Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 23. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΟΛΥΚΑΡΠΟΣ ΣΜΥΡΝΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ




ΦΕΒΡΟΥΑΡΙΟΥ ΚΓ΄!!

ΠΟΛΥΚΑΡΠΟΥ ΣΜΥΡΝΗΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Ὅτε τῆς Παρθένου ὁ καρπός, καὶ ζωαρχικώτατος σπόρος, εἰς γῆν ἐνέπεσε, τότε σε πολύκαρπον, στάχυν ἐβλάστησε, τοὺς πιστοὺς διατρέφοντα, τοῖς τῆς εὐσεβείας, λόγοις τε καὶ δόγμασι, καὶ τῆς ἀθλήσεως, τούτους ἁγιάζοντα θείῳ, αἵματι καὶ ἱερωσύνης, μύρῳ καθαγνίζοντα Πολύκαρπε.

 

Ἔδυς ἐκ τοῦ κόσμου πρὸς Θεόν, ταῖς μαρμαρυγαῖς ἀποστίλβων, τοῦ μαρτυρίου σου, ἔστης τῆς ἐφέσεως ὡς τὸ ἀκρότατον, ὀρεκτῶν φθάσας Ὅσιε, καὶ τῆς μακαρίας, αἴγλης ἐμφορούμενος, ἧς νῦν ἱκέτευε, πάντας ἐν μεθέξει γενέσθαι, τοὺς τὴν σὴν πανίερον μνήμην, Μάκαρ ἑορτάζοντας Πολύκαρπε.

 

Ὅτε ἐπὶ ξύλου τοῦ Σταυροῦ, ἡ ἀληθινὴ κρεμασθεῖσα, ὑψώθη ἄμπελος, τότε σὲ κατάκαρπον, κλῆμα ἐξέτεινε, τῇ δρεπάνῃ τεμνόμενον, σεπτοῦ μαρτυρίου, καὶ τοῖς τῶν κολάσεων, ληνοῖς πατούμενον, οὗπερ εὐφροσύνης κρατῆρα, πίστει συγκεράσαντες, Πάτερ, τοὺς σεπτοὺς ἀγῶνάς σου δοξάζομεν.

 

Ἕτερα. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.

Ἐν αἵματι βάψας σου, τὴν ἱερὰν διπλοΐδα, εἰσῆλθες εἰς Ἅγια, τῶν Ἅγιων Ἅγιος σὺ γενόμενος, ἀθλητὰ στεῤῥότατε, καὶ σαφῶς πάντοτε, ἀπολαύσας τῆς θεώσεως, ὡραϊζόμενοι, καὶ τῷ μαρτυρίῳ λαμπόμενος, καὶ Ἄγγελοι δεικνύμενος, ταῖς καθαρωτάταις μεθέξεσιν, ὅθεν σε τιμῶμεν, καὶ πόθῳ ἑορτάζομεν τὴν σήν, ἱερωτάτην πανήγυριν, ἔνδοξε Πολύκαρπε.

 

Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Δεσπότῃ, τοῦτον ἐπεπόθησας, καὶ αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας, καθαρθεὶς πάσης δέ, τῶν παθῶν κηλῖδος, θείαν χάριν κατεπλούτησας, τελεῖν ἱάματα, καὶ θαυματουργεῖν τὰ παράδοξα, καὶ Μάρτυς ἐχρημάτισας, πάσαις προσβολαὶς τῶν κολάσεων, ἀκλόνητος μείνας, δυνάμει τοῦ τυθέντος ἐν Σταυρῷ, ὅν ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Χαρὰν τὴν ὑπέρλαμπρον, καὶ τὴν ὑπέρτιμον δόξαν, ἀθλήσας κεκλήρωσαι, καὶ τὴν αιωνίζουσαν ἀγαλλίασιν, Ἱερεῦ Ὅσιε, Ἀθλητὰ τίμιε, στρατιῶτα γενναιότατε, ὁ τὰ στρατεύματα, καὶ τὰς παρατάξεις τοῦ δράκοντος, αἱμάτων σου τοῖς ῥεύμασιν, ἄρδην κατακλύσας τῇ χάριτι, καὶ θείᾳ ἐντεύξει, δεινὴν πυρκαϊὰν σβέσας σοφέ, καὶ παῤῥησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. β΄.

Πανσεβάσμιε Πάτερ, Ἱερομάρτυς ἔνδοξε, τὸ τῶν Σμυρναίων ἐγκαλλώπισμα, καὶ τοῦ κόσμου προστάτα θερμότατε, ἐν μέσῳ τῶν δυσσεβούντων καὶ ἀθέων Ἑλλήνων πανοίδιμε, εὐπαῤῥησιάστως κηρύξας τὸν Χριστόν, Θεὸν ὑπερούσιον, σάρκα δι’ ἡμᾶς εἰληφότα, σταύρωσιν καὶ ταφὴν ἑκουσίως καταδεξάμενον, καὶ ἀναστάντα ἐν δόξῃ, ὡς Θεὸν παντοδύναμον, Ὅν καθικέτευε, θεοφόρε Πολύκαρπε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.

Δεῦτε τῶν πιστῶν ἡ ὁμήγυρις, καὶ Ὀρθοδόξων τὸ σύστημα, ἐν τῷ θείῳ τεμένει εὐσεβῶς συνδράμοντες, ὑμνήσωμεν Χριστὸν τὸν Θεόν, τὸν ἐν δόξῃ καὶ τιμῇ, τὸν παναοίδιμον καταστέψαντα Πολύκαρπον, καὶ ἐνισχύσαντα αὐτόν, πᾶσαν τοῦ ἀντιπάλου ἰσχὺν καταβαλεῖν, καὶ νίκης λαμπρὰ ἐγεῖρας τρόπαια, οὗ ταῖς θείαις ἐντεύξεσι φιλάνθρωπε, ῥῦσαι ἡμᾶς, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

 

 

Ἦχος β΄.

Ἡ Ἐκκλησία σήμερον, πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς πορφύραν καὶ βύσσον, τὸ αἷμα τοῦ σεβασμίου Πατρός, Πολυκάρπου τοῦ Ἱερομάρτυρος, τοῦτον γὰρ ἐν εὐσεβείᾳ ἐκθρεψαμένη, θυσίαν ἄμωμον δεκτὴν καὶ εὐάρεστον, Χριστῷ προσήγαγε. Διὸ ὁ νικητὴς τοῦτων τῶν παρανόμων ἀντιδείξας, Χριστὲ ὁ Θεός, καὶ στεφανώσας καὶ δοξάσας, και ἡμῖν κατάπεμψον, ταῖς αὐτοῦ πρεσβείαις, τὸ μέγα ἔλεος.

 

Ἦχος γ΄.

Τὸν τῆς εὐσεβείας ὑπέρμαχον, καὶ τῶν Σμυρναῖων λαμπτῆρα θεόσοφον, Πολύκαρπον τὸν ἔνδοξον, γεγηθότες οἱ πιστοὶ εὐσεβῶς ὑμνήσωμεν, τὴν πανέορτον αὐτοῦ ἐκτελοῦντες πανήγυριν, ἀμπλάκημάτων τὴν λύσιν ἀντιλαμβάνοντες, ταῖς πρὸς Κύριον αὐτοῦ εὐπροσδέκτοις ἐντεύξεσι.

 

Ἦχος δ΄.

Πεφοινιγμένος τὴν στολήν, τῷ αἵματι τοῦ μαρτυρίου, ἀπαστράπτεις Πολύκαρπε, ὡς λίθος ἄνθραξ καὶ τίμιος, καὶ καταυγάζεις τὰς ψυχάς, τῶν προσιόντων σοι πίστει, καὶ τὴν σὴν μνήμην εὐλαβῶς καὶ ἐτησίως ἐκτελούντων, Ἱερομάρτυς ἔνδοξε. Διὸ ὡς παῤῥησίαν πρὸς Χριστόν, κτησάμενος θεόληπτε, πρέσβευε ἀδιαλείπτως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. β΄.

Παναοίδιμε Πάτερ, εὐσεβῶς τὸ κραταίωμα, καὶ τῶν πιστῶν τὸ διάσωσμα, καὶ τῶν σεπτῶς σου τελούντων τὴν ἱερὰν πανήγυριν, ἀντιλήπτωρ διαπρύσιε, σὺ δεσμευθεὶς διὰ Κύριον, πάσας τοῦ ὁλετήρος τὰς συμπλοκὰς ἀπέτεμεν, καὶ τὴν τιμίαν σου κάραν ἐκτμηθείς, τοῦ ἀρχεκάκου δράκοντος τὴν κάραν διέτεμες. Καὶ νῦν ἐν οὐρανοῖς, τῷ ἀΰλῳ θρόνῳ παριστάμενος, Χριστοῦ τοῦ παντάνακτος, Ἱερομάρτυς Πολύκαρπε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὸν τῆς Σμύρνης νῦν πρόεδρον, τῶν Μαρτύρων ἀγλάϊσμα, Ἐκκλησίας ἄσειστον τὸν θεμέλιον, τὸν Ἱεράρχην τὸν μέγιστον, Πολύκαρπον ἅπαντες, ἐν δυνάμεσι πολλαῖς, γεγονότα περίδοξον, και φωτίσαντα, τὰς ἐν ζόφῳ καρδίας ὡς φωστῆρα, τῶν πιστῶν μεγαλοφώνως, οἱ συνελθόντες τιμήσωμεν.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ὁ περίδοξος βίος σου, ἀρεταῖς φαιδρυνόμενος, τῶν θαυμάτων ἔλλαμψε ταῖς φαιδρότησι, καὶ εὐκλεῆ σε τοῖς πέρασι, παμμάκαρ εἰργάσατο, καὶ φωστῆρα ἁπλανῆ, καὶ Ἁγίων ὁμόσκηνον, καὶ τῆς πόλεως, τῆς Ἁγίας ὁπλίτην Ἱεράρχα, τῶν Ἀγγέλων συμπολῖτα, Ἱερομάρτυς Πολύκαρπε.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Τὴν ψυχὴν καὶ τὸ σῶμά σου, τῶν παθῶν καθηράμενος, τοῦ Ἁγίου Πνεύματος οἶκος γέγονας, καὶ ἀρετῶν ταῖς λαμπρότησι, σαυτὸν κατεκόσμησας, παραστάτης δεξιός, χρηματίσας καὶ σύσκηνος, ἱερώτατε, τῶν Ἁγίων Μαρτύρων καὶ τῆς δόξης, τοῦ Κυρίου κληρονόμος, καὶ πρεσβευτὴς τῶν ὑμνούντων σε.

 

Δόξα. Ἦχος δ΄.

Ἀγάλλου καὶ εὐφραίνου λαμπρῶς, ἡ τῶν Σμυρναίων λαμπρὰ μητρόπολις, καὶ καυχωμένη μεγάλυνον, τὸν σὲ ἀεὶ περιέποντα, ποιμένα γνησιώτατον. Τοιοῦτον γὰρ ἐν οὐρανοῖς ἀντιλήπτορα ἔχουσα, οὐ φοβήσῃ ἐχθρῶν ἐπιδρομάς, οὐ δειλιάσῃ ἀντιμαχούντων ἐπιβουλάς, ἀλλ’ ἐγκαυχωμένη Κύριον μεγάλυνον, τὸν ἀναδείξαντά σοι κράτος κατ’ ἐχθρῶν, τὸν μέγαν Ἱερομάρτυρα Πολύκαρπον.

 

Καὶ νῦν. Θεοτοκίον.

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Τήν κλῆσιν τοῖς ἔργοις σου ἐπισφραγίσας σοφέ, ἐλαία κατάκαρπος ὤφθης ἐν οἴκῳ Θεοῦ, Πολύκαρπε ἔνδοξε∙ σύ γαρ ως Ἱεράρχης, καί στεῤῥός Ἀθλοφόρος, τρέφεις τήν Ἐκκλησίαν, λογικῇ εὐκαρπίᾳ, πρεσβεύων Ἱερομάρτυς, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχ. πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Καρποφόρον ὡς δένδρον καρποφορῶν, ἐν τῷ οἴκῳ Κυρίου Ἱερουργέ, καρποὺς πολλοὺς ἤνεγκας, πρὸς ταμεῖα οὐράνια, τῶν ἐθνῶν τὰ πλήθη θεόφρον Πολύκαρπε· καὶ ὡς κριὸς ποιμνίου καλῶς ἡγησάμενος, δεσμευθεὶς ἐσφάγης, θυσία γενόμενος, τῷ δ’ εὐσπλαγχνίαν, ὡς ἀρνίον σφαγέντι, καὶ χαίρων ἀνέδραμες, πρὸς Αὐτὸν Πάτερ Ὅσιε. Διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα.

Ἀποστόλων ζηλώσας τρόπους σοφέ, ὡς διάδοχος θρόνου ἀποδειχθείς, τοῖς πᾶσιν ἐκήρυξας, τὰ σωτήρια δόγματα· καὶ ἀπίστων πλήθη προσῆξας ἀοίδιμε, τῷ Δεσπότῃ πάντων, ποιμνὴν οἷα ἄριστος· ὅθεν καὶ τὴν κάραν, τὴν τιμίαν ἐτμήθης, καὶ χάριν ἀπείληφας, ἐκτελεῖν τὰ τεράστια, Ἱερομάρτυς Πολύκαρπε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου Σου μήτρας σάρκα λαβών, προστάτιν Σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε. Διὰ τοῦτο πάντες πρὸς Σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνων, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ Σου.

 

 

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείῳ αἵματι, τὴν Ἐκκλησίαν, κατελάμπρυνας, ὡς Ἀθλοφόρος, Ἱερομάρτυς καὶ τὴν πλάνην κατήργησας, ὑπενεγκὼν τῆς φλογὸς τὴν κατάκαυσιν, καὶ τῶν πιστῶν τὰς καρδίας ἐφώτισας, ὅθεν ἅπαντες, τὴν μνήμην τὴν σὴν πανσεβάσμιε, τελοῦντες ἐν πίστει, τὸν Σωτῆρα δοξάζομεν.

Δόξα.

Πυρπολούμενος, τῷ θείῳ ζήλῳ, πῦρ ἀκάματον, οὐκ ἐπτοήθης, ἀλλ’ ἀπελθὼν ἐν ἀπνοήτῳ θελήματι, τοῦ μαρτυρίου τὸ τέλος ἀπείληφας, καὶ τῷ Δεσπότῃ ὡς θῦμα προσήνεξαι. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Θαῦμα μέγιστον, πῶς ἐν ἀγκάλαις, Σὺ ἐβάστασας, Παρθενομῆτορ, τὸν ἐν δρακὶ Αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν Σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην καὶ πλάστην τῆς φύσεως, Κόρη Πάναγνε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Μεγαλεῖα πίστεως, ἐν σῇ καρδίᾳ, περιθεὶς ἐφύλαξας, Ἱερομάρτυς Ἀθλητά, μὴ δειλιάσας τὸν τύραννον, Χριστοῦ θεράπον, διὸ ἡμᾶς φύλαττε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ Σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρόψῃ, ἡ πάντων βοήθεια.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοί(Ζήτει Σεπτεμβρίου Κ΄.)

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…

Ἐν αἵματι μαρτυρίου πεφοινιγμένος, ἱεραρχίας ὑψηλῆς, στολισμῷ ἡγλαϊσμένος, τῷ ἀστέκτῳ τῆς μεγαλειότητος, θρόνῳ παριστάμενος, πανεύφημε Πάτερ, Ἱερομάρτυς Πολύκαρπε, πρέσβευε ἀδιαλείπτως, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Τὸν θεῖον Πολύκαρπον ἐν ᾄσμασιν εὐφημήσω. Θεοφάνους.

ᾨδὴ α' Ἦχος β'.  Ὁ Εἱρμός. Δεῦτε λαοί.

Τῇ τοῦ Χριστοῦ, φωτοχυσίᾳ λαμπόμενος, καὶ τῆς αὐτοῦ ἐλλάμψεως, Πάτερ πληρούμενος, τὴν ζοφώδη ψυχήν μου, καταύγασον θεόφρον, ταῖς ἱκεσίαις σου.

φωτισμός, τοῦ σωτηρίου κηρύγματος, τὴν καθαρὰν καρδίαν σου, καθάπερ ἔσοπτρον, ἀκηλίδωτον Πάτερ, ἀστράψας τὰς ἀκτῖνας, πᾶσιν ἐξέλαμψε.

Νόμου καινοῦ, στηλογραφία σὺ γέγονας, ἐγγεγραμμένον ἔχουσα, Πάτερ οὐ μέλανι, ἀλλὰ Πνεύματι θείῳ, τῆς χάριτος τῆς θείας, τὸ Εὐαγγέλιον.

Θεοτοκίον

Θεὸν ἐκ σοῦ, σωματωθέντα γινώσκοντες, ἄνευ σαρκὸς θελήματος, τὸν πρὸ τῆς κτίσεως, καὶ πρὸ πάντων αἰώνων, κυρίως Θεοτόκον, ὁμολογοῦμέν σε.

 

ᾨδὴ γ'. Ὁ Εἱρμός. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε.

λαία ψαλμικῶς εἰπεῖν κατάκαρπος, ἐγένου Πολύκαρπε θεοφάντορ, ἐν τῷ οἴκῳ τοῦ Κυρίου σου, ἱλαρότητα φέρων τοῦ κηρύγματος.

θύνας ἐμμελῶς θεομακάριστε, τὸν νοῦν σου προστάγμασι τοῦ Σωτῆρος, ἐπαξίως ἐχρημάτισας, τῆς αὐτοῦ Ἐκκλησίας ποιμὴν ἄριστος.

λόκληρον σαυτὸν Χριστῷ προσήγαγες, ὡς ζῶσαν θυσίαν τῷ μαρτυρίῳ, συνειδήσεως μαρτύριον, προαθλήσας Παμμάκαρ δι' ἀσκήσεως.

Θεοτοκίον

Νεκρώσεως ἡμῶν τὸν χοῦν ἐτίναξας, τεκοῦσα τὴν ὄντως ἀθανασίαν, καὶ στολὰς ἡμῖν ἐξύφανας, ἀφθαρσίας Παρθένε τῇ γεννήσει σου.

 

Κάθισμα Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν τῆς χάριτος βότρυν ἐν τῇ ψυχῇ, ἀληθῶς γεωργήσας Πάτερ σοφέ, ὡς οἶνον ἐξέβλυσας, τὸν τῆς πίστεως λόγον, τὸν εὐφραίνοντα πάντων, Πιστῶν τὴν διάνοιαν, καὶ θαυμάτων ὤφθης ἀπέραντον πέλαγος· ὅθεν καὶ Μαρτύρων, καλλονὴ ἀνεδείχθης, πυρὶ τελειούμενος, καὶ φωτὸς ἀξιούμενος, ἀϊδίου Πολύκαρπε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν Μνήμην σου.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τοῦ Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

 

ᾨδὴ δ' Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.

Πολυκαρπίαν φέρουσα, τῶν ἀρετῶν πολύκαρπος φυτεία, τῷ Δεσπότῃ ὤφθης, Πάτερ Πολύκαρπε.

λοκαύτωμα τέλειον, καὶ καθαρὰ θυσία προσηνέχθης, τῷ Σωτῆρι πάντων, Πάτερ Πολύκαρπε.

Λαὸν εὐσεβῶς Ὅσιε, καθοδηγῶν πρὸς φῶς θεογνωσίας, τὸν τῆς ἀθεΐας ζόφον ἀπήλασας.

μνολογοῦμεν Ἔνδοξε, τὴν τῆς ψυχῆς στερράν σου καρτερίαν, καὶ τῶν σῶν ἀγώνων τὸ ἀκαθαίρετον.

Θεοτοκίον

Καταλάμπρυνον Ἄχραντε, τὴν ζοφερὰν ψυχήν μου τῷ φωτί σου, ἡ τὸ φῶς τεκοῦσα τὸ ἐνυπόστατον.

 

ᾨδὴ ε' Ὁ Εἱρμός. Ὁ τοῦ φωτὸς χορηγός.

Αἴγλῃ τοῦ Πνεύματος σύ, καταλαμπόμενος τὸν νοῦν Ὅσιε, συμβολικῶς, πυρὶ φλεγομένῳ, σαφῶς ἐμυήθης, τὴν διὰ πυρός σου, θεόφρον τελείωσιν.

εῖθρον ἐδέξω ζωῆς, ὡς ἐκ χειμάρρου τῆς τρυφῆς Ὅσιε, τῷ μαθητῇ τῷ ἠγαπημένῳ, μεμαθητευμένος, τῷ ἀρυσαμένῳ, σοφίας τὴν ἄβυσσον.

Πλοῦτον καὶ δόξαν, λαμπρὰν καὶ μῆκος βίου, καὶ ζωὴν ἄφθαρτον, ἡ ἀληθὴς σοφία Χριστὸς σοι, δεδώρηται Πάτερ, ὡς διαφερόντως αὐτὸν ἀγαπήσαντι.

Θεοτοκίον

παλαιὸς ἡμερῶν, ὡς ἐπὶ πόκον ὑετὸς Πάναγνε, ἐπὶ τὴν σήν, γαστέρα κατῆλθε, τὴν ἡγιασμένην, καὶ νέος ἐφάνη, Ἀδὰμ ὁ φιλάνθρωπος.

 

ᾨδὴ ς'. Ὁ Εἱρμός. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Νεκρωθεὶς θεηγόρε τῷ κόσμῳ παντί, μόνῳ δὲ Χριστῷ ζῶν καὶ πολιτευόμενος, πρὸς τὸν Χριστὸν μεθέστηκας, ζωτικὴν ἀφθαρσίαν καρπούμενος.

Εὐσχημόνως ὁδεύων Μακάριε, τέκνον τε φωτος καὶ εἰρήνης δεικνύμενος, τὸν τῆς νυκτὸς πρωτότοκον, καὶ πολέμιον ἔγνως Μαρκίωνα.

Νουθετούμενοι Πάτερ τοῖς λόγοις σου, πᾶσαν ἐκτρεπόμεθα βέβηλον αἵρεσιν, καὶ πονηρὰ συνέδρια, τῶν διττὰς πρεσβευόντων ἀρχὰς δυσσεβῶς.

Θεοτοκίον

μαρτίαν τοῦ κόσμου τὸν αἴροντα, ἄχραντον Ἀμνὸν συλλαβοῦσα Πανάμωμε, ἁμαρτιῶν συγχώρησιν, ἐκδυσώπει δοθῆναι τοῖς δούλοις σου.

 

 

Κοντάκιον Ἦχος α'. Χορὸς Ἀγγελικός.

Καρποὺς τοὺς λογικούς, τῷ Κυρίῳ προσφέρων, Πολύκαρπε σοφέ, ἀρετῶν δι' ἐνθέων, ἐδείχθης ἀξιόθεος, Ἱεράρχα μακάριε· ὅθεν σήμερον, οἱ φωτισθέντες σοῖς λόγοις, ἀνυμνοῦμέν σου, τὴν ἀξιέπαινον μνήμην, δοξάζοντες Κύριον.

Ὁ Οἶκος

Τὴν τῆς σοφίας χρηστότητα ἀρυσάμενος, ἐξ αὐτῆς Πάτερ ἔπλησας θεογνωσίᾳ τὴν ποίμνην σου, καὶ τῆς παναγίας καὶ ἀρρήτου Θεότητος τὸ τρισήλιον ἤστραψας, τοῦ Πατρος τὸ ἀγέννητον, Υἱοῦ δὲ τὴν γέννησιν καὶ ἐκπόρευσιν Πνεύματος, μίαν Θεότητα, μίαν δόξαν τρανῶς ἐκδιδάξας, καὶ εἰδώλων ἀθεΐαν ἐκ ποδῶν ἀποποιήσας, καρπούς δὲ ὡρίμους, ψυχὰς πιστευόντων προσάγων τούτῳ ἔνδοξε, ἐν ᾧ βεβαπτίσμεθᾳ, εἰς ὃν καὶ πιστεύομεν, δοξάζοντες Κύριον.

 

Συναξάριον

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.

Ταῖς αὐτῶν ἁγίαις Πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ὁ Εἱρμός. Εἰκόνος χρυσῆς.

Στερρῷ λογισμῷ, καιομένης τῆς φλογὸς ἐπέβης Ἔνδοξε, ὡς οἱ τρεῖς Παῖδες οἱ τὴν κάμινον, πυρὶ ἀϋλῳ δροσίσαντες, μέσον δὲ πυρὸς ἀνακράζων, ἀκατάφλεκτος ἔμεινας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν κατασκηνώσαντι, ἔνθα Δικαίων τὰ σκηνώματα, ἔνθα Μαρτύρων στρατεύματα, ἔνθα τῶν σοφῶν Ἀποστόλων αἱ χορεῖαι κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

κάρπους τὸ πρίν, πολυκάρπους τῷ Χριστῷ ψυχὰς προσήνεγκας, γεωργίᾳ τῇ τοῦ Πνεύματος, καθομαλίσας καὶ εὔσταχυν, ταύταις καταθέμενος σπόρον, καὶ κραυγάζειν ἐπαίδευσας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Σὺ μόνη Θεοῦ, τοῦ τὰ σύμπαντα σοφῶς δημιουργήσαντος, Μήτηρ ἐδείχθης ἀπειρόγαμος, Παρθενομῆτορ Πανάχραντε· ὅθεν εὐσεβῶς σοι Παρθένε, ἀνακράζομεν λέγοντες· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

 

ᾨδὴ η'. Ὁ Εἱρμός. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

ερουργήσας εὐσεβῶς, τοῦ Χριστοῦ τὴν μυστικὴν ἱερουργίαν, λογικὸν ἱερεῖον, αὐτὸς προσήχθης Θεῷ θυσία δεκτὴ καὶ εὐάρεστος, ὁλοκαρπουμένη, Πολύκαρπε τρισμάκαρ.

Νεανικὴν ἐν πολιᾷ, βαθυτάτῃ τὴν ἀνδρείαν ἐπεδείξω, τοῦ Σταυροῦ τῇ δυνάμει, διαναστήσας σαυτοῦ, πρὸς θείους ἀγῶνας τὸ φρόνημα, Ἱερομαρτύρων, Χριστοῦ κλέος θεόφρον.

περειδόμενος Σταυρῷ, καὶ τὸν ἱεραρχικὸν κόσμον ἀξίως, ἐνδυσάμενος Πάτερ, εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσῆλθες ἰδίῳ σου αἵματι, τῷ Ἀρχιποίμενι, Χριστῷ ἐμφανισθῆναι.

πὲρ Χριστοῦ σφαγιασθείς, ὡς ἐπίσημος κριὸς Ἱεροφάντορ, μιμητὴς ἀνεδείχθης, τῶν παθημάτων αὐτοῦ, καὶ δόξης ἐγένου συμμέτοχος, καὶ τῆς βασιλείας, αὐτοῦ συγκληρονόμος.

Θεοτοκίον

Φωτοειδὴς στῦλος πυρός, καὶ νεφέλη φωτεινὴ προηγουμένη, πρὸς οὐράνιον κλῆρον, Θεογεννῆτορ Ἁγνή, γενοῦ μοι Παρθένε πανάμωμε, τῷ ἐν τῇ ἐρήμῳ τοῦ βίου πλανωμένῳ.

 

ᾨδὴ θ' Ὁ Εἱρμός. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

φωτοφόρος σου μνήμη, ἀνατείλασα Πάτερ, φωτίζει τὰς ψυχὰς τῶν εὐσεβῶς, ταύτην τελούντων θεσπέσιε, καὶ μετόχους τῆς θείας, φωτοφανείας πάντας ἐκτελεῖ, ἥν ἀξίως θεόφρον, ἐν ὕμνοις μεγαλύνομεν.

Μετὰ τῆς ἄνω χορείας, τῶν ἁγίων Ἀγγέλων, τῷ θρόνῳ τοῦ Δεσπότου παρεστώς, τοῦτον δυσώπει τοῦ φθάσαι ἡμᾶς, τὸ σωτήριον πάθος, καὶ τὴν αὐτοῦ ἀνάστασιν φαιδρῶς, ἀρετῆς πολυτρόπους, ἰδέας ἐκτελέσαντας.

τῆς ἁγίας Τριάδος, κατανόησις Πάτερ, τρανῶς οὐκ ἐν αἰνίγμασιν ὡς πρίν, ὡς καθαρῷ τὴν καρδίαν σοι, διασχόντι τὴν ὕλην, καὶ τῶν δεσμῶν λυθέντι τῆς φθορᾶς, κατοπτεύεται μάκαρ, Πολύκαρπε πανόλβιε.

Στεφηφοροῦντά σε Πάτερ, καὶ βραβεῖον τῆς νίκης, δεξάμενον ἐκ θείας δεξιᾶς, καὶ τοὺς ἀγῶνας τελέσαντα, καὶ φωτὸς πληρωθέντα, πιστεύοντες Πολύκαρπε σοφέ, πρεσβευτὴν τῷ Χριστῷ σε, προθύμως προβαλλόμεθα.

Θεοτοκίον

ς Θεοτόκον σε Κόρη, καὶ Μητέρα τοῦ Λόγου, καὶ πρόξενον ὑπάρχουσαν ἡμῖν, τῆς ἀϊδίου καὶ θείας ζωῆς, ὡς τῆς δικαιοσύνης τὸν Ἥλιον ἐκλάμψασαν ἡμῖν, οἱ Πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Πολλοὺς καρποὺς προσήνεγκας, Χριστῷ σοφὲ Πολύκαρπε, τοὺς διὰ σοῦ σεσωσμένους, βροτοὺς ἐκ πλάνης δαιμόνων, Ἱερομάρτυς ἔνδοξε, Ἀγγέλων ἰσοστάσιε, καὶ Ἀποστόλων σύσκηνε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν σὲ τιμώντων ἐκ πόθου.

Θεοτοκίον

Ἐρράγη Μητροπάρθενε, τὸ τοῦ φραγμοῦ μεσότοιχον, καὶ οἱ θνητοὶ τοῖς Ἀγγέλοις, τῷ σῷ συνήφθημεν τόκῳ, καὶ νῦν Θεογεννήτρια, νηστεύειν ἡμᾶς κράτυνον, καὶ φθάσαι τὴν τριήμερον, ἀνάστασιν τοῦ Υἱοῦ σου, εἰλικρινῶς προσκυνῆσαι.

 

 

 

Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν Μαθητῶν τοῦ Κυρίου σεπτὸς διάδοχος, καὶ τοῦ Εὐαγγελίου, κήρυξ λαμπρὸς καὶ μύστης, Πολύκαρπε ἐγένου ὑπὲρ Χριστοῦ, καὶ τὸ αἷμα ἐξέχεας, ὅθεν μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τελούντων σου τὴν μνήμην πιστῶς.

 

Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνεῖναι, μετ’ Ἁγίων Ἀγγέλων, ὑπέστης τὰς βασάνους καρτερικῶς, καὶ τυράννου ὡμότητα, καὶ μαρτυρήσαι γενναίως ὑπὲρ Χριστού, συνευφραίνῃ τοῖς Μαρτύρων χοροῖς.

 

Μαρμαρυγαῖς ἀκηράτοις καταστραπτόμενος, τοῦ νοητοῦ Ἡλίου, πανσεβάσμιε Πάτερ, ὁλόφωτος ἐδείχθης Μάρτυς Χριστοῦ, ἱερεὺς ἐννομώτατος, διὸ Χριστῷ συνυπάρχων ἐν οὐρανοῖς, ὑπὲρ κόσμου παντὸς πρέσβευε.

 

Τῶν Ἀθλοφόρων χορείαις συναυλιζόμενος, ἐν οὐρανοῖς τρισμάκαρ, παρεστώς τε τῇ θείᾳ, Τριάδι τῇ ἀνάρχῳ, μνήμην ποιοῦ, τῶν τελούντων τὴν μνήμην σου, καὶ σὲ τιμώντων θεσπέσιε εὐλαβῶς, ἱερώτατε Πολύκαρπε.

Δόξα. Ἦχος δ΄.

Σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ἐγκωμίοις καταστέφει, τὸν μέγαν Ἱερομάρτυρα Πολύκαρπον, ἀγαλλομένη φαιδρώς, ἐπὶ τῇ αὐτοῦ ἀθλήσει. Οὗτος γὰρ ὑπὲρ Χριστοῦ, τὸ μαρτύριον τῆς ὁμολογίας ἐκπληρώσας, νικητικῶς τοὺς εἰδωλομανοῦντας κατήσχυνε, καὶ στρατιώτης ἄριστος, τοῦ ἐπουρανίου Θεοῦ γέγονεν, ὑπὲρ ἡμῶν δυσωπῶν, τὸν εὐεργέτην τοῦ παντός, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

 

 

 

 

Ἕτερος Κανών.

ᾨδὴ α’. Ἦχος γ΄. Τῷ ῤυσαμένῳ τὸν Ἰσραὴλ ἐκ δουλείας.

Ἡ ὑπερκόσμιος τοῦ θεοφόρου ποιμένος, συγκαλεῖται ἅπαντας σήμερον μνήμη, εὐφραίνουσα τὰς καρδίας τῶν πιστῶν, τοῖς ἱεροῖς αὐτοῦ ἄθλοις ἐτησίως.

Ἀθλητικὴν ἀναλαβὼν πολιτείαν, ὥσπερ ἄλλου πάσχοντος ἐνεκαρτέρεις, ἀοίδιμε ταῖς βασάνοις τῶν ἐχθρῶν· διὸ καὶ θῦμα Θεῷ ἀφιερώθης.

Ἐν τῷ πυρὶ τῆς τοῦ Κυρίου ἀγάπης, Μάρτυς ἱερώτατε ὁλοκαυτώσας, τὸ φρόνημα τῆς σαρκός σου λογικῶς, διπλοῦν ἐδέξω τὸν στέφανον τῆς νίκης.

Τὴν ἱερὰν κατακοσμήσας στολήν σου, αἵμασιν ἐποίκιλας τοῦ μαρτυρίου, τὰ στίγματα καὶ τοὺς ἄθλους ἐν αὐτῇ, σκιαγραφήσας σοφὲ ἱερομύστα.

Θεοτοκίον.

Τὴν Μητέρα Σου Χριστὲ Θεοτόκον, οἱ πιστοὶ δοξάζομεν ἀκαταπαύστως, ὡς πρεσβεύουσαν ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ κινδύνων.

 

ᾨδὴ β΄. Πρόσεχε, οὐρανὲ καὶ λαλήσω.

Ἀνέτειλεν, ἡ ἐτήσιος μνήμη, τοῦ ἱεράρχου ὡς ἥλιος ἐν κόσμῳ.

Ἐπλούτησας, τὴν ἀνόθευτον πίστιν, ἱεροφάντορ τῇ γνώσει τῆς Τριάδος.

Πηγάζουσιν, οἱ κρουνοὶ τῶν αἱμάτων, τοῦ Ἱεράρχου τεράστια μεγάλα.

Τριαδικόν.

Ἄναρχε, Τριὰς ἡ ἐν Μονάδι, τοὺς Σὲ ὑμνοῦντας, περίσῳζε κινδύνων.

Θεοτοκίον.

Ἄχραντε, Θεοτόκε Παρθένε, ὑπὲρ τοῦ κόσμου ἱκέτευε απαύστως.

 

ᾨδὴ γ΄. Ἐστερώθη ἡ καρδία μου ἐν Κυρίῳ.

Τῇ μηχανῇ τῆς πίστεως θεοφόρε, λογικῶς τὴν πλάνην πολιορκήσας, τὰς ἑλεπόλεις κατέλυσας τῶν αἱρέσεων.

Ὥσπερ κριὸς ἐπίσημος ἱεράρχα, τῷ πυρὶ προσέδραμες τῶν βασάνων, δεκτὴ θυσία γενόμενος καὶ ἱερεῖον Θεοῦ.

Ὡς νοητὸν θυμίαμα τὰς εὐχάς σου, τῷ Χριστῷ προσήγαγες Ἱεράρχα, ἐν τῷ πυρὶ τῆς ἀγάπης σου ὁλοκαυτώσας τὸν νοῦν.

Τριαδικόν.

Χερουβικῶς ὑμνήσωμεν τὴν Τριάδα, σὺν Ἀγγέλοις κράζοντες ἀσιγήτως· Ἅγιος Ἅγιος Τριὰς Μονὰς ὁ Θεός.

Θεοτοκίον.

Ἡ τὸν Θεὸν ἐν μήτρᾳ Σου δεξαμένη, καὶ τεκοῦσα τοῦτον σεσαρκωμένον, Θεοτόκε ἱκέτευε τοῦ σωθῆναι ἡμᾶς.

ᾨδὴ δ΄. Τὴν ἀκοήν Σου Κύριε.

Ἱεραρχίας ἔνδυμα, καὶ πανάγιον χρίσμα ἐδέξω, Πολύκαρπε ἱεράρχα Μάρτυς Κυρίου· διὸ καὶ αἵματι τοῦ μαρτυρίου, κατεκόσμησας ταῦτα, ὁλοκαυτωθεὶς ἐν πυρί.

Τὰς θεογράφους Ὅσιε, τῆς καρδίας σου πλάκας λαξεύσας, ἐχάραξας ἐν αὐταῖς οὐ μέλανι βάψας, ἀλλὰ τῷ αἵματι τοῦ μαρτυρίου, τὸν τῆς χάριτος νόμον, δακτύλῳ τοῦ Πνεύματος.

Τοῦ Ἀβραὰμ ἐζήλωσας, τὴν θεόδεκτον Πάτερ θυσίαν· ὡς ἄλλον γὰρ Ισαὰκ προέθου τὸ αἷμα, καὶ ὡς ἀμνὸν προσενέγκας τὸ σῶμα, ὅλος ὁλοκαρπώθης, θυσία δεκτὴ τῷ Θεῷ.

Τριαδικόν.

Τριὰς Ἁγία δόξα Σοι, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἡ ἄκτιστος καὶ ὁμόθρονος Βασιλεία, ἡ ἐν τρισὶν ὑμνουμένη προσώποις, ἐν μιᾷ τῇ οὐσίᾳ, σῷζε τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Ὡς λιμένα εὔδιον, καὶ ἐλπίδα ἡμῶν Σε ὑμνοῦμεν, πανάχραντε Θεοτόκε Μήτηρ ἁγία, τοῦ κατὰ σάρκα ἐκ Σοῦ γεννηθέντος, Βασιλέως τῆς δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

 

ᾨδὴ ε΄. Ὀρθρίζει τὸ πνεῦμά μου.

Τῷ μύρῳ τῆς χρίσεως, συνέδραμον τὰ στίγματά σου, καὶ τὸ αἷμά σου Πάτερ· διὸ καὶ ἑκατέρωθεν, στεφάνους ἀνεδήσω σοφέ.

Ἐν αἵματι βάψας, τὴν ἁγίαν στολὴν πυρὶ δὲ καυθείς, τὸ ἁγνότατον σῶμα, συνθέσεως θυμίαμα, ἐγένου ἱερώτατε.

Τριαδικόν.

Δοξάζω Τριάδα, ὁμοούσιον τὸν ἕνα Θεόν, ὑποστάσεσι τρισίν, τὸν μένοντα ἀσύγχυτον, Τριὰς γὰρ ἡ αὐτὴ καὶ Μονάς.

Θεοτοκίον.

Παρθένε μὴ παύσῃ, ἱκετεύουσα Θεὸν τὸν ἐκ Σοῦ, γεννηθέντα ἐν σαρκί, λυτρώσασθαι τὴν πόλιν Σου, ἐκ πάσης περιστάσεως.

 

ᾨδὴ στ΄. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.

Κόσμον λιπὼν καὶ κοσμοκράτορα, καὶ σαρκὸς ἔξω γενόμενος, συνεκράθης τῷ Θεῷ, ὑποτάξας καὶ τὸ φρόνημα, τῷ πνεύματί σου Πάτερ, τὸ τῆς σαρκός, τὴν ἔχθραν τὴν πρὸς Θεὸν καταργήσας.

Ἐν πυρὶ τοῦ συνειδότος, χωνευτήριον ἐκτήσω σοφέ, τοὺς λογισμούς σου ἐν αὐτῷ, δοκιμάσας Πάτερ Ὅσιε, καὶ δόκιμον χρυσίον, τὴν καθαράν, εὐσέβειαν τῷ Θεῷ προσηγάγω.

Ταῖς ἱκεσίαις τοῦ ἐνδόξου, ἱεράρχου Σου Χριστὲ ὁ Θεός, τὴν Σὴν εἰρήνην καὶ ἡμῖν, ὡς φιλάνθρωπος κατάπεμψον, τοῖς πίστει Σοι βοῶσιν· σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν  Προφήτην.

Τριαδικόν.

Πατέρα ἅγιον δοξάζω, καὶ Υἱὸν ἅγιον σέβω, καὶ Πνεῦμα ἅγιον ὑμνῶ, ὁμοούσιον Τριάδα ἁπλῆν, Θεὸν ἕκαστα τούτων, φῶτα καὶ φῶς, ὡς ἐξ ἡλίου ἑνὸς συνδοξάζω.

Θεοτοκίον.

Τὸν εἰς τὸ πλήρωμα τοῦ χρόνου, γεννηθέντα ἐκ Παρθένου Μητρός, καὶ ἐκ δουλείας καὶ φθορᾶς, λυτρωσάμενον τὸ γένος ἡμῶν, ὑμνοῦμεν καὶ βοῶμεν· σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

 

ᾨδὴ ζ΄. Τρεῖς Παῖδες ἐν καμίνῳ.

Τὴν φλόγα τῆς καμίνου, τῶν παθῶν κατεμάρανας, Πάτερ Ὅσιε τοῖς σοῖς ἀγωνίσμασιν· διὸ καὶ μαρτυρίου, κατηξιώθης ἐν πυρί, τέλος κομίσασθαι.

Τὰ εἴδη τῶν βασάνων, ὡς χρυσὸς ἐλογίσθη σοι, τὸν ἀόρατον ὁρῶν ἐνεκαρτέρησας, καὶ κατεπάλαισας τοῦτον, καὶ νίκης ἧρας κατ’ αὐτοῦ, ἐπιστασίᾳ Χριστοῦ.

Ὡς θρόνῳ τοῦ Κυρίου, παρεστὼς Πάτερ Ὅσιε, τῶν τελούντων σου πιστῶς τὸ μνημόσυνον, μνημονεύων μὴ παύσῃ, ἵνα ῥυσθῶμεν πειρασμῶν, καὶ περιστάσεων.

Τριαδικόν.

Τριάδα παναγίαν, ἐν μονάδι θεότητος, διαιροῦντες εὐσεβῶς καὶ ἑνοῦντες πιστῶς, ὁμοφώνως βοῶμεν· εὐλογητὸς εἶ Κύριε ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ἐτέχθης ἐκ Παρθένου, ὡς εὐδόκησας Κύριε, καὶ ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, διὰ τοῦτο βοῶμεν· εὐλογητὸς εἶ Κύριε ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν φλογί

Ὡς κοινωνός, τῶν Χριστοῦ παθημάτων, ἱερομάρτυς, τῆς ζωῆς κληρονόμος, καὶ τῆς ἄνω κλήσεως, ἀνεδείχθης νομίμως, καὶ συμβασιλεύεις, Χριστῷ εἰς τοὺς αἰῶνας.

Τοὺς ἐν πυρί, μιμησάμενος παῖδας, ἱερομάρτυς, δαψιλῶς ἐκκαυθεῖσαν, τῆς φλογὸς τὴν κάμινον, οὐκ ἐνάρκησας βλέπων, ἀλλ’ ὡς ἱερεῖον, σεαυτὸν παρεδίδους.

Ἐν τῇ τρυφῇ, τῆς Χριστοῦ Βασιλείας, Ἱερομάρτυς, μυστικῶς συναυλίζῃ, ὡς πιστὸς συγκάθεδρος, τῶν σοφῶν Ἀποστόλων, καὶ συγκληρονόμος, τῶν ἁγίων Ἀγγέλων.

Τριαδικόν.

Σὺν τῷ Πατρί, τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα Ἅγιον, ἐν Τριάδι Μονάδα, σὺν Ἀγγέλοις κράζοντες, τοῖς πηλίνοις στόμασιν· δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι.

Θεοτοκίον.

Χαῖρε σεμνή, δυσανάβατον ὕψος, τοῖς τῶν βροτῶν ὀφθαλμοῖς· χαῖρε ὄμμασι νόων, βάθος δυσθεώρητον· χαῖρε Μήτηρ Παρθένε, καὶ Θεοκυῆτορ, εὐλογημένη Μαρία.

 

ᾨδὴ θ΄. Σὲ τὴν ἀθάνατον πηγήν.

Νοῦν προκαθάρας τῆς σαρκός, Ἱερομάρτυς Πολύκαρπε, τῷ βαπτίσματι ἄμφω, καὶ αἵματι πιστῶς, κατεκόσμησας, τοὺς στεφάνους κομισάμενος.

Σὺ ἐμβατεύεις οὐρανούς, καὶ ἐντρυφᾷς Πάτερ Ὅσιε, τῆς Χριστοῦ Βασιλείας, ὁρῶν αὐτοῦ ἐκεῖ, τὸ ἀπρόσιτον, καὶ ὡραῖον κάλλος τὸ ἐραστόν.

Σὲ τὸν τοῦ Παύλου μαθητήν, καὶ θεηγόρον διδάσκαλον, καὶ πιστὸν ὑποφήτην, τοῦ πνεύματος ἀεί, μακαρίζομεν, ὡς πρεσβεύοντα τοῦ σωθῆναι ἡμᾶς.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

(Ἰσιδώρα μοναχῆ Ἁγίου Ἰώαννου Μακρινοῦ Μεγάρων)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Πολυκαρπίαν ἀρετῶν οὐρανίων, καλλιεργῶν τῇ ἐναρέτῳ ζωῇ σου, τῶν εὐσεβῶν διέθρεψας ἐν λόγῳ τὰς ψυχάς, θαύμασι κοσμήσας δέ, σεαυτὸν Ἱεράρχα, μαρτυρίου ἤστραψας, μυστικῶς λαμπηδόνας, καὶ πρὸς τὸ φῶς μετέβης τῆς ζωῆς, Ἱερομάρτυς, παμμάκαρ Πολύκαρπε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών. 

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

ᾨδὴν τὴν ἱκέσιον ἐκ ψυχῆς, προσάγω σοι πόθῳ, τοῦ Κυρίου ἱερουργέ, Πολύκαρπε μάκαρ θεραπεῦσαι, τὰς κατ’ ἀμφοῖν ἐξαιτῶν ἀλγηδόνας μου.

Ὑγρὰς καὶ ὑλώδεις μου τοῦ νοός, ἐννοίας θεόφρον, νῦν ἀπέλασον εὐσθενῶς, Πολύκαρπε Μάρτυς ἵνα πᾶσι, τὸ τοῦ Χριστοῦ μου ποιῶ θεῖον θέλημα.

Ἐκλάμπρυνον τοίνυν μου τῆς ψυχῆς, τὸ ἔνδυμα Πάτερ, ἐκ παθῶν τὸ ἀμαυρωθέν, ἐλαύνων δαιμόνων τὰς ἐφόδους, αἷς ἐκπειρῶνται Δεσπότου χωρίσαι με.

Θεοτοκίον.

Μαρία Παρθένε τὸ καθαρόν, δοχεῖον τοῦ Λόγου, ὡς ὑπάρχουσα τῆς φθορᾶς, καθάρισον τάχος με καὶ δεῖξον, ὁλολαμπὲς Σοῦ Υἱοῦ οἰκητήριον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Προστασίαν σε πάντες οἱ ἐν δεινοῖς κύμασι, περιπεπτωκότες τοῦ βίου, Πάτερ κεκτήμεθα· ὅθεν Πολύκαρπε, ἐκ συμφορῶν καὶ κινδύνων, ῥῦσαι τοὺς βοῶντάς σοι· χαίροις Πολύκαρπε.

Τὸν Χριστὸν ἀγαπήσας ὅλῃ ψυχῇ ἔνδοξε, ὅλῃ σου ἐφέσει ἐῤῥίφθης, πῦρ εἰς φιλόϋλον· ὅθεν δεόμεθα, Χριστοφλεγῶς θεοφάντορ, καὶ ἡμᾶς τῇ κρείττονι, ἀγάπῃ πύρωσον.

Ἱκετεύομεν πάντες οἱ εὐτελεῖς δοῦλοί σου, λύσεως τυχεῖν τῶν πταισμάτων, Πάτερ Πολύκαρπε, ταῖς εὐπροσδέκτοις σου, εὐχαῖς καλλίθυτε Μάρτυς, τοῦ γὰρ Παντοκράτορος, ὤφθης καλλίστευμα.

Θεοτοκίον.

Ἀειπάρθενε Κόρη καταλλαγὴ ἕτοιμος, πάντων γηγενῶν πρὸς Δεσπότην, τὸν ἐλεήμονα, τὰς ἀνιάτους μου, πληγὰς θεράπευσον ὅπως, πίστει μεγαλύνω Σε, ὅλῃ καρδίᾳ μου.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Ἰεράρχα, ὅτι πάντες σε ἐκ δεινῶν Πολύκαρπε ἔχομεν, ῥυτῆρα ἀήττητον ἐν πρεσβείαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Τὰ ἄνω ζητῶν τερπνὰ ἱερώτατε, τῶν κάτων σοφῶς, ὡς οὐδὲν κατεφρόνησας, καὶ πυρὶ ἐκδέδωκας σεαυτὸν διὰ τὸν Δεσπότην σου, ὑπὲρ ἡμῶν ἱκέτευε ἀεί, Πολύκαρπε τῶν πίστει τιμώντων σε.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὡς ποιμὴν ἀληθέστατος, τρίβοις καθοδήγησας τὸ σὸν ποίμνιον, ταῖς εὐθείαις· ὅθεν ἅπαντες, πρὸς τὸ φῶς ὁδήγησον τῆς χάριτος.

Τοῦ ἁγίου λειψάνου σου, θήκην κεκτημένοι στεῤῥὲ Πολύκαρπε, τὰς ἰάσεις ἀρυόμεθα, νοσημάτων πάντων καὶ τῶν θλίψεων.

Δυσωποῦμεν πανόλβιε, ἱκετεύειν πάντοτε πρὸς τὸν Κύριον, ἐλυτροῦσθαι τῶν κακώσεων, τοὺς σοὶ προσιόντας μετὰ πίστεως.

Θεοτοκίον.

Ἱκετεύω πανύμνητε, δάκρυσιν ὀδύνης καὶ κατανύξεως, τῶν πταισμάτων μου τὸ πέλαγος, παριδεῖν Μαρία ὡς φιλάγαθος.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἔλασον σοφέ, τῆς δεινῆς μου νόσου τάραχον, τῆς ὑγείας τὴν χαρὰν ἀποδιδούς, τῷ τιμῶντι τῆς χειρός σου θεῖον λείψανον.

Ῥῦσαι συμφορῶν, καὶ κινδύνων ὦ Πολύκαρπε, τοὺς δραμόντας σῇ εἰκόνι τῇ σεπτῇ, εἰς πανσέβαστον ναόν σου ἱερώτατε.

Μάρτυς ἀληθής, τοῦ Δεσπότου σου ἐνδέδειξαι, Ὃν κηρύκας ἐν βασάνοις ἀλγεινοῖς, καὶ τὸ στέφος παρ’ Αὐτοῦ ἐδέξω Ἅγιε.

Θεοτοκίον.

Δέξαι ἀγαθή, πενομένου δούλου δέησιν, καὶ καρδίας μὴ παρίδης στεναγμούς, ἀλλὰ δίδου μοι δεινῶν τὴν ἀπολύτρωσιν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἐκήρυξας, τῆς ζωῆς τὸν αἴτιον, καὶ Θεὸν τὸν προαιώνιον Λόγον, τὸν ἐκ φθορᾶς, ἡμᾶς σώσαντα ᾍδου, καὶ ἁμαρτίας Σταυρῷ καθηλώσαντα· διὸ μεσίτην ἀσφαλῆ, πρὸς Αὐτὸν σὲ Πολύκαρπε ἔχομεν.

Ἐπλήρωσας, δι’ εὐχῆς ἁγίας σου, τοὺς σιτῶνας γυναικὸς σὲ θρεψάσης, οὓς καὶ πτωχοῖς, ἐξεκένωσας τότε, καταπραΰνας λιμὸν τὸν ἐπάρατον· διὸ ἐκ καύσωνος παθῶν, καὶ ἡμᾶς καταδρόσισον πάνσοφε.

Ἀνέστειλας, ἐκτενεῖ δεήσει σου, τὸν Θεὸν ἐξιλασκόμενος Πάτερ, δεινοῦ αὐχμοῦ, ἀμετρίαν τοῖς πίστει, σοὶ προσελθοῦσι κλαυθμῷ ὦ Πολύκαρπε· διὸ ἐκ καύσωνος παθῶν, καὶ ἡμᾶς καταδρόσισον πάνσοφε.

Θεοτοκίον.

Ἐχώρησας, τὸν παντὶ ἀχώρητον, καὶ Θεὸν δημιουργήσαντα πάντα, καὶ ἐν μαζῷ Σου ἐθήλασας Λόγον, τὸν ἐν ἐρήμῳ λαὸν διαθρέψαντα, δυσώπησον διὸ Χριστόν, ἱλασμὸν παρασχεῖν τοῖς ἱκέταις Σου.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Ἰεράρχα, ὅτι πάντες σε ἐκ δεινῶν Πολύκαρπε ἔχομεν, ῥυτῆρα ἀήττητον ἐν πρεσβείαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασία τῶν χριστιανῶν πολυθαύμαστος, δεξιᾶς σου χειρὸς ἡ θήκη ἀναδέδεικται, μὴ παρίδῆς τοῦ οἰκτειρῆσαι· ὅθεν συμπαθῶς, ἀλλὰ σπεῦσον ὡς πανευκλεής, τοῦ σοῦ Δεσπότου ἀθλητής, θεραπεῦσαι τοὺς κράζοντας· πρόφθασον ἐν κινδύνοις, καὶ ῥῦσαι κεκακωμένους, ἐπικαμπτόμενος ἀεί, ταῖς λιταῖς ἡμῶν Πολύκαρπε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Μὴ τὸν χειμαζόμενον, ἐν ἁμαρτίαις παντοίαις, καὶ καταικιζόμενον, μάστιξι παρίδῃς με τοῦ ἀλάστορος, Ἀθλητὰ Πολύκαρπε, ἀλλ’ οἰκτείρησόν με, καὶ δεήσεσιν ἐνθέοις σου, σῶσον τὸν ἄσωτον, τὸν ἀπὸ καρδίας σοι κράζοντα· Θεὸς γάρ σε παράκλησιν, καὶ παραμυθίαν ἀνέδειξε· ὅθεν τοῦ Δεσπότου, θεράπον ἰατρὲ θαυματουργέ, σπεύσας τὴν ἴασιν δίδου μοι, ἵνα μακαρίζω σε.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῆς ψυχῆς μου Πολύκαρπε, νέφος διασκέδασον σκοτεινότατον, καὶ μάστιγα ὀδύνης, μαστίζουσαν τὸ σῶμα καὶ ψυχὴν καταθλίβουσαν, ὡσεὶ ἀκέστωρ σεπτός, κατάργησον οἰκτίρμον.

Ἐξ Ὑψίστου ἰάσεων, χάριν εἰληφὼς Ἱεράρχα Πολύκαρπε, ἰάσεως ἀξίους, ἀνάδειξον τρισμάκαρ, τοὺς ἐν πίστει κραυγάζοντας· ἐκ νοσημάτων πολλῶν, ἱκέτας πάντας σῷζε.

Ἐκτενῶς σοι βοῶντας, ὦ Πολύκαρπε Πάτερ καὶ καταφεύγοντας, τῷ θείῳ σου τεμένει, ἡμᾶς μὴ ὑπερίδῃς, ἀλλὰ σκέπε καὶ φρούρησον, ὅτι ἁπάσας εἰς σέ, ἐθέμεθα ἐλπίδας.

Θεοτοκίον.

Θεοτόκε πανάχραντε, ἄχρονον τεκοῦσα Σωτῆρα Κύριον, μερίδος δυσωπῶ Σε, λύτρωσαι εὐωνύμου, ἐν ἡμέρᾳ τῆς Κρίσεως, καὶ τοῖς προβάτοις Αὐτοῦ, συνάριθμόν με δεῖξαι.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἐκ νοσημάτων, γέμον ἐστί μου τὸ σῶμα, καὶ τοῖς πόνοις παρειμένα τὰ μέλη· ὅθεν τοῦ σοῦ δούλου, μὴ ἐπιλανθάνου.

Παραμυθίας, ἐξαποροῦμαι γηΐνου, ὦ Πολύκαρπε θερμῶς σοι κραυγάζω· ὅθεν με προφθάσας, τὴν ῥῶσιν νῦν παράσχου.

Καθικετεύω, Σὲ Ἱεράρχα προσβλέχας, οὐρανόθεν ἵλεώς μοι γενέσθαι, πάθη καὶ κακώσεις, ἰώμενος θεόφρον.

Θεοτοκίον.

Ὑμνῶ Σε Κόρη, τῶν Χερουβεὶμ ὑπερτέραν, ὡς τὸν Κτίστην τῶν ἁπάντων τεκοῦσαν, καὶ μεγαλυνῶ Σε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἐλαύνεις τὰς ἀκρίδας, ζῶα θεραπεύεις, τοῖς παραδόξοις Πολύκαρπε θαύμασι· διὸ ταχέως παθῶν με Πάτερ ἀπάλλαξον.

Ἰάσεων κρατῆρα, μέγιστον παμμάκαρ, τὴν ἱερὰν δεξιάν σου κατέχοντες, παντοίων θλίψεων σκότος ἀποδιώκομεν.

Ὀχλούμενοι ποικίλαι, μάκαρ ἐπηρείαις, ἐκ τῶν δαιμόνων πρὸς σὲ καταφεύγομεν, ὅτι χαρίτων ταμεῖον εἶ ἀδαπάνητον.

Θεοτοκίον.

Σὲ πᾶσαι αἱ δυνάμεις, τῶν ἐπουρανίων, σὺν γενεαῖς τῶν βροτῶν μακαρίζουσιν, ὅτι ὁδὸν τῆς θεώσεως νῦν διήνοιξας.

 

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις τῶν θαυμάτων ὁ ποταμός· χαίροις τῶν Σμυρναίων, ἀντιλήπτωρ ὁ ἰσχυρός· χαίροις τῆς Τριάδος, ὁ θεῖος μυστολέκτης, δι’ ἣν ὁλοκαυτώθης, Μάρτυς Πολύκαρπε.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, θείου Πολυκάρπου, τὴν πανεύφημον δεξιάν, βρύει ἰαμάτων, γὰρ φάρμακα καὶ νόσων, τὴν βλάβην ἐκδιώκει, πᾶσι τοῖς πέρασι.

Τὸν  Ἱερομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐν ἀσθενείαις, ἑτοιμότατον βοηθόν, ῥύστην τρυχομένων, τῶν εὐλαβῶν χορεῖαι, ἐν ὕμνοις ἀσιγήτοις, ἀνευφημήσωμεν.

Δεῦτε οἱ νοσοῦντες καὶ ἐν δεινοῖς, πάθεσι τελοῦντες, ἀρυσώμεθα ἐκ πηγῆς, χάριν σωτηρίας, βλύζουσης ἐκ τῆς θήκης, λειψάνου Πολυκάρπου, ἱεροφάντορος.

Κράζομέν σοι Πάτερ εἰλικρινῶς· ῥῦσαι ἐκ παντοίων, περιστάσεων σὸν λαόν, τὸν θερμῶς ζητοῦντα, τὴν σκέπην σου τὴν θείαν, καὶ ἄφεσιν πταισμάτων, μάκαρ Πολύκαρπε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

 

 

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, ἐκ Παρθένου ὁ καρπός, καὶ ζωαρχικώτατος σπόρος, εἰς γῆν ἐνέπεσε, τότε σε πολύκαρπον, στάχυν ἐβλάστησε, τοὺς πιστοὺς διατρέφοντα, τοῖς τῆς εὐσεβείας, λόγοις τε καὶ δόγμασι, καὶ τῆς ἀθλήσεως, τούτους, ἁγιάζοντας θείῳ, αἵματι καὶ ἱερωσύνης, μύρῳ καθαγνίζοντα Πολύκαρπε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου