς εἰς θάνατον ἑκουσίως ἐδώκατε, καὶ ὡς Ἅγιοι, παρ’ ἡμῶν νῦν δοξάζεσθε, νόμιμον οἱ τελέσαντες, ἀθλήσεως στάδιον, νόμιμα στέφη καὶ θεῖα, παρὰ Χριστοῦ κομισάμενοι. Αὐτὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Χαίρετε ἐν Κυρίῳ Τριάδος ἰσάριθμοι, Νεομάρτυρες ἔνδοξοι. Χαίρετε ἐν Χριστῷ τῷ Θεῷ, καὶ πάλιν χαίρετε Εὐθύμιε, Ἰγνάτιε, καὶ Ἀκάκιε, τὸ τρισσοφαὲς τριστέλεχον ἄθροισμα, ἡ νεοσύλλεκτος χορεία, καὶ τρίπλοκος, ἡ γενναία παράταξις τοῦ Παντάνακτος Θεοῦ. Χαίρετε τὰ πόνοις ἀσκήσεως λευκανθέντα κρίνα τῆς Ἐδὲμ, καὶ αἵμασι μαρτυρικοῖς, φοινιχθέντα ρόδα τῆς χάριτος, ἡ λαμπρὰ ἁρμονία τῆς θεότητος τοῦ Ἰησοῦ, καὶ τῆς ἀγάπης Αὐτοῦ ὁ σύνδεσμος, ὁ ἀδιάῤῥηκτος συνασπισμός τῆς πίστεως, τὸ τρίτειχον φρούριον τῆς πόλεως τοῦ Θεοῦ, ὁ τριώροφος οἶκος τῆς Παναγίας Τριάδος, τὰ καθαρὰ καταγώγια Πατρὸς Υἱοῦ καὶ Ἁγίου Πνεύματος. Χαίρετε παῖδες τοῦ Χριστοῦ ὡραιότατοι, Μάρτυρες Ἅγιοι, τὰ νεόθυτα πρόβατα, οἱ προσαγόμενοι μόσχοι, τῇ μυστικῇ τραπέζῃ τοῦ Χριστοῦ καὶ Θεοῦ, ὧν καὶ τὰ αἵματα βοῶσιν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους φωστῆρας.

Ἰσάριθμοι Τριάδος τῆς ἀκτίστου ὑπάρχοντες, σὺν ταῖς τῶν Ἀγγέλων χορείαις, καὶ Μαρτύρων τοῖς τάγμασι, παρίστασθε χαίροντες ὑμεῖς, τῷ θρόνῳ τῆς θεότητος σοφοί. Διά τοῦτο ἐν μεθέξει, τὰς ἀστραπὰς ἐκεῖθεν προσλαμβάνοντες, πηγὰς ἰαμάτων τοῖς πιστοῖς παρέχετε καὶ θεῖον φωτισμόν, Μάρτυς Εὐθύμιε Χριστοῦ, σὺν τῷ σοφῷ Ἰγνατίῳ καὶ τῷ θείῳ Ἀκακίῳ τε, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Εἰς τὴν α΄ στιχολογίαν. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.

Λαμπρὰ ἡ τῶν ὡρῶν, βασιλὶς ἀνατέλλει, ὑπέρλαμπροι δὲ νῦν, συνεκλάμπουσι ταύτῃ, Χριστοῦ οἱ Νεομάρτυρες, ὁ σοφὸς Εὐθύμιος, καὶ Ἰγνάτιος, σὺν τῷ κλεινῷ Ἀκακίῳ, οἱ κηρύξαντες, ἐν τῷ σταδίῳ γενναίως, Χριστοῦ τὴν θεότητα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς

 

Εἰς τὴν β΄ στιχολογίαν. Ἦχος γ΄. Θείας πίστεως.

Νέος ἔλαμψας, Χριστοῦ τῇ πίστει, Μάρτυς ἔνδοξε, λαμπρὰν Τριάδα, Ἀθλοφόρων πληρῶν καὶ τυπούμενος, τὸν ἀριθμὸν ἀρχιθέου Τριάδος τε· ἀλλ’ ἐμφραγήτωσαν στόματα βλάσφημα, μη δεχόμενα Νεομαρτύρων τὴν ἄθλησιν, ὁμολογούντων Χριστοῦ τὴν θεότητα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς

Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῶν λαμπρῶν ἀγώνων σου, τὴν οἰκουμένη, ὡραΐζει ἔνδοξε, βαϊοφόρος ἑορτή, Ὁσιομάρτυς Εὐθύμιε· σῶζε τρισμάκαρ, τοὺς πόθῳ τιμῶντάς σε.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς

 

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ...

Εὐαγγέλιον κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος, προσέχετε ἀπὸ τῶν ἀνθρώπων...

Δόξα. Ταῖς τῶν Ὁσιοάθλων πρεσβείαις...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.Στίχ.: Ἐλέησον με, ὁ Θεός...

Λίαν ἐμοὶ ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐμοὶ ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν. Περισσοτέρων δέ μοι ἠγαπήθησαν οἱ Μάρτυρές Σου Κύριε· ὅτι τῷ ἰδίῳ αἴματι αὐτῶν κηρύξαντές Σου τὴν θεότητα, στηρίζουσιν ἡμᾶς, τῇ σωτηρίῳ ὁμολογίᾳ, τοῦ Τρισαγίου Σου ὀνόματος. Εὐχαῖς οὖν τῶν νέων Σου τούτων Μαρτύρων, Εὐθυμίου, Ἰγνατίου, καὶ Ἀκακίου, στήριξον Ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν Σου Χριστὲ, καὶ πλουσίαν τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος

 

Εἶτα οἱ Κανόνες· τοῦ Πεντηκοσταρίου, καὶ τῶν Ἁγίων.

Ἦχος α΄. ᾨδὴ α΄. Ἀναστάσεως ἡμέρα.

Ἀναστάσεως ἡμέρα τοῦ Κυρίου Χριστοῦ, δεῦτε συμφώνως πάντες, τριῶν Μαρτύρων ἑορτὴν συγκροτήσωμεν πιστοί· Τριὰς ὁ Θεός, αὐτοὺς γὰρ ἐδόξασεν, ἐπινίκιον ᾄδοντας.

Ἀναστάσεως ἡμέρα Βασιλέως Χριστοῦ· πάντα καινὰ ὁρῶντες, δεῦτε συμφώνως καὶ ἡμεῖς, συγκροτήσωμεν πιστοί, καινὴν ἑορτήν, τοὺς τρεῖς Νεομάρτυρας, μετὰ πόθου ἐξάδοντες.

Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ ὀψόμεθα, τὸν Ἀναστάντα Χριστόν, καὶ τρεῖς Νεομάρτυρας, Αὐτοῦ ἐξαστράπτοντας, ἡλίου φαιδρότερον, καὶ πάντας αὐγάζοντας, τοὺς πιστοὺς ἐν τῇ χάριτι.

Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ ὀψόμεθα, τρεῖς παρηλίους λαμπρούς, νῦν συνανίσχοντες, Χριστῷ ἐκ τοῦ μνήματος, ἡλίῳ ἐκλάμψαντι, σεπτοὺς Νεομάρτυρας, καὶ πιστοὺς καταυγάζοντας.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ πόθῳ, ἡ Ἰβήρων Μονή εὐμοιρήσασα, μαρτυρικῶν λειψάνων θησαυροῦ ἀναφαιρέτου.

Θεοτοκίον.

Ἀναστάντα κατιδοῦσα τὸν Υἱὸν καὶ Θεόν, ἤσθης σὺν Ἀποστόλοις, Θεοχαρίτωτε Ἁγνή, καὶ τὸ χαῖρε πρωτουργός, ὡς πάντων χαρᾶς αἰτία εἰσδέδεξαι, Θεομῆτορ Πανάμωμε.

ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν.

Δεῦτε ἔαρ πάντες νοητόν, ἐν καιρῷ τοῦ τῆς φύσεως ἔαρος ἴδωμεν, τοὺς Νεομάρτυρας ὡς ἄνθη ὀρέγοντας ἡμῖν, θαυμάτων παράδοξα.

Νῦν πάντα πεπλήρωται φωτός, τῇ ἐγέρσει τοῦ Κτίστου συνεκλαμπρυνόμενα· ἀλλ’ ἑορτάζει φαιδρῶς, καὶ μνήμη τριῶν συναθλητῶν, πιστῶν ἡ ὁμήγυρις.

Βαΐα Εὐθύμιε χερσὶ, ὡς βραβεῖα κατέχων ἀκαταπτόητος, πρὸς τὴν σφαγὴν ἐν χαρᾷ, ἐπέδραμες ἔρωτι Χριστοῦ, σοφὲ πυρπολούμενος.

Τῷ ὅπλῳ Σταυροῦ περιφραχθείς, ὥσπερ λέων ἐπέβης ἀγχόνῃ Ἅγιε, καὶ συμπλακεὶς τῷ ἐχθρῷ, τὴν νίκην ἐξήγειρας λαμπράν, Ἰγνάτιε ἔνδοξε.

Χθὲς Σὺ ἐνεκρώθης ὦ Χριστέ, ὁ Ἀκάκιος κράζει ἀποτεμνόμενος· νῦν δὲ κἀγὼ διὰ Σέ. Αὐτὸς μὲν συνδόξασον Σωτήρ, ἐν τῇ Βασιλείᾳ Σου.

Θεοτοκίον.

Θεὸν Ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε καὶ τοῦτον ὡς Θεὸν, Ἄχραντε μεγάλυνε.

 

Εἶτα κάθισμα τῶν Ὁσιομαρτύρων. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.

Τῶν βασάνων τὰ εἶδη τὰ χαλεπά, ὀσιόαθλοι θεῖοι καρτερικώς, ὑμεῖς ὑπεμείνατε, γενναιόφρον Εὐθύμιε, καὶ Ἰγνάτιε θεῖε, τρισμάκαρ Ἀκάκιε· παρομοίοις τρόποις, λαμπρῶς ἐδοξάσθητε, θεραπεύειν τὰς νόσους μετὰ τέλος τὴν χάριν, ἐξ ὕψους ἐδέξασθε, τοῖς ἐν πίστει προστρέχουσι τῇ σορῷ τῶν λειψάνων ὑμῶν· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς

 

ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.

Ἐπὶ τῆς θείας φυλακῆς, στάντες οἱ Μάρτυρες Χριστοῦ, ἔχοντες Αὐτὸν ἐν καρδίᾳ, μετὰ πόθου ἔκραζον, Αὐτῷ οἱ παμμακάριστοι, σήμερον ἡμῖν σωτηρία Σῶτερ, εἴγε θανοῦμεν διὰ Σὲ παντοδύναμε.

Ὁ ἐνιαύσιος ἀμνός, ὁ ἐκ Παρθένου προελθών, στέφανον ἡμῖν νῦν παράσχου, διὰ Σὲ πρὸς θάνατον σήμερον ἐπισπεύδουσιν, ἔκραζον τῷ ὡραίῳ ἐκ τάφου, οἱ Νεομάρτυρες Χριστῷ, ἡλίῳ λάμψαντι.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ἡμεῖς δὲ προσφορὰν δι’ αἵματος χαίροντες προσερχόμεθα, ὁρῶντές Σε ἐκ τάφου ὡραῖον ἐξαναστάντα Χριστέ, βοῶσιν οἱ Μάρτυρες.

Νάουσιν ἀθανασίας Νεομαρτύρων αἱ σοροί, ῥεῖθρα πρὸς Χριστοῦ, καὶ θαυμάτων πελάγη τοῖς κάμνουσι. Ψαύσωμεν ὀστέων νεκρῶν ἐν πίστει, καὶ κατίδωμεν θαῦμα τὴν εὐωδίαν αὐτῶν, ὄντως οὐράνιον.

Θεοτοκίον.

Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς βροτῶν σωτηρίαν, σὺν Ἀποστόλοις Αὐτὸν χαίρουσα δόξαζε.

ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.

Ὀρθρίζομεν ὑμῶν τῷ τεμένει, Χριστὸν ὑμνοῦντες, τὸν ἐκ τάφου λάμψαντα ζωοδότην, ὑμᾶς θαυμαστώσαντα, καὶ δόξῃ στεφανώσαντα, ὦ Νεομάρτυρες ἔνδοξοι.

Τὴν ἄμετρόν σου παῤῥησίαν, Νεομαρτύρων Τριάς, δεδορκὸς ὁ τύραννος τῷ θανάτῳ, παρέδω, ἑλκόμενοι πρὸς ὅν, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες ἐδράμετε.

Προσέλθωμεν ἐν ταῖς βασάνοις, καὶ ἀντὶ μύρου τὸ αἷμα προσοίσωμεν τῷ Δεσπότῃ, ἐν τοῖς ἄθλοις ἔλεγον, οἱ σοφοὶ Νεομάρτυρες, Πάσχα κροτοῦντες σφαττόμενοι.

Θεοτοκίον.

Οὐκ ἤνοιξας Παρθένου ἐν τῷ σαρκοῦσθαι, μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς Κτίσεως· ὅθεν ἐξαναστάντα Σε, θεασαμένη ἠγάλλετο.

 

ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.

Κατῆλθες Μαρτύρων τοῖς ἄθλοις Τριάς, καὶ συντρίψασα ἐχθροῦ τὰς παγῖδας, ἀνῆλθες εἰς οὐρανοὺς ἐν χαρᾷ, καὶ ὁ Κύριος, διαδήματι λαμπρῷ, ἐπέστεψέ σε τῆς νίκης.

Τῷ πόλῳ περιπολεύοντες ὑμεῖς, καὶ τῷ θρόνῳ τοῦ Χριστοῦ ἐστηκότες, πορφύραν ἡμφιεσμένοι λαμπράν, συνευφραίνεσθε, τῶν Μαρτύρων τοῖς χοροῖς, καὶ Ὁσίων τοῖς δήμοις.

Ποθοῦντες οἱ Μάρτυρες φθάσαι Χριστόν, ἐξελθόντες τοῖς ἄθλοις, μέχρι θανάτου ὄντως, κατηγωνίσαντο, καὶ διέῤῥηξαν, τὰς παγῖδας τοῦ ἐχθροῦ, ὡς ἱστὸν τῆς ἀράχνης.

Τελέσαντες δρόμον ἀθλήσεως λαμπρόν, ἀνηνέχθητε ὄντως, εἰς μονὰς οὐρανίους, ὦ Νεομάρτυρες, καὶ εἰλήφατε τὸ διάδημα λαμπρόν, ἐκ χειρὸς τοῦ Δεσπότου.

Φοινίκων τοὺς κλάδους βραβεία ἐν χερσί, καὶ Σταυρὸν ὥσπερ σκῆπτρον, καὶ ῥοὴ τῶν αἱμάτων πορφύραν φέροντες, συμπαρίστασθε, βασιλεύοντες Χριστῷ, Νεομάρτυρες θεῖοι.

Φυλάξασι πίστιν Χριστοῦ, καὶ λαμπρὸν ἐκτελέσασι δρόμον, καὶ ἀγῶνα ὡραῖον ἀγωνισαμένοις, Νεομάρτυρες, ἠνεώχθησαν ὑμῖν, Παραδείσου αἱ πύλαι.

Θεοτοκίον.

Κατῆλθεν ἐν τοῖς κατωτάτοις τοῖς γῆς, ὁ λαγόσι Σου Ἁγνή, κατελθών, καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν, καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδὰμ ἀναστὰς ἐκ τοῦ τάφου.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐπεφάνη σήμερον τῇ Ἐκκλησίᾳ, ἡ καινὴ πανήγυρις, τῶν Ἀθλοφόρων τῶν τριῶν, δίκην φωστήρων αὐγάζουσα, τῶν ὀρθοδόξων, Χριστὲ τὰ συστήματα.

Ὁ Οἶκος.

Οἱ ἐν Ἄθῳ ἀσκοῦντες δεῦτε πάντες συνδράμωμεν καὶ ἐν τῇ τοῦ Προδρόμου ἱερᾷ Σκήτῃ συνελθόντες κατίδωμεν θαύματα ξένα θείᾳ δυνάμει τερατουργούμενα. Εὑρήσομεν ἐκεῖ τρεῖς νέους Ὁσιομάρτυρας, Εὐθύμιον, Ἰγνάτιον, καὶ Ἀκάκιον, οἵτινες, εἰ καὶ πρὸς ὥραν τῇ βίᾳ καθυπαχθέντες ἠρνήσαντο φεῦ! τὸν πάντων Σωτήρα Χριστὸν, ἀλλ’ ὕστερον ἀσκητικοῖς ἑαυτοὺς ἐκδόντες καμάτοις, τὴν Κωνσταντίνου μετά βαΐων καί κλάδων στεφηφόροι καταλαβόντες, ὡς οἱ πάλαι ἀβραμιαῖοι τρεῖς παῖδες, κατὰ τῆς πλάνης ἠνδραγάθησαν· τὸν γὰρ τῆς Ἄγαρ ἀπάτης ψευδοπροφήτην ὡς ἀντίχριστον καταισχύναντες, τὴν ὀρθόδοξον πίστιν τῷ ἰδίῳ αἵματι αὐτῶν ἐστήριξαν καὶ ἐβεβαίωσαν, τὸν Σωτῆρα Χριστὸν, Θεὸν καὶ ἄνθρωπον διατρανώσαντες. Ἔνθεντοι καὶ μακρὰ πελάγη διαπεράσαντες ἀδιάφθοροι, τόνδε τὸν ἱερὸν ναὸν ἐκληρώσαντο, τοῖς ἰδίοις τάφοις, καὶ τῇ σορῷ τῶν λειψάνων αὐτῶν. καὶ νῦν ἰάσεις βραβεύοντες τοῖς ἐν πίστει προστρέχουσι, καταυγάζουσι τῶν ὀρθοδόξων τὰ συστήματα.

 

Συναξάριον

Τῇ Α' τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων τριῶν Ὁσιομαρτύρων Εὐθυμίου, Ἰγνατίου, καὶ Ἀκακίου τῶν νέων.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Ὁ παῖδας ἐκ καμίνου.

Γενναίως τὸν καλὸν διανύσαντες, ἀγῶνα Νεομάρτυρες, σώματος ὑμεῖς, τὴν τελευτὴν ἀλογήσαντες, νῦν παρίστασθε, χαίροντες ζῶντι Χριστῷ, τοῦ Πάσχα τοῦ μυστικοῦ, ἐν οὐρανοῖς ἀεὶ γευόμενοι.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Χριστοῦ τὴν Ἀνάστασιν, ἄθλησιν σεπτὴν, Νεομαρτύρων τῶν σοφῶν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πολύφωτος, αὕτη ἡ ὑπέρλαμπρος, μνήμη τῶν τριῶν Νεομαρτύρων Σου Χριστὲ, καὶ θεία πέφυκε, πάντας εὐφραίνουσα, πιστοὺς ὑμνοῦντάς Σε νῦν, τὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ᾈσμάτων ἱερῶν ἀναλάβωμεν, σάλπιγγα θεόφρονες, καὶ τὴν ἱεράν, Νεομαρτύρων κροτοῦντες μνήμην εἴπωμεν· Χαίρετε ἔσοπτρα νῦν, Τριάδος τὰ μυστικὰ καὶ ἡμῶν τῶν πιστῶν τὰ ἐντρυφήματα.

Θεοτοκίον.

Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν Σὴν Θεοχαρίτωτε νηδύν, καὶ Σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς ὡς παντοδύναμος.

 

 

 

 

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, καθ’ ἣν ὑμῶν κροτοῦμεν, τοῦ μαρτυρίου τοὺς ἄθλους. Ἑορτῶν ἑορτὴν ἐγκαινιάζοντες ὑμῶν Νεομάρτυρες, ὑμνοῦμεν Χριστὸν, Θεὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τὴν καινὴν τῶν Μαρτύρων πανήγυριν, καιναῖς ὑμνολογίαις, πανηγυρίσωμεν σήμερον φιλέορτοι· ἐγκαινίζοντες Χριστοῦ τὴν Ἀνάστασιν, ὑμνοῦμεν Αὐτὸν, Θεὸν εἰς τοὺς αἰῶνας.

Φέρων ἐν χερσὶ τὸν Σταυρὸν καὶ βαΐα, Εὐθύμιε τῷ ξίφει, τὴν κεφαλὴν ἀπτοήτως, ὑποκλίνας σοφὲ, Βασιλείας τοῦ Χριστοῦ ἐκοινώνησας, κραυγάζων Αὐτῷ, ὠσαννὰ εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου τριὰς Μαρτύρων καὶ ἴδε, συνηγμένους τοὺς ἐκ ψυχῆς σε ποθοῦντας, καὶ ὡς φίλους ἡμᾶς ἀδελφούς τε καὶ οἰκέτας διάσωζε, ἀνυμνολογοῦντας, ὑμῶν τὴν θείαν μνήμην.

Θεοτοκίον.

Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος ὁ Υἱός Σου Παρθένε, ἐν τῇ Αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.

Φαιδρύνου ἡ Σκήτη, ἡ τοῦ Σωτῆρος Βαπτιστοῦ, τῶν σῶν τέκνων ἡ δόξα, σοὶ γὰρ ἀνατέταλκε· χόρευε φίλη, παιάνιζε Σύ, ὅτι σοροὺς τρεῖς Νεομαρτύρων, πηγὴν θαυμάτων ἐπλούτησας.

Ὢ θείας ὢ φίλης, ὢ γλυκυτάτης τελευτῆς, ἣν ὑπέστητε ὄντως, τῷ Χριστῷ μακάριοι, ὦ Νεομάρτυρες ἔνδοξοι τρεῖς· οὓς οἱ πιστοὶ ἔχοντες προστάτας, οὐκ αἰσχυνθησόμεθα.

Ὢ θείας, ὢ φίλης, ὢ υποσχέσεων τερπνῆς, μεθ’ ἡμῶν ἔτι ζῶντες, εἶναι ὑπεσχέθητε, φύλακες θεῖοι τοῦ βίου ἡμῶν, οὓς οἱ πιστοὶ πρέσβεις τῷ Κυρίῳ, προβάλλοντες ἀγαλλόμεθα.

Ὢ Μάρτυρες θείοι, ὢ στρατιῶται τοῦ Χριστοῦ, ὢ τερπνὰ καὶ ὡραῖα, τῆς Τριάδος σφάγια, πόθῳ ὑμῖν, ἀναθέμενος νῦν τὴν ᾠδήν, ὅλος ἐξαιτοῦμαι, τὴν μεθ’ ὑμῶν συγκατοίκησιν.

Θεοτοκίον.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτὸς, ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον καὶ τοὺς πιστοὺς, πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἀγάλλου τὸ πανάγιον, Ὄρος τοῦ Ἄθω σήμερον, τοῦ Βαπτιστοῦ γὰρ ἡ Σκήτη, κροτεῖ πανήγυριν θείαν, Μάρτυρας νέους ἔχουσα, τοὺς ἰδίους ὁσίους σου· δώη σοι οὖν ἡ πάναγνος, καρποὺς τοιούτους προσφέρειν, τῇ παναγίᾳ Τριάδι.

Καὶ τῆς ἑορτῆς.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ὀρθοδόξων τὰ πλήθη δεῦτε συνδράμετε· ἰδοὺ γὰρ νῦν ἐπέστη, ἑορτὴ λαμπροτάτη, τριῶν Νεομαρτύρων οἵ τὸν Χριστὸν, ἀναστάντα τοῦ μνήματος, ἀνακηρύξαντες πλάνην τῶν δυσσεβῶν, κατὰ κράτος ἐξευφάλισαν. (Δίς)

 

Οἱ τὴν καινὴν συγκροτοῦντες ταύτην πανήγυριν, Εὐθύμιος ὁ θεῖος, καὶ Ἰγνάτιός εἰσι. Σὺν ἅμα Ἀκακίῳ οἵ ὥς Τριὰς, τῇ Τριάδι παρίστανται, μετὰ Μαρτύρων Ὁσίων ἀγγελικῶς, μελωδοῦντες τὸ Τρισάγιον.

 

Περιφλεγόμενοι ὄντως ὑμῶν τῷ ἔρωτι, τριὰς Νεομαρτύρων, ὦ Εὐθύμιε θεῖε, Ἰγνάτιε στεῤῥόφρον καὶ κλεινέ, τοῦ Χριστοῦ μου Ἀκάκιε, ἰδοὺ συνήλθομεν πάντες μνήμην ὑμῶν, ἐκτελέσαι διὰ πίστεως.

 

Δόξα. Ἦχος πλ. α΄.

Ἰδοὺ δὴ τὶ καλὸν, ἤ τὶ τερπνὸν ψάλλει ὁ Δαβὶδ, ἀλλ’ ἤ τὸ κατοικεῖν τοὺς ἀδελφοὺς ἅμα· ἰδοὺ γὰρ οἱ ἐκ διαφόρων μερῶν ὁρμηθέντες καὶ εἰς τόνδε τὸν χῶρον τοὺς ἀσκητικοὺς ἀνύσαντες ἀγῶνας, καὶ τὴν Κωνσταντίνου ἁγιάσαντες, τῇ ἐκχύσει τοῦ σεπτοῦ αὐτῶν αἵματος, καὶ ὡς θείοι νεκροὶ μακρὰ πελάγη ἀδιάφθοροι περάσαντες, Τριάδος ἰσάριθμοι Νεομάρτυρες, Εὐθύμιος, Ἰγνάτιος, καὶ Ἀκάκιος, τόνδε τὸν ὡραῖον ναὸν κληρωσάμενοι, ἅμα οἰκοῦσιν ὡς ἀδελφοὶ ἐν πνεύματι, καλοί τε καὶ τερπνοὶ χρηματίζοντες, καὶ τῇ θήκῃ τῶν ἱερῶν λειψάνων, καὶ τῇ κόνει ἀπαύστως ὑπὲρ ἡμῶν πρὸς Κύριον.

 

Καὶ νῦν. Τῆς ἑορτῆς

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου