ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΖ΄.
ΜΙΧΑΗΛ ΜΑΥΡΟΥΔΗΣ ΝΕΟΜΑΡΤΥΣ ΑΝΔΡΙΑΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
ΥΠΟ ΜΑΝΟΥΗΛ ΚΟΡΙΝΘΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΡΗΤΟΡΟΣ
ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακὸν
ψαλμὸν καὶ τὸ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ᾿ καὶ
ψάλλομεν τὰ ἀκόλουθα στιχηρὰ προσόμοια. Ἦχος β᾿. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε
σε ὡς θῆρες ἀπηνεῖς· εἷλκον τῶν τυράννων τὰ στίφη· καὶ κατηνάγκαζον· Χριστὸν
ἐξομόσασθαι· τὸν πάντων Κύριον · σὺ δέ, Μάρτυς, στεῤῥότατα· αὐτοῖς ἀντηνέχθης·
καὶ Χριστὸν ἐκήρυξας· Θεὸν τοῦ σύμπαντος · τότε ἐπεκρότησαν τάξεις· τῶν ἀγγέλων
μέλπουσαι, δόξα· τῷ σε, Μιχαήλ, ἐνδυναμώσαντι.
Ὅτε
τὸ στεῤῥὸν τῆς σῆς ψυχῆς· ὁ κρατῶν οὐκ ἴσχυσεν ὅλως· παρασαλεῦσαι σοφέ· καὶ
ξίφει τὴν θείαν σου· κάραν ἀπέτεμε· τότε Κύριος ἄνωθεν· τὸ στέφος ἐδίδου ·
χοροὶ τῶν μαρτύρων δέ· προσυπαντῶντες λαμπρῶς· πόθῳ κατησπάζοντο μάκαρ · σὲ καὶ
ἀγαλλόμενοι ὕμνον· Θεῷ ἐπεκρότουν ἐπινίκιον.
Ὕλης
κοσμικῆς ὑπεραρθείς· αἵματι σοφέ, μαρτυρίου· καὶ τῷ τῶν ὅλων Θεῷ· μεθέξει ἀΰλῳ
νῦν· ἑνοποιούμενος· Μιχαὴλ παναοίδιμε · μαρτύρων ἡ δόξα· ἐκτενῶς ἱκέτευε· ὑπὲρ
τῆς ποίμνης Χριστοῦ· πάντων τε τῶν πίστει καὶ πόθῳ· ἀνυμνολογούντων τὴν θείαν·
καὶ σεπτήν σου ἄθλησιν, πανόλβιε.
Ἕτερα
προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν.
Ἐν
Θεῷ δυναμούμενος· Ἰησοῦ τῷ σωτῆρι σου· Μιχαὴλ πανένδοξε· κατεφρόνησας· ἄστατου
δόξης καὶ ῥέοντος· πλούτου καὶ τρυφῆς ὁμοῦ· ἐπικήρου τε ζωῆς· καὶ αὐτοῦ
ὑπερήθλησας· ὃν ἱκέτευε· ἐκ φθορᾶς καὶ κινδύνων· λυτρωθῆναι· τοὺς ἐν πίστει
ἐκτελοῦντας· τὴν ἀεισέβαστον μνήμην σου.
Ἐν
σταδίῳ ἱστάμενος· Μιχαὴλ παναοίδιμε· γενναίως φρονήματι· ἀνεκήρυξας· Χριστὸν
τὴν μίαν ὑπόστασιν· Θεόν τε καὶ ἄνθρωπον · διὰ σπλάγχνα οἰκτιρμῶν· τὴν ἡμῶν
ἀναπλάσαντα· φύσιν, ἔνδοξε.· Ὅθεν ξίφει τὴν θείαν· ἐκτμηθείς σου· κεφαλήν,
στέφανον δόξης· τῆς μαρτυρίας ἀπέλαβες.
Ἀθλητῶν
ἐγκαλλώπισμα· καὶ μαρτύρων ἀγλάϊσμα· τῆς πίστεως ἔρεισμα· καὶ στεφάνωμα·
ἐκκλησιῶν ἡ εὐπρέπεια · πιστῶν τε τὸ καύχημα· Μιχαὴλ Μάρτυς Χριστοῦ· τῶν
ἀγγέλων ὁμόσκηνε· ἐν τῇ μνήμῃ σου· τῇ φωσφόρῳ καὶ θείᾳ· ἀοράτως· ἐπιστάς, τούς
σε ὑμνοῦντας· τῷ σῷ φωτὶ καθαγίασον.
Δόξα.
Ἦχος πλ. β´.
Δεῦτε
τῶν πιστῶν αἱ χορεῖαι · πνευματικῶς ἀγαλλιώμεναι πανηγυρίσωμεν· ἐν τῇ σεβασμίῳ
ἑορτῇ τοῦ ἀθλοφόρου Χριστοῦ· Μιχαὴλ τοῦ ἐνδόξου μεγαλομάρτυρος· καὶ ὡς ἄνθεσι
τοῖς ἐπαίνοις· αὐτὸν καταστέψωμεν λέγοντες· Χαίροις, τῶν ἀθλοφόρων τὸ
ἐγκαλλώπισμα· καὶ τῶν δικαίων δόξα καὶ εὐφροσύνη.· Χαίροις, ὁ τὸ αἷμα ἐκχέας
διὰ Χριστὸν τὸν Θεόν· καὶ ἀγγέλους εὐφράνας ἐν τῇ γενναίᾳ ἀθλήσει σου.·
Χαίροις, ὁ τῆς πίστεως φαεινότατος στῦλος· καὶ πιστῶν ἁπάντων τὸ καύχημα· τοὺς
τὴν σεπτὴν καὶ φωσφόρον σου· ἑορτὴν ἐκτελοῦντας περίσωζε ἀτρώτους ἀεί· ταῖς
πρὸς Θεὸν μεσιτείαις σου Μάρτυς πολύαθλε.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε· Παναγία Παρθένε. Τίς μὴ ἀνυμνήσει σου· τὸν ἀλόχευτον τόκον.· Ὁ
γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας· Υἱὸς μονογενής· ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς
προῆλθεν· ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων· καὶ φύσει γενόμενος· ἄνθρωπος
δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος· ἀλλ᾿ ἐν δυάδι φύσεων· ἀσυγχύτως
γνωριζόμενος.· Αὐτὸν ἱκέτευε· σεμνὴ παμμακάριστε· ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς
ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ.
43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν.
Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι.
Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν
ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς
ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἀθλοφόρε
Κυρίου, Μιχαὴλ παναοίδιμε · σὺ τῶν ἐπικήρων καὶ φθαρτῶν ἀντηλλάξω· τὰ αἰώνια
καὶ ἄφθαρτα· ὡς νουνεχής τε καὶ ἄριστος ἔμπορος· τὸν γὰρ φυσικῶς ἑπόμενον· τῇ
ἡμῶν συνθέτῳ οὐσίᾳ θάνατον· προαιρέσει .ιδιον ἡγησάμενος· ἀνέτλης προθύμως διὰ
τὴν πάντων ἀνάστασιν· Χριστὸν τὸν Θεὸν ἡμῶν.· Ὅθεν πρὸς αἰώνιον καὶ εὐφρόσυνον
μετετέθης ζωήν· τοῖς τῶν μαρτύρων χοροῖς ἐναγαλλόμενος· μεθ᾿ ὧν τῇ παναλκεῖ
παριστάμενος Τριάδι · τῷ τῶν ὅλων Θεῷ · καὶ ταῖς ἐκεῖθεν αὐγαῖς πυρσευόμενος
ἀμέσως· πρέσβευε ὑπὲρ πάντων· τῶν ἐν πίστει καὶ πόθῳ τιμώντων· τὴν παναγίαν σου
ἄθλησιν.
Ἦχος
β´.
Τὴν
ἐπὶ γῆς εὔκλειαν ἀποσεισάμενος· ὡς τὸ σχῆμα ἔχουσαν ὡς σκιὰν ἀφιπτάμενον · τὴν
ἐν Θεῷ ἐπεπόθεις ἀδιάδοχον· δόξαν τε καὶ λαμπρότητα·· διὸ εἰς πηγὰς τοῦ
μαρτυρίου· κατεπείχθης, πανόλβιε · ἐν ᾧ μετέσχες εἰς κόρον σωτηρίου ἐκπόσεως·
καὶ ἐνθέῳ γνώσει ἐλλαμφθεὶς ὅτι χρηστὸς ὁ Κύριος· τὸ αἷμα ἐξέχεας ὑπὲρ αὐτοῦ
προθυμότατα· καὶ νῦν σὺν ἀγγέλων χοροῖς εὐφραινόμενος· καὶ τῆς θείας ἀπολαύων τρανῶς
μεθέξεως · ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β´.
Εἰς
τὴν ἄνω φωταυγῆ μετοίκησιν· ἔνθα χοροὶ ἀγγέλων· καὶ μαρτύρων στρατεύματα· ἐκεῖ
τὸ θεῖόν σου πνεῦμα, Μιχαὴλ ἀξιάγαστε, ὁ πάντων κτίστης καὶ Θεὸς προσήκατο· καὶ
τῆς ἀῤῥήτου χαρᾶς καὶ ἐλλάμψεως· αἰωνίως ἀπολαύειν σαφῶς δεδώρηται .· Χαῖρε
τοίνυν, πανόλβιε· καὶ τῶν σῶν μὴ ἐπιλάθῃ, παμμάκαρ, δούλων· ἀλλὰ ταῖς πρὸς Θεὸν
θείαις· περιφρούρει πάντας εὐχαῖς σου· ἐκ παντοίων ἁπαλλάτων κινδύνων · ἵνα
πίστει καὶ πόθῳ· διὰ παντὸς δοξάζωμεν· τόν σε δοξάσαντα Κύριον.
Ἦχος
β´.
Ἡ
ἐν γῇ βιοτή σου περίδοξος· καὶ τὸ τέλος τρισευκλεὲς καὶ ἀεἰμνηστον· Μιχαὴλ
γενναιότατε· τῇ γὰρ χωνείᾳ τοῦ σεπτοῦ μαρτυρίου· καθαρθεὶς δοκιμώτατα· ἀνῆλθες
πρὸς τὸ φέγγος τὸ ἄῤῥητον καὶ ἀΐδιον· καὶ νῦν διηνεκῶς ἀπολαύεις τῆς γλυκείας μεθέξεως·
τοῦ τὰ πάντα σοφῶς οὐσιώσαντος· ὃν διὰ παντὸς ἱκετεύων· μὴ παύσῃ ὑπὲρ τῆς
Ἐκκλησίας · εἰρήνην σταθηρὰν αὐτῇ δωρηθῆναι· καὶ ταῖς ψυχαῖς ἡμῶν· τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. α´.
Μαρτυρικοῖς
ὡραΐσμασι· κατεποίκιλας σαυτόν, παναοίδιμε · καὶ νυμφῶνα εἰσέδυς· τοῦ τῶν ψυχῶν
νυμφίου· Χριστοῦ τοῦ Θεοῦ ἡμῶν · ἀσματικῶς ἐπιβοῶν καὶ λέγων αὐτῷ, Μιχαήλ· Εἰς
ὀσμὴν μύρου τῶν ἀρωματικὼν ἱματίων Σου· ἔδραμον, ἑπόμενός σοι, βασιλεῦ ἀθάνατε
· τῷ δι᾿ αἵματος λουτρῷ καταυγασθεὶς τὴν ψυχήν· μὴ χωρίσῃς με τοίνυν· τῆς ἀδιαδόχου
βασιλείας Σου · διὸ καὶ ὁ Σωτὴρ πρὸς σὲ ἐμφανῶς· Εἴσελθε, δοῦλε, εἰς τὴν χαρὰν
τοῦ Κυρίου σου · λαμπρῶς συμμεθέξων μοι· τῆς τοῦ Πατρὸς ἀπέραντου βασιλείας.·
Ἧς καὶ ἡμᾶς καταξίωσον· ταῖς πρεσβείαις σου, μάκαρ · μαρτύρων ἀγλάϊσμα καὶ
ἐγκαλλώπισμα.
Καὶ
νῦν. Θεοτοκίον. (Ἐκ τοῦ Μηναίου).
Μακαρίζομέν
σε· Θεοτόκε Παρθένε· καὶ δοξάζομεν σε· οἱ πιστοὶ κατὰ χρέος· τὴν πόλιν τὴν
ἄσειστον· τὸ τεῖχος τὸ ἄῤῥηκτον· τὴν ἀῤῥαγῆ προστασίαν· καὶ καταφυγή· τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
ἀθλητὴν τοῦ Κυρίου· δεῦτε τιμήσωμεν· ἐν ψαλμοῖς τε καὶ ὕμνοις· Μιχαὴλ τὸν
γενναῖον· οὗτος γὰρ τὸ θράσος· καταβαλῶν· τῶν τυράννων ἐν χάριτι· Χριστὸν
ἐκήρυξε πάντων δημιουργόν· καὶ τὸ στέφος ἐκομίσατο.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Τῆς
Ἐκκλησίας τὸ κλέος· καὶ μέγα ἔρεισμα· ἡ καλλονὴ τῶν θείων· τοῦ Κυρίου μαρτύρων·
πόθῳ δοξαζέσθω· ἐν ἱεραῖς· μελῳδίαις, θεόφρονες· ὁ μεγαλομάρτυς ὄντως καὶ
εὐκλεής· Μιχαὴλ ὁ γενναιότατος.
Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ...
Τεῖχος
ἀπόρθητον, Μάρτυς· γενοῦ τοῖς δούλοις σου· μάκαρ, Ὀρεστιάδος· τοῖς προσοίκοις
καὶ τούτους· ἄνωθεν φυλάττοις διηνεκῶς· καὶ παντοίας κακώσεως· ἑξαπαλλάττοις
καὶ σῴζοις ταῖς σαῖς εὐχαῖς· ὅπως πίστει ἀνυμνῶμέν σε.
Δόξα.
Ἦχος πλ. δ´.
Ἡλίου
μὲν ἔργον· τὸ τὴν κτίσιν πᾶσαν ταῖς ἀκτῖσι καταλάμπειν· μνήμης δὲ μαρτύρων·
εὐφροσύνην ἐμποιεῖν ταῖς φιλοθέοις ψυχαῖς.· Διόπερ ἡ μνήμη σου, Μιχαὴλ
παναοίδιμε· σὺν χαρμονῇ νοερᾷ· τὰς διανοίας πάντων καταγλαΐζει · ἐν ᾖ πίστει
συνελθόντες· καὶ ὑμνοῦντές σε δεόμεθα· μὴ ἐπιλάθῃ τῶν δούλων σου· ταῖς πρὸς τὸν
Κύριον εὐπροσδέκτοις πρεσβείαις σου.
Καὶ
νῦν. Θεοτοκίον. (Ἐκ τῆς Ὀχτωήχου).
Ἀνύμφευτε
Παρθένε· ἡ τὸν Θεὸν ἀφράστως· συλλαβοῦσα σαρκί· Μήτηρ Θεοῦ τοῦ Ὑψίστου· σῶν
οἰκετῶν παρακλήσεις· δέχου, πανάμωμε· ἡ πᾶσι χορηγοῦσα· καθαρισμὸν τῶν
πταισμάτων· νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη · δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ
Μάρτυς Σου, Κύριε· ἐν τῇ ἀθλήσει αὐτοῦ· τὸ στέφος ἐκομίσατο· τῆς ἀφθαρσίας· ἐκ
Σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν Σου· τοὺς τυράννους καθεῖλεν· ἔθραυσε καὶ
δαιμόνων· τὰ ἀνίσχυρα θράση.· Αὐτοῦ ταῖς ἱκεσίαις· Χριστὲ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ
ἀπ’ αἰῶνος ἀπόκρυφον· καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διά σου, Θεοτόκε · τοῖς
ἐπὶ γῆς πεφανέρωται · Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος· καὶ Σταυρὸν
ἑκουσίως· ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον· ἔσωσεν ἐκ
θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ
Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
δ´. Ταχὺ προκατάλαβε.
Ἀγγέλων
τὰ τάγματα· πανηγυρίζουσι · μαρτύρων στρατεύματα· συνεορτάζουσι· τῇ θείᾳ καὶ
φωσφόρῳ σου· μνήμη, ἔνδοξε Μάρτυς· Μιχαὴλ γενναιόφρον· ᾔσχυνας γὰρ τελείως·
μηχανὰς τοῦ Βελίαρ· διὸ τῆς θείας δόξης σε· Χριστὸς ἠξίωσεν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Δακρύων
μοι δώρησαι · τῆς μετανοίας πηγάς· δι᾿ ὧν τοὺς τοῦ σώματος· καὶ τῆς ψυχῆς
μολυσμούς· ἐκπλύνω πανάμωμε· καὶ τῆς ἐπιθυμίας· τῆς ἀτόπου τὴν φλόγα· τέλεον
ἀποσβέσω · καὶ φλογὸς τῆς γεένης · λυτρωθῶ ὁ παντλήμων· ταῖς ἱκεσίαις σου.
Μετὰ τὴν β΄ Στιχολογίαν,
Κάθισμα. (Ποίημα Ἀργυρίου Παραλικίδη). Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.
Πιστὸς
τῇ ἐντολῇ· τοῦ Χριστοῦ τοῦ εἰπόντος· Πᾶς ὅστις ἐξ ὑμῶν · ἔμπροσθεν τῶν ἀνθρώπων
· κηρύξῃ με Κύριον· καὶ Υἱὸν Θεοῦ τέλειον· τοῦτον οὖν κάγω · ὁμολογήσω Πατρί
μου· · Μάρτυς ἔμεινας· ἄχρι θανάτου διὸ σὲ · ἐνδόξως γεραίρομεν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον. (Ποίημα τοῦ αὐτοῦ).
Στενάζω
καὶ θρηνῶ· ὁ ταλαίπωρος πάλιν · καμφθεὶς ὑπὸ πολλῶν· βαρυτάτων πταισμάτων· ἀλλ᾿
ὅμως ἀνωφέλητος· ὁ ἐμὸς θρῆνος, Πάναγνε· οὑ μετάνοιαν οὐδὲ διορθῶσιν βίου· ἕως
σήμερον· ἐπέδειξα τῷ Υἱῷ σου· αὐτὸν σὺ δυσώπησον.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.
Ἰσχύϊ
τοῦ Σταυροῦ· συμφραξάμενος, Μάρτυς· ἐχθρὸν τὸν νοητόν· καὶ ἀρχέκακον ὄφιν·
κατέβαλες στεῤῥότατα· καὶ Χριστοῦ ὑπερήθλησας.· Ὅθεν πύλη σοι· τῶν οὐρανῶν
βασιλείας· ἐπανέωκται · ἐν ᾖ φαιδρῶς ἀπολαύεις· τῆς θείας μεθέξεως.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα
σε Θεοῦ· ἐπιστάμεθα πάντες· Παρθένον ἀληθῶς· καὶ μετὰ τόκον φανεῖσαν· οἱ πόθῳ
καταφεύγοντες· πρὸς τὴν σὴν ἀγαθότητα · σὲ γὰρ ἔχομεν· ἁμαρτωλοὶ προστασίαν· σὲ
κεκτήμεθα· ἐν πειρασμοῖς σωτηρίαν· τὴν μόνην πανάμωμον.
Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος, ἡ ἐν τῷ
Λιβάνῳ, πληθυνθήσεται.
Στίχ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ
Θεοῦ ἡμῶν, ἐξανθήσει.
Πᾶσα πνοή.
Εὐαγγέλιον. (Ὅρᾳ τὸ τοῦ
ὄρθρου τῆς ἑορτῆς τοῦ ἁγίου Γεωργίου).
Ὁ Ν· ψαλμός.
Δόξα: Ταῖς τοῦ ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. (Ποίημα Νικηφόρου τοῦ Χίου). Στίχ.: Ἐλεῆμον,
ἐλέησον με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος Σου...
Νεομάρτυς
Κυρίου· ἀθλητὰ καλλίνικε· κατὰ χρέος ἐκτελοῦμεν· τὴν ἐτήσιον μνήμην σου ·
ἀνυμνοῦντες ἐν ᾄσμασι· τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας· καὶ τοὺς ἄθλους σου· ὃν
καθικέτευε· ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὺν τῇ Κυρίᾳ Μιχαὴλ πίστει σέβω, Μανουὴλ
ὁ Ῥήτωρ.
Τὸ πρῶτον τροπάριον
ἑκάστης ᾠδῆς, ὡς Θεοτοκίον, μετὰ στίχου Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς, τὰ λοιπὰ
μετὰ στίχου Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν καὶ εἰς τὰ δύο τελευταία τροπάρια
ἑκάστης ᾠδῆς. Δόξα. Καὶ νῦν.
ᾨδὴ
α´. Ἀνοίξω τὸ στόμα μου.
Σταγόνα
μοι χάριτος· ἐκ τῶν ἀμέτρων χαρίτων σου· πανύμνητε, δώρησαι· ἡ τῆς σοφίας Θεοῦ·
τὸν ἀμέτρητον· βυθὸν ἀποτεκοῦσα· ὅπως ἀνυμνήσω σου· τὰ μεγαλεία φαιδρῶς.
Ὑπεδέδεκτο
Κύριος· ἀγκάλαις θείαις τὸ πνεῦμά σου· μαρτύρων ἀγλάϊσμα· Μιχαὴλ ἔνδοξε· καὶ
ἠρίθμησε· χορείαις τῶν ἀγγέλων· πρωτοδότοις λάμψεσι· καταγλαΐζεσθαι.
Ναμάτων
τῆς χάριτος· τοῦ θείου Παύλου ἐξήντλησας· τὴν γνῶσιν, πανάριστε· τοῦ μαρτυρίου
σαφῶς· ὅθεν ἤθλησας· ὑπὲρ Χριστοῦ νομίμως· ὅστις τῷ στεφάνῳ σε· τῆς δόξης
ἔστεψεν.
Τὰ
πέρατα σήμερον· ὡς ψάλλει ῥῆσις Δαυΐδειος· λαμπρῶς ἐπευφράνθησαν· ἐν τῇ ἀθλήσει
σου· καὶ ἠρήρειστο· τῇ δόξῃ τῆς Τριάδος· τῆς μιᾶς θεότητος· ᾗ νῦν παρίστασαι.
Θεοτοκίον.
Ἡδύ
μοι καὶ χάριεν· λίαν ἀεὶ διεγείρεσθαι· πρὸς ὕμνον τῆς θείας σου· δόξης,
πανάχραντε · Ὅθεν πρώτην σε· καὶ τελευταίαν τάξιν· ἐπέχειν ἀνέταξα ·
ἐνδυναμοῦσάν με.
ᾨδὴ
γ´. Τοὺς σοὺς ὑμνολόγους.
Κατέκρινας
τόκῳ σου τῷ θείῳ· τὸν πάλαι τὴν Εὕαν δολερῶς· ὄφιν ὑποσυλήσαντα· καὶ εὐλογίας
πᾶσι πιστοῖς· χαριτοβρύτου γέγονας· αἰτία, πάναγνε Δέσποινα.
Ὕλης
κοσμικῆς καταφρονήσας· ὡς πάνυ ἄστατου καὶ ῥευστῆς· τὰ θεῖα ἐπεπόθησας· Μάρτυς,
καὶ τὰ ἀΐδια· ὢν καὶ λαμπρῶς ἐπέτυχες· τοῦ μαρτυρίου ἐν αἵματι.
Ῥοαῖς
τῶν ἁγίων σου αἱμάτων· τὸν ὄφιν τὸν δόλιον, σοφέ· ἀπέπνιξας καὶ τρόπαιον· μέγα,
Μάρτυς ἀνέστησας· διὸ τῆς νίκης στέφει σε· ὁ ἀθλοδότης ἐκόσμησεν.
Ἰκρίῳ
Χριστὸν τὸν ἐμπαγέντα· Θεὸν τε καὶ ἄνθρωπον σαφῶς· γινώσκων ἀνεκήρυξας· μέσον
σταδίου, ἔνδοξε · διὸ καὶ τῆς χορείας σε· τῆς τῶν μαρτύρων ἠξίωσεν.
Θεοτοκίον.
Ἁγίων
σε νοῶν ὑπερτέραν· γινώσκων, πανύμνητε ἁγνή· ὡς τοῦ νοῦς καὶ κτίστου μου· τὸν
Λόγον σωματώσασαν· ὃς μοι ὁδὸν ὑπέδειξε· τὴν πρὸς αὐτὸν ὁδηγοῦσάν με.
Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς
Τριάδος τῷ φέγγει· τῷ νοητῷ· τῆς ψυχῆς τὰς αἰσθήσεις· καταυγασθείς· Μάρτυς
παναοίδιμε · Μιχαὴλ ἀξιάγαστε · ἠλλοιώθης ἀξίως· τὴν θείαν ἀλλοίωσιν.· Ὅθεν ὡς
τεθρίππῳ · ὡς Ἠλίας ὁ πάλαι· ἐπέβης σῷ αἵματι· καὶ ἀνῆλθες γηθόμενος· καὶ συνῶν
νῦν τοῖς μάρτυσι · πρέσβευε Χριστῷ τῷ Θεῷ· τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι·
τοῖς ἑορτάζουσι πόθῳ· τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία
Παρθένε Μήτηρ Θεοῦ· τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά· ἴασαι δέομαι· καὶ
συγγνώμην παράσχου μοι· τῶν ἐμῶν πταισμάτων· ἀφρόνως ὧν ἔπραξα· τὴν ψυχὴν καὶ
τὸ σῶμα· μολύνας ὁ ἄθλιος.· Οἴμοι! τί ποιήσω· ἐν ἐκείνῃ τῇ ὥρᾳ· ἡνίκα οἱ
Ἄγγελοι· τὴν ψυχήν μου χωρίζουσιν· ἐκ τοῦ ἀθλίου μου σώματος.· Τότε Δέσποινα
βοήθειά μοι γενοῦ· καὶ προστάτης θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα· ὁ ἀνάξιος
δοῦλός σου.
ᾨδὴ
δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Μεγαλεῖά
σοι ὁ μόνος· δυνατὸς ἐποιήσατο · γηγενῶν ἐν μέσῳ· τέμενος σε θεῖον εὑράμενος·
ἐν ᾧ οἰκήσας, τὴν κτίσιν· ἀνεκαίνισε · παντευλόγητε · Θεοκυῆτορ πανάμωμε.
Ἵλεων
σαῖς ἱκεσίαις· ἐναπέργασαι πάντιμε ἡμῖν τοῖς σοῖς δούλοις· τὸν τῶν ὅλων κτίστην
καὶ κύριον · οὗπερ, γενναῖε θεόφρον · ὑπερήθλησας· καὶ ἐδόξασας · Μιχαήλ,
θείοις σου μέλεσιν.
Χαρμονῆς
ἐνθέου, μάκαρ · ἐπληρώθη τὰ πέρατα· ἐν τῇ σῇ ἀθλήσει· καὶ κροτεῖ τοὺς θείους
ἀγῶνάς σου · ἐν οἷς πιστῶν τὰς καρδίας· κατεφώτισας· καὶ ἐστήριξας· ἐπὶ τῇ
πέτρᾳ τῆς πίστεως.
Ἀνενδότως
ὁ γενναῖος· Μιχαὴλ αἰκιζόμενος· χερσὶ τῶν δημίων· ὅλος διετέλει ἀκλόνητος·
ἀποσκοπῶν πρὸς τὰ θεία· καὶ αἰώνια· καὶ κραυγάζων ἧν· Δόξα, Χριστέ, τῇ δυνάμει
Σου.
Θεοτοκίον.
Ἡ
λαβὶς ἣν Ἡσαΐας· προεώρακεν, ἄχραντε · ἡ ἀνθρακοφόρος · σου προδιετύπου τὴν
κύησιν· τὴν γὰρ πρηστήριον φύσιν· τῆς θεότητος· γαστρὶ θεία σου· ἔσχες, ὦ
θαῦμα, ἀλώβητον.
ᾨδὴ
ε´. Ἐξέστη τὰ σύμπαντα.
Λιμήν
μοι ἐμφάνηθι· τῷ δούλῳ σου, θεόνυμφε · τοῦ βίου ἐκνήχοντι τὴν ἅλμην· καὶ
τρυχομένῳ· ταῖς βασκανίαις ἐχθρῶν · νοητῶν ὁμοῦ καὶ αἰσθητῶν · δύναμιν
χορήγησον· τὰς αὐτῶν κάρας θλάττουσα.
Περίδοξος
ὤφθη σου· ὁ βίος, παμμακάριστε· Μιχαήλ, Κυρίου στρατιῶτα · τὸ τέλος δέ σου·
πανυπερένδοξον· δι᾿ οὗπερ ἀνήχθης πρὸς Θεόν· καὶ θείας μεθέξεως· ἀπολαύεις
λαμπρότατα.
Ἰλὺν
ἐκτινάξας σου· νοῦς τὴν ἐπιχθόνιον· καὶ κάλλος τὸ ἄῤῥητον καὶ θεῖον· Θεοῦ τῶν
ὅλων· ἐνοπτρισάμενος · ἔσπευδες τυχεῖν τῆς ἡδονῆς· τούτου καὶ μεθέξεως·
μαρτυρίου ἐν αἵματι.
Σταυροῦ
συμφραξάμενος· τῇ πανοπλίᾳ ἔνδοξε · ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων· τὰς δολοπλόκους·
μηχανὰς ὤλεσας.· Ὅθεν ὁ παντάναξ καὶ Θεός· νίκης τῷ στεφάνῳ σε · Μιχαήλ,
κατεκόσμησεν.
Θεοτοκίον.
Τὴν
κτίσιν ἡγίασας· τῷ τόκῳ σου, θεόνυμφε· ὅθεν πᾶσα ἔννοια καὶ λόγος· τῶν
ἐγκωμίων· ἡττᾶται δόξῃ τῇ σῇ· ἀλλὰ τῷ ἐλέει σου ἡμᾶς· οἰκτείρησον, ὕμνους σοι·
κατὰ δύναμιν πλέκοντας.
ᾨδὴ
στ´. Ἐβόησε προτύπων.
Εὐρύχωρος·
τῶν χαρίτων λειμών, χαῖρε Δέσποινα· τῶν μαρτύρων· καὶ δικαίων τὸ θεῖον
στεφάνωμα· καὶ τῶν προσφευγόντων· τῇ σῇ σκέπῃ γλυκὺ παραμύθιον.
Ἱέρευσας·
σεαυτὸν τῇ θελήσει τῷ κτίστῃ σου· καὶ ὡς θῦμα· προσηνέχθης αὐτῷ εὐωδέστατον·
ὅν, Μάρτυς, δυσώπει· ὑπὲρ πάντων τῶν πόθῳ ὑμνούντων σε.
Συνέλθετε·
τῶν πιστῶν ἡ πληθὺς καὶ ἐν πνεύματι· εὐφροσύνης· τοῖς ἐπαίνοις ὡς ἄνθεσι
στέψωμεν· Μιχαήλ τῆς ὄντως· ἀληθείας τὸν μέγιστον μάρτυρα.
Ἐξήνθησας·
ὥσπερ ῥόδον ἐκ Θράκης ἡδύπνοον· καὶ τὴν κτίσιν· τὴν περίγειον πᾶσαν ἐπλήρωσας·
εὐωδίας θείας · Μιχαήλ, ἀθλητῶν ἐγκαλλώπισμα.
Θεοτοκίον.
Βοήθεια·
σὺ γενοῦ μοι καὶ τεῖχος ἀπόρθητον· Θεοτόκε· τὰς ἑφόδους ἐχθρῶν ἀναστέλλουσα·
εἰς σὲ γὰρ καὶ μόνην· τὴν ἐμὴν σωτηρίαν ἀνέθηκα.
Κοντάκιον,
Ἦχος δ´. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τῶν
σῶν αἱμάτων τοῖς ῥείθροις, τρισόλβιε · τὴν Ἐκκλησίαν Χριστὸς κατηγλάϊσεν · ὁ
δούς σοι ἰσχὺν ἀνυπέρβλητον· καὶ τὴν σὴν πόλιν φρουρῶν, Μάρτυς, ἄτρωτον · ἧς,
Μιχαήλ, πέλεις καύχημα.
Ὁ
οἶκος.
Ὁ
παντοκρατορικῇ δεξιᾷ· συνεχῶν ἀῤῥήτως· τὰ πάντα Θεὸς Λόγος· τὰς τοῦ νοῦς
εἰλικρινεῖς ἀνατάσεις· τοῦ σοῦ, Μιχαὴλ παναοίδιμε, προσηκάμενος · διὰ μαρτυρίου
ἀναλήψεσθαί σε ἠξίωσε· καὶ τοῖς πρωτομάρτυσι· τῆς ἑαυτοῦ δόξης συναριθμῆσαι.·
Μακαρία σου τοίνυν· ἡ ἔκφυσις, πάντιμε · μακάριός σου ὁ οἶκος· καὶ τὸ τέλος
ἀειμακάριστον· τῇ γὰρ πρὸς Θεὸν ἀναβάσει· τῆς σῆς πανυπερφώτου ψυχῆς· ὁ ἀὴρ
καθηγίασται· καὶ νῦν τῇ μακαρίᾳ ὄντως· καὶ παναλκεῖ παριστάμενος Τριάδι ·
ἐκτενῶς ὑπὲρ πάντων· τῶν ὑμνούντων σε πρέσβευε· καὶ τῆς ἐν ᾗπερ κατῴκεις πόλεως
· ἧς, Μιχαήλ, πέλεις καύχημα.
Συναξάριον.
Τῇ
αὕτη ἡμέρα, μνήμη τοῦ ἁγίου ἐνδόξου νεομάρτυρος
Μιχαὴλ τοῦ Μαυροειδή, τοῦ Ἀδριανουπολίτου, ξίφει τελειωθέντος ἐν ἔτει 1493.
Τμηθεὶς
κεφαλὴν Μιχαὴλ Χριστοῦ χάριν,
νῦν
συγχορεύει γηθοσύνως ἀγγέλοις.
Ἑβδομάτῃ
δεκάτῃ θᾶνε φασγάνῳ Μιχαήλ.
Οὗτος
ἧν ἐκ πόλεως Ὀρεστιάδος, τανῦν καλουμένης Ἀδριανουπόλεως, εὐγενῶν γονέων καὶ
ἐπισήμων υἱός. Τὴν παιδικὴν δὲ διάγων ἡλικίαν, ὑπὸ τῶν γονέων τὰ ἱερὰ
ἐκπαιδεύεσθαι γράμματά τινι τῶν τοῦ ἱεροῦ ἐκδέδοται καταλόγου, ὃς τὴν σύνεσιν
ἐξ ἐκείνου ὁποῖος ἔσται σαφῶς παρεδήλου. Εἷς ἄνδρας δὲ ἠκῶν, γυναικὶ συνεζύγη
καὶ παίδων καλῶν τε καὶ ἀγαθῶν πατὴρ ἐχρημάτισε καὶ ἐπὶ πλούτῳ καὶ κτημάτων
περιουσία ζηλωτὸς ὤφθη.
Τῆς
οὖν συζύγου αὐτῷ τὸν τῇδε μεταμειψαμένης βίον, οὗτος μετὰ τῶν ἰδίων παίδων
διάγων ἧν, πᾶσαν καὶ παντοίαν σπουδὴν ἐπ᾿ ἀγαθοῖς εἰς πάντας ἁπλῶς
ἐνδεικνύμενος, καὶ μάλιστα πρὸς τοὺς ἐξ ἀλλοδαπῆς ἐκεῖσε φοιτῶντας. Ὅθεν
περιώνυμος καὶ περίδοξος ἀνὰ πᾶσαν σχεδὸν γέγονε τὴν Εὐρώπην.
Διαβληθεὶς
δὲ ὑπὸ τῶν ἐκ τῆς Ἄγαρ, ὡς δῆθεν τὴν αὐτῶν λοιδορήσας θρησκείαν, κατηναγκάσθη
τὸν Χριστὸν ἐξομόσασθαι. Καὶ μὴ πεισθείς, εἰς φυλακὴν ἐνεβλήθη καὶ πολλὰ
τιμωρηθεὶς καὶ καταβιασθείς, τοῦτο μὲν κολακείαις, τοῦτο δὲ ἀπειλαῖς, καὶ
μηδόλως πεισθεὶς μεταβαλεῖν τὴν εὐσέβειαν, ἀπετμήθη τὴν κεφαλήν, τοῦ κρατοῦντος
οὕτως ἀποφηναμένου, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου
τοῦ Τύρωνος.
Τύρων, ὁ
δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ
πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.
Οὗτος,
κατὰ τοὺς χρόνους ἧν Μαξιμιανοῦ καὶ Μαξίμου τῶν βασιλέων, ἐκ Μητροπόλεως
Ἀμασείας ὁρμώμενος, ἐκ χωρίου λεγομένου Χουμιαλῶν. Ἄρτι δὲ τῇ στρατιᾷ τῶν
Τυρώνων καταλεγείς, καὶ ὑπὸ τὴν τάξιν τοῦ Πραιποσίτου Βρύγκα τυγχάνων, παρ’
αὐτοῦ εἰς ἐξέτασιν κατέστη, τὸν Χριστὸν Θεὸν εἶναι ὁμολογήσας, καὶ τὰ σεβάσματα
τῶν Ἑλλήνων, ὡς ἄψυχα ξόανα, καὶ ἔργα χειρῶν ἀνθρώπων, καταχλευάσας. Καὶ καιροῦ
δοθέντος αὐτῷ εἰς διάσκεψιν, οὐκ ἐν ἀπραξίᾳ τοῦτον, ἀλλὰ τὴν μεγίστην τῶν
πραγματειῶν ἐξετέλεσε. Τὸ γὰρ εἴδωλον τῆς τῶν θεῶν μητρός, ὡς Ἕλληνες
ληρῳδοῦσι, κατέφλεξεν, ὅθεν συσχεθείς, καὶ αὐτουργὸς γενέσθαι ὁμολογήσας τοῦ
ἐμπρησμοῦ, πρῶτον μὲν κρεμασθεὶς ξέεται, εἶτα, εἰς κάμινον πυρὸς ἐμβάλλεται,
καὶ ἐν αὐτῇ τελειοῦται.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ
Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου.
Ἀφεῖσα τὴν
γῆν Μαριάμνη παρθένος,
Τὸν ἐκ Μαρίας
Παρθένου Χριστὸν βλέπει.
Μετὰ
τὴν ἀνάληψιν τοῦ Χριστοῦ, παραγενόμενος ὁ Ἅγιος Φίλιππος, μετὰ τοῦ Βαρθολομαίου
καὶ Μαριάμνης τῆς ἀδελφὴς αὐτοῦ εἰς Ἱεράπολιν, καὶ διὰ τὸ κηρύξαι τὸν λόγον τοῦ
Χριστοῦ κρεμασθεὶς καὶ τελειωθείς, ηὔξατο πρὸς τὸν Θεόν, καὶ κατεχώσθησαν εἰς
τὴν γῆν, ὅ,τε Ἀνθύπατος, καὶ ὁ ὑπ’ αὐτὸν λαός. Οἱ δὲ λοιποὶ φοβηθέντες,
παρεκάλεσαν Βαρθολομαῖον καὶ Μαριάμνην, κρεμαμένους καὶ αὐτοὺς ὄντας, ἵνα μὴ
αὐτοὶ καταποντισθῶσι. Καὶ ἐδυσώπησαν αὐτοὶ τὸν Ἅγιον Φίλιππον, καὶ οὐ
κατεπόντισεν αὐτούς, ἀλλὰ καὶ τοὺς καταποντισθέντας ἐξήγαγε. Τὸν δὲ Ἀνθύπατον,
καὶ τὴν αὐτοῦ γυναῖκα Ἔχιδναν, ἀφῆκε κάτω. Τότε ἀπελύθησαν ὁ Βαρθολομαῖος καὶ ἡ
Μαριάμνη. Καὶ ὁ μὲν Βαρθολομαῖος, ἀπελθὼν εἰς Ἰνδίαν τὴν εὐδαίμονα, σταυρωθεὶς
τελειοῦται. Ἡ δὲ Μαριάμνη, ἀπελθοῦσα εἰς Λυκαονίαν, καὶ κηρύττουσα τὸν λόγον
τοῦ Χριστοῦ, καὶ πολλοὺς βαπτίσασα, ἐτελειώθη ἐν εἰρήνῃ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξιβίου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Τὸν Αὐξίβιον
οὐ παρόψεται λόγος,
Φανέντα
ληξίβιον ἐξ ἐναντίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὐρέσεως τῶν λειψάνων τοῦ
Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου.
Τὴν γῆν
ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ,
Μηνᾶν ἐκεῖθεν
ἐκφέρω κεκρυμμένον.
Ἐπὶ
τῆς βασιλείας Βασιλείου τοῦ φιλοχρίστου βασιλέως, ὀ μακάριος Μηνᾶς, μιᾷ τῶν
νυκτῶν, καὶ τῇ τῶν Κανάτων (ἄλλ. Ἱκανάτων) κατειλελγμένῳ σχολῇ, ὡς αὐτὸς εἴη
Μηνᾶς ὁ Καλλικέλαδος, ὁ ὑπὸ γῆν κρυπτόμενος, ἐν τῷ κατὰ τὴν ἀκρόπολιν αἰγιαλῷ,
καταμηνύει, καὶ τὸν τόπον ὑποδεικνύει δακτύλῳ, καθ’ ὅν ἧν κείμενος. Ὁ δὲ
φιλόθεος οὗτος ἀνήρ, ὀρθριώτερον ἀναστάς, καὶ Μαρκιανῷ τῷ Νουμερίῳ, φίλῳ αὐτοῦ
ὑπάρχοντι, τὰ ὁραθέντα μηνύει ἀκριβῶς. Οὗτος δὲ πάλιν τὰ ἀκουσθέντα δῆλα ποιεῖ
τῷ Βασιλεῖ, καὶ αὐτίκα κατὰ τὸν δηλωθέντα τόπον στρατιῶται ἐξαποστέλλονται.
Οἵτινες διασκάψαντες τάχιον, εὗρον σιδητρᾶν λάρνακα, ἐν ᾗ ἧν τὸ μαρτυρικὸν
σῶμα. Ἀλλὰ καὶ γραφὴν σὺν αὐτῇ ἐπὶ πλακὸς ἐγκεκολαμένην, καὶ δηλοῦσαν ἐκεῖ
κατατεθεῖσθαι τὸν Μάρτυρα, ἐν ᾧ ᾑρετίσατο τόπῳ. Ψηφίσαντες οὖν κατὰ τῆς πλακὸς
γραφήν, εὗρον παρῳχηκότας χρόνους τετρακοσίους, ὅθεν καὶ τῷ Θεῷ εὐχαριστίαν
πανδημεὶ ἐξέπεμψαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένων βασιλέων,
Μαρκιανοῦ καὶ Πουλχερίας.
Τελείται
δὲ ἡ αὐτῶν Σύναξις ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Ὁ διασώσας ἐν πυρί.
Ὡς
ἀγαθὴ τὸν ἀγαθόν· Λόγον ἐκδυσώπει, Παρθένε · ἁμαρτιῶν μου τὴν πληθύν· ἀπαλείψαι
καὶ δοῦναί μοι ἔλλαμψιν· συνετίζουσαν ψάλλειν σοι· Χαῖρε, θρόνε τοῦ Ὑψίστου·
ἠγιασμένε.
Μετ᾿
αἰκισμοὺς καρτερικώς· ξίφει θεῖον τέλος ἐδέξω · ἀναβοῶν τῷ λυτρωτῇ· καὶ Χριστῷ,
Μιχαὴλ παναοίδιμε · Ὑπερύμνητε Κύριε · ὁ Θεὸς ὁ τῶν πατέρων· εὐλογητὸς εἶ.
Ἀῤῥήτου
δόξης ὁ κλεινός· Μιχαὴλ φαιδρῶς ἀπολαύων· ἐν τῷ Θεῷ σὺν ἀθληταῖς· ὧν τοὺς
πόνους στεῤῥῶς ἐμιμήσατο· ἀναμέλπει γηθόμενος· Ὁ Θεὸς ὁ τῶν πατέρων· εὐλογητὸς
εἶ.
Νυμφοστολίζεται
λαμπρῶς· ἡ Χριστοῦ σεπτὴ Ἐκκλησία· ἐν τῇ σῇ μνήμῃ Μιχαήλ· καὶ πιστοὺς
συγκαλεῖται κραυγάζουσα· Ὑπερύμνητε Κύριε· ὁ Θεὸς ὁ τῶν πατέρων· εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὄχημα,
χαῖρε, τηλαυγές· τοῦ χερουβικοῖς ἐπὶ νώτοις· ἐποχουμένου Ἰησοῦ · Θεοτόκε, τὸν
νοῦν μου ἐκλάμπρυνον · σκοτισθέντα τοῖς πάθεσιν· ἵνα ὕμνοις ἀσιγήτοις· σὲ
μεγαλύνω.
ᾨδὴ
η´. Παῖδας εὐαγεῖς.
Ὕλης
κοσμικῆς ὑπεραρθῆναι· τὸν νοῦν ἡμῶν, Θεοτόκε, τῶν ὑμνούντων σε· καὶ θείαις
μεθέξεσιν· αὐγασθῆναι αἴτησαι· τῇ μητρικῇ ἐντεύξει σου· Λόγον ὃν ἔτεκες·
ἀσπόρως, τοῦ Πατρὸς εὐδοκίᾳ· καὶ τοῦ Παναγίου· Πνεύματος συνεργίᾳ.
Ἡ
χάρις, παμμάκαρ, ἐν τῇ θείᾳ· ψυχῇ σου συντηρηθεῖσα ἐκ βαπτίσματος · τὰ θεῖα καὶ
ἄφθαρτα· ποθεῖν σε ἀνέπεισεν· ἡ καὶ οἰακιζόμενος· κάλλους ἡξίωσαι· τοῦ πάντων
ἀπολαύειν Δεσπότου· διὰ μαρτυρίου· Μιχαὴλ γενναιόφρον.
Λαμπρότατον
τρόπαιον ἐγείρας· θεόφρον, ἐν τῇ ἀθλήσει τῇ γενναίᾳ σου· τὴν πλάνην κατέβαλες·
καὶ πιστοὺς ἐφώτισας· θεολογεῖν τρανότατα· Μιχαὴλ ἔνδοξε· Τὸν Κύριον ὑμνεῖτε,
τὰ ἔργα · καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὄλβου
τε καὶ δόξης τῆς προσκαίρου· ἐμφρόνως καταφρονήσας παναοίδιμε · δόξαν ἀδιάδοχον
· θείαν τε λαμπρότητα· περὶ Θεὸν ἐπλούτησας· μέλπων γηθόμενος.· Τὸν Κύριον
ὑμνεῖτε, τὰ ἔργα· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.
Καὶ
νῦν. Θεοτοκίον.
Ῥημάτων
σου πρόῤῥησις ἡ θεία· ἐν Πνεύματι τῷ ἁγίῳ πέρας εἴληφεν.· Ἰδοὺ γάρ, πανύμνητε ·
πᾶσαι μακαρίζουσι· σὲ γενεαὶ ὡς κτίστου μου· Θεοῦ λοχεύτριαν· ὑπάρξασαν ἀῤῥήτῳ
ἐννοίᾳ · ἣν δοξολογοῦμεν· εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ´. Ἅπας γηγενής.
Ἡ
θεία λαμπάς· χαῖρε ἡ τὰ πέρατα· καταγλαΐζουσα· νεφέλη ὁλόφωτος· Χριστὸν τὸν
ἥλιον ἑξανίσχουσα· καὶ πιστοῖς ἐπιλάμπουσα· γνῶσιν σωτήριον· ἡμῶν χαῖρε· σκέπη
καὶ κραταίωμα· τῶν εἰς σε πεποιθότων ἑκάστοτε.
Τῆς
τρισσοφαοῦς· καὶ μιᾶς θεότητος· αἴγλην δεξάμενος· ἐφωτίσθης γνώσεως· Μιχαήλ,
φέγγει ἐν ᾖ δι’ αἵματος· μαρτυρικοῦ ἐπόθησας· πρὸς αὐτὴν ἔνδοξε· διαβῆναι· ἡ
σὺν τοῖς ἀγγέλοις νῦν· μελώδεις τὴν ᾠδὴν τὴν τρισάγιον.
Ὡς
θεολάμπης· ἥλιος ἐξέλαμψεν· ἡ θεία μνήμη σου· Μιχαὴλ πανένδοξε · τὰς διανοίας
πιστῶν φωτίζουσα· καὶ πρὸς Θεὸν τὴν αἴνεσιν· πάντας ἐγείρουσα· ὃν δυσώπει·
ῥυσθῆναι κακώσεως· τοὺς ἐκ πόθου ἀεὶ σὲ γεραίροντας.
Ῥοαῖς
τῶν σεπτῶν· καὶ θείων αἱμάτων σου· Μιχαὴλ πάντιμε· πορφύραν ἐξύφηνας·
παμφαεστάτην τῇ Ἐκκλησίᾳ Χριστοῦ· ἡ ἐσταλμένη μέλπει σου· ἄθλους τρισόλβιε· δι’
ὧν θείας· μεθέξεως ἔτυχες· καὶ ἀλήκτου χαρᾶς καὶ ἐλλάμψεως.
Θεοτοκίον.
Ῥήσεις
προφητῶν· καὶ θεία αἰνίγματα· πέρας εἰλήφασιν· ἐν σοὶ παντευλόγητε · ἐκκυησάσῃ
νόμου τὸ πλήρωμα· Χριστὸν τὸν πάντων Κύριον· ὃν καθιλέωσαι· τοῖς ἐν πόθῳ· καὶ
πίστει δοξάζουσι· τὸν σεπτὸν καὶ πανάγιον τόκον σου.
Ἐξαποστειλάριον.
Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν
ἀθλητὴν τοῦ Κυρίου· Μιχαήλ, ἅπαντες πιστοί· ἐν μελῳδίαις ἐνθέοις· εὐφημήσωμεν
φαιδρῶς· ὑπὲρ Χριστοῦ γὰρ ἀθλήσας· τῆς νίκης εἴληφε στέφος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς
τῶν ἀπηλπισμένων· πανύμνητε Θεοτόκε· μετὰ δακρύων βοῶ σοι· ἐκ βάθους μου τῆς
καρδίας· Ἑξάρπασόν με Παρθένε· ἐκ τῶν τοῦ ᾍδου κευθμώνων.
Εἰς
τοὺς Αἴνους. Ἦχος α´. Πανεύφημοι μάρτυρες.
Τῷ
θείῳ τοῦ Πνεύματος φωτί· Μιχαὴλ ὁ πάντιμος· καταυγασθεὶς τὴν διάνοιαν· οὐδόλως
ἔκαμψε· γόνυ τοῖς τυράννοις· Χριστὸν ἐξομόσασθαι· τὸν πάντων βασιλέα καὶ
Κύριον· ἀλλ᾿ ὡς ἀδάμας τις· ἀκατάπληκτος διέμεινεν· ὅθεν θείας· ζωῆς
κατηξίωται. (Δίς)
Οὐ
ξίφος οὐ πῦρ οὐδ’ αἰκισμοί· σαρκὸς ὑπερίσχυσαν· τοῦ στεῤῥοτάτου φρονήματος· τοῦ
θείου μάρτυρος· ἑδρασμένου θείως· ἐν πέτρᾳ τῆς πίστεως.· Διὸ εἰλικρινὲς
ὁλοκαύτωμα· Χριστῷ προσήνεκται · τῷ εἰς πάντων ἀπολύτρωσιν· ἑκουσίως· τὸ αἷμα
ἐκχέαντι.
Σὺ
πάντων ἠλόγησας σοφέ· Μιχαὴλ πανόλβιε· τῶν ἐπικήρων καὶ τάχιστα· δίκην
ὀνείρατος· διαλυομένων· καὶ μόνα τὰ ἄφθαρτα· καὶ θεία ἐπεπόθεις πανεύφημε· ὧν
καὶ ἐπέτυχες· τὸν τῆς θείας μαρτυρίας σου· ἐκτελέσας· δρόμον τὸν ἐράσμιον.
Δόξα.
Ἦχος πλ. δ´.
Ἡ
φωταυγής σου καὶ εὔσημος· ἐπιστᾶσα ἡμέρα· τῆς θείας σου μνήμης Μιχαὴλ
τρισόλβιε· τὰς τῶν πιστῶν διανοίας κατηύγασε· καὶ πρὸς δόξαν καὶ αἶνον Θεοῦ
κεκίνηκε.· Τίς γὰρ ἀκούων· τὴν στεῤῥὰν τῆς σῆς διανοίας· πρὸς τοὺς τυράννους
ἔνστασιν· ἣν ὑπὲρ τῆς ὄντως ἀληθείας ἐπεδείξω· οὐκ ἐκ πόθου μεγαλύνει τὸν
Κύριον· Ὃν διὰ παντὸς ἱκετεύων μὴ παύσῃ· ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα,
πρόσδεξαι· τὰς δεήσεις τῶν δούλων σου· καὶ λύτρωσαι ἡμᾶς· ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου