Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 18. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΟΔΟΤΟΣ ΑΓΚΥΡΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΙΗ΄!!
ΘΕΟΔΟΤΟΣ ΑΓΚΥΡΑΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς Ἑορτῆς, καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Εἰρηνικῇ καταστάσει καλλωπιζόμενος, διακονεῖς τοῖς πάσι, Θεοδότε παμμάκαρ, ὁσίως ἐξελάμφθης καὶ Ἀθλητής, λαμπρυνθεὶς διαδήματι, σὺν τοῖς συνάθλοις χορεύεις ἐν οὐρανῷ, μεθ’ὧν πρέσβευε σωθῆναι ἡμᾶς.

Ἀνατεθεὶς τῷ Κυρίῳ ὥσπερ κειμήλιον, καὶ πειθαρχῶν τοῖς λόγοις, τοῖς Αὐτοῦ θεομάκαρ, ὑπήνεγκας πλουσίως Μάρτυς, τοῖς πτωχοῖς ὄλβον ἄσυλον, τοῦ μαρτυρίου ἐμφρόνως καὶ θαυμαστῶς, σεαυτῷ περιποιούμενος.

Ἰδοὺ χορὸς σωτηρίας, ἰδοὺ πηγή ζωηρή, ἡ τῶν Ἁγίων θήκη, ἀνεδείχθη παρθένων, διὸ δεῦτε προθύμως ζητήσωμεν νῦν, οἱ νοσοῦντες τὴν ἴασιν, καὶ τὴν χαρὰν οἱ ἐν θλίψει ταῖς προσευχαῖς, τῶν Ἁγίων Γυναικῶν τοῦ Χριστοῦ.





















ΟΡΘΡΟΣ

Ὁ Κανὼν τῆς Ἁγίας.
ᾨδὴ α΄. Ἦχος δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
ᾌσωμεν τῷ Κυρίῳ, τῷ τὴν ἀνθρώπων ἀσθένειαν κατὰα τοῦ ἀοράτου ἐχθροῦ ἐνισχύσαντι, καὶ νίκαις στεφανώσαντι.
Θεόδοτον Ἀθλοφόρε, κράτος λαβὼν ἀπροσμάχητον, πολεμίοις ἐδείχθης Θεόδοτες ἔνδοξε, αὐτοὺς κατατροπούμενος.
Ἁγνείας κάλλει ἐνθέῳ κεκοσμημέναι, εἰς στάδον καθάπερ εἰς νυμφῶνα παρθένοι εἰσέδυτε, ὑμνοῦσαι τὸν Νυμφίον Χριστόν.
Θεοτοκίον.
Γεγόναμεν Θεοτόκε διὰ τοῦ τόκου Σου ἅπαντες, κοινωνοὶ θείας δόξης, οἱ πόθῳ δοξάζοντες, Μητέρα Σε τῶν ὅλων Θεοῦ.

ᾨδὴ γ΄. Ἐν Κυρίῳ Θεῷ μου.
Ἐν Κυρίῳ Θεῷ σου δυναμωθεὶς Μάρτυς Θεόδοτε, ἐχθροὺς ἀντικειμένους τῇ ἀληθείᾳ ἐξουδένωσας.
Τὸ γεῶδες τῆς σαρκός, δι’ ἐγκρατείας ἀποθέμεναι, πρὸς ὕψος Ἀθληφόροι, τὸ τῆς ἀθλήσεως ἀνέπτητε.
Τῶν ἐχθρῶν ταῖς θωπείαις, τὴν ἀκοὴν μὴ ὑποκλίνασαι, ἠθλήσατε νομίμως νόμων ἐνθέων ὑπακούσασαι.
Θεοτοκίον.
Ἐν τῇ πέτρᾳ Παρθένε, τῆς Σῆς ἐλπίδος ἑδραιούμενοι, οὐδόλως τρικυμίαις τῶν πειρασμῶν κατασειόμεθα.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῖς πᾶσι διάκονος Πνεύματι θείῳ χρησθείς, γεγένησαι ἔνδοξε καὶ ἐναθλήσας στεῤῥῶς, μεγάλως δεδόξασαι· ὅθεν σε συνελθόντες, Θεόδοτε τιμῶμεν, πίστει ἐπιτελοῦντες, τὴν ἁγίαν σου μνήμην, ἐν ᾗ ταῖς ἱκεσίαις ταῖς σαῖς, πάντας περίσωζε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ α΄. Εἰσακήκοα Κύριε.
Σὺ ἐν αἵμασιν ἀθλητικοῖς, καθάπερ ἐν θαλάσσῃ, τοὺς διώκτας Μάρτυς βυθίσας, εἰς ἀκήρατον λῆξιν κατεσκήνωσας, ὑμνοῦμεν Χριστὸν τὸν στεφοδότην.
Ὑπερέλαμψεν ὁ εὐκλεὴς χορὸς τῶν Ἀθληφόρων, τῶν Ἑπτὰ φρονίμων παρθένων, πολυφώνους λαμπάδας διανάψασαι, εἰς Χριστοῦ θεῖον νυμφῶνα.
Θεοτοκίον.
Ὡς διάδημά Σε νοητόν, παρθένοι Ἀθληφόροι, ἔχουσαι ἐν Σοὶ Θεοτόκε, ἐγκαυχῶνται ὑμνοῦσαι, τὸν Υἱόν Σου καὶ Θεόν, Νυμφίον καὶ Δεσπότην.
ᾨδὴ ε΄. Ὁ ἀνατείλας τὸ φῶς.
Ἐκ τοῦ κρατῆρος σοφέ, τῆς ψυχῆς σου προχέων, οἶνον διδασκαλίας, τὰς καρδίας ηὔφρανας, τῶν εὐσεβῶν Θεόδοτε ἔνδοξε.
Τῆς ἐγκρατείας σεμναί, πιανθεῖσαι τῇ δρόσῳ, τὰ ἄνθη τῆς ἁγνείας, νοητῶς ἠνθήσετε καὶ τοῦ Χριστοῦ εὐωδία ὤφθητε.
Τὰ τῆς σαρκὸς ἀλγεινά, ὡς τρυφὴν αἱ παρθένοι, διὰ τὸν τοῦ Δεσπότου πόθον λογιζόμενοι, ὑπὲρ Αὐτοῦ γενναίως ἐνήθλησαν.
Θεοτοκίον.
Ῥυσθέντες πλάνης ἁγνὴ τῆς εἰδωλομανίας, τῷ τόκῷ Σου τῷ θείῳ, Σὲ ὑμνοῦμεν ἄχραντε, τῶν ἀγαθῶν αἰτίαν καὶ πρόξενον.

ᾨδὴ στ΄. Ὡς Ἰωνᾶν τὸν Προφήτην.
Ὥσπερ λιμένα σε θεῖον, οἱ πιστοὶ Θεόδοτε εὑράμενοι, τὰς τῶν δυσσεβῶν τρικυμίας ἐξέκλιναν, ὑμνοῦντες τὸν κυβερνήτην Χριστόν.
Τῇ ἀγαπήσει τοῦ κτίστου, φυσικὴν δυναμοῦσαι ἀσθένειαν, τοὺς ὑπερφυεῖς Ἀθληφόροι ἀγῶνας ὑπὲρ τούτου καλῶς ἠνύσατε.
Τῆς ἑπταφώτου λυχνίας ἰσαρίθμους λαμπάδας ἀνάψασαι, ὥσπερ ἐν νυμφῶνι παρθένοι εἰσήλθετε εἰς σκάμμα τὸ τῆς ἀθλήσεως.
Θεοτοκίον.
Γῆ τῆς ἀρᾶς λυτρωθεῖσα τῆς ἀρχαίας Παρθένε τῷ τόκῳ Σου, σὺν τοῖς ἐν αὐτῇ κατοικοῦσιν αἰτίαν, εὐλογίας ἀεὶ γεραίρει Σε.

Συναξάριον.
Τη ΙΗ΄ τοῦ αὐτοῦ μηνός μνήμην ἐπιτελοῦμεν τῆς ἁγίας ἐνδόξου παρθενομάρτυρος, Κλαυδίας τῆς ἐν Ἀγκύρᾳ, σὺν τῇ ἑξάδι τῶν αὐτῆς συνάθλων γυναικῶν· Τεκούσης, Φαεινῆς, Εὐφρασίας, Ἰουλίας, Ματρώνης καὶ Ἀλεξάνδρας ὡς καὶ τοῦ Ἁγίου Μάρτυρος Θεοδότου.
Λίθον φέρουσα ἐπὶ τραχήλου λίμνῃ,
ἐνεβλήθης, Κλαυδία παρθενομάρτυς.
Ἡ Ἁγία παρθενομάρτυς Κλαυδία ἤθλησεν ἐν τῇ Ἀγκύρᾳ τῆς Γαλατίας ἐν τοῖς χρόνοις τοῦ μεγάλου ἐν αὐτῇ διωγμοῦ (περὶ τῷ 303) διοικοῦντος τὴν πόλιν αἱμοδιψοῦς καὶ σκληροκαρδίου ἀνδρός, εἰδωλοφρονος, οὗ ἡ κλήσις Θεότεκνος. Οὗτος διέταξε συλλαβεῖν τὰς παιδιόθεν ἀφιερωθείσας τῷ Θεῷ ἑπτὰ παρθένους, Τεκούσαν, Εὐφρασίαν, Ἰουλίαν, Ματρώναν, Ἀλεξάνδραν, Φαεινήν, καὶ Κλαυδίαν, καὶ εἱρκτῇ διὰ τὴν πίστιν μονῶσαι. Τὸ ἀκατάβλητον αὐτῶν τῆς πίστεως κατιδών, παρέδωκεν αὐτὰς ἐκλύτοις νέοις ἀτιμάσαι αὐτῶν τὰ σώματα. Θείᾳ ὅμως χάριτι αἱ τοῦ Χριστοῦ ἀμνάδες διετήρησαν τὴν παρθενίαν ἀμόλυντον, ὅθεν αἰσχυνόμενος ὁ τύραννος ἐγύμνωσε τὰς παρθένους καὶ ἐφ᾿ ἅρματος περιέφερεν αὐτάς, ἀνὰ τὰς ῥύμας τῆς πόλεως ἄχρι τῆς παρακειμένης λίμνης. Ἐκεῖ θεὶς λίθους βαρυτάτους ἐπὶ τῶν αὐτῶν τραχήλων ἐβύθισεν αὐτὰς εἰς τὸ ὕδωρ καὶ οὕτως ἔλαβον αἱ μακάριαι τὸν τῆς νίκης στέφανον. Ἀλιεύσας τὰ σώματα τῶν παρθενομαρτύρων Θεόδοτος, ὁ τῆς Τεκούσης ἀνεψιός, εὐλαβῶς καὶ ἐντίμως ἐνεταφίασε. Μαθὼν αὐτὸ ὁ ἀπάνθρωπος τύραννος διέταξε τὴν ἐκταφὴν τῶν ἁγίων σκηνωμάτων καὶ τὴν εἰς τὸ πῦρ αὐτῶν παράδοσιν, ἵνα μὴ οἱ Χριστιανοὶ αὐτὰς καθηκόντως τιμῶσι.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου, Διονυσίου, Χριστίνης παρθένου, Ἀνδρέου, Παύλου, Βενεδίμου, Παυλίνου, καὶ Ἡρακλείου.
Σεπτοὶ Ἀθληταὶ ὑπὲρ σεπτῆς Τριάδος,
ὑπὲρ τὸ ζῆν εἵοντο θανεῖν ἐμφρόνως.
Ὧν ὁ μὲν Ἅγιος Πέτρος ἦν ἐκ Λαμψάκου τῆς πόλεως. Ἀχθεὶς δὲ Δάκνῳ ἄρχοντι τῆς Εὐριδινῶν πόλεως (ἤ Δεκίῳ τῆς Ἀβυδηνῶν), καὶ θῦσαι προσταχθεὶς τῇ Ἀφροδίτῃ, καὶ μὴ πεισθείς, ἀλλὰ τὸν Χριστὸν Θεὸν ὁμολογήσας, δεσμοῖς καὶ ξύλοις καὶ τροχαντῆρσι ὅλον τὸν σῶμα συντρίβεται καὶ τὸ πνεῦμα παραδίδωσι. Παῦλος δὲ καὶ Ἀνδρέας ἐκ Μεσοποταμίας ὄντες, ἅμα τῷ ἄρχοντι Δάκνῳ ὑφ’ ὅν ἐστρατεύοντο τὰς Ἀθήνας καταλαμβάνουσι. Συλληφθέντων δὲ ἐν αὐταῖς Διονυσίου καὶ Χριστίνης, τὴν αὐτῶν πιστεύονται φυλακήν. Τὴν δὲ Ἁγίαν Χριστίναν, παρθένον οὖσαν καὶ εὐπρεπῆ καὶ γάμου ἔχουσαν ὥραν, ἐκκαλοῦνται πρὸς μίξιν. Τῆς δὲ μὴ πεισθείσης ἀντὶ τοῦ ταύτην βιάσασθαι μεταβληθέντες ταῖς παραινέσεσιν αὐτῆς, ἐπίστευσαν τῷ Χριστῷ, ὅθεν αὐτοὶ μὲν καὶ ὁ Διονύσιος νιφάσι τῶν λίθων κατεχώσθησαν· ἡ δὲ Ἁγία Χριστίνα ἐπιπεσοῦσα αὐτοῖς τὴν κεφαλὴν ἀπετμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου Πατριάρχου Κωνσταντινουπόλεως.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἰουλιανός (ἤ Ἰούλιος), συρόμενος ἐν ἀκάνθαῖς βάτου, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυρας Θεόδωρος, Πάπας Ῥώμης, ξεώμενος τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν, Ἀναστασῶ, τῆς ἐν τοῖς Λευκαδίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτινιανοῦ, τοῦ ἐν τοῖς Ἀρεοβίνθου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Γαλακτίας.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες κληρικοί, καὶ λαϊκοί, ἐν πλοίῳ καιόμενοι τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφάνους τοῦ νέου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Ὁ ἐν τῷ ὄρει.
Μηχανουργίας τῶν ἐχθρῶν Ἀθλοφόρε, σοφίᾳ τῇ τοῦ Πνεύματος ἐξελέγχων τῆς τούτων πλάνην ἔσωσας, συναθλητῶν τὴν ὁμήγυριν.
Τῶν ἀκηράτων ἀγαθῶν τῇ ἀγάπῃ παρθένοι πτερωθεῖσαι, τὰς διανοίας διὰ ἀγώνων ἤρθητε πρὸς αὐτὰ ἀνυμνοῦσαι Χριστόν.
Τοῦ τῆς κακίας εὑρετοῦ Ἀθληφόροι, οὐδόλως τῇ ἀπάτῇ ὑποκλιθεῖσαι, σῶαν τοῦ κτίστου ἔνδοξοι τὴν ἐντολὴν ἐτηρήσατε.
Θεοτοκίον.
Ἰδεῖν τὴν δόξαν τοῦ ἐκ Σοῦ γεννηθέντος, καὶ ταύτῃ ἐντρυφῆσαι μετὰ Μαρτύρων, τοὺς Σὲ ὑμνοῦντας ἄχραντε, τοῦτον ἀεὶ καθικέτευε.

ᾨδὴ η΄. Τὸν Βασιλέα Χριστόν.
Τὸν εὐεργέτην Χριστόν, ἔχων Θεοδότε ἐναθλήσεως πόνοις φρουροῦντα καὶ κρατύνοντα αεί σε ἐν παντὶ ὑπερφυεῖς, τοὺς ἀγῶνας ἤνυσας ὑμνῶν Αὐτὸν Θεὸν καὶ Βασιλέα.
Τῇ εὐωδίᾳ Χριστοῦ αἱ καλλιπάρθενοι τὰς ψυχῆς ἡδυνθεῖσαι, ὀπίσω τούτου ἔδραμεν ἀθλοῦσαι εὐσθενῶς, καὶ ἐν χαρᾷ ἀνεβόων, Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.
Ὁ καινουργὸς τοῦ παντός, σὺ τὴν ἀσθένειαν, ἐδυνάμωσας Λόγε τῆς γυναικείας φύσεως ἐν ἄθλοις ὡς Θεός· ὅθεν γενναίως ἀθλοῦσαι, ὕμνουν αἱ Ἅγιαι Σὲ Θεὸν καὶ Βασιλέα.
Θεοτοκίον.
Ὁ νεουργὸς τῶν βροτῶν, φύσεως ἄχραντε, ἐκ Σοῦ τὴν ἀνθρωπίνην, φορέσαι ὡς φιλάνθρωπος, Θεὸς καὶ ποιητής, φύσιν ἀνέπλασεν ἡμῶν τῶν ὁμολογύντων κυρίως Θεοτόκον.


ᾨδὴ θ΄. Τὸν ἄσπορον Τόκον Σου.
Τῆς πλάνης τὰς φάλαγγας, ἐτροπώσω ἔνδοξε, δυνάμει τοῦ Πνεύματος καὶ ἔλαβες βραβεῖον νίκης Θεόδοτε.
Ὡς μύρα τὰ θαύματα, διαπνέων ἅπαντας μυρίζεις Θεόοτε, τοὺς πίστει καὶ πόθῳ ἀεὶ γεραίροντας.
Τῇ αἴγλῃ λαμπόμεναι, τῇ τῆς καθαρότητος, ὡραῖα ἐδείξατε τὰ κάλλη, ἐναθλοῦσαι καλλιπάρθενοι.
Θεοτοκίον.
Ὑπὲρ πᾶσαν ἄφεσιν, ὁ Σὸς πόθος ἄχραντε ὑπάρχων καθέλκει με τοῦ βοᾷν Σοι ἀπαύστως· Χαῖρε Δέσποινα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου