ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΕ΄!!
ΡΗΓΙΝΟΣ ΣΚΟΠΕΛΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Καισαρίου
μοναχοῦ Δαπόντε)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄.
Ἔδωκας σημείωσιν.
Ὅλην
σου τὴν ἔφεσιν, πρὸς οὐρανὸν ἀνεπτέρωσας, ἔνθα φῶς τὸ ἀνέσπερον, Ῥηγῖνε
μακάριε, ἔνθα τῶν Ὁσίων, δῆμοι καὶ Μαρτύρων, ἐν ᾧ τῶν πόνων σου διπλᾶ τὰ γέρα
εἴληφας πανσεβάσμιε, τὰ στέφη τὰ ἀμάραντα, καὶ Παραδείσου τὴν οἴκησιν, τοῦ
Σωτῆρος δεόμενος, ὑπὲρ τῶν εὐφημούντων σε. (Δίς)
Νέμοις
τοῖς προστρέχουσι, τῇ θείᾳ μνήμῃ σου ἔνδοξε, νοσημάτων ἰάματα, ψυχῆς τε καὶ
σώματος, καὶ τοὺς ἐν πελάγει, σώζοις ἐκ κινδύνων τῇ προστασίᾳ σου, σοφὲ Ῥηγῖνε
μάκαρ ἀξιοθαύμαστε, τροφεὺς δὲ τοῖς λιμμώτουσι, καὶ πεπτωκόσιν ἀνόρθωσις,
χρηματίζεις τοῖς πόθῳ σου, θείαν μνήμην γεραίρουσιν.
Ὁ
ἐνδοξαζόμενος, ἐπὶ τῇ μνήμῃ Θεὸς ἡμῶν, τοῦ σοφοῦ ἀρχιποίμενος, ῥῦσαί με
δεόμενον τούτου ἱκεσίαις, μόνε ἐλεῆμον, καὶ τῶν σκανδάλων τοῦ ἐχθροῦ, μεσίτην
ἄλλον καὶ γὰρ οὐ κέκτημαι, πρὸς σὲ εἰ μὴ τὴν ἄχραντον, τὴν Σὴν Μητέρα ὦ
Δέσποτα, καὶ Ῥηγῖνον τὸν ἔνδοξον, τῆς Σκοπέλου τὸν πρόεδρον.
Δόξα.
Ἦχος πλ. β΄.
Ἔσοπτρον
Θεοῦ, Ῥηγῖνε Ἱερόμαρτυς ἐγένου· ἄσπιλον γὰρ τὸ κατ’ εἰκόνα τηρήσας, τὸν δὲ νοῦν
ἡγεμόνα ἀνδρικῶς κατὰ παθῶν ἐνστησάμενος, ἀνελάβου τὸ καθ’ ὁμοίωσιν, οἶκος
γεγονὼς τῆς Ἁγίας Τριάδος λαμπρότατος. Ταύτῃ νῦν παριστάμενος, ἀδιαλείπτως
πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων τὴν θείαν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον. Ὁ αὐτός. Ὅλην ἀποθέμενοι.
Γνώμῃ
ὀλισθήσας τε, καὶ ὑποκύψας τῷ πλάνῳ, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον
εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος,
δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν
δαιμονικῶν ἐπιθέσεων, ἵνα σε δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω
σε, Δέσποινα, τὴν ἀειμακάριστον.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὕψει
τῶν ἀρετῶν, ἀνῆλθες ἐπὶ θρόνου, Σκοπέλου Ἱεράρχα, ἀθλήσει δὲ Μαρτύρων, τοῖς
δήμοις συνηρίθμησαι.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Γενναῖος
Ἀθλητής, ἐν τῷ σταδίῳ ὤφθης, Ῥηγῖνε Ἱεράρχα, καταβαλὼν τῆς πλάνης, τὸ μάταιον
ὀχύρωμα.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ...
Καὶ
θύτης τοῦ Θεοῦ, καὶ Μάρτυς χρηματίσας, ἐκ τοῦ Χριστοῦ ἐδέξω, διπλοῦς καὶ τοὺς
στεφάνους, Ῥηγῖνε πανσεβάσμιε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν
ἕνα τῆς σεπτῆς, Τριάδος σαρκωθέντα, ἐκύησας Παρθένε, τὸν σώσαντα τὸν κόσμον·
δι’ ὅ Σε πιστοὶ σέβομεν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Λιβαδείας
τὸν γόνον καὶ Σκοπέλου ἐπίσκοπον, τὸν
Ἱερομάρτυρα Ῥηγῖνον οἱ πιστοὶ ἀνύμνησωμεν.
Προστάτην πολιοῦχον καὶ φρουρόν, τῆς νήσου καὶ τῆς πόλεως ἡμῶν, τὰς ἰάσεις
χορηγοῦντι τοῖς μετὰ πόθου αὐτῷ ἀναβοῶσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ
σε στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Γεωπονήσας τῷ λόγω μάκαρ τὴν ἄρουραν,
τῶν καρδιῶν ἐδρέψω, τῶν σῶν πόνων δρεπάνῃ, τοὺς στάχυς ὦ Ῥηγῖνε καὶ τῷ Χριστῷ,
εἰς ἑκατὸν προσενήνοχας, καὶ ζιζανίων βλαστήματα ἐκτεμῶν, τῷ πυρὶ ἐναπετέφρωσας.
Ἐπὶ τῇ μνήμῃ προθύμως δεῦτε
συνέλθωμεν, τοῦ θείου Ἱεράρχου, καὶ πιστῶς εὐφρανθῶμεν· αὐτὸς γὰρ ἑστιάτωρ ὑπάρχει
ἡμῖν, τοῖς πιστῶς προσιοῦσιν αὐτῷ, καὶ τῶν δεινῶν ἀπαλλάττει ταῖς πρὸς Θεόν, ἱκεσίαις
αὐτοῦ πάντοτε.
Μετὰ Μαρτύρων ὡς Μάρτυς ἐν οὐρανοῖς
κατοικεῖς, καὶ ὡς ποιμὴν ποιμέσι, συνεκτήσω στεφάνους, σοφὲ ἱεροκῆρυξ τὴν ἱεράν,
διπλοΐδα τοῖς αἵμασι, βάψας σαρκός σου χαρίσματα ἐκ Θεοῦ, τῶν θαυμάτων μαάκρ εἴληφας.
Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν ᾄσμασι.
Ποίοις, ὑμνῳδιῶν ἄνθεσι,
στεφανώσωμεν θεῖον Ῥηγῖνον, τὸν διπλοῖς στεφάνοις κοσμούμενον, τῷ τοῦυ Ἱεράρχου
καὶ Μάρτυρος, τὸν Ἑλλάδος πάσης καὶ Σποράδων, φωστῆρα τὸν καταυγάζοντα τὰ
σύμπαντα, ἀκτῖσι τῶν θαυμασίων ὧν ἐποίησε, τὸν τὴν ψυχὴν αὐτοῦ θέντα ὑπὲρ τῆς ἑαυτοῦ
ποίμνης, καὶ πρεσβεύοντα ἐκτενῶς, Χριστῷ τῷ Θεῷ ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ποίοις, οἱ εὐτελεῖς χείλεσιν, ἐπαινέσωμεν
θεῖον Ῥηγῖνον, τὸν μυρίοις ἔργοις καὶ θαύμασιν, εὐηργετηκότα καὶ δόγμασι, τὴν
Χριστοῦ Ἁγίαν Ἐκκλησίαν, τὸ πάντιμον τῆς Ἑλλάδος ἀποκύημα, ποιμένα, τὸν τῆς
Σκοπέλου ἀξιάγαστον, τὸν τοῦ Ἀρείου τὴν πλάνην ἐν Συνόδῳ δείξαντα, θεομάχον πᾶσι
τοῖς πιστοῖς, τὸν θερμὸν πρέσβυν ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Δεῦτε, τὸ εὐσεβὲς σύστημα, θείοις ῥήμασι
τὸν Ἱεράρχην, στέψωμεν Ῥηγῖνον καὶ Μάρτυρα, καὶ τὴν κάραν θλάσαντα ὄφεως, ἐν
σταδίῳ τῶν παρανομούντων, καὶ πίστιν τὴν ἀληθῆ Χριστοῦ κηρύξαντα, καὶ ὅρμον πρὸς
γαληνὸν τοῦ Χριστοῦ φθάσαντα, ὡς Ἀθλητὴν Κυρίου καὶ Θεοῦ ἐνδόξως, τοῦ
παρέχοντος τοῖς πιστοῖς, δι’ ἱκεσίας αὐτοῦ, ἀφθόνως τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος α’.
ᾈσματικὴν σήμερον ᾠδήν, δεῦτε τῶν
φιλεόρτων τὰ συστήματα, συγκροτήσωμεν ἐπὶ τῇ μνήμῃ τοῦ Ἱεράρχου καὶ Μάρτυρος Ῥηγίνου,
καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν λέγοντες· χαίροις, ὁ τοῦ Ἀρείου τὰ ἀχυρώδη καὶ σαπρὰ
δόγματα, τοῖς θεοπνεύστοις καὶ βροντοφώνοις ῥήμασι διασκεδάσας, καὶ Εὐσεβίου ἐλέγξας
δυσσέβειαν· χαίροις, τῶν Μαρτύρων τὸ καύχημα, καὶ τῶν ἐπικαλουμένων σε ἐν
πίστει ἀντιλήπτορ, καὶ πρόμαχος θερμὸς τῶν πολεμουμένων· χαίροις, τῆς Σκοπέλου
τὸ καύχημα, καὶ τῶν κυκλάδων νήσων τὸ φαιδρὸν ἀγαλλίαμα· ἀλλ’ ὦ Ῥηγῖνε θεόσοφε,
αἴτησαι πρεσβείαις σου, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοὺς πιστῶς ἐκτλεοῦντας,
τὸ ἱερόν σου μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων
σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν
Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη
οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην
ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν,
ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς
τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 13)
Μνήμη
δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· (οὐκ
ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν).
Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη. Νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ
τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἒννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ. ι', 12)
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάῥιτας. Στόμα σοφῶν
μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς
δικαίου, οὐκ ὄλλυται ἐλπίς. Υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς
αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑῥήσουσι
χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται
σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ σοφίας
Κυρίου. Φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ
γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν
οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς, αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζητησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὐτῇ διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,
οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην αὐτοῦ· καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων Σου. Ὅτι
ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί
εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς· λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ',
1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ
μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ.
Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς
ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα
θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν,
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Νῦν
πρὸς ἑστίασιν ἡμᾶς πνευματικήν, ὁ θεοφάντωρ συγκαλεῖται Ῥηγῖνος, ὁ τῆς πανάγνου
Τριάδος κῆρυξ λαμπρός, καὶ τῶν χειμαζομένων ταχὺς ἀντιλήπτωρ, καὶ στεῤῥὸς
πρόβολος. Δεῦτε οὖν πρὸς αὐτὸν προθύμως βοήσωμεν· Ἱερομάρτυς Χριστοῦ τοῦ Θεοῦ,
ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
β΄.
Ὡς
τῶν θείων ἐντολῶν ἐργάτης πιστός, καὶ τῆς σῆς ποίμνης οἰκονόμος θεόσδοτος, καὶ
κῆρυξ διαπρύσιος τῶν θείων δογμάτων, ὁ τὸ πιστευθέν σοι τάλαντον ἐπαυξήσας
καλῶς, καὶ τῷ σῷ αἵματι τὴν διπλοΐδα φοινίξας, ὁ διπλοῦς καὶ τοὺς στεφάνους
παρὰ Θεοῦ εἰληφώς, καὶ εἰς τὴν χαρὰν τοῦ Κυρίου σου ἐν ἀγαλλιάσει εἰσελθών,
πρέσβευε διὰ παντὸς σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
γ΄.
Ἀσύγκριτον
τὴν ὑπομονήν, Ῥηγῖνε πανεύφημε, καὶ πανθαύμαστον τὴν καρτερίαν ἐν τῷ τῶν ἄθλων
σου καιρῷ, σαφῶς ἐνδειξάμενος, ἐτμήθης τὴν κεφαλήν, καὶ ταῖς τῶν Μαρτύρων
συνηριθμήθης χορείαις, πρεσβεύων διὰ παντός, ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Ἦχος δ΄.
Ὕμνους καὶ δεήσεις τῷ Θεῷ, ὑπὲρ τοῦ
λαοῦ σου ἀγνοημάττων, προσφέρων μέχρι τέλους οὐκ ἔπαυσας Ῥηγῖνε σοφέ, καὶ
θυσίας ἀναιμάκτους ὡς ἱερεὺς ἐννομώτατος ἱερουργῶν τὰ θεῖα καὶ ἄῤῥητα μυστήρια,
τῆς δ’ ἀμωμήτου πίστεως ὑπέρμαχος ὀφθεὶς κραταιός, τὸ αἷμά σου ἐξέχεας ὑπὲρ
Χριστοῦ τοῦ Θεοῦ, θῦμα εὐπρόσδεκτον σεαυτὸν τῇ Τριάδι προσενηνοχώς· διὸ
πρέσβευε πρὸς Κύριον ἐκτενῶς, ὡς ἔχων παῤῥησίαν τοὺς γεραίροντας τὴν μνήμην σου
πιστῶς, λυτρωθῆναι πειρασμῶν καὶ παντοίων περιστάσεων.
Ἦχος πλ. α΄
Πῶς ἐξειπεῖν κατ’ ἀξίαν τῶν ἀρετῶν
σου θεοφόρε, τὰ τρόπαια δυνήσομαι, καὶ τὴν τοῦ μαρυυρίου σταθερὰν καρτερίαν· ἐν
ἀμφοτέροις γὰρ ἀριστεὺς ἀνεδείχθης γενναῖος, μετὰ μὲν τῶν θείων πατέρων τὰς
γλωσσαλγίας τῶν αἱρέσεων, τοῖς θεοσόφοις σου λόγοις τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐξωστράκισας,
μετὰ δὲ Μαρτύρων ἀνδρείως ἀγωνισάμενος, του βελίαρ τὰ ἔνεδρα κατήσχυνας· ἀλλὰ μὴ
παύσῃ δυσωπῶν Χριστὸν τὸν Θεόν, ὡς ἔχων παῤῥησίαν πρὸς Αὐτόν, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Ἦχος πλ. β΄.
Ἀοίδιμε Ῥηγῖνε θεσπέσιε, καὶ θεόληπτε
ποιμὴν τῆς χριστωνύμου Σκοπέλου νήσου, συνεργὸς γενόμενος Θεῷ, καρπὸν ἑκατοστεύοντα
Αὐτῷ τὰς ψυχὰς προσήνεγκας, τὰς ἤδη διασωθείσας τῇ διδασκαλίᾳ σου· ἀλλὰ καὶ νῦν
μὴ παύσῃ Χριστὸν τὸν Θεὸν ἐκλιπαρῶν, στηρίζεσθαι τὴν Ὀρθόδοξον πίστιν, τῆς ἀληθεία
δόγμασι.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ ἱστίῳ τοῦ Ἁγίου Πνεύματος, Ἱερομάρτυς
Ῥηγῖνε, ἡ ψυχή σου πτερωθεῖσα, τῶν αἰκισμῶν διέπλευσεν, ἀβρόχως τὸν χαλεπὸν
κλυδώνιον, καὶ περιχαρῶς κατέλαβε λιμένας τοὺς ἐπουρανίους· ὅθεν, παριστάμενος
τῷ θρόνῳ τῷ Δεσποτικῷ, πρέσβευε ὑπὲρ τῆς ποίμνης σου, τοὺς δ’ ἀοράτους ἐχθροὺς ἡμῶν,
καὶ ὁρατοὺς ἀπόπνιξον τῇ θείᾳ τῶν αἱμάτων σου πλημμύρᾳ, τῶν τὴν μνήμην σου
τιμώντων ἀεί.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ Σε κεχαριτωμένη
Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν Σου γέννησιν, Θεοτόκε
πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἱερώτατος νοῦς, τὸ τῆς
Τριάδος καθαρὸν ἐνδιαίτημα, ἡ βάσις τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν ἑδρασμός, τῆς
Σκοπέλου νήσου ἡ βοήθεια, καὶ πρόεδρος ὅσιος, ὁ Μαρτύρων ἐφάμιλλος, ὁ κάραν
θείαν, ἐκτιμηθεὶς ὑπὲρ πίστεως· ὅθεν μέμνησο, ὦ Ῥηγῖνε τῆς ποίμνης σου, ἔμπροσθεν
παριστάμενος, Θεοῦ τοῦ παντάνακτος, ἵνα κινδύνων παντοίων, καὶ περιστάσεων ἅπαντας,
ἡμᾶς ἐκλυτρῶσαι, τοὺς τὴν μνήμην σου τιμῶντας, τὴν ἀεισέβαστον.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις,
ὁ θείου πλήρης φωτός, ὡς τῇ Τριάδι ἐσαεὶ παριστάμενος, κἀκεῖθεν φωτοχυσίαις
λαμπόμενος θεϊκαῖς· ξίφει γὰρ ἐτμήθης, κάραν ἔνδοξε, ἀνῆλθες πρὸς ἄφθαρτα, ὦ
Ῥηγῖνε σκηνώματα, ἔνθα τὰ πλήθη τῶν Ἀγγέλων διάγουσι, καὶ Ἀπόστολοι σὺν
Προφήταις καὶ Μάρτυσι, θεῖοί τε ἀρχιποίμενες, καὶ Ὅσιοι ἅπαντες, σὺν οἷς
ἱκέτευε μάκαρ, ὑπὲρ ἡμῶν τῶν τιμώντων σου, τὴν πάνσεπτον μνήμην, λυτρωθῆναι ἐκ
κινδύνων καὶ πάσης θλίψεως.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.
Ἄγε, δὴ ὦ Ῥηγῖνε σοφέ, τὴν
χαριστήριον ᾠδὴν ταύτην πρόσδεξαι, σὺν πόθῳ καὶ ἐκ καρδίας προερχομένην λαοῦ, ὅν
ποτε ἐν γῇ πιστῶς ἐποίμανας, καὶ νῦν Πάτερ τίμιε, μὴ ἐλλίπῃς πρὸς Κύριον, ἀεὶ
πρεσβεύων καὶ κινδύνων ῥυόμενος, καὶ ἁλώσεως καὶ παντοίας κακώσεως· μέμνησο οὖν
πανεύφημε, Σκοπέλου τῆς ποίμνης σου, μετὰ δακρύων αἰτούσης, καὶ στεναγμῶν τὴν
βοήθειαν τὴν σήν, καὶ παράσχου ἡμῖν, ἅπασι τὸ μέγα καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἐν τῷ θείῳ τεμένει τοῦ
σεπτοῦ Ἱερομάρτυρος Ῥηγίνου, οἱ φιλέορτοι συνελθόντες πιστῶς πανηγυρίσομεν, καὶ
προφητικῶς πρὸς αὐτὸν ἐκβοήσωμεν λέγοντες· μακάριος ὁ φοβούμενος τὸν Κύριον, οὐ
γὰρ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· διὸ καὶ ὡς φοῖνιξ ἐν τῷ οἴκῳ τοῦ Κυρίου
φυτευθείς, δικαίως ἐξήνθησας ἐν ταῖς αὐλαῖς Αὐτοῦ, καὶ τῷ ἰδίῳ αἵματι
ποτισθείς, τοὺς καρποὺς τῶν σῶν πόνων προσεκόμισας τῷ Δεσπότῃ σου, πρεσβεύων ἀπαύστως
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ
βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου,
καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον
σέμνωμα, Ὀρθοδοξίας, τιμαλφέστατον, Σκοπέλου εὖχος, Ἀθλητῶν ἀρχιερέων
ὑπόδειγμα, καὶ ἰαμάτων χειμάῤῥουν ἀείῤῥοον, σεπτὸν Ῥηγῖνον τιμήσωμεν ᾄσμασι·
πόθῳ κράζοντες· Κυρίω ἀπαύστως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν σοφέ.
Δόξα.
Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Λιβαδείας
τὸν γόνον καὶ Σκοπέλου ἐπίσκοπον, τὸν
Ἱερομάρτυρα Ῥηγῖνον οἱ πιστοὶ ἀνύμνησωμεν.
Προστάτην πολιοῦχον καὶ φρουρόν, τῆς νήσου καὶ τῆς πόλεως ἡμῶν, τὰς ἰάσεις
χορηγοῦντι τοῖς μετὰ πόθου αὐτῷ ἀναβοῶσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ
σε στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν
τάφον Σου Σωτήρ.
Τὸν τάφον σου σοφέ, ἰαμάτων πλουτοῦμεν,
ἀεάνον πηγήν, καὶ ταμεῖον θαυμάτων· διώκει γὰρ πνεύματα, θεραπεύει νοσήματα, ἀποκρούεται,
καὶ λοιμικὴν πᾶσαν νόσον, ἐκ τῆς ποίμνης σου, ἣν ἐκ Θεοῦ ἐπιστεύθης· διό σε
δοξάζομεν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Κυβέρνησον
Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ
ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου,
ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄.
Κατεπλάγη Ἰωσήφ.
Ὀρθοδόξοις καὶ πιστοῖς, Πάτερ
διδάγμασι σοφέ, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, περιετείχισας καλῶς, καὶ τῶν ἀθέων τὸ
φρύαγμα ἐξηφάνισας· ὅθεν ἀκλινὴς στύλος πίστεως, καὶ πρόβολος στεῤῥός, ἐδείχθης
ἔνδοξε, καὶ μαρτυρίου αἵμασι παμμάκαρ, τὴν διπλοΐδα ἐφοίνιξας· ὡς οὖν ἐγγίζων τῷ
θείῳ θρόνῳ, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Ὀρθοδόξως καὶ πιστῶς, ὁμολογοῦμεν ἀγαθή,
Σὲ Μητέρα τοῦ Θεοῦ, καὶ ἀνωτέραν τοῦ παντός, καὶ ἀσυγκρίτως τῶν θείων ἁγιωτέραν,
θρόνων Χερουβίμ, καὶ τῶν φρικτῶν Σεραφείμ, καὶ τῶν ἄλλων πασῶν τῶν νοερῶν
στρατιῶν· ᾧ γὰρ ἐκεῖναι φρίττουσι προσβλέψαι, ἐπιθυμοῦσαι τοῦ κάλλους Αὐτοῦ, οὗ
Παναγία ἡμῶν Κυρία ἀποῤῥήτως ἐγέννησας.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν
Σοφίαν καὶ Λόγον.
Ἀπαστράπτων τῷ φέγγει τῶν ἀρετῶν,
καὶ τῶν λόγων σου κάλλει μαρμαρυγαῖς, τὸν κόσμον ἐφώτισας, καὶ τὸ σκότος ἐμείωσας,
καὶ αἱρέσεων πλάνην εἰς τέλος ἠφάνισας, ὡς πιστὸς οἰκονόμος τῆς ποίμνης σου ἔνδοξε·
ὅθεν τῆς Τριάδος ἀνεδείχθης ταμίας, καὶ Μάρτυς ἀήττητος· διὰ τοῦτο βοῶμέν σοι,
τῆς Σκοπέλου ὦ πρόεδρε· πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Παναγία Παρθένε Μήτηρ τοῦ Θεοῦ, τῆς
ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχον μοι τῶν ἐμῶν πταισμάτων, ἀφρόνωςὧν ἔπραξα
τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι τί ποιήσω ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἡνίκα
οἱ Ἄγγελοι τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα
βοήθειάν μοι γενοῦ, καὶ προστάτης θερμότατος. Σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλος
Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.
Εὐαγγέλιον, κατὰ
Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ ἐπορεύθη ὁ Ἰησοῦς
τοῖς Σάββασι διὰ τῶν σπορίμων...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τὸ θεῖον πῦρ καὶ ἄϋλον, τὸ τὰς
διανοίας τῶν πιστῶν καταυγάζον ἐν τῇ καρδίᾳ σου Ῥηγῖνε δεξάμενος, ἀρχιερεὺς
Σκοπέλου ἐχρημάτισας· ὅθεν ταῖς ἀκτῖσι ταῖς μυστικαῖς πάντας φωτίζεις τοὺς
προσιόντας σοι. Φλέγεις δὲ πάλιν τὰς ἀκανθώδεις τῶν αἱρετικῶν μυθουργίας· ἀλλ’ ὦ
μύστα, καὶ Μάρτυς Χριστοῦ, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης τὸ Ἐρυθραῖον.
Θεόθεν τὴν φωτοφόρον ἔνδοξε, χάριν
κατάπεμψον, ὅπως τὴν σὴν ἰσχύσω ὡς εἰκός, ἐξυμνῆσαι πανήγυριν· σοῦ γὰρ τοῖς
παρακλήσεσιν, ἔχεις Χριστὸν σοῦ ἐπακούοντα.
Ὑπάρχων χωρητικὸν τοῦ Πνεύματος, Ῥηγῖνε
ὄργανον, σῶν διδαγμάτων μάκαρ καλλοναῖς, τὴν σὴν ποίμνην ἐκόσμησας, καὶ ταύτης
πόῤῥῳ ἤλασας, αἱρετιζόντων τὰ φρυάγματα.
Χορείαν πνευματικὴν φιλέορτοι, δεῦτε
στησώμεθα, ἐπὶ τῇ θείᾳ μνήμῃ τοῦ σοφοῦ, Ἱεράρχου καὶ Μάρτυρος, διηνεκῶς πρὸς
Κύριον, μνείαν ποιοῦντος ὑπὲρ πάντων ἡμῶν.
Θεοτοκίον.
Γενοῦ μοι καταφυγὴ πανάμωμε, τῶν ἀμετρήτων
κακῶν, κυλινδουμένῳ βίου ἡδοναῖς, καὶ πρὸς ὅρμον με ἴθυνον τὸν γαληνὸν
πανάχραντε, ὡς ἀνωτέρα πάσης κτίσεως.
Ὁ β’ Κανών. Παρθενίου
Ἱεροσολύμων.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Τὸν Ἱεράρχην τῆς Σκοπέλου στέψωμεν,
τοῖς ἐγκωμίοις πιστῶς, τὸν σοφὸν Ῥηγῖνον· οὗτος γὰρ νῦν πρόκειται, τῆς ἑορτῆς ὑπόθεσις,
τούτου οὖν καὶ τοὺς ἄθλους, νῦν ἐπαινέσαι συνήχθημεν, τῷ σεπτῷ ναῷ οἱ
φιλέορτοι.
Κινείσθω γλῶσσα γηγενῶν πρὸς ἔπαινον,
ἀνδρὸς τὰ θεῖα σοφοῦ, οὐρανὸν οἰκοῦντος, κατοικίαν ἄληκτον, Ἀγγέλοις ἀγελάζοντος,
καὶ Θεῷ παρεστῶτος, μισθὸν τῶν πόνων καὶ ἄθλων τε, ὧν ὑπὲρ Χριστοῦ ἠγωνίσατο.
Θείων Πατέρων ἱερὰ ὁμήγυρις, ἐν
Σαρδικῇ γέ ποτε, τὴν σοφίαν μάκαρ, σοῦ ὑπερεθαύμασε, τὰ θεῖα ἐκδιδάσκοντος, καὶ
σαφῶς ἀναιροῦντος, τὰ ἀχυρώδη διδάγματα, τῶν δυσσεβεστάτων αἱρέσεων.
Θεοτοκίον.
Δεδουλωμένον ἡδοναῖς τοῦ σώματος, τὸν
νοῦν μου Δέσποινα, καὶ ἀγαθὴ μόνη, ὅλον ἐλευθέρωσον, καὶ δοῦλον γνησιώτατον, ἀγαθῶν
ἐργασίαις, τοῦ Σοῦ Υἱοῦ με ἀνάδειξον, ὅπως κατὰ χρέος δοξάζω Σε.
ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ Σοί.
Τὴν θείαν σου καὶ σεπτήν, τοῖς ἐκτελοῦσιν
ἑορτὴν φάνηθι, πρὸς τὸν Θεὸν ἔνδοξε, πρέσβυς καὶ μεσίτης θερμότατος.
Ναυτίλων οἱ ἀρχηγοί, τοῦ Ἱεράρχου τῷ
ναῷ πρόσιτε, πρὸς Θεὸν γὰρ ἔνθερμος, πρέσβυς τυγχάνει ἡμῶν πάντοτε.
Οὐ κάθειρξις οὐ λιμός, οὐ χαλεπαὶ
τοῦ δυσμενοῦς βάσανοι, τῆς τοῦ Χριστοῦ πίστεως, ἴσχυσαν Ῥηγῖνε, χωρίσαι σε.
Θεοτοκίον.
Ἐποίησέ Σοι σαφῶς, τὰ μεγαλεῖα ὁ Θεὸς
ἄχραντε, καὶ ταπεινοὺς ὕψωσεν, ὡς Σὺ Θεομῆτορ προέφησας.
Ἕτερος. Οὐρανίας ἁψῖδος.
Οὐρανίων ἁψίδων προεπιβὰς Ὅσιε, σὺν
Ἀγγέλοις Πάτερ, νῦν παριστάμενος ἔνδοξε, χοροστατῶν τε αὐτοῖς, καὶ ἅμα τούτοις
χορεύων, καὶ συνευφραινόμενος, Ῥηγῖνε πάνσοφε.
Εὐσεβῶν γεννητόρων φὺς καὶ τραφεὶς ἔνδοξε,
τὸν τῆς εὐσεβείας, ἀπέθου σπόρον ταῖς αὔλαξι, ταῖς τῆς καρδίας σου, ἐπιμελῶς
φυτουργήσας, καρποφόρον ἔδειξας, βαθείαν ἄρουραν.
Ἐραστὴς τῆς σοφίας ὑπερφυὴς
γέγονας, καὶ τοῖς ὅοπλοις ταύτης, ὡπλίσω Ῥηγῖνε πάνσοφε· γενναίοις βέλεσι, καὶ
τῇ μαχαίρᾳ τῶν λόγων, ἀντιπαριστάμενος, ἐχθροὺς κατέπληξας.
Θεοτοκίον.
Νοῦν καὶ φρένα καὶ λόγον δῶρον Θεοῦ
εἴληφα, ὅπως ἐπιγνοὺς τὸν Δεσπότην, ἔργοις τιμήσω καλοῖς· ἐγὼ δὲ πάθεσι, τὴν
δωρεὰν ἀτιμάσας, τὸν Δεσπότην ὕβρισα, Δέσποινα σῶσόν με.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς Τριάδος ὁ μύστης καὶ ὑπουργός, Ἐκκλησίας
ὁ πρόμαχος ὁ στεῤῥός, ὁ κῆρυξ τῆς πίστεως, καὶ αἱρέσεων ἔλεγχος, καὶ πιστὸς οἰκονόμος
τῆς ποίμνης σου ἔνδοξε, τῶν Μαρτύρων ὄντως Ῥηγῖνε συμμέτοχος, ῥῦσαι ταῖς εὐχαῖς
σου, τοὺς τῷ θείῳ ναῷ σου, προστρέχοντας πάντοτε, τοῦ δεινοῦ πολεμήτορος, ἵνα
πόθῳ βοῶμέν Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς,
εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζων Σοι, ἐκ καρδίας πανάχραντε·
ἐν ἐμοὶ θαυμάστωσον τὸ πλούσιον ἔλεος, καὶ τῆς Σῆς εὐσπλαγχνίας τὸ ἄπειρον
πέλαγος, καὶ τῶν οἰκτιρμῶν Σου, τὸ ἀμέτρητον πλοῦτον, καὶ δός μοι μετάνοιαν, καὶ
πταισμάτων συγχώρησιν, ἵνα πίστει κραυγάζω Σοι· πρέσβευε τῷ Σῷ Ὑἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δοθῆναί μοι, Σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀχρεῖος οἰκέτης Σου.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Νυσταγμὸν τοῖς σοῖς βλεφάροις,
θεοφάντορ οὐκ ἔδωκας, ἕως τοὺς ἐν ζόφῳ, τῷ τῆς ἀγνωσίας καθεύδοντας, υἱοὺε φωτὸς
κατεσκεύασας· τὸ δὲ φρύαγμα, τῶν δυσσεβῶν ἀπημαύρωσας.
Εἰς τὴν ποίμνην σου Χριστός σε, Ἱεράρχα
ἐπέθηκε, φαεινὸν ὡς λύχνον, καὶ τὰς γλωσσαλγίας ἐνέπρησας, καὶ πρὸς ζωὴν τὴν ἀγήρω
καθοδήγησας, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Τῶν δογμάτων σου τοῖς ῥείθροις, τὴν
σὴν ποίμνην κατήρδευσας, Ἐδὲμ ὡς ἐξ ἄλλης, Πάτερ ποταμὸς πορευόμενος, καὶ εὐθαλῆ
ἀναδείξας τὰ ζιζάνια, τῶν αἱρετιζόντων, Ῥηγῖνε ἀπέπνιξας.
Θεοτοκίον.
Ῥάβδος ἔφυς Θεοτόκε, Ἰεσσαὶ τοῦ
προπάτορος, ἐξ οἰκείας ῥίζης, ἐκ Σοῦ δὲ τὸ ἄνθος ἀνέτειλεν, ὁ Ποιητὴς τῶν ἁπάντων
καὶ ἐζώωσε, τοὺς θανόντας πρίν, τῷ τοῦ Ἀδὰμ ὀλισθήματι.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Τῇ σοφίᾳ τῶν λόγων σου, τῶν αἱρετικῶν
καθεῖλες φρυάγματα, καὶ τὴν ποίμνην σου ἐφύλαξας, τῆς λυρώδους δόξης σὺ ἀποίμαντον.
Τὴν ψυχήν σου ὡς κάτοπρεον, καθαρὰν
εἰργάσω Ῥηγῖνε ἔνδιξε, καὶ τοῦ Πνεύματος τῇ χάριτι, σελασφόρον Πάτερ ἐναπέδειξας.
Ἐγκρατείᾳ ἐνήθλησας, καὶ ταῖς
χαμευνίαις ἐκ βρέφους Ὅσιε, τῆς σαρκός σου τὰ σκιρτήματα, ἀνδρικῶς Ῥηγῖνε
κατεπάλαισας.
Θεοτοκίον.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ
τῆς Σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων
Σε.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ῥηγῖνε τὸ τάλαντον, τῆς χάριτος ἐπηύξησας,
τῇ γεωπονίᾳ τῶν σῶν λόγων, τὸ ἐκ Θεοῦ σοι δοθὲν μακάριον· ὅθεν εἰς τὴν ἄληκτον
χαράν, χαίρων εἰσελήλυθας, ἣν Χριστός σοι ἡτοίμασε.
Θυσία προσήνεξαι, παμμάκαρ τῷ
Δεσπότῃ σου, διὰ τοῦ σεπτοῦ σου μαρτυρίου, ὡς δ’ Ἱεράρχης, πιστὸς τῇ ποίμνῃ
σου, τῶν ἑτεροδόξων τὰ σαθρά, Πάτερ διεσκέδασας, ἀχυρώδη διδάγματα.
Προθύμως τὸ σύστημα, τὸ τῆς
Σκοπέλου δράμωμεν, ἱερεῖς πρεσβῦται καὶ τὰ πλήθη, ἐπὶ τῇ μνήμῃ τοῦ ἱεροκήρυκος,
πρὸς γὰρ πανδαισίαν συγκαλεῖ, τῶν πιστῶν τὸ πλήρωμα, δεῦτε οὖν ἑορτάσωμεν.
Θεοτοκίον.
Μητέρα ἀπείρανδρον, Παρθένον μετὰ
γέννησιν, Σὲ ὁμολογοῦμεν Θεομῆτορ, τὴν τὸν ἁπάντων Κτίστην κυήσασαν, καὶ πρὸς Σὲ
βοῶμεν ἐκ ψυχῆς· ῥῦσαι ταῖς πρεσβείαις Σου, τοὺς Σοὺς δούλους ἐκ θλίψεων.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ἀρετὴν μὴν κρυβῆναι, πάμπαν γε ἀδύνατον
πέλει μακάριε, ὥσπερ οὐδὲ λύχνον, ὑπὸ μόδιον εἶναι ἐνδέχεται, ἀλλ’ ἐπὶ λυχνίαν,
τὸν φωτισμὸν ἀντιπαρέχειν, τοὺς ἀξίως τῷ λόγῳ προσέχουσι.
Ὑψηλῇ ἐν καθέδρᾳ, Πάτερ σε ἀνύψωσε
χάρις τοῦ Πνεύματος, καὶ σκοπὸν λαοῦ τε, χριστωνύμου Θεός τε ἐπέθετο, ἀνὰ χεῖρα
δούς σοι, τὴν σάλπιγγα τοῦ θείου λόγου, τοῦ σαλπίζειν τὰ θεῖα διδάγματα.
Ὡς ποιμένι σοι ῥάβδον, ποιμαντικὴν Ὅσιε
Χριστὸς ἐχείρισεν, ἐπὶ ζωηφόρον, τὴν νομὴν ὁδηγεῖν σου τὰ πρόβατα· ὅθεν σὺ ὦ
Πάτερ, ποιμαντικῶς ταῦτα ἐκθρέψας, ἐπιμελῇ τῷ Δεσπότῃ προσήγαγες.
Θεοτοκίον.
Παναγία Παρθένε Λόγον τὸν πανάγιον ἀποκύησασα,
τῆς ψυχῆς μου πᾶσαν, ἀθυμίαν καὶ λύπην ἀπέλασον, καὶ εὐόδωσόν μου, τὸν λογισμὸν
τὰ θεῖα πράττειν, ἵνα πόθῳ καὶ πίστει δοξάζω Σε.
ᾨδὴ στ’. Ἐβόησε προτυπῶν.
Ἐκέκτησο θησαυρῶν, ἐναργῆ καὶ ἀδάπανον,
ἐν καρδίᾳ τὸν Χριστὸν θεηγόρε καὶ ἄσυλον, τῶν αἱρετιζόντων σκινδαλμοὺς οὐδὲν
λογισάμενος.
Ἐκάθησας εἰς καθέδραν, Ῥηγῖνε
θαυμάσιε, τὴν σὴν πόλιν ὁδηγῶν πρὸς τὴν θείαν ἐπίγνωσιν· ὅθεν σὲ τιμῶμεν, ὡ
προστάτην θερμὸν εὐμοιρήσαντες.
Οὐκ ἴσχυσαν τοῦ Χριστοῦ τῆς ἀγάπης,
χωρίσαι σε Ἱεράρχα, οὐ λιμός, οὐ γυμνότης, οὐ μάχαιρα· διὸ καὶ θαυμάτων αὐτουργός,
ἐχρημάτισας ἔνδοξε.
Θεοτοκίον.
Ἀνέθηκα ἐπὶ Σὲ τὴν ἐλπίδα μου ἅπασαν
Θεομῆτορ, καὶ πρὸς Σὲ ὁ παντλήμων κατέφυγον, ταῖς Σαῖς ἱκεσίαις, ἐκ παντοίων
κινδύνων με λύτρωσαι.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Οὐκ ἤνεγκεν ὁ Σατάν, Ἐκκλησιῶν τὴν ὁμόνοιαν,
ἀλλ’ ἔπνευσεν ὡς βοῤῥᾶς, καὶ ἀνεζωπύρησε, τὴν Ἀρείου αἵρεσιν, ἣν σὺ κατέσβεσας,
ὦ Ῥηγῖνε ἐξηφάνισας.
Κενταύρου δίκην ὁρμῶν, ὁ Ἄρειος καὶ
Εὐσέβιος, διπλοῦν θηρίον κακήν, συνθήκην αἱρέσεως, οἱ τ’ αὐτῶν συνέθετον, ὁπαδοὶ
παμμάκαρ, ἀλλὰ σὺ τούτους κατέβαλες.
Τὸν θέατρον Σαρδική, τὸ τοῦ ἀγῶνος ἡτοίμασε,
τοὺς στρατιώτας Χριστοῦ, αἱ πόλεις δεδώκασι, τὸν Ῥηγῖνον Σκόπελος, τὸν γενναίον
ὄντως, ἐδεδώκει Ἀρχιστράτηγον.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε οἱ πιστοί, θεοχαρίτωτε
Δέσποινα, τὸν ὑπερύμνητον, γὰρ Θεὸν ἀπεκύησας, Ὁν δυσώπει ἄχραντε, πόλιν καὶ
λαόν Σου, ἐν εἰρήνῃ διασώζεσθαι.
Κοντάκιον.
Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.
Τὸν
φεραυγῆ τῆς Ἐκκλησίας ἥλιον, καὶ τῶν Ὁσίων τὸ θεῖον ἀγλάϊσμα, τῶν Μαρτύρων
ἰσοστάσιον, τὸν ποιμένα Σκοπέλου Ῥηγῖνον,
ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, βοῶντες πρὸς αὐτὸν ἐκ πίστεως· τὴν ποίμνην σου
σῷζε ταῖς πρεσβείαις σου.
Ὁ Οἶκος.
Ἀξίνη τῆς Ἐκκλησίας τοῦ Χριστοῦ
χρηματίσας Ῥηγίνε, τῶν αἱρέσεων τὰ ζιζάνια, καὶ ἀκανθώδη βλαστήματα, τελείως ἐκριζώσας
τῷ τοῦ Πνεύματος πυρὶ ἀποτεφρώσας, τοῖς δὲ εὐαγγελικοῖς σου διδάγμασιν, ἐλαίαν
κατάκαρπον ἀνέδειξας αὐτήν· διὸ συνελθόντα τὰ τέκνα αὐτῆς, χορείαν ἑόρτιον
κροτοῦμεν καὶ φαιδράν, καὶ πρὸς σὲ βοῶμεν ἐκ πίστεως· τὴν ποίμνην σου σῷζε ταῖς
πρεσβείαις σου.
Συναξάριον.
Τῇ ΚΕ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ῥηγίνου, ἐπισκόπου Σκοπέλου
Ἄσειτος εἶ
Ῥηγῖνε τὴν προθυμίαν,
Κἂν δεινὸν ἐνσείσωσι πυκνὰ σοι ξίφη.
Κἂν δεινὸν ἐνσείσωσι πυκνὰ σοι ξίφη.
Πέμπτῃ
Ῥηγῖνον καὶ εἰκάδε φάσγανον ἔκτα.
Οὗτος
ἐγένετο ἀπὸ τῆς Ἑλλάδος, γονέων Χριστιανῶν υἱός. Διὰ δὲ τὴν αὐτοῦ ἀρετὴν καὶ
τὴν πολλὴν εὐσέβειαν, χειροτονεῖται Ἐπίσκοπος Σκοπέλου. Καὶ εἰς τὴν ἐν Σαρδικῇ
Σύνοδον κληθείς, πάσας τὰς αἱρέσεις διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς παῤῥησίας
ἠφάνισεν. Εἶτα, ἐπιστρέψας εἰς τὴν ἰδίαν Ἐπισκοπήν, διωγμοῦ κινηθέντος,
ἐκτρατήθη παρὰ τοῦ τῆς Ἑλλάδος ἄρχοντος· καὶ πολλὰ τιμωρηθείς, τὴν κεφαλὴν
ἀπετμήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ταρασίου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
Ἄκλειστος
ὅρμος Ταράσιον λαμβάνει,
Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον.
Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον.
Οὗτος, τὴν τῶν σεπτῶν καὶ ἁγίων εἰκόνων
προσκύνησιν ἐδογμάτισε, καὶ δι’ αὐτοῦ ἡ Βασίλειος ἀρχή, καὶ Ῥωμαϊκὴ ἐξουσία, πρὸς
τὰς σεπτὰς παραδόσεις τῶν Ἁγίων Ἀποστόλων, καὶ Οἰκουμενικῶν Συνόδων ἐπανῆλθε,
καὶ ἡ Ἁγία Ἐκκλησία τοῖς Πατριαρχείοις ἥνωται. Ζήσας δὲ οὗτος εὐσεβῶς, τοῖς
βασιλεῦσι τίμιος γενόμενος, καὶ ἱερὸν Μοναστήριον πέραν τοῦ στενοῦ οἰκοδομήσας,
καὶ πλήθη μοναστῶν συστησάμενος, καὶ τοὺς πτωχοὺς ἐλεήσας, καὶ καλῶς κυβερνήσας
τὴν Ἐκκλησίαν ἐπὶ ἔτη 22 καὶ μῆνας 2, ἐν εἰρήνῃ ἐτελειώθη, καὶ κατετέθη ἐν τῷ ὑπ’
αὐτοῦ κτισθέντι μοναστηρίῳ. Ἦν δὲ κατὰ πάντα ὅμοιος τὸν σωματικὸν χαρακτῆρα, τῷ
Θεολόγῳ Γρηγορίῳ, πλὴν τοῦ πολιοῦ καὶ τοῦ ὑπούλου ὀφθαλμοῦ· οὐδὲ γὰρ ἦν παντελῶς
οὗτος πολιός.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλέξανδρος, ὁ ἐν Δριζιπάρῳ τῆς Θράκης,
ξίφει τελειοῦται.
Τὸν
Ἀλέξανδρον δίσκος εἶδεν ἡλίου,
Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἡλίου.
Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἡλίου.
Οὗτος, ἦν ἐκ πόλεως τῆς Καρθαγένης,
ἐπὶ Μαξιμιανοῦ βασιλέως, καὶ Τιβεριανοῦ Ἡγεμόνος· παρ’ οὗ προτραπεὶς θῦσαι τοῖς
εἰδώλοις, λοιδορίας καὶ Ὕβρεις οὐκ ὀλίγας ἐξέχεεν· ὅθεν, ἐκ ἄκρων χειρῶν κρεμᾶται,
λίθου βαρέος ἐξαρτηθέντος αὐτῷ. Ἐκεῖθεν δὲ ἐν Καρθαγένῃ ἀχθείς, καὶ αὖθις
κρεμασθείς, ξέεται καὶ μαστιγοῦται. Καὶ ἐν Μαρκιανουπόλει γεγονώς, λαμπάδα πυρὸς
κατὰ τοῦ προσώπου δέχεται· ἐν Θράκη δὲ ἐλθών, τὴν κεφαλὴν ἀποτέμνεται.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀντώνιος, σχάρᾳ πυρακτωθεὶς τελειοῦται.
Ἐνθέντες
Ἀντώνιον εἰς πῦρ οἱ πλάνοι,
Ἔψουσιν ὄψον νόστιμον τῷ Κυρίῳ.
Ἔψουσιν ὄψον νόστιμον τῷ Κυρίῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδώρου τοῦ διὰ Χριστὸν σαλοῦ
Ἑκων ἀμείψας,
ὡς ὁ Δαυΐδ, τὰς φρένας,
Βίον διέδρας, οὐ τὸν Ἀγχοῦς παμμάκαρ.
Βίον διέδρας, οὐ τὸν Ἀγχοῦς παμμάκαρ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαρκέλλου, ἐπισκόπου Ἀπαμείας τῆς
Κύπρου
Σπένδεις Θεῷ,
Μάρκελλε, θερμῷ τῷ πόθῳ,
Θερμοὺς σταλαγμοὺς αἱμάτων ἐξ αὐχένος.
Θερμοὺς σταλαγμοὺς αἱμάτων ἐξ αὐχένος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.
Μαρτυρικῶς ὡς νικητὴς ἔνδοξε στεφθεὶς
ἠγωνίσω, ὡς Ἱεράρχης δὲ χρισθεὶς μύρῳ θείῳ Ῥηγῖνε, σὺ ἔχρισας τοὺς λαοὺς τῷ
βαπτίσματι· ὁ Θεὸς εὐλογητὸς εἶ ἀναβοῶντας.
Ποιμὴν λαοῦ προχειρισθείς, ἴθυνας αὐτὸν
ἐπὶ χλόγην τῶν θελημάτων τοῦ Χριστοῦ, καὶ εὐρύθμως βοᾶν ἐξεπαίδευσας, ὑπερύμνητε
Κύριε· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Τὴν ἐν προσώποις μὲν τρισί, φύσει δὲ
μιᾷ θεοῤῥῆμον, σέβειν Θεότητα πιστῶς, τὸν Πατέρα Υἱὸν σὺν τῷ Πνεύματι, τὴν σὴν
ποίμνην ἐδίδαξας, Εὐσεβίου τὴν μανίαν ἀημαύρωσας.
Θεοτοκίον.
Νόμου τὸ πλήρωμα ἁγνή, καὶ τῶν
Προφητῶν τὰς προῤῥήσεις, τίκτεις τὸν Κτίστην τοῦ παντός, τὸν ἐν πάσῃ μηδόλως
χωρούμενον, καὶ Παρθένος διέμεινας, μετὰ γέννησιν Κυρία ὡς πρὸ τοῦ τόκου Σου.
Ἕτερος. Παῖδες Ἑβραίων.
Ἔτρεψας πλάνην δυσσεβείας, καὶ
ακτήσχυνας τοὺς ἄθεσμα φρονοῦντας, τὸν Υἱὸν σὺ σοφέ, καὶ Πνεῦμα δογματίσας, σὺν
τῷ Πατρὶ δοξάζεσθαι, ὡς ἓν ὄντα τῇ οὐσίᾳ.
Ἔφθασας χαίρων ὦ Ῥηγῖνε, πρὸς τὴν
ποίμνην σου τὰ τρόπαια κατέχων, καὶ τοῖς πᾶσι τρανῶς, ἐκήρυττες κραυγάζων· εὐλογητὸς
εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ηὔφρανας Πάτερ ἐπιστρέψας, τοὺς λαοὺς
ἰδόντες σε παμμάκαρ, ἀριστέα Χριστοῦ, γενναῖον στρατηλάτην, τὰς παρατάξεις
λύοντα, πονηρᾶς φαλαγγαρχίας.
Θεοτοκίον.
Ὄρος κατάσκιον προβλέπων, ἀχειρότμητος
ἐξ οὗ ἐτμήθη λίθη λίθος, τὴν λιθώδη διό, κατάνυξον ψυχήν μου, πεπυρωμένην
Δέσποινα, ταῖς πικραῖς φιληδονίαις.
ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντός.
Τοὺς ἀθέους ἐχθροὺς καρτερώτατα, ἐναθλήσας
τῷ νόμῳ κατήσχυνας, καὶ τῷ Θεῷ προσήγαγες, τοὺς λαοὺς πείθων μέλπειν Ἱεράρχα·
πάντα τὰ ἔργα εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Κατεβάλου τὸν σπόρον τῆς πίστεως,
γεωργήσας τὴν ἄκαρπον ἄμπελον, καὶ λογικῶν δρεψάμενος, ἑκατὸν ἀσταχύων, τὴν εὐκαρπίαν
τῷ Χριστῷ, προσηγάγω μακάριε.
Τὴν σὴν εὔσημον μνήμην μακάριε, εὐφημῆσαι
ἀξίως μὴ σθένοντες, χάριν δοθῆναι ἄνωθεν, ἡμῖν πᾶσιν αἰτοῦμεν, διὰ σοῦ Πάτερ,
παῤῥησίαν γὰρ ἔχεις, πρὸς Κύριον.
Τριαδικόν.
Ἐν προσώποις τρισὶ φύσιν ἄκτιστον,
τὸν Πατέρα Υἱὸν σὺν τῷ Πνεύματι, θεολογεῖν ἐμάθομεν, εἰσηγήσεσι θείαις σου Ἱεράρχα,
εὐλογεῖτε βοῶντες τὸν Κύριον.
Θεοτοκίον.
Τῶν κακῶν ἀποχὴν ὑπισχνούμενος,
καθ’ ἑκάστην καὶ πάλι τὰ ἄτοπα, ποιῶ ἐν γνώσει Δέσποινα, τὸν Υἱόν Σου δυσώπει
δοῦναί μοι λύσιν, τῶν δεινῶν ὧν ἀφρόνως ἐξήμαρτον.
Ἕτερος. Τὸν ἐν ὄρει ἁγίῳ.
Τῶν στεφάνων τοὺς ἄθλους ἐκομίσω, ὥσπερ
θύτης καὶ θύμα τῷ Κυρίῳ, σφαγιασθεὶς γὰρ ὥσπερ σφάγιον, τὴν ἱερωσύνην, ῥείθροις
τῶν αἱμάτων, κατέχρωσας Ῥηγῖνε.
Τὰς βασάνους ὑπήνεγκας γενναίως,
σπαραγμούς τε τοῦ σώματος Ῥηγῖνε, τὴν διπλοΐδα Πάτερ τὴν τοῦ Πνεύματος, πορφυρὰν
εἰργάσω βάψας, ἐκ κογχύλης, μαρτυρικῶν αἱμάτων.
Χαίρων Πάτερ προσήχθης τῷ τυράννῳ,
τὸν Δεσπότην δοξάζων ὡς πλουσίως, ἱερωσύνης χαρίσμασι κοσμήσαντα, καὶ τοῦ
μαρτυρίου στέψαντα, στεφάνῳ τὴν κεφαλήν σου μάκαρ.
Θεοτοκίον.
Ἱσταμένων βεβαίωσις ὑπάρχεις, καὶ
πεσόντων ἀνόρθωσις Παρθένε· διὸ καταπεσόντα με ἀνάστησον, ἵνα Σε δοξάζω, τὴν
κεχαριτωμένην, Μητέρα τοῦ Ὑψίστου.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Ἤνεγκας στεῤῥῶς, βασάνων τοὐπίπονον,
Ἱερόμαρτυς Χριστοῦ, καὶ τὸν πολυμήχανον, ἐχθρὸν πανεύφημε κατετρόπωσας, καὶ ὡς
ποιμὴν πανάριστος λαοὺς προσήγαγες, τῷ Δεσπότῃ, καὶ τῶν πόνων ἔπαθλα, ἐπαξίως
παμμάκαρ ἀπείληφας.
Σύσκηνος σοφέ, Μαρτύρων γενόμενος, Ἀρχιερέων
τε, μάκαρ παραπλήσιος, καὶ τῶν πάντων ἐφάμιλλος, Ἀγγέλοις ὁμοδίαιτος, Ῥηγῖνε ἔνδοξε,
μεθ’ ὧν πάντων, ὑπὲρ τῶν ὑμνούντων σε, τὸν Σωτῆρα δυσώπει καὶ Κύριον.
Δεῦτε μυστικῶς, Σκοπέλου τὸ
σύστημα, πανηγυρίσωμεν, καὶ χορείαν ἅπαντες, τῷ Ἱεράρχῃ ἐπικροτήσωμεν, ἀξιοχρέως
σήμερον, αὐτὸν τιμῶντες σεπτῶς, ὅπως ῥῶσιν, ψυχικὴν πλουτίσωμεν, ταῖς ἐντεύξεσι
τούτου πρὸς Κύριον.
Θεοτοκίον.
Ὕμνους ἐκτενῶς, Ἁγνή Σοι
προσφέρομεν, καὶ καταφεύγομεν, πρὸς τὴν Σὴν ἀντίληψιν, καὶ ἐκ καρδίας Σοι ἀνακράζομεν·
τὸν Σὸν Υἱὸν δυσώπησον, αἰχμαλωσίας δεινῆς καὶ βαρβάρων ῥύσασθαι κακώσεως, καὶ
εἰρήνην τῷ κόσμῳ δωρήσασθαι.
Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐξέστησαν Ἀγγέλων αἱ στρατιαί, ταῖς
βασάνοις ὁρῶσαι ἀθλοῦντά σε, καρτερικῶς, φέροντα πληγάς τε καὶ σπαραγμούς, τοὺς
μελισμοὺς τοῦ σώματος, καὶ τὰς τιμωρίας τὰς χαλεπάς, ὡς ἄκμων ὡς ἀδάμας, ὥσπερ ἄλλος
τις πάσχων, Ῥηγῖνε Πάτερ παμμακάριστε.
Ἡ κάρα σου ἐκβλύζει Μάρτυς Χριστοῦ,
ἀντὶ αἵματος γάλα πανένδοξε, καὶ τοὺς πιστούς, πάντας παροτρύνει χαρμονικῶς,
δραμεῖν πρὸς τὸ μαρτύριον, καὶ σοὶ τῷ ποιμένι ἀκολουθεῖν, ὡς πρόβατα πρὸς
μάνδραν, Χριστοῦ συνεισασχθῆναι, καὶ Βασιλείαν τὴν οὐράνιον.
Ἐφείσω τῆς σῆς ποίμνης Μάρτυς σοφέ,
καὶ λειψάνοις τοῖς σοῖς εὐηργέτησας, σῶμα τὸ σόν, πάλαι γὰρ ἐν Κύπρῳ μετατεθέν,
τανῦν μετέθου Ὅσιε, καὶ πρὸς τὴν σὴν ποίμνην ἐπιστραφείς, πρεσβεύεις τῷ Κυρίῳ, ὑπὲρ
αὐτῆς ὡς ἔχων, τὴν παῤῥησίαν Μάρτυς.
Θεοτοκίον.
Φιλάγαθε Παρθένε τὸν ἀγαθόν, ἐκδυσώπει
Υἱόν Σου καὶ Κύριον, διὰ παντός, τὴν κεκαμωμένην ταῖς προσβολαῖς, τοῦ
ψυχοφθόρου δράκοντος, καὶ ἐξασθενήσασόν μου ψυχήν, ἰάσασθαι καὶ σῶσαι, καὶ
πάσαις ἀγαθῦναι, ταῖς φωτοφόροις ἀναβάσεσι.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἱεραρχῶν ὡραιότης, καὶ Ἀθλοφόρων τὸ
κλέος, Ῥηγῖνε καὶ μέγα τειχος, θαλαττεύουσι πέλων, τοὺς σὲ πιστῶς εὐφημοῦντας, ῥῦσαι
παντοίων κινδύνων.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν μέγαν ἱερόαθλον, καὶ
ποιμενάρχην ἄριστον, Σκοπέλου νήσου Ῥηγῖνον, ἐγκωμιάσωμεν πάντες· οὗτος γὰρ πᾶσαν
αἵρεσιν, λόγοις καὶ ἔργοις ἤμβλυνε, καὶ θαύμασι κατηύγασεν, Ἑλλάδα πᾶσαν καὶ
νήσους, τὰς τῶν Σποράδων ἐνθεώς.
Θεοτοκίον. Ὅμοιον.
Τῆς ποίμνης Σῶτερ πρόβατα, ὑπάρχωμεν
τοῦ θείου σου, ἀρχιποιμένος Ῥηγίνου· διό Σε παρακαλοῦμεν, ἐλέησον τοὺς δούλους
Σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, πρεσβείαις τούτου Κύριε, καὶ τῆς πανάγνου Μητρός
Σου, τοῦ κόσμου τῆς σωτηρίας.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ταῖς βαφαῖς τῶν αἱμάτων σου, Ἱεράρχα
πανόλβιε, τὴν στολὴν τὴν ἔνθεον ἐξεφοίνιξας, καὶ τῶν Ἁγίων εἰς Ἅγια, Ῥηγῖνε
γενόμενος, ἔνθα νόων οἱ χοροί, καθαρῶς ἐποπτεύουσι, τὴν τρισήλιον, καὶ ἀΐδιον
δόξαν θεοφάντορ, ὧν ἐφάμιλλος ὑπάρχων, ὑπὲρ ἡμῶν καθικέτευσον. (Δίς)
Θεοπνεύστοις διδάγμασι, καὶ σοφαῖς ἀποδείξεσι,
τὴν ἀχλὺν θεόσοφε καὶ κακόνοιαν, τοῦ Εὐσεβίου ἠφάνισας, Ἀρείου τε φρύαγμα, ἐξωστράκισας
σοφέ, καὶ Χριστὸν ἀνεκήρυξας, δύο φύσεσιν, ἐν μιᾷ ὑποστάσει γεγονότα, Ὃν μὴ
παύσῃ ἱκετεύων, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.
Φιλεόρτων τὸ σύστημα, ἐν τῇ νήσῳ ἀθροίσθητε,
τῆς Σκοπέλου ᾄσμασι μελῳδήσωμεν, δαυϊτικοῖς εὐφραινόμενοι, Ῥηγῖνον τὸν ἔνθεον, Ἱεράρχην
τοῦ Χριστοῦ, καὶ γενναῖον ἐν Μάρτυσι, καὶ βοήσωμεν, ἐγκωμίοις σκιρτῶντες ἐν τῇ
μνήμῃ, οὗ ἡ φθόγγος ἐξεχύθη, εἰς τὰ τοῦ κόσμου πληρώματα.
Δόξα. Ἦχος πλ. δ΄.
Ἱεραρχῶν ὡραιότης, καὶ Μαρτύρων ἀγλάϊσμα,
Ὅσιε ἡ τοῦ Χριστοῦ Ἐκκλησία, βάσιμον κρηπῖδα σὲ κεκτημένη Ῥηγῖνε σοφέ, τὰ ἑαυτῆς
τέκνα συγκαλοῦσα πρὸς πανήγυριν, ἄγει φαιδρὰν ἑορτήν, καὶ βοᾷ ψαλμικῶς μετ’ εὐφροσύνης·
εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος τῶν σῶν κατορθωμάτων ἐξελήλυθε, καὶ τὰ πέρατα τῆς οἰκουμένης
κατεφώτισε· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, ὡς ἔχων παῤῥησίαν πολλήν, λυτρωθῆναι ἡμᾶς
τῶν ἐπεμβαινόντων δυσχερῶν, καὶ τὰ καθ’ ἡμῶν τοῦ πονηροῦ ἔνεδρα παύσασθαι καὶ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν
δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Πνεύματος
Ἁγίου τὸν θησαυρόν, Συνόδου Πατέρων, ἀντιλήπτορα τὸν θερμόν, τὸν ἀρχιερέα, καὶ
Μάρτυρα Κυρίου, τὸν Ἅγιον Ῥηγῖνον, ὕμνοις
τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου