Σάββατο 14 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 7. ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ ΜΥΤΙΛΗΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ Ζ΄.
ΓΕΩΡΓΙΟΣ ΜΥΤΙΛΗΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Ἱεράρχου. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Πάτερ Γεώργιε Χριστοῦ, τὴν σεπτὴν καὶ ἄχραντον, τιμητικῶς προσεκύνησας, εἰκόνα πάνσοφε, θεομάχον θράσος, μηδαμῶς πτοούμενος, δυνάμει τῇ αὐτοῦ δυναμούμενος, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ Γεώργιε θυμόν, ἀσεβῶν ὑπήνεγκας, θρασυνομένων ἀλόγιστα, οὓς καὶ τεθέασαι ὑπερυψωθέντας, δυσσεβεῖ φρυάγματι, καὶ πάλιν συντριβέντας δεινότερον, διαφανέστατα, τῆς προνοίας πρὸς τὴν ἄμυναν, τῶν ἀφρόνων, κινουμένης ἔνδοξε.

Πάτερ Γεώργιε Θεῷ, συνεργὸς γενόμενος, ὡς ἱερεὺς καὶ γεώργιον, ἑκατοστεύοντα, καρπὸν τῷ Δεσπότῃ, τὰς ψυχὰς προσήνεγκας, τὰς τῶν διασωθέντων τῷ λόγῳ σου, καὶ νῦν δυσώπησον, στηριχθῆναι τὴν Ὀρθόδοξον, Ἐκκλησίαν, ἀληθείας δόγμασι.

Θεοτοκίον.
Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῇ καθαρότητι ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.
Ἢ Σταυροθεοτοκίον.
Τὸν ἴδιον, Ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος· Οἴμοι! θρηνῳδοῦσα ἔλεγε, τὸ κάλλος ποῦ σου ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος, καρποφορήσας, ὡς θεόφυτος λειμὼν τὴν χάριν, Ἱεράρχα τῶν ἀῤῥήτων Γεώργιε, τᾶς τῶν ψυχῶν ἐγεώργησας αὔλακας, ὡς ἐπιπνοίας ἄθλου γεώργιον. Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.




ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ᾨδὴ α', τοῦ Ἱεράρχου. Ἦχος πλ. δ'. ᾎσμα ἀναπέμψωμεν λαοί
Αἴγλην εὐσπλαγχνίας μοι Χριστέ, τῷ πηρωθέντι πταίσμασι, καὶ ἁμαρτίαις δεινῶς, ἀνάτειλον οἰκτίρμον, καὶ γνόφον ἀπέλασον, τῆς ἐμῆς ἀβλεψίας, ταῖς πρεσβείαις τοῦ σοῦ Ἱεράρχου.
Πᾶσαν ἐγεώργησας σοφέ, τοῖς πόνοις καὶ ἱδρῶσί σου, τῆς ἐγκρατείας τὴν γῆν, καὶ σπείρας ἐν καρδίᾳ, τὸν σῖτον τοῦ Πνεύματος, στάχυν τῆς ἀπαθείας, ἐκομίσω Γεώργιε μάκαρ.
Ὤμοις σὸν σταυρὸν ἀναλαβών, καὶ τὰ τῆς γῆς τερπνότατα, τῷ κοσμοκράτορι τοῦ σκότους ἀπορρίψας, Χριστῷ ἠκολούθησας, καὶ θησαυροὺς ἐκτήσω, τῆς αὐτοῦ ἀΰλου βασιλείας.
Θεοτοκίον
Ὅπλον καὶ λιμένα ἀσφαλῆ, καὶ τεῖχος καὶ ὀχύρωμα, καὶ θείαν ἄγκυραν, καὶ γέφυραν καὶ σκέπην, τὴν σὴν Θεονύμφευτε, ἔχοντες προστασίαν, τῶν κινδύνων λυτρούμεθα πάντων.

ᾨδὴ γ', τοῦ Ἱεράρχου. Ὁ Εἱρμὸς
Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Κύριος, ἡμῶν καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις· Οὐκ ἔστι δίκαιος, Ἅγιος πλήν σου Κύριε.
Τῷ ὕψει μακάριε, ἐπιβὰς τῶν ἀρετῶν, καὶ τὰ βάθη τοῦ Πνεύματος, ἀξίως κατοπτεύσας, καὶ θεωρίας δοχεῖον, γενόμενος Ὅσιε, αὐλίζῃ σὺν Ἀγγέλων χοροῖς.
Πτωχεύσας τῷ πνεύματι, κατεπλούτησας Σοφέ, βασιλείαν τὴν ἄϋλον, ἐν ᾗ τῷ ποιμνίῳ σου, θησαυροὺς αἰωνίους, πιστῶς προητοίμασας· διὸ σε μακαρίζομεν.
Τὸ ἄπλαστον Ὅσιε, καὶ τὸ πρᾶον τῆς ψυχῆς, ἐμιμήσω τοῖς τρόποις σου, καὶ τοῖς κατορθώμασιν, Ἰακὼβ καὶ ἐδείχθης, καθάρσει τοῦ Πνεύματος, Ἰσραηλίτης νοῦς ὁρῶν τὸν Θεόν.
Θεοτοκίον
Ἀπάτορα τέτοκας, τὸν ἀμήτορα πρὸ σοῦ, καὶ ὡς βρέφος ἐθήλασας, τὸν τρέφοντα ἅπαντα, ὃν δυσώπει σωθῆναι, τοὺς πίστει ὑμνοῦντάς σε, κυρίως Θεοτόκον ἁγνήν.










Κάθισμα τοῦ Ἱεράρχου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Ταπεινώσεως ὕψει περιφανής, γεγονὼς τὰς ἐπάρσεις τοῦ δυσμενοῦς, τελείως ἠφάνισας, ἀριστεύσας λαμπρότατα, ἐλεήμων δὲ Πάτερ, γενόμενος Ὅσιε, δαψιλεῖ χορηγίᾳ, πεινῶσιν ἐπήρκεσας· ὅθεν τὴν ἀγήρω, μετὰ τέλος κληροῦσαι, τρυφὴν ἀγαλλόμενος, εἰς αἰῶνας Γεώργιε, Ἱεράρχα μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Πειρασμοῖς πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, ἀλλ' ὡς θερμὴν ἀντίληψιν, καὶ σκέπην μου ἔχων σε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα ἐν παρρησίᾳ αὐτῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν τόκον σου ἄχραντε.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε κλαίουσα, καὶ πικρῶς ἀνεκραύγαζε, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἁγνή, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ᾨδὴ δ', τοῦ Ἱεράρχου. Ἐξ ὄρους κατασκίου
Σὺ τὴν τῆς ψυχῆς, ὁλκάδα διασώσας, ἐκ τῆς τῶν παθῶν, ἐνύλου τρικυμίας, ἐπὶ λιμένα καθώρμισας καὶ γαλήνην, τῆς ἐγκρατείας Πάτερ Ὅσιε.
Ἀγγελοειδῆ, τὴν φρένα κεκτημένος, τῆς τριαδικῆς, Ἀγγέλων ὑμνῳδίας, ἐπηκροάσω γενόμενος ἐν, ἐκστάσει, ἔτι ἐν βίῳ ὢν Πανεύφημε.
Σὺ τῇ νοητῇ, σφενδόνῃ ὡπλισμένος, ὡς ἄλλον Γολιάθ, τὸν ἄρχοντα τοῦ σκότους, ὠφρυωμένον κατέβαλες Ἱεράρχα, Δαυϊτικῇ καὶ θείᾳ πίστει σου.
Θεοτοκίον
Ἐλπὶς καὶ προστασία, κόσμου Παναγία, δυσώπει τὸν ἐκ σοῦ, ὑπὲρ τῶν οἰκετῶν σου· σὲ γὰρ φρικτὸν ἱλαστήριον κεκτημένοι, τῆς ἁμαρτίας ἐκλυτρούμεθα.






ᾨδὴ ε', τοῦ Ἱεράρχου. Ὁ ἐκ νυκτὸς ἀγνοίας
Σὲ ὡς ἁγνείας στῦλον, καὶ σωφροσύνης κλειδοῦχον Ἀοίδιμε, κεκτημένοι σε πάντες, τύχοιμεν ἐλέους πρεσβείαις σου.
Θεοπτικῇ προβλέψει, τὸ ἱερὸν ἐνεδύσω ἀξίωμα, τῆς ἀμώμου Παρθένου, ὡς ἄμεμπτον εἰς τοῦτο καλούσης σε.
Τὸν τοῦ ἐλέους οἶκτον, ἔμφυτον ἔχων καὶ πάντοτε σύνοικον, γέγονας τοῖς πένησι, δαψιλοῦς τροφῆς ἐργαστήριον.
Θεοτοκίον
Τὸν οὐρανοῦ Δεσπότην, ἐν τῇ γαστρὶ συλλαβοῦσα Πανάμωμε, γέγονας ἀνωτέρα, οὐρανῶν καὶ πάσης τῆς κτίσεως.

ᾨδὴ ς', τοῦ Ἱεράρχου. Ὁ Εἱρμὸς
Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Τὸ Πνεῦμα τὸ Πανάγιον ἐν σοί, εὑρὸν κατασκήνωσιν, πνευμάτων ἤλασε, λεγεῶνας πονηρῶν ταῖς πρεσβείαις σου.
Γαλήνης ἀνεδείχθης ποταμός, καὶ ῥεῖθρον πραότητος, οἷς ποτιζόμεθα, τὸν χειμάρρουν τῆς τρυφῆς, Πάτερ Ὅσιε.
Νέκρώσας τῆς σαρκὸς τὰς ἡδονάς, τῷ πνεύματι ἔζησας, κἀμὲ τοῖς πάθεσι, συμπτωθέντα, διανάστησον Ἔνδοξε.
Θεοτοκίον
Τὸν Λόγον ἐν γαστρὶ τὸν ἐκ Πατρός, ἀχρόνως ἐκλάμψαντα, χρόνῳ συνείληφας, Θεὸν Λόγον ὑπὲρ λόγον Πανάχραντε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Φαεινὸς ὡς ἥλιος, τῇ οἰκουμένῃ, θεοφόρε ἔλαμψας, καταφωτίζων διδαχαῖς, τοὺς φοιτητάς σου θεόπνευστε, ἱερομύστα, Γεώργιε Ὅσιε.

ᾨδὴ ζ', τοῦ Ἱεράρχου Ὁ τοὺς Παῖδας δροσίσας
Τῇ ἐλλάμψει τοῦ Πνεύματος τοῦ θείου, τὴν ἐντεῦθεν προέγνως πρὸς τὰ κρείττω, μετάστασίν σου, καὶ νῦν χορεύεις Ὅσιε, εἰς τὰς ἐκεῖθεν μονάς.
Εἰς νυμφῶνα τῆς ἄνω βασιλείας, ἐστολισμένος εἰσῆλθες ἐπαξίως, καὶ ἀνεκλίθης, σὺν τῷ νυμφίῳ Ὅσιε, εἰς εὐωχίαν τῆς ἀΰλου τρυφῆς.
Ἀμοιβὴν σοι τῶν πόνων ἑτοιμάσας, δεῦρο πρὸς με, προσεῖπεν ὁ τῶν ἔργων, μισθαποδότης· μεθ' οὗ ἀγάλλῃ Ὅσιε, εἰς αἰωνίους σκηνάς.
Θεοτοκίον
Οὐρανῶν αἱ Δυνάμεις ὡς Μητέρα, τῆς ζωῆς τῶν ἁπάντων κατὰ χρέος, δορυφοροῦσι, καὶ ἀνυμνοῦσί σε Δέσποινα, ὡς προστασίαν τῶν ψυχῶν ἡμῶν.



ᾨδὴ η', τοῦ Ἱεράρχου. Ὁ Εἱρμὸς
Οἱ θεορρήμονες Παῖδες ἐν καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην καταπατοῦντες ἐκραύγαζον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Θεοκυβέρνητον ἔχων τὴν καρδίαν, τὸν τῶν παθῶν μου ζοφώδη, Πάτερ κατεύνασον κλύδωνα, καὶ λιμένι γαλήνης, τῆς σῆς με καθόρμισον.
Πεφυτευμένος ταῖς θείαις διεξόδοις, τῶν τῆς ἀγάπης ὑδάτων, δένδρον ζωῆς ἀνατέθηλας, καὶ καρποὺς εὐσεβείας, καιρῷ ἐναπέδωκας.
Ὡς ἰατὴρ ἀνιάτων νοσημάτων, καὶ ἐλατὴρ ἀκαθάρτων πνευμάτων, μάκαρ Γεώργιε, κἀμοῦ τῆς ἁμαρτίας, τὴν νόσον θεράπευσον.
Θεοτοκίον
Τὶς ἐκλαλήσει τὸν θεῖον τοκετόν σου, Θεοκυῆτορ Μαρία; πᾶσα γὰρ φύσις ἐξίσταται, γηγενῶν καὶ Ἀγγέλων, καὶ σὲ μακαρίζουσιν.

ᾨδὴ θ', τοῦ Ἱεράρχου. Ὁ Εἱρμὸς
Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.
Ταῖς τῶν σῶν δακρύων πηγαῖς τὸν τῆς ἀπαθείας, ἐγεώργησας Ὅσιε, παράδεισον ἀμέμπτως, καὶ πολύχουν τὴν εὐκαρπίαν προβάλλῃ, τρέφων ἀρεταῖς τὸ θεῖον ποίμνιον.
Σὺ τὴν καθαρὰν τῷ Θεῷ, ἀνύσας λατρείαν, καὶ τῆς πίστεως Ὅσιε, τὸν δρόμον ἐκτελέσας νῦν ἐδέξω στέφανον δικαιοσύνης ἐκ χειρὸς Χριστοῦ τοῦ ἀθλοθέτου σου.
Θησαυρὸν ἀκένωτον, καὶ πλοῦτον χαρισμάτων, τὴν σὴν κόνιν ἔχοντες, καὶ σορὸν τῶν λειψάνων, ἐμπιπλάμεθα νοητῶν ἀρωμάτων, ἀξιομακάριστε Γεώργιε.
Θεοτοκίον
Τὸν θεανδρικόν σου τόκον, πανάμωμε Κόρη, ὡς Θεὸν ὑπάρχοντα, καὶ Κτίστην τῶν αἰώνων, δυσωποῦσα μὴ διαλίπῃς ἀπαύστως, σῶσαι τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου