ΣΙΩΝΙΤΙΣ ΥΜΝΩΔΟΣ
Ἤ ΜΕΛΩΔΙΚΟΙ ΚΑΙ ΘΕΙΟΙ ΥΜΝΟΙ
Οὕς ψάλλομεν περιερχόμενοι
καὶ λιτανεύοντες εἰς τὰ ἐντὸς τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως πανσέβαστα
Προσκυνήματα καὶ θεῖα Παρεκκλήσια.
Ἐν Ἱεροσολύμοις. Ἐκ τοῦ
Τυπογραφείου τοῦ Παναγίου Τάφου. 18592.
Εἰς τὸ ἱερὸν Κουβούκλιον τοῦ Παναγίου
Τάφου.
Διάταξις
τῆς ἱερὰς λιτανείας.
Συναχθέντων τῶν
εὐλαβεστάτων προσκυνητῶν ἐν τῷ πανιέρῳ Ναῷ τῆς Ἀναστάσεως, καὶ κατασπαζομένων
τὸν Ζωοδόχον τοῦ Κυρίου ἡμῶν Τάφον, ὁ μὲν κανδηλάπτης διανέμει ἀνὰ ἕν κηρίον
εἰς ἕκαστον τούτων, οἱ δὲ χοροὶ ἱστάμενοι ἔμπροσθεν τοῦ ἱεροῦ Κουβουκλίου,
ψάλλουσι τὰ ἀκόλουθα ἀναστάσιμα τροπάρια.
Ἦχος
α΄.
Κυκλώσατε
λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ τῷ ἀναστάντι ἐκ νεκρῶν,
ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Τῷ
Ζωοδόχῳ σου Τάφῳ παρεστῶτες οἱ άνάξιοι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου
εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι Σταυρὸν κατεδέξω καὶ θάνατον ἀναμάρτητε,
ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν ἀνάστασιν, ὡς φιλάνθρωπος.
Τὸν
Τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ τοῦ ὀφθέντος Ἀγγέλου
ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς
καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ Τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Ἦχος
β΄.
Χαίρετε
λαοὶ καὶ ἀγαλλιᾶσθε. Ἄγγελος ἐκαθίσεν εἰς τὸν λίθον τοῦ μνήματος. Αὐτὸς ἡμᾶς
εὐηγγελίσατο εἰπῶν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε
τὰ σύμπαντα εὐωδίας. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Ἔῤῥαναν
μύρα μετὰ δακρύων ἐπὶ τὸ μνῆμά σου αἱ γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα
αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.
Αἰνεσάτωσαν
ἔθνη καὶ λαοί, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι’ ἡμᾶς Σταυρὸν
ὑπομείναντα, καὶ ἐν τῷ ᾄδῃ τριημερεύσαντα. Καὶ προσκυνησάτωσαν αὐτοῦ τὴν ἐκ
νεκρῶν ἀνάστασιν, δι’ ἧς πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.
Ἦχος
δ΄. Ἐν τῇ καμίνῳ ἀβραμιαῖοι.
Ὡς
ζωηφόρος, ὡς παραδείσου ὡραιότερος ὄντως, καὶ παστάδος πάσης βασιλικῆς
ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Ἦχος
πλ. β΄.
Ὄλβιος
τάφος, ἐν ἑαυτῷ γὰρ δεξάμενος ὡς ὑπμοῦντα τὸν Δημιουργόν, ζωῆς θυσαυρὸς θεῖος
ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Τριήμερος
ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν προπάτορα ἡμῶν, διό σε
καὶ δοξάζει τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν ἀνάστασιν.
Ἦχος
βαρύς.
Ἀνέστη
Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην.
Αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ἀνάστασιν
Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον.
Χριστοῦ
τὴν ἀνάστασιν προσκυνοῦντες, οὐ παυόμεθα. Αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν ἐκ τῶν ἀνομιῶν
ἡμῶν, Ἅγιος, Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.
Ἦχος
πλ. δ΄.
Χαῖρε
Σιὼν Ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον, σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν
ἁμαρτιῶν, διὰ τῆς Ἀναστάσεως.
Ἀναστὰς
ἐκ τοῦ Τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας γυναιξί, κηρύξαι τὴν ἔγερσιν,
Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν
τῷ τάφῳ ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε τὰ ὀθόνια μόνα. Οὐδεὶς γὰρ βλέπειν
δύναται ἐν νυκτὶ τὰ προκείμενα, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός,
ὅτι σώζεις ἅπαντας Σωτὴρ ἡμῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Ἐντεῦθεν δὲ τοῦ Ἱερέως καὶ
Διακόνου προπορευομένων μετὰ τῆς συνήθους ἱερατικῆς στολῆς, μεταβαίνομεν εἰς τὸ
Ἱερὸν Προσκύνημα, τὸ ἐπονομαζόμενον Μή
μου ἅπτου, ψάλλοντες τὸ ἀκόλουθον Μεγαλυνάριον.
Μεγαλυνάριον.
Μαγδαληνὴ
Μαρία, προσέδραμε τῷ τάφῳ, καὶ τὸν Χριστὸν ἰδοῦσα, ὡς κηπουρὸν ἠρώτα.
Ἐξαποστειλάριον.
Δύω
Ἀγγέλους βλέψασα ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα,
ὡς κηπουρὸν ἐπηρώτα· Κύριε, ποῦ τὸ σῶμα τοῦ Ἰησοῦ μου τέθεικας; Κλήσει δὲ
τοῦτον γνοῦσα εἶναι αὐτὸν τὸν Σωτῆρα, ἤκουσε μή μου ἅπτου· πρὸς τὸν Πατέρα
ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.
Ἐν τῷ πορεύεσθαι ἡμᾶς
λιτανεύοντας εἰς τὸ Παρεκκλήσιον τῆς
μαστιγώσεως τοῦ Κυρίου ἡμῶν.
Τροπάρια
εἰς ἦχον πλ. β΄. Κατ’ ἀλφάβητον. Τὴν τιμιωτέραν.
Ἄνω
σε ἐν θρόνῳ μετὰ Πατρός, καὶ κάτω ἐν στύλῳ μαστιγούμενόν σε σαρκί, ἡ κτίσις
ὁρῶσα διεδονεῖτο φόβῳ, δοξάζουσα τὴν θείαν σου συγκατάβασιν.
Δόξα
σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βάθει
σῶν κριμάτων νῶτον τὸν σόν, εἰς μάστιγας Σῶτερ, ἑκὼν δέδωκας ἀγαθέ, τὸν Ἀδὰμ
καὶ Εὔαν, μαστίγων ὅπως λύσῃς, ἐν φόβῳ ἀνυμνοῦντας τὴν εὐσπλαγχνίαν σου.
Δόξα
Πατρί.
Γυμνὸς
ἐν τῷ στύλῳ ὁ πᾶσαν γῆν, ἄνθεσι κοσμήσας, ἐμαστίχθης ὑπὲρ ὧν πρίν, πληγαῖς τῆς
Αἰγύπτου, ἐμάστιξας γῆν Σῶτερ. Δοξάζομεν τὴν θείαν, μακροθυμίαν σου.
Καὶ
νῦν.
Δῆμον
τῶν Ἑβραίων τὸ πρὶν πυρός, στύλῳ καὶ νεφέλῃ, ὁδηγήσας νῦν ὑπ’ αὐτῶν, προσδεθεὶς
τῷ στύλῳ, τὸν νῶτον φραγγελοῦσαι. Δόξα Χριστὲ τῇ ἄκρᾳ, φιλανθρωπίᾳ σου.
Καὶ
θυμιᾷ μὲν ὁ Ἱερεύς· ὁ δὲ Διάκονος λέγει τὰς ἑπομένας αἰτήσεις.
Ἐλέησον
ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι
δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ Πατρὸς καὶ Πατριάρχου ἡμῶν... (δεῖνος).
Ἔτι
δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, Ἀρχιερέων, Ἱερέων, Ἱερομονάχων, Ἱεροδιακόνων καὶ
Μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι
δεόμεθα ὑπὲρ ἐλέους ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, κατευοδώσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ..., πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
προσκυνητῶν, ἐπιτρόπων τε καὶ συνδρομητῶν τοῦ παναγίου καὶ ζωοδόχου Τάφου.
Ἔτι
δεόμεθα καὶ ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἐν ταῖς διακονίαις καὶ ἐν ἀποδημίαις
ὄντων, καὶ ὑπὲρ πάντων τῶν ἐλεούντων, ἐλεησάντων, διακονούντων τε καὶ
διακονησάντων ἡμῖν ἐν τῇ Ἁγίᾳ Μονῇ ταύτῃ.
Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ
φιλάνθρωπος...
Εἰρήνη πᾶσι.
Ὁ διάκονος· Τὰς κεφαλὰς
ἡμῶν τῷ Κυρίῳ κλίνατε.
Καὶ
ὁ Ἱερεὺς ἐκφώνως, τὴν εὐχὴν ταύτην:
Κύριε
Ἰησοῦ Χριστέ, μονογενὲς Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, ὑπεράγαθε, πολυεύσπλαγχνε, δόξα
τῇ ὑπὲρ νοῦν συγκαταβάσει σου, δόξα τῇ ἄκρᾳ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀπείρῳ
φιλανθρωπίᾳ σου, δόξα τῇ ἀφάτῳ μακροθυμίᾳ σου, ἡμεῖς γὰρ ἐσμὲν οἱ παραβάται,
καὶ σὺ ὁ ἀναμάρτητος Πιλάτῳ κέκρισαι, ἡμεῖς ἐσμὲν οἱ πταῖσται, καὶ σὺ ὁ δίκαιος
κατακέκρισαι, ἡμεῖς ἐσμὲν οἱ ὑπεύθυνοι, καὶ σὺ ὁ ἀνεύθυνος τῷ στύλῳ δεθεὶς
μεμαστίγωσαι. Ὤ ἀφάτου χρηστότητος, ὤ ἀνεικάστου φιλανθρωπίας, ὁ νώτοις
χερουβικοῖς ἐποχούμενος, τὸν νῶτον φραγγελοῦται, ὁ πληγαῖς τὴν Αἴγυπτον
μαστίξας, μάστιγας δέχεται. Ἀλλ’ ὦ ὑπεράγαθε Κύριε, ὁ δι’ ἡμᾶς ὑποστὰς
μάστιγας, ἀπόστησον ἀφ’ ἡμῶν τὰς τοῦ ἐχθροῦ μάστιγας, καὶ τοῖς οἰκτιρμοῖς σου
ἐπίσκεψαι, ὁ τραυματισθεὶς ὑπὲρ ἡμῶν, τὰ τραύματα τῶν ψυχῶν ἴασαι, ὁ παθὼν ὑπὲρ
ἡμῶν, τῶν ψυχοφθόρων παθῶν ἡμᾶς ἐλευθέρωσον, ἵνα σε τὸν ἀπαθῆ τῇ θεότητι
εὐγνωμόνως δοξάζωμεν εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εἶτα, ἐκεῖθεν ἀπερχόμενοι
εἰς τὸ Παρεκκλήσιον τῶν Κλαπῶν, καὶ τῆς Θεοτόκου, ψάλλομεν τὰ ἔμπροσθεν
Τροπάρια.
Εἰς
ἤχον πλ. β΄. Τὴν τιμιωτέραν.
Ἑκὼν
ἀνεξίκακε Ἰησοῦ, πάθος κατεδέξω, τὴν ἀπάθειαν τοῖς βροτοῖς, παρέχων Υἱέ μου,
τοῖς πίστει προσκυνοῦσι, καὶ πόθῳ ἀνυμνοῦσι τὴν εὐσπλαγχνία σου.
Ζοφωθεὶς
τὰς ὄψεις φθόνῳ δεινῷ, Ἑβραίων ὁ δῆμος, σὲ τὴν τοῦ κόσμου σπεύδει ζωήν, ζωῆς
τοῦ στερῆσαι, μακρόθυμε Υἱέ μου, ἀλλ’ ἀνυμνῶ σου πόθῳ τὴ συγκατάβασιν.
Εἰς
τὸ· Ἡ λιποθυμία τῆς Θεοτόκου.
Εἰς
ἤχον πλ. β΄. Τὴν τιμιωτέραν.
Ἤκεις
πρὸς τὸ πάθος ἑκὼν Υἱέ, ἵνα παθῶν ῥύσῃ, τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, καὶ μετὰ
ἀνόμων, οἰκτίρμον ἐλογίσθης, ὅπως τῆς ἀνομίας σώσῃς τὸν ἄνθρωπον.
Δόξα
σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Θρήνοις
συνεκόπτετο ἡ Ἁγνή, Μήτηρ σου ὁρῶσα, ἑκουσίως ὤ Λυτρωτά, πρὸς τὸ πάθος μολοῦντα,
ὡς ἄκακον ἀρνίον, αὐτῆς ταῖς ἱκεσίαις παθῶν με λύτρωσαι.
Καὶ θυμιᾷ ὁ Ἱερεύς. Εἶτα ὁ
Διάκονος τὰς συνήθεις αἰτήσεις ὡς προδεδήλωται, καὶ ὁ Ἱερεὺς τὴν εὐχὴν ταύτην
ἐκφώνως.
Ἄσπιλε,
ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἀμίαντε, πανακήρατε, θεόνυμφε, Θεοτόκε, Μαριὰμ
ᾀειπάρθενε, Δέσποινα τοῦ κόσμου, καὶ ἐλπὶς ἡμῶν, ἐπίβλεψον ἐφ’ ἡμᾶς τοὺς
ἁμαρτωλοὺς ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ ὅν ἐξ ἁγνῶν σου αἱμάτων ἀπειράνδρως ἐκυοφόρησας
Ἰησοῦν Χριστόν, ἵλεως ἡμῖν ἀπέργασαι ταῖς μητρικαῖς σου δεήσεσιν, ἡ τοῦτον
κατιδοῦσα κατάκριτον, καὶ τῇ ῥομφαίᾳ τῆς λύπης τὴν καρδίαν τρωθεῖσα, τρῶσον
ἡμῶν τὰς ψυχὰς τῷ θείῳ πόθῳ, ἡ ἐπὶ τοῖς δεσμοῖς αὐτοῦ καὶ ὀνειδισμοῖς πικρῶς
δακρύσασα, δάκρυα κατανύξεως ἡμῖν δώρησαι, ἡ ἐπὶ τῇ ἑκουσίῳ αὐτοῦ ἀπαγωγῇ πρὸς
τὸν θάνατον τῇ ψυχῇ ὑπεραλγήσασα, τῶν ἀλγεινῶν τῆς ἀτιμίας παθῶν ἡμᾶς
ἐλευθέρωσον, ἵνα σε δοξάζωμεν τὴν ἀληθῶς
δεδοξασμένην εἰς τοὺς αἰῶνας.
Ἀμήν.
Ἀπερχόμενοι δὲ εἰς τὸ τοῦ
Ἁγίου Λογγίνου Παρεκκλήσιον, ψάλλομεν τὰ Τροπάρια ὡς ἔμπροσθεν. Εἰς
ἤχον πλ. β΄. Τὴν τιμιωτέραν.
Ἰδὼν
ὁ Λογγίνος τὰ ἐν τῷ σῷ, πάθει γεγονότα, φρικτὰ λίαν καὶ θαυμαστά, Θεοῦ σὲ
ἐπέγνω, Υἱὸν ἐν ἀληθείᾳ, τρανῶς τε ὡμολόγει, ἀνακηρύττων σε.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Κρεμάμενον
ἥλιος ἐν Σταυρῷ, ἥλιε τῆς δόξης, καθορῶν σε κρύπτει τὸ φῶς, καὶ ὅλον φωτίζει,
φωτὶ θεογνωσίας, Λογγῖνον σὲ εἰδέναι Θεὸν καὶ ἄνθρωπον.
Δόξα.
Λογγίνου
τὴν κάραν Ἑβραῖοι πρίν, ὑπὲρ σοῦ Χριστέ μου, ἐκτεμόντες οἱ δολεροί, ἔκρυψαν
κοπρίᾳ, γυνὴ τυφλὴ δὲ ταύτην, ἀνέβλεψεν εὑροῦσα καὶ σὲ δοξάζουσα.
Καὶ
νῦν.
Μακρόθυμε
Σῶτερ Υἱὲ Θεοῦ, ὁ θεῖον Λογγῖνον, κατιδόντα σε ἐν Σταυρῷ, φωτίσας οἰκτίρμον,
πρὸς σὴν θεογνωσίαν, καὶ ἡμᾶς ταῖς πρεσβείαις ἐκείνου φώτισον.
Καὶ θυμιᾷ ὁ Ἱερεύς. Εἶτα ὁ
Διάκονος τὰς συνήθεις αἰτήσεις ὡς προδεδήλωται, καὶ ὁ Ἱερεὺς τὴν εὐχὴν ταύτην
ἐκφώνως.
Χριστὲ
ὁ Θεὸς ἡμῶν, ἡ τῶν ἀνθρώπων ὑπεργλυκυτάτη ἀγάπη, τὸ φῶς, ἡ ὁδός, ἡ ζωή, καὶ
σωτηρία ἡμῶν , εὐχαριστοῦμέν σου τῷ ἀπείρῳ ἐλέει, καὶ τῇ ἀφάτῳ σου εὐπσλαγχνίᾳ
καὶ χρηστότητι, δι’ ἅ τὸν σταυρικὸν εἵλου θάνατον, ζωῶσαι θέλων ἡμᾶς τοὺς
θανέντας ἀθάνατε. Καὶ νῦν πολυεύσπλαγχνε Κύριε, ἀποροῦντες ἡμεῖς οἱ ἀνάξιοι
δοῦλοί σου ὕμνων ἀνταξίων τῇ σῇ ἀγαθότητι, τὴν ἐπὶ τοῦ Σταυροῦ ὁμολογίαν τοῦ
δικαίου Λογγίνου προσφέρομέν σοι λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ σύ. Σὺ εἶ Κύριε
ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεός, σὺ εἶ ὁ βασιλεὺς τοῦ παντός. Σὺ εἶ ὁ
βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων. Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός,
ὁ τὸ ἀπολωλὸς πρόβατον ἀναζητήσας καὶ εὑρών, καὶ ἐπὶ τῶν ὤμων ἀναλαβών, καὶ
Πατρὶ σου τῷ ἀνάρχῳ προσαγαγών. Σὺ οὖν ὁ ὑπὸ πάντων καὶ ἐν πᾶσι καὶ διὰ πάντα
δεδοξασμένος Κύριος, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς καὶ ἀναξίους ἀνυμνεῖν καὶ
δοξάζειν σε πάντοτε. Σὺ ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, καθάρισον ἡμᾶς ἀπὸ παντὸς
μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Σύ, ὁ ὑπὲρ τῆς ἀθανασίας τῶν ἀνθρώπων ἑκουσίως
πιὼν τὸ ποτήριον τοῦ θανάτου, πότισον ἡμᾶς οἶνον κατανύξεως, καὶ τῶν πλημμελημάτων
ἡμῶν τὴν ἄφεσιν δώρησαι, πρεσβείαις τῆς ᾈειπαρθένου σου Μητρός, τοῦ Ἁγίου
Μεγαλομάρτυρος Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Ἀπερχόμενοι δὲ εἰς τὸ
Παρεκκλήσιον τοῦ διαμερισμοῦ τῶν ἱματίων τοῦ Χριστοῦ,
ψάλλομεν τὰ Τροπάρια, ὡς ἔμπροσθεν φαίνονται. Εἰς ἦχον πλ. β΄. Τὴν τιμιωτέρα.
Ναοῦ
καταπέτασμα Ἰησοῦ, διχῇ ἐμερίσθη μεριζόντων στρατιωτῶν, τὰ ἱμάτιά σου, δηλοῦν
ὡς γῇ ἐν πάσῃ, Ἑβραῖοι μερισθήσονται ὡς παράνομοι.
Δόξα
σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ξένως
στρατιῶται Σῶτερ τὸν σόν, ἄῤῥαφον χιτῶνα, τὸν καὶ ἄνωθεν ὑφαντόν, οὐκ ἔσχισαν
ὅλως, ἀλλ’ ἔλαχον οἰκτίρμον, ἵν’ ἡ Γραφὴ κᾄν τούτῳ, τῷν Προφητῶν πληρωθῇ.
Δόξα.
Οἱ
πρὶν κληρωσάμενοι Λυτρωτά, τῆς ἐπαγγελίας τὴν γῆν ταύτην, ἀχάριστοι ἱμάτιά τε
τἄλλα, διεμερίσαντό σου, καὶ τῷ ἱματισμῷ σου κλῆρον ἐπέθηκαν.
Καὶ
νῦν.
Πᾶσαν
πονηρίας ὑπερβολήν, εἰργάσαντο Σῶτερ, οἱ παράνομοι κατὰ Σοῦ, ἐξευτελίσαι, δέ σε
θέλοντες ἔτι μᾶλλον, καὶ τὰ ἱμάτιά σου διεμερίσαντο.
Καὶ θυμιᾷ ὁ Ἱερεύς. Εἶτα ὁ
Διάκονος τὰς συνήθεις αἰτήσεις ὡς προδεδήλωται, καὶ ὁ Ἱερεὺς τὴν εὐχὴν ταύτην
ἐκφώνως.
Βασιλεῦ
Ἅγιε, εὔσπλαγχνε καὶ πολυέλεε, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, Κύριε ἡμῶν
Ἰησοῦ Χριστέ, δόξα τῇ περὶ ἡμᾶς οἰκονομίᾳ σου, δόξα τῇ ἄκρᾳ εὐσπλαγχνίᾳ σου. Σὺ
γὰρ Κύριε, ὑπὲρ τοῦ κόσμου παθεῖν ἐλόμενος, ἐγυμνώθης ὑπὸ τῶν στρατιωτών, ὁ
πᾶσαν τὴν γῆν ἐνδύων τοῖς ἄνθεσι, σοῦ καὶ τὰ ἱμάτια ἐπὶ τοῦ τόπου οἱ στρατιῶται
διεμερίσαντο, τοῦ πρὶν τοῖς Ἑβραίοις τῆς ἐπαγγελίας τὴν γῆν ταύτην
διαμερίσαντος. Καὶ οἱ τῶν σῶν μεγάλων δωρεῶν καὶ χαρίτων κληρονόμοι γενόμενοι,
κλῆρον ἔβαλον ἐπὶ τὸν σὸν ἄνωθεν ὑφαντὸν χιτῶνα, οἱ ἀχάριστοι καὶ ἀγνώμονες.
Ἀλλ’ ἀνεξίκακε Κύριε, ὁ δι’ ἡμᾶς γυμνωθῆναι καὶ γυμνὸς ἐπὶ Σταυροῦ παγῆναι
καταδεξάμενος, ἔνδυσον ἡμᾶς στολὴν σωτηρίας, ἀμφίασον ἡμᾶς τὸν ἐκ τῆς θείας σου
χάριτος ἄνωθεν ὑφαντὸν χιτῶνα, καῖ τῆς σῆς βασιλείας κληρονόμους ἀνάδειξον, ἵνα
σὲ ἀνυμνῶμεν εὐγνωμόνως, καὶ δοξολογῶμεν εὐχαρίστως εἰς τοὺς αἰῶνας.
Ἀπερχόμενοι δὲ εἰς τὸν
ναὸν τῶν θεοστέπτων Βασιλέων, κἀκεῖθεν εἰς τὸ Ἅγιον Σπήλαιον τῆς εὑρέσεως τοῦ
Τιμίου Σταυροῦ, ψάλλομεν τὰ Τροπάρια, ὡς ἔμπροσθεν
φαίνονται. Εἰς ἦχον πλ. β΄. Τὴν τιμιωτέρα.
Ῥώμην
τὴν ἐξ ὕψους ἀναλαβών, πάλαι Κωνσταντῖνος, ὁ θεόστεπτος Βασιλεύς, τὴν Αὐτοῦ
Μητέρα, ἐκπέμπει μετὰ πόθου, σπουδῇ ἀναζητῆσαι τὸν τοῦ Κυρίου Σταυρόν.
Δόξα
σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σοῦ
τὸν ζωηφόρον Χριστὲ Σταυρόν, ὅν πάλαι Ἑβραῖοι φθόνῳ ἔκρυψαν ἐν τῇ γῇ, εὑροῦσα ἡ
θεία, καὶ βασιλὶς Ἐλένη, ἐν τῷ σπηλαίῳ τούτῳ πόθῳ ἠσπαζετο.
Δόξα.
Τὸ
σπήλαιον τοῦτο Σῶτερ Χριστέ, ὄλβιον ἐδείχθη, ὡς δεξάμενον ἑαυτῷ, τὸν θεῖον
Σταυρόν σου, ὄν παράνομος δῆμος, Ἑβραίων πάλαι φθόνῳ, ἐν τούτῳ ἔκρυψαν.
Καὶ
νῦν.
Ὑπὸ
γῆν ἐκρύβη ὁ σὸς Σταυρός, ἥλιος καθάπερ, ἀλλ’ ἀνέτειλε τηλαυγῶς, διὰ τῆς
Ἀνάσσης, ἐκ τοῦ σπηλαίου τούτου, ᾧ πίστει παρεστῶτες σὲ μεγαλύνομεν.
Καὶ θυμιᾷ ὁ Ἱερεύς. Εἶτα ὁ
Διάκονος τὰς συνήθεις αἰτήσεις ὡς προδεδήλωται, καὶ ὁ Ἱερεὺς τὴν εὐχὴν ταύτην
ἐκφώνως.
Κύριε
ἡμῶν Ἰησοῦ Χριστέ, μονογενὲς Υἱὲ καὶ Λόγε τοῦ προανάρχου καὶ συναϊδίου σου
Πατρός, Βασιλεῦ Ἅγιε, πανοικτίρμον καὶ πολυεύσπλαγχνε, οὖν ἐν τῷ ὀνόματι πᾶν
γόνυ κάμπτει ἐπουρανίων, ἐπιγείων τε καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα
ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Σὺ Κύριε ὁ
κατὰ πάντα ὁμοιωθεὶς ἡμῖν, πλὴν τῆς ἁμαρτίας, καὶ διὰ τοῦ Τιμίου σου Σταυροῦ τὸ
χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαῤῥήξας, ἐπίβλεψον ἐφ’ ἡμᾶς τοῦς ἐν τῷ Ἁγίῳ καὶ
προσκυνητῷ τούτῳ σπηλαίῳ παρισταμένους, ὅπου τὸν Ζωοποιὸν καὶ τίμιόν σου
Σταυρόν, οἱ μὲν σταυρωταί σου φθόνῳ κατέκρυψαν, ἡ δὲ βασιλὶς θεία Ἑλένη πόθῳ
ἀναζητήσασα εὗρε, καὶ φόβῳ προσεκύνησεν, ἐπίβλεψον ἐφ’ ἡμᾶς, καὶ ἵλεως ἡμῖν
γενοῦ Κυριε. Τὸν βίον ἡμῶν ἐπανόρθωσον, τοὺς τρόπους ἀγάθυνον, τὰς πράξεις
διεύθυνον, κατὰ τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν τοῦ τιμίου σου Σταυροῦ
ἐνδυνάμωσον. Εἰ γὰρ ὁ ἄρχων τοῦ κόσμου τούτου, σοὺ ἐν Σταυρῷ ὑψωθέντος, ἔξω, ὡς
εἶπας, ἐκβέβληται, ἀλλὰ τῶν αὐτοῦ παγίδων ῥῦσαι ἡμᾶς, ἀξίωσον τῆς χαρᾶς ἐκείνης,
ἥν ἔσχεν ἡ μακαρία Ἑλένη, ὅτι εὗρε τὸν τίμιόν σου καὶ ζωοποιὸν Σταυρόν. Δὸς
Κύριε τῇ ἐκκλησίᾳ σου ὁμόνοιαν καὶ ἑνότητα, τοῖς βασιλεῦσι κράτος καὶ εἰρήνην,
τοῖς ἄρχουσιν ὁμοφροσύνην, καὶ παντὶ τῷ λαῷ σου βίον ἀτάραχον καὶ γαλήνιον.
Τοὺς δὲ τὸν ἐλαφρὸν ζυγὸν τοῦ Σταυροῦ σου ἀναλαβόντας, ἀξίωσον, Κύριε,
ἀκολουθεῖν σοι ἐν ἀγαθῇ πολιτείᾳ καὶ βίου σεμνότητι. Καὶ σοὶ μὲν τῇ ὁδῷ καὶ τῇ
ἀληθείᾳ ὑποταγῆναι καὶ συσταυρωθῆναι, ταῖς δὲ τοῦ βίου ἡδοναῖς νεκρωθῆναι.
Πρεσβείαις τῆς Παναχράντου σου Μητρός, δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σου
Σταυροῦ, ἱκεσίαις τῶν ἐνδόξων θεοστέπτων μεγάλων βασιλέων Κωνσταντίνου καὶ
Ἑλένης, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Ἀπερχόμενοι δὲ εἰς τὸ
Παρεκκλήσιον τοῦ ἀκανθίνου στεφάνου, ψάλλομεν τὰ Τροπάρια, ὡς
ἔμπροσθεν φαίνονται. Εἰς ἦχον πλ. β΄. Τὴν τιμιωτέρα.
Φέρων
ἐπονείδιστον Ἰησοῦ, μακρόθυμε πάθος, τὴν κοκκίνην χλαῖναν, Σωτὴρ ἑκὼν ἐνεδύθης,
ὁ βασιλεὺς Ἀγγέλων. Δοξάζομεν τὴν ἄκραν σου συγκατάβασιν.
Δόξα
σοι ὁ Θεὸς ἡμῶν δόξα σοι.
Χλαῖναν
πορφυρᾶν καὶ ἐξ ἀκανθῶν στέφανον, Σωτὴρ μου ἐνεδύσω ὡς βασιλεύς, παιζόμενος
Λόγε, ὑπὸ τῶν παρανόμων, ὁ τῶν βασιλευόντων Βασιλεὺς Ὕψιστος.
Δόξα.
Ψευδῆ
καταδέχεται Ἰησοῦ, πορφυρὰν καὶ χλεύην, ἐμπτυσμοὺς καὶ κολαφισμούς, κάλαμον ὡς
σκῆπτρον, ῥαπίσματα καὶ τἄλλα, ὀνείδη ἑκὼν φέρει, διὰ τὸν ἄνθρωπον.
Καὶ
νῦν.
Ὤ τῆς
ἀνοχῆς σου Υἱὲ Θεοῦ, καὶ μακροθυμίας, δι’ ἥν πάθη σὺ τὰ φρικτά, ὑπέστης Σωτήρ
μου, δι’ ὧν τοὺς σὲ ὑμνοῦντας, παθῶν τῆς ἀτιμίας πάντας ἀπάλλαξον.
Καὶ θυμιᾷ ὁ Ἱερεύς.
Ὁ δὲ Διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ
Ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι. Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ
ἀνάγνωσμα.
Ὁ Διάκονος· Πρόσχωμεν.
Τῷ
καιρῷ ἐκείνῳ, οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ
πραιτώριον, συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν. Καὶ ἐκδύσαντες αὐτόν,
περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν
ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες
ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ
ἐμπτύσαντες εἰς αὐτόν, ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
Καὶ ὅτε ἐνεπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν τὰ ἱμάτια
αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. Ἐξερχόμενοι δέ, εὗρον ἄνθρωπον
Κυρηναῖον, ὀνόματι Σίμωνα. Τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν Σταυρὸν Αὐτοῦ.
Δόξα
τῇ μακροθυμίᾳ σου Κυριε, δόξα σοι.
Εἶτα ὁ Διάκονος τὰς
συνήθεις αἰτήσεις ὡς προδεδήλωται, καὶ ὁ Ἱερεὺς τὴν εὐχὴν ταύτην ἐκφώνως.
Φιλάνθρωπε,
φιλάγαθε, πανάγιε, πολυεύσπλαγχνε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, τὸ ἡμῶν
ἀντίλυτρον καὶ τὸ ἔλεος, ἡ ἡμῶν σωτηρία καὶ ἀνάπλασις, ὁ δι’ ἡμᾶς τοὺς παθητοὺς
πάθος καταδεξάμενος ὁ ἀπαθής τῇ θεότητι, ῥῦσαι ἡμᾶς τῶν τοῦ ἐχθροῦ ἐπηρειῶν,
καὶ ἀπόστρεψον ἀφ’ ἡμῶν τῆς ὀργῆς σου τὸν θυμόν, ὁ μακροθύμως ὑπὲρ ἡμῶν
ἐμπαιγμοῦ φορέσας πορφύραν, ἔνδυσον ἡμᾶς στολὴν ἀφθαρσίας, ὁ στέφανο ἐξ ἀκανθῶν
ἐπὶ τὴν παναγίαν σου κεφαλὴν καταδεξάμενος, ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας,
στεφάνωσον ἡμᾶς τοῖς οἰκτιρμοῖς σου, καὶ τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, ὁ
κάλαμος ὡς σκῆπτρον ἐπὶ τὴν δεξιάν σου λαβών, ὁ Βασιλεὺς τοῦ παντός, καὶ ἡμᾶς
τῷ καλάμῳ τῆς σῆς χάριτος ἐκ τοῦ βυθοῦ τῆς ματαιότητος τοῦ κόσμου τούτου
ἀνάγαγε, ὁ ἐμπτυσμούς, χλεύην τε καὶ κολαφισμούς, δι’ ἡμᾶς ὑπομείνας, πάσης
ἐπηρείας καὶ χλεύης τοῦ πονηροῦ ἀνωτέρους ἡμᾶς ἀνάδειξον. Πρεσβείαις τῆς
Παναχράντου καὶ ὑπεραμώμου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Ἀπερχόμενοι δὲ εἰς τὸν
Πανάγιον καὶ φρικτὸν Γολγοθᾶν, ψάλλομεν τὰ Τροπάρια, ὡς ἔμπροσθεν
φαίνονται. Εἰς ἦχον πλ. δ΄. Ἀπόστολοι ἐκ περάτων.
Ἀναρχου
Πατρὸς ὁ Λόγος, καὶ φῶς τὸ πρὸ τῶν αἰώνων, καταυγασθῆναι τὸν νοῦν μου, θερμῶς
ἐκ σοῦ ἐξαιτοῦμαι, ὅπως ἰσχύσω ὑμνῆσαι, τὰ πάθη καὶ τὸν Σταυρόν σου.
Βεβήλοις
ὅπως ὑπάρξῃς, ἄγνωστος γνόφον Χριστέ μου, ὑπὸ τοὺς πόδας σου ἔθου, καὶ σκότος
ἀποκρυφήν σου. Γνωστῶς δ’ ἡμεῖς σὲ ἰδόντες, δοξάζομέν σου τὰ πάθη.
Γυμνὸς
Χριστὲ ἐπὶ ξύλου, ἀνήρτησαι Λυτρωτά μου, ὅπως ἐμὲ ἐπενδύσῃς, χιτῶνα τῆς
ἀφθαρσίας, ὅν ἀπεδύθην ὁ τάλας, δι’ ἀκρασίας τῆς πάλαι.
Διψῶν
Σωτὴρ τῶν ἀνθρώπων, τὴν σωτηρίαν κατῆλθες, ἐν κόσμῳ τῶν πατρικῶν σου, μὴ ἐκστὰς
κόλπων οὐδόλως, καὶ ὑποστὰς ἑκὼν πάθη, παθῶν ἐῤῤύσω τοὺς πάντας.
Ἐπὶ
γῆς Σῶτερ κατῆλθες, ἵνα ἐμὲ ἀναγάγῃς, ἐπὶ Σταυροῦ ἀνυψώθης, ὅπως ἐμὲ ἀνυψώσῃς,
καὶ μέχρις ᾅδου κατέβης, ἵναἐμὲ ἀνελκύσῃς.
Ζωῶσαι
θέλων οἰκτίρμον, τὴν πάλαι θανατωθεῖσαν, τῇ ὄφεως συμβουλίᾳ, παγγενῆ βρότειον
φύσιν, ἐπὶ Σταυροῦ θανατοῦσαι, καὶ ζωὴν ταύτην δωρεῖται.
Ἡ
σὴ θεότης Χριστέ μου, ἀπαθὴς ὅλως ὑπάρχει, εἰ καὶ Ἑβραῖοι τῷ φθόνῳ, κατέκρινάν
σε θανάτῳ, σταυρώσαντές σε ἀφρόνως, ἐν τούτῳ Σῶτερ τῷ τόπῳ.
Θεοῦ
Υἱὲ Θεὲ Λόγε, ἡ κτίσις σὲ καθορῶσα, ἐπὶ Σταυροῦ ἡπλωμένον, καὶ πάσχοντα ὑπὲρ
δούλων, τῷ φόβῳ διεκλονεῖτο, συμπάσχουσά σοι τῷ Κτίστῃ.
Ἵνα
ἡμᾶς πλανηθέντες, ἀναζητήσῃς οἰκτίρμον, σαυτὸν ἑκένωσας δούλου, μορφὴν λαβὼν
ἑκουσίως, εὑρὼν δὲ ἦρας ἐπ’ ὤμων, προσαγαγὼν τῷ Πατρί σου.
Κόσμον
ὁ κτίσας καὶ τοῦτον, ὑπερκοσμίως κοσμήσας, ἄκοσμος νῦν ἐπὶ ξύλου, οὐ κάλλος
ἔχων οὐκ εἷδος, ἀνήρτησαι ζωοδότα, ὅπως τὸν κόσμον λυτρώσῃ.
Λόγχῃ
τὴν θείαν πλευράν σου, ἐκέντησαν Ἰουδαῖοι, ἐξ ἧς ἀῤῥήτως προῆλθεν, αἷμα καὶ
ὕδωρ Σωτήρ μου, δύω κρουνοὶ ἀφθαρσίας, τοῖς σὲ πιστῶς ἀνυμνοῦσι.
Μέσον
Ναοῦ διεσχίσθη, τὸ καταπέτασμα Σῶτερ, ἐῤῥάγησαν δὲ αἱ πέτραι, καὶ ἥλιος
ἐσκοτίσθη, πᾶσα δὲ γῆ ἐσαλεύθη, σοῦ ὑψωθέντος ἐν ξύλῳ.
Νεκρὸς
Χριστὲ ἐπὶ ξύλου, ὁρᾶσαι νῦν λυτρωτά μου, θελήματι σῷ ἰδίῳ, ὁ ὤν ἀθάνατος
φύσει, ἵνα ἡμᾶς νεκρωθέντας, ζωώσας ἀθανατίσῃς.
Ξύλῳ
Σταυροῦ προσηλώθης, μακρόθυμε Ἰησοῦ μου, ἵνα τὴν πάλαι τοῦ ξύλου, γεῦσιν πικρὰν
λύσῃς Λόγε. Δοξάζομέν σου τὰ πάθη, σὺν τῷ Σταυρῷ τῷ τιμίῳ.
Οἱ
πάλαι ἐξ ἀκροτόμου, μέλι θηλάσαντες πέτρας, πόμα πικρόν σοι προσῆξαν, μακρόθυμε
Θεοῦ Λόγε. Δόξα τῷ πάθει σου Σῶτερ, καὶ τῇ Ἁγίᾳ Σταυρώσει.
Προφητοκτόνων
οἱ παῖδες, φθόνῳ βαλλόμενοι Σῶτερ, ἐν μέσῳ δύω ληστῶν σε, ἀνήρτησαν ὡς
κακούργον. Δοξολογοῦμεν τὰ πάθη, σοῦ πανοικτίρμον ἐν πόθῳ.
Ῥήσεις
οὐδόλως συνῆκαν, τῶν Προφητῶν Ἰουδαίοι, ἀλλ’ ἐπὶ ξύλου σὲ Σῶτερ, ἀνήρτησαν
παρανόμως. Δοξάζομέν σου τὰ πάθη, καὶ τὸν Σταυρὸν προσκυνοῦμεν.
Σὲ
τὸν ἐν ὕδασι Λόγε, κρεμάσαντα τὴν γῆν πᾶσαν, οἱ φονευταὶ τῶν δικαίων,
κρεμάσαντες ἐν τῷ ξύλῳ, μυκτηρισμούς σοι προσῆγον, αὐτῶν τὰς κάρας κινοῦντες.
Τὴν
ἄδικον σταύρωσίν σου, ἡ γῆ μὴ φέρουσα βλέπειν, τοὺς σταυρωτάς σου οἰκτίρμον,
καταπιεῖν ἐβουλήθη, ἀλλὰ τὸ σὸν ἐπιγνοῦσα, μακρόθυμον συνεστάλη.
Ὑψώθης
Σῶτερ ἐν ξύλῳ, ἐν μέσῳ δύω κακούργων, ὧν ὁ μὲν εἷς βλασφημῶν σε, δικαίως καὶ
κατεκρίθη, ὁ δ’ ἄλλος ὁμολογῶν σοι, τὸ μνήσθητί μου ἐσώθη.
Φόβῳ
ἡ σύμπασα κρίσις, καὶ τρόμῳ διεδονεῖτο, ὁρῶσά σε ἐπὶ ξύλου, ἄπνουν νεκρὸν
ἡπλωμένον, καὶ πάσχοντα ὑπὲρ δούλων, τὸν ἀπαθῆ κατὰ φύσιν.
Χολὴν
καὶ ὄξος ἐγεύσω, μακρόθυμε τοῦ ποτίσαι, ἡμᾶς τῆς ἀθανασίας, τὸν γλυκασμὸν καὶ
τὸ νᾶμα. Δόξα τῷ πάθει σου Σῶτερ, καὶ τῇ ἁγίᾳ Σταυρώσει.
Ψυχὴν
τὴν σὴν ἦλθες Σῶτερ, ἑκὼν ἀντίλυτρον δοῦναι, ἐθελοντὶ ὅθεν θνήσκεις, ὁ ὤν
ἀθάνατος φύσει, ἡμᾶς ἀποθανατίζων, τῷ σῷ θανάτῳ οἰκτίρμον.
Ὤ
ἀνοχῆς ἀνεκφράστου! ὤ ἄκρας φιλανθρωπίας! ὁ πάλαι Σῶτερ χερσί σου, τὸν ἄνθρωπον
διαπλάσας, πῶς ὑπ’ αὐτοῦ ἑκὼν πάσχων, μακροθυμεῖς καὶ ἀνέχῃ;
Ὤ
πολυεύσπλαγχνε Σῶτερ, τὰ πάθη σου τοὺς τιμῶντας, σὺν τῷ δικαίῳ ληστῇ σου, τάξον
καὶ σῶσον οἰκτίρμον, τῆς Θεοτόκου πρεσβείαις, και πάντων σου τῶν Ἁγίων.
Καὶ θυμιᾷ ὁ Ἱερεύς.
Ὁ δὲ Διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ
Ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι. Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ
ἀνάγνωσμα.
Ὁ Διάκονος· Πρόσχωμεν.
Τῷ
καιρῷ ἐκείνῳ, ἐλθόντες οἱ στρατιῶται εἰς τόπον λεγόμενον Γολγοθᾶν, ὅς ἐστὶ
λεγόμενος Κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον, καῖ
γευσάμενος οὐ ἤθελε πιεῖν. Σταυρώσαντες δὲ αὐτόν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ,
βάλλοντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Προφήτου· Διεμερίσαντο τὰ ἱμάτιά
μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ καθήμενοι ἐτήρουν
αὐτὸν ἐκεῖ. Καὶ ἐπέθηκαν ἐπάνων τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην·
Οὗτός ἐστιν Ἰησοῦς ὁ Βασιλεὺς τῶν Ἰουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο
λησταί, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν
αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Ὁ καταλύων τὸν ναόν, καὶ ἐν
τρισίν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ Υἱὸς εἷ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ
Σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ
πρεσβυτέρων καὶ Φαρισαίων, ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι, εἰ
Βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ Σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ,
πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν, εἶπε γάρ, ὅτι Θεοῦ
εἰμὶ Υἱός. Τὸ δ’ αὐτὸ καὶ οἱ λησταί, οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτῷ. Ἀπὸ
δὲ ἕκτης ὤρας, σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν, ἕως ὥρας ἐννάτης. Περὶ δὲ τὴν
ἐννάτην ὥραν, ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλί, Ἠλί, λαμὰ σαβαχθανί·
τουτέστι, Θεέ μου, Θεέ μου, ἵνὰ τί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων,
ἀκούσαντες ἔλεγον, ὅτι Ἠλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ
λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν. Ὁ δὲ Ἰησοῦ,
κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη
εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ
μνημεῖα ἠνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων Ἁγίων ἠγέρθη, καὶ
ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσον αὐτοῦ εἰσῆλθον εἰς τὴν ἀγίαν πόλιν,
καὶ ἐνεφανίσθησαν πολλοῖς. Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ, τηροῦντες τὸν
Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες·
ἀληθῶς Θεοῦ Υἱὸς ἧν οὗτος.
Δόξα
τῇ μακροθυμίᾳ σου Κυριε, δόξα σοι.
Εἶτα ὁ Διάκονος τὰς
συνήθεις αἰτήσεις ὡς προδεδήλωται, καὶ ὁ Ἱερεὺς τὴν εὐχὴν ταύτην ἐκφώνως.
Δέσποτα
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ μόνος μακρόθυμος καὶ φιλάνθρωπος, ἄξιον καὶ
δίκαιόν ἐστιν ὡς ἀληθῶς σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σοὶ εὐχαριστεῖν, καὶ σοῦ
προσκυνεῖν τὴν ἄκραν φιλανθρωπίαν καὶ ἀγαθότητα. Σὺ γὰρ δι’ οἶκτον ἀνεκδιήγητον
ὅλον τὸν ἡμέτερον προσλαβόμενος φύραμα ἐκ τῶν ἁγνῶν καὶ παρθενικῶν αἱμάτων τῆς
Ἀειπαρθένου σου Μητρός, ἐν αὐτῷ τῷ προσλήμματι τὰ ἐπονείδιστα καὶ φρικτὰ πάθη
ὑπέμεινας πάνατα, καὶ ἐπὶ τούτοις πᾶσι τὴν ἐν τῷ φρικτῷ καὶ ἁγίῳ τούτῳ τόπῳ
σωτήριον σταύρωσιν, καὶ τὸν ἑκούσιον θάνατον, ἀποθανατίζων ἡμᾶς τοὺς
νεκρωθέντας τῇ ἁμαρτίᾳ. Καὶ νῦν ἀθάνατε Χριστὲ βασιλεῦ, τῷ πλήθει τῶν σῶν
κατακαμπτόμενος οἰκτιρμῶν, ἔπιδε ἐφ’ ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος. Καὶ καθαρίσας
ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, σὺν τῷ εὐγνώμονι ληστῇ τὸ
μνήσθητί μου, ὡς ἐκεῖνος βοῶντάς σοι, τῆς ἐπουρανίου σου βασιλείας ἀξίωσον.
Μνήσθητι Κύριε ἐν τῇ βασιλείᾳ σου καὶ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, προσκυνητῶν, ἐπιτρόπων τε καὶ συνδρομητῶν τῶν παναγίων τούτων
προσκυνημάτων, ἐν οἷς οἱ ἄχραντοι πόδες σου ἔστησαν. Καὶ καταξίωσον αὐτούς τε
καὶ ἡμᾶς, μέχρι τελευταίας ἡμῶν ἀναπνοῆς, μετέχειν ἀκατακρίτως τῶν ἁγιασμάτων σου,
πρεσβείαις τῆς Παναχράντου Σου Μητρός, δυνάμει καὶ χάριτι τοῦ τιμίου σου καὶ
ζωοποιοῦ Σταυροῦ, ἱκεσίαις τοῦ ἠγαπημένου σου Μαθητοῦ Ἰωάννου τοῦ Θεολόγου, καὶ
πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Ἐν δὲ τῷ προσκυνεῖν τὸν
λαὸν ἐπὶ τοῦ Ἀγίου Γολγοθᾶ, ψάλλομεν τὰ παρόντα Τροπάρια ἁργῶς καὶ μετὰ μέλους.
Ἦχος
α΄.
Δεῦτε
πιστοὶ προσκυνήσωμεν τὸν τόπον, ἐν ᾧ ἔστησαν ἄχραντοι πόδες, καὶ ἐν ξύλῳ θείῳ
ζωοποιαὶ παλάμαι ἐξετάθησαν, εἰς πάντων βροτῶν τὴν ἀπολύτρωσιν , ὄν περ καὶ
κυκλοῦντες ἀναμέλψωμεν· Εὐλογείτω πᾶσα ἡ κτίσις τὸν σταυρωθέντα Κύριον, καὶ
ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ἦχος
πλ. β΄.
Σήμερον
τὸ προφητικὸν πεπλήρωται λόγιον, ἰδοῦ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ
ἔστησαν οἱ πόδες σου Κύριε. Καὶ ξύλου σωτηρία γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν
ἐλευθερίας ἐτύψομεν. Πρεσβείαις Κύριε τῆς Θεοτόκου, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος
β΄.
Δεῦτε
πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ βασιλεὺς τῆς δόξης,
ἑκουσίως χεῖρς ἐκτείνας, ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὕς πρὶν ὁ
ἐχθρὸς δι’ ἡδονῆς συλήσας, δι’ οὗ ἠξιώθημεν τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς
κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις
τιμήσωμεν. Χαίροις Σταυρέ, τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις, ἐν σοὶ οἱ
πιστότατοι βασιλεῖς ἡμῶν καυχῶνται, ὡς τῇ σῇ δυνάμει Ἰσμαηλίτην λαὸν κραταιῶς
ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ
προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· Κύριε, ὁ ἐν αὐτῷ προσπαγείς, τῆς βασιλείας
σου ἀξίωσον ἡμᾶς.
Ἀπερχόμενοι εἰς τὴν
Ἀποκαθήλωσιν, ψάλλομεν τὰ ἔμπροσθεν Τροπάρια. Ἦχος γ΄.
Θεοτόκε ἡ ἐλπίς.
Ἡ
Θεοτόκος.
Ἀκατάληπτόν
ἐστί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, τὸ μυστήριον Υἱέ, τῆς ἀῤῥήτου σου ταφῆς.
Μαρία
ἡ Μαγδαληνή.
Βουληθεὶς
ὦ πλαστουργέ, ἵνα σώσῃς τὴν ζώην, ἑκὼν θνήσκεις Ἰησοῦ, ἡ ἀθάνατος ζωή.
Μαρία
ἡ τοῦ Κλωπᾶ.
Γένος
ἅπαν τῶν βροτῶν, ἁμαρτίᾳ νεκρωθέν, ὤφθη ζωοδότα νῦν, σῷ θανάτῳ ζωωθέν.
Ἡ
Θεοτόκος.
Δεῦρο
δή μοι πᾶσα γῆ, συνθρηνήσατε πικρῶς, ὁ ζωῆς ὤν χορηγός, καθορᾶται ὡς νεκρός.
Μαρία
ἡ Μαγδαληνή.
Ἐν
κρυπτῷ σου μαθητής, ὤν πρὶν Ἰωσὴφ σαφῶς, πεφανέρωται ἰδών, τὸ κρυβὲν ἡλίου φῶς.
Μαρία
ἡ τοῦ Κλωπᾶ.
Ζωοδότα
Ἰησοῦ, τῆς ζωῆς ὁ γλυκασμός, πῶς τὰς κόρας ἔμυσας, ὁ ἀνθρώπων φωτισμός;
Σαλώμη.
Ἡ
ζωὴ πάντων ζωήν, τὴν ἐξώσασαν ζωῆς, ἅπαν γένος τῶν βροτῶν, τῷ θανάτῳ σου ζωοῖς.
Αἱ
Μυροφόροι πᾶσαι.
Θεοδόχε
Ἰωσήφ, ἡ ἀκρότης τῶν πιστῶν, δὸς ἡμῖν τὸν Ἰησοῦν, περιπτύξασθαι Χριστόν.
Ἰωάννης
ὁ ἐπιστήθιος.
Ἴδε
φίλον μαθητήν, καὶ μητέρα Ἰησοῦ, ἔτι λόγον δὸς ἡμῖν, ἐκ τοῦ στόματος τοῦ σοῦ.
Ἰωσὴφ
καὶ Νικόδημος.
Κόσμου
κόσμος ὤν Χριστέ, ὤφθης ἄκοσμος νεκρός, κόσμον πλῆσον οὖν χαρᾶς, ἀναστὰς
θεοπρεπῶς.
Ἡ
Θεοτόκος.
Λογχονύκτου
σου πλευρᾶς, ῶ γλυκύτατε Υἱέ, ἀποστάζεις τὴν ζωήν, Θεοῦ Λόγε καὶ Θεέ.
Νικόδημος.
Μῦρον
ὤν ὡς ἀληθῶς, ὀσμῆς μύρων τῶν ἐκ σοῦ, μῦρά σοι προσφέροντα, μύρισόν με Ἰησοῦ.
Ἰωσήφ.
Νῦν
κυκλοῦσι στρατιαί, νοεραὶ πᾶσαι φρικτῶς, πῶς τολμήσω οὖν ἐγώ, σοῦ προσψαῦσαι ὁ
οἰκτρός;
Ἡ
Θεοτόκος.
Ξενωθέντα
τὸν Ἀδάμ, ξενωθεὶς ὁ Πλαστουργός, ἐπανάγεις πρὸς ζωήν, ὁ Υἱός μου καὶ Θεός.
Μαρία
ἡ Μαγδαληνή.
Ὁ
ταμίας τῆς ζωῆς, καὶ θανάτου νεκρωτής, πῶς ὁρᾶσαι νῦν νεκρός, ὕπτιος ὁ
Λυτρωτής!
Μαρία
ἡ τοῦ Κλωπᾶ.
Ποῦ
σου ἔδυ Ἰησοῦ, νῦν τὸ κάλλος τῆς μορφῆς; πέρας ἔλαβον ἐν σοί, πᾶσαι ῥήσεις τῆς
Γραφῆς.
Σαλώμη.
Ῥεῖθρα
βλύζεις Ἰησοῦ, ἐκ τῆς θείας σου πλευρᾶς, ἀποπλύνοντα βροτῶν, ἀμαρτίας τὰς
πικράς.
Αἱ
Μυροφόροι πᾶσαι.
Σὲ
ὅν ἥλιος Σταυρῷ, πρὶν ἐκρύβη θεωρῶν, πῶς ἡλίου ποιητά, τάφος κρύψει ὡς νεκρόν;
Ἰωσήφ.
Τὸν
ἀναβαλλόμενον, ὡς ἱμάτιον τὸ φῶς, πῶς σινδόσιν Ἰησοῦ, σὲ κηδεύσω σαρκικῶς;
Νικόδημος.
Ὕδωρ
ἐκ τῆς σῆς πλευρᾶς, κρεῖττον ἔβλυσεν ὀσμῆς, ἧς μυρίζω σε Χριστέ, σμυρναλόης τῆς
ἐμῆς.
Ἡ
Θεοτόκος.
Φάτνη
εἶδόν σε Σωτήρ, πρὶν σπαργάνοις ἑλικτόν, καὶ σινδόσι βλέπω νῦν, οἴμοι σχῆμα τί
φρικτόν;
Αἱ
Μυροφόροι πᾶσαι.
Χῶρον
γῆς καὶ οὐρανοῦ, τὸν κατέχοντα δρακί, νῦν κηδεύει Ἰωσήφ, καὶ Νικόδημος σαρκί.
Ἡ
Θεοτόκος.
Ψυχοσῶστά
μου Υἱέ, περιφρούρει τὴν πληθύν, τῶν ὑμνούντων εὐλαβῶς, σὴν ἑκούσιον ταφήν.
Οἱ
εὐσεβεῖς.
Ὤ
Θεάνθρωπε Χριστέ, διαφύλαξον ἡμᾶς, ἀνυμνοῦντας σὴν ταφήν, καὶ προσφέροντας
ᾠδάς.
Καὶ θυμιᾷ ὁ Ἱερεύς.
Ὁ δὲ Διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ
Ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι. Ἐκ τοῦ κατὰ Ἰωάννην Ἁγίου Εὐαγγελίου τὸ
ἀνάγνωσμα.
Ὁ Διάκονος· Πρόσχωμεν.
Τῷ
καιρῷ ἐκείνῳ, ἠρώτησε τὸν Πιλάτον ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας (ὤν μαθητὴς τοῦ
Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων), ἵνα ᾄρη τὸ σῶμα τοῦ Ἰησοῦ.
Ἦλθε δὲ καὶ Νικόδημος (ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον), φέρων μίγμα
σμύρνης καὶ ἀλόης ὠσεὶ λίτρας ἑκατόν. Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν
αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐ ᾧ
οὐδέπω οὐδεὶς ἐτέθη. Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων (ὅτι ἐγγὺς ἦν τὸ
μνημεῖον) ἔθηκαν τὸν Ἰησοῦν.
Δόξα
τῇ μακροθυμίᾳ σου Κυριε, δόξα σοι.
Εἶτα ὁ Διάκονος τὰς
συνήθεις αἰτήσεις ὡς προδεδήλωται, καὶ ὁ Ἱερεὺς τὴν εὐχὴν ταύτην ἐκφώνως.
Θεάνθρωπε
Κύριε Ἰησοῦ Χριστέ, τὸ γλυκύτατον καὶ σωτήριον ὄνομα, Υἱὲ καὶ Λόγε τοῦ Πατρός,
προαιώνιε καὶ ἀθάνατε, ὁ ἀπαθὴς τῇ θεότητι, ὁ ὑπακούσας τῷ ἰδίῳ Πατρὶ μέχρι
θανάτου, θανάτου δὲ Σταυροῦ, ὁ μόνος ἐν νεκροῖς ἐλεύθερος. Σοὶ παρατιθέμεθα τὰς
ψυχὰς ἡμῶν καὶ τὰ σώματα. Σοὶ παρατιθέμεθα τὴν ζωὴν ἡμῶν καὶ πᾶσαν τὴν ἐλπίδα.
Σὺ Κύριε, ὁ δι’ ἡμᾶς νεκρωθεὶς σαρκί, τὰ πάθη τῶν ψυχῶν ἡμῶν νέκρωσον. Σὺ ὁ ἐν
τῷ ἁγίῳ τούτῳ τόπῳ ὑπὸ Ἰωσὴφ καὶ Νικοδήμου ἀρωματισθείς, ταῖς ὀσμαῖς τῆς
χάριτος τοῦ θείου σου Πνεύματος χαρίτωσον ἡμᾶς τὰς ψυχάς, καὶ σὴν εὐωδίαν
ἀνάδειξον. Σὺ ὁ σινδόνι καθαρᾷ εἱληθείς, τῇ σινδόνι τοῦ θείου φόβου σου τὰς
καρδίας ἡμῶν περίστειλον. Καὶ ὡς προσεδέξω τὴν σμυρναλόην τοῦ Νικοδήμου, καὶ
τοὺς παρ’ ἡμῶν προσφερομένους σοι ὕμνους εὐμενῶς πρόσδεξαι. Πρόσδεξαι Κύριε καὶ
τοὺς μετὰ πόθου καὶ πίστεως ἐνδημήσαντας εἰς προσκύνησιν τῶν παναγίων τούτων
τόπων, καὶ θείων προσκυνημάτων, εὐσεβεῖς καὶ ὀρθοδόξους χριστιανούς, καὶ
τούτοις πλέουσι σύμπλευσον, ὁδοιποροῦσι συνόδευσον, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ τε
ἀβλαβεῖς καὶ ἀκινδύνους διατήρησον. Καὶ ὡς τῆς ἐπιγείου Ἱερουσαλὴμ κατηξίωσας,
οὕτω καὶ τῆς ἐπουρανίου Ἱερουσαλήμ καταξίωσον. Ἡμᾶς δὲ τοὺς περιπολοῦντας ἐν
τοῖς θείοις τούτοις ναοῖς καὶ ἀγαπητοῖς σου σκηνώμασι, ναοὺς καὶ σκηνώματα τοῦ
παναγίου σου Πνεύματος, ἀποκατάστησον, πρεσβείαις τῆς Παναχράντου σου Μητρός,
τῶν Ἁγίων καὶ δικαίων Ἰωσὴφ καὶ Νικοδήμου, τῶν Ἁγίων Μυροφόρων γυναικῶν, καὶ
πάντων σου τῶν Ἀγιων. Ἀμήν.
Ἀπερχόμενοι δὲ ἑκεῖθεν
πρὸς τὸ πανάγιον καὶ ζωοδόχον Μνῆμα, καὶ περικυκλοῦντες αὐτὸ
τρίς, ψάλλομεν τὰ κάτωθι Τροπάρια. Ἦχος δ’. Ἤθελον δάκρυσιν.
Ἀδὰμ
τὸν πάλαι θανατωθέντα παραβάσει Δέσποτα, τὸν προπάτορα, ζωοῖς ἀθάνατε, σῷ
θανάτῳ θανατώσας θάνατον παντοδύναμε. Κἀμὲ Σωτὴρ νεκρωθέντα ζωώσας ἀνάστησόν
με, δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Βάθει
κριμάτων σου τῶν ἀῤῥήτων ἑκουσίως Λόγε, θάνατον ἤνεγκας ἵνα ζωώσῃς με
νεκρωθέντα, διὰ τὴν παράβασιν τοῦ προπάτορος, νέος Ἀδὰμ χρηματίσας, νεούργησόν
με σοὶ κράζειν· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Γένους
βροτείου τὴν σωτηρίαν ὅπως ἀπεργάση, ὦ πολυεύσπλαγχνε βροτὸς ἐγένου ἐν ἀληθείᾳ,
πάθη φέρων Σῶτερ τὰ ἐπονείδιστα, ἑκὼν θανών τε παρέχεις ζωὴν τοῖς σοὶ
μελῳδοῦσι· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Δάκρυα
ἔῤῥαινον Ζωοδότα, Ἰωσὴφ εὐσχήμων καὶ ὁ Νικόδημος, φέροντες Κύριε ἐπὶ ὤμων ὡς
νεκρὸν ἐν μνήματι τὸν ἀθάνατον, ὁ ᾅδην Σῶτερ νεκρώσας, καὶ τὰ ἐμὰ νέκρωσον
πάθη. Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Ἔδυς
ἐν τάφῳ, ὅν ἀπ’ αἰῶνος ὀ νοητὸς ἥλιος σὺ προώρισας, πλάστα τῶν ὅλων, καὶ
ἀπειργάσω τοῦτον φωτοφόρον ὡς παντοδύναμος, ὅν προσκυνοῦντες ἐκ πόθου, σοὶ
κράζομεν· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Ζόφος
καὶ γνόφος, ἀχλὺς καὶ σκότος, τῶν Ἑβραίων κόρας δεινῶς ἠμαύρωσεν, ὅθεν οὐκ
ἔγνωσαν τί ποιοῦσι, τὴν ζωὴν τῷ ξύλῳ σε προσηλώσαντες, καὶ τῇ ταφῇ παραδόντες,
συκοφαντοῦσιν ὡς πλάνον. Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Ἦλθες
εὐσπλάγχνῳ Χριστέ, ῥοπῇ σου δι’ ἡμᾶς εὔσπλαγχνε, καθ’ ἡμᾶς γεγονώς. Σταυρὸν καὶ
θάνατον κατεδέξω, τεθεὶς ἐν τάφῳ ἡ τῶν ἀπάντων ζωή, ὅν φωτοφόρον εἰργάσω, καὶ
ὄλβιον ἀπεδείξω. Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Θέλων
ὑπέστης θάνατον, Σῶτερ καὶ εἰς ᾅδου Δέσποτα, καταβέβηκας. Καινῷ δὲ μνήματι τὸ
σὸν σῶμα Ἰωσήφ, ἀπέθετο καὶ Νικόδημος. Κἀμοῦ δεινὰ οὖν ἀπόθες βουλεύματα, ὅπως
κράζω· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Ἴαμα
γέγονε τοῖς ἀνθρώποις τὸ ἐκ τῆς πλευρᾶς σου ῥεῦσαν αἷμα, Σωτήρ. Ζωὴ καὶ ἔγερσις
τοῖς θανοῦσιν ὁ σός, Σῶτερ, θάνατος ἀναδέδεικται,ὅθεν κυκλοῦντες σὸν τάφον,
κραυγάζομέν σοι ἐν πίστει· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Καινῷ
μνημείῳ ὁ Ἰωσήφ σε, σὺν τῷ Νικοδήμῳ φόβῳ κατέθετο, ἵνα τὴν πάλαι διαφθαρεῖσαν
βροτείαν φύσιν καινοποιήσῃς Σωτήρ. Οἱ διὰ σοῦ θεωθέντες, σοὶ μέλπομεν κατὰ
χρέος· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Λίθος
καλύπτει ζωῆς τὴν πέτραν, καὶ ὁ τάφος κρύπτει σε τὸν ἀχώρητον, σφραγὶς
ἐπίκειται σῷ μνημείῳ, καὶ φυλάττει κλεῖθρα τὸν ἀπερίγραπτον, τάφον τηρεῖ
κουστωδία, ἀλλ’ ἡμεῖς πόθῳ βοῶμεν· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Μῦρα
προσέφερον Μυροφόροι, ὡς νεκρὸν μυρίσαι σε τὸν ἀθάνατον. Φωνῆς δὲ ἤκουον τοῦ
Ἀγγέλου, ἀναστάντα τάφου αὐτοῖς κηρύττοντος. Μετέβαλον οὖν τὸν θρήνον, καὶ
χαρμοσύνως ἐβόων· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Νέκρωσιν
ᾅδης ὑπέστης Σῶτερ, ἑκουσίως νέκρωσιν ὑποστάντος σου, κτείνεις τὸν δράκοντα τὸν
ἀρχαῖον, τὸν τὴν Εὔαν πάλαι ἐξαπατήσαντα. Ἀδὰμ χορεύει σὺν ταύτῃ, ῥυσθεὶς τῶν
ᾅδου ταμείων. Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Ξένην
μορφὴν τὴν τοῦ Ἀρχαγγέλου κουστωδία βλέψασα ἡ τηροῦσά σε, ξένως ἀστράπτουσαν
λευκοφόρον, καὶ τὸν μέγαν λίθον ἀπὸ τοῦ μνήματος, φρικτῷ σεισμῷ κυλισθέντα,
σεισθεῖσα ἀπενεκρώθη. Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Ὄλβιον
ἔδειξας Ζωοδότα, τὸν σὸν τάφον ἅμα καὶ φωτοπάροχον. Σὺ γὰρ ἐτέθης σαρκὶ ἐν
τούτῳ, ἠ ζωὴ τῶν πάντων καὶ φῶς τὸ ἄδυτον, ᾧ παρεστῶτες κυκλοῦμεν, καὶ σοὶ
βοῶμεν ἐκ πόθου· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Πρωὶ
δραμοῦσαι αἱ Μυροφόροι, τῆς μιᾶς Σαββάτων, μῦρα βαστάζουσαι, σοῦ ὦ ἀκένωτον
Σῶτερ μῦρον, ἐκμυρίσαι σῶμα πόθῳ σπουδάζουσαι, ἀλλ’ ὤφθη Ἄγγελος ταύταις,
ἠγέρθη Κύριος λέγων· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Ῥάβδον
δυνάμεως καὶ ἰσχύος, ἀναστὰς ἐκ τάφου, δώρησον Κύριε τοῖς σοῖς ἱκέταις καὶ
ἐκλεκτοῖς σου, καὶ τὴν εἰρήνην Σῶτερ, πρυτάνευσον ἵνα ἐν πίστει σωθέντες,
βοῶμέν σοι γηθοσύνως· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Σὸν
τάφον Σῶτερ, ἀνεωγμένον μαθηταὶ ἰδόντες καὶ τὰ ὀθόνια τό τε σουδάριον χωρὶς
τούτων ἐντετυλιγμένον εἰς τόπον κείμενον, ἐπείσθησαν ὡς ἀνέστης, καὶ πόθῳ σοι
ἀνεβόων· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Τάφου
σε Σῶτερ ἐξαναστάντα, μαθηταὶ ἰδόντες χαρᾶς ἐπλήσθησαν. Οὕς ἐξαπέστειλας εἰς τὰ
ἔθνη τοῦ κηρύξαι Λόγε, τὴν σὴν ἀνάστασιν, ὑφ’ ὧν ἡμεῖς φωτισθέντες, σοὶ
ψάλλομεν γηθοσύνως· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Ὑμνοῦμεν
Σῶτερ τὴν ἔγερσίν σου, προσκυνοῦμεν τάφον τὸν ζωηφόρον σου, ὅν ἐδωρήσω ἡμῖν,
οἰκτίρμον ἀῤῥαβῶνα ὄντως τῆς βασιλείας σου, ᾧ παρεστῶτες ἐν φόβῳ σοὶ μέλπομεν
ἐκβοῶντες· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Φαιδρὸς
ὡς ἥλιος ἀνεδείχθη ὁ σὸς τάφος Κύριε, σὲ δεξάμενος δόξης τὸν ἥλιον ὑποδῦντα καὶ
ἐν τούτῳ Σῶτερ τριημερεύσαντα, ὅς θαυμαστῶς καταυγάζει τοὺς σοὶ πιστῶς
μελῳδοῦντας· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Χάριν
ἀένναον χριστοφόροι βρύουσαν ἐκ ταφου τοῦ θεοδέγμονος, Χριστοῦ ἐγέρσει τῇ
ζωηφόρῳ δεῦτε ἀρυσώμεθα καὶ βοήσωμεν· ὁ ἀναστὰς ἐκ τοῦ τάφου, σῶσον ἡμᾶς σοὶ
βοῶντας· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Δόξα.
Ψάλλοντας
δέξαι ἡμᾶς οἰκτίρμον, καὶ δοξολογοῦντας περὶ τὸν τάφον σου, λύσιν τε δίδου
ἀμπλακημάτων πᾶσι τοῖς προστρέχουσι μετὰ πίστεως, τῷ ζωοδόχῳ σου τάφῳ, καῖ μετὰ
φόβου βοῶσι· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Καὶ
νῦν.
Ὤ
πολυεύσπλαγχνε καὶ οἰκτίρμον, τῇ χάριτι τάφου τοῦ ζωηφόρου σου, ψυχῆς καὶ
σώματος ῥῶσιν δίδου τοῖς προσκυνηταῖς σου καὶ τὴν εἰρήνην σου, τῆς σῆς Μητρὸς
ἵκεσίαις, μεθ’ ἧς σοι πόθῳ βοῶμεν· Δόξα Κύριε τῇ ταφῇ σου καὶ τῇ ἀναστάσει σου.
Καὶ θυμιᾷ ὁ Ἱερεύς.
Ὁ δὲ Διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ
Ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι. Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ
ἀνάγνωσμα.
Ὁ Διάκονος· Πρόσχωμεν.
Τῇ
ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ Ἀρχιερεῖς, καὶ οἱ
Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν
ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως
τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταῖ αὐτοῦ νυκτός, κλέψωσιν αὐτόν, καὶ
εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς
πρώτης. Ἔφη δὲ αὐτοῖς ὁ Πιλάτος· Ἔχετε κουστωδίαν, ὑπάγετε, ἀσφαλίσασθε ὡς
οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ
τῆς κουστωδίας. Ὀψὲ δὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μαρία ἡ
Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο
μέγας. Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ
τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ, ἧν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα
αὐτοῦ λευκὸν ὡσεὶ χιών, ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἰ τηροῦντες, καὶ
ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ Ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε
ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. Οὐκ ἔστιν ᾧδε, ἠγέρθη γὰρ
καθὼς εἶπε. Δεῦτε ἴδετε τὸν τόπον, ὅπου ἔκειτο ὁ Κύριος. Καὶ ταχὺ πορευθεῖσαι
εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς
εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, ἰδοὺ εἶπον ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ
τοῦ μνημείου, μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον, ἀπαγγεῖλαι τοῖς μαθηταῖς
αὐτοῦ. Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν
αὐταῖς, λέγων· Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ
προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε, ὑπάγετε ἀπαγγείλατε
τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας, ἐλθόντες εἰς τὴν πόλιν,
ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. Καὶ συναχθέντες μετὰ τῶν
πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἰκανὰ ἔδωκαν τοῖς στρατιώταις
λέγοντες· Εἴπατε, ὅτι οἱ μαθηταὶ αὐτοῦ, νυκτὸς ἐλθόντες, ἔκλεψαν αὐτόν, ἡμῶν
κοιμωμένων, καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτόν, καὶ
ὑμᾶς ἀμερίμνους ποιήσομεν. Οἱ δὲ λαβόντες τὰ ἀργύρια, ἐποίησαν ὡς ἐδιδάχθησαν,
καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μὲχρι τῆς σήμερον. Οἱ δὲ ἕνδεκα μαθηταί,
ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, καὶ
ἰδόντες αὐτόν, προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς,
ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,
πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ
Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα,
ὅσα ἐνετειλάμην ὑμῖν, καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πᾶσας τὰς ἡνμέρας, ἕως τῆς
συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Δόξα
τῇ μακροθυμίᾳ σου Κυριε, δόξα σοι.
Εἶτα ὁ Διάκονος τὰς
συνήθεις αἰτήσεις ὡς προδεδήλωται, καὶ ὁ Ἱερεὺς τὴν εὐχὴν ταύτην ἐκφώνως.
Δέσποτα
φιλάνθρωπε Κύριε Ἰησοῦ Χριστέ, τὸ φῶς τὸ ἀληθιν.ον, ὅ φωτίζει πάντα ἄνθρωπον
ἐρχόμενον εἰς τὸν κόσμον, ὁ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑκουσίως παθών, καὶ ἐν τῷ
παναγίῳ τούτῳ Μνήματι ὑπὸ Ἰωσήφ, καὶ Νικοδήμου σαρκὶ τεθεὶς ὡς νεκρός, νέκρωσον
τὰ ψυχοφθόρα πάθη τῆς σαρκὸς ἡμῶν, καὶ θάψον διὰ τῶν ἀγαθῶν λογισμῶν τὰ πονηρὰ
διαβούλια, ὁ τῇ τριημέρῳ σου καὶ ἐνδόξῳ ἀναστάσει τὸν πεπτωκότα Ἀδὰμ παγγενῆ ἀναστήσας,
ἀνάστησον ἡμας κατολισθήσαντας τῇ ἁμαρτίᾳ, μετανοίας τρόπους ὑποτιθέμενος, ὁ
τοὺς μαθητάς σου χαρᾶς ἀπείρου πλήσας ἐν τῇ σῇ ἀναστάσει, ἔμπλησον καὶ ἡμῶν τὰς
καρδίας πνευματικῆς εὐφροσύνης, τὴν ἐκ τῆς ἁμαρτίας λύπην ἡμῶν διασκεδάζων, ὁ
τοῖς μαθηταῖς σου καὶ τοῖς Ἀποστόλοις σου τὴν εἰρήνην δωρησάμενος, καὶ ἡμῖν τὴν
εἰρήνην σου δώρησαι, ὁ ἐν τῇ ἀναστάσει σου φωτὸς πληρώσας τὸν οὐρανόν, καὶ τὴν
γῆν, καὶ τὰ καταχθόνια, φώτισον ἡμᾶς τῷ φωτὶ τοῦ προσώπου σου, ὁ τοὺς ἀπ’
αἰῶνος νεκροὺς ἀναστήσας, ἀνάστησον καὶ ἡμᾶς ἐν τῇ κοινῇ ἀναστάσει ἐνδόξως, καὶ
καταξίωσον προϋπαντῆσαί σοι ἐν νεφέλαις σὺν τοῖς ἁγίοις σου, ὁ τὸν ἔνδοξόν σου
τοῦτον οἶκον εὐδοκήσας ἀνεργεθῆναι εἰς τιμὴν καὶ δόξαν τῆς σῆς ὑπερενδόξου
Ἀναστάσεως, καὶ οὐρανὸν πολύφωτον ἀναδείξας, στερέωσον αὐτὸν εἰς αἰῶνα αἰῶνος,
καὶ πρόσδεξαι ἡμῶν τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις. Πρεσβείαις
τῆς Παναχράντου σου Μητρός, χάριτι τοῦ Παναγίου σου καὶ ζωοδόχου Τάφου,
προστασίαις τῶν παμμεγίστων Ταξιαρχῶν Μιχαὴλ καὶ Γαβριήλ, ἱκεσίαις τῶν θείων
σου Μαθητῶν καὶ Ἀποστόλων, τῶν Ἁγίων Μυροφόρων, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Ἐπιστρέφοντες δὲ εἰς τὸ
Καθολικόν, ψάλλομεν τὰ Τροπάρια τοῦτα. Ἦχος δ΄.
Ὡς
τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ
ἁγίου σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸν εἰς αἰῶνα αἰῶνος, καὶ
πρόσδεξαι ἡμῶν τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, διὰ τῆς Θεοτόκου,
ἠ πάντων ζωὴ καὶ ἀνάστασις.
Οὐρανὸς
πολύφωτος ἠ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας, φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ ἑστῶτες
κραυγάζομεν· Τοῦτον τὸν οἶκον, στερέωσον Κύριε.
Εἶτα
ἡ Ἀπόλυσις οὕτω.
Δόξα
σοι Χριστὲ ὀ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ τὴν ἑκούσιον καὶ τριήμερον ταφὴν σαρκὶ
καταδεξάμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς
πρεσβείαις τῆς παναχράντου σου Μητρός, χάριτι τοῦ παναγίου σου καὶ ζωοδόχου
Τάφου, καὶ πάντων τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος
καὶ ἐλεήμων Θεός.
Δι’
εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου