Σάββατο 14 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 16. ΑΓΙΑ ΜΑΡΤΥΣ ΕΥΤΥΧΙΑ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΙΣΤ΄!!
ΕΥΤΥΧΙΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Εὐτυχίαν αἰνέσωμεν, οἱ πιστοὶ εἰς πανήγυριν, συνελθόντες ἅπαντες μέγας σύλλογος, φιλομαρτύρων τὴν σήμερον, ἐν ὕμνοις κραυγάζοντες· χαίροις Μάρτυς ἡ σεπτή, τοῦ Κυρίου γεώργιον, ἀγωνίσμασι, τῶν Μαρτύρων τρανῶς ἀγωνισθεῖσα, καὶ κηρύξασα Θεόν σου, μόνον Θεόν τε καὶ Κύριον.

Τὸν Χριστὸν μετὰ σώματος, καὶ ψυχῆς σου δουλεύουσα, οὐκ ἠρνήθης θάνατον ἐπονείδιστον, ζωῆς ἐνθάδε προέκρινας, τὰ ἄνω Βασίλεια, ὡς αἰώνια τερπνά, σὺν Ἀγγέλων συντάγμασι, καὶ ταῖς τάξεσι, τῶν Ἁγίων Μαρτύρων Εὐτυχία· διὸ πάντες σὲ τιμῶμεν, καὶ ἀνυμνοῦμεν τὴν μνήμην σου.

Ὑπὲρ πίστεως ἅπαντα, ὑπομεῖναι ἐδήλωσας, μαρτυρίου βάσανον καὶ κακώσεις τε, κολαφισμοὺς καὶ μαστίγιον, καὶ κάθειρξιν ἄσπλαγχνον, καὶ λιμὸν καὶ ἐμπτυσμούς, καὶ αὐτὸν τέλος θάνατον, ἐπεθύμισας, ἵνα ἔχῃς ζωὴν τὴν αἰωνίαν, Εὐτυχία καὶ ἀλήκτου, χαρᾶς τῆς ἄνω τὴν μέθεξιν.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς Εὐτυχία ψάλλομεν, σοῖ ἑορτίους ᾠδᾶς, ἐν τῇ μνήμῃ σου σήμερον, συνελθόντες χαίροντες, καὶ δεόμενοι ἔνδοξε, δέχου τὸν ὕμνον, ὃν σοῖ προσάγωμεν, καὶ πρὸς Δεσπότην, τὸν σὸν μεσίτευσον, ὑπὲρ τῶν ᾄσμασι, ἑορτίοις σήμερον τὴν ἱεράν, μνήμην ἐκτελούντων σου, Μάρτυς περίδοξε.

Χαίρει, ὁ χορὸς Μαρτύρων νῦν, ὦ Εὐτυχία σεμνή, μέσῳ τούτων κατέχων σε, ὡς ἄστρο ὡς πολύφωτον, διαυγὲς καὶ περίδοξον, ὥσπερ σελήνη, σκότη φωτίζουσα, τὰ τῶν εἰδώλων, καὶ διαλύουσα, ὡς φῶς περίλαμπρον, ἐξ ἡλίου ἔχουσα τοῦ νοητοῦ, Μάρτυς θεοδόξαστε, ἡμᾶς καταύγασον.

Δεύρο, Εὐτυχία σήμερον, μέσῳ χορείας πιστῶν, εὐλογοῦσα νῦν ἅπαντας, χάριτι τοῦ Πνεύματος, ταῖς ἁγίαις πρεσβείαις σου, καὶ χορηγοῦσα πάσης αἰτήσεως, πλήρωσιν Μάρτυς, καὶ χάριν ἄφθονον, πᾶσι προχέουσα, εὐαγῶς πηγάζουσαν ἐξ ἱερᾶς, κρήνης τῆς παντάνακτος, φρικτῆς Θεότητος.

Δόξα. Ἦχος α΄.
Δεῦτε χαρμονικῶς εὐφημήσωμεν, τῆς πανευφήμου Εὐτυχίας τὴν μνήμην τὴν πανίερον. Αὕτη γάρ, μὴ φεισθεῖσα πόνων, τυραννικῶν δὲ ἀπειλῶν μὴ πτοησαμένη, τὸν Χριστὸν ὡς Σωτῆρα τῶν ἁπάντων τρανῶς ὁμολόγησε· ὅθεν νῦν ἐν οὐρανοῖς εὐφραινομένη, πάσαν κινεῖ μέθοδον πρὸς σωτηρίαν ἡμῶν, τῶν ἑορταζόντων ἐν ὕμνοις, καὶ φαιδρῶς τελούντων, αὐτῆς τὰ μνημόσυνα, Χριστῷ πρεσβεύουσα, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  









Λιτή. Ἦχος α΄.
Ἔπρεπε τῇ τοῦ Μεγαλομάρτυρος καὶ Μυροβλήτου περιφανῇ μητροπόλει, Εὐτυχίαν τὴν περίδοξον, αὐχεῖν προστάτιν καὶ πρόμαχον. Αὕτη τὸν Χριστὸν ὁμολογήσασα, Θεὸν εἶναι ἀληθινὸν τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα, κριτοῦ σκαιωτάτου ἐνώπιον, οὔκ ἔπαυσε τιμᾶν. Αὐτῆς ταῖς ἱκεσίαις, σωθήειμεν ἅπαντες, τῆς τοῦ δολίου ἐπιβουλῆς, ἵνα δοξάζομεν τὸν ἐν Μάρτυσι ἐνδοξαζόμενον Θεὸν εἰς τοὺς αἰῶνας.

Ἦχος γ΄.
Χαῖρε καὶ εὐφραίνου ἡ Ἐκκλησία τοῦ Χριστοῦ σήμερον, ἐπὶ τῇ μνήμῃ τπης Ἀθληφόρου καὶ σεπτῆς ὁμολογητρίας, Εὐτυχίας τῆς παμποθήτου. Σκίρτα καὶ χόρευε ἡ ἐπὶ γῆς στρατευομένη Ἐκκλησία, ὅτι πρέσβυν θερμότατον ἐν οὐρανοῖς κατέχεις, καὶ μεσίτην ἱερόν· διὸ φαιδρῶς ἀναβόησον· ὦ Εὐτυχία, δώρησαι ἡμῖν ταῖς πρεσβείαις σου, χαρὰν καὶ ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Ἦχος πλ. α΄.
Οἱ τὸν Σωτῆρα καὶ Κύριόν μου ἀρνοῦμαι, οὓ τὴν πηγὴν τῆς ζωῆς, διὰ ζωὴν τὴν πρόσκαιρον ἐνταῦθα· ταῦτα ἐβόα ἡ Μάρτυς, ἐν κριτηρίῳ συρθεῖσα, καὶ εἰδωλικὸν σέβας μὴ ἀπονέμουσα· διὸ καὶ κληρονόμος τῆς αἰωνίου ζωῆς γέγονεν, καὶ εἰς αἰῶνας ἀγαλλομένη, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐκ Θεσσαλονίκης εἰς οἰκουμένην καὶ ἐκ γῆς εἰς οὐρανόν, ἡ τῆς Ἁγίας Μάρτυρος ἐφαπλοῦται τιμή, ὅτιι πρὸς καιρὸν ὀλίγα καρτερήσασα, καὶ διὰ πίστιν τὴν ἀληθινήν, κατασπασθεῖσα βαρβαρικῶς, μεγάλων χαρισμάτων κατηξιώθη. Αὕτη ἡ δόξα ἡ τῶν Μαρτύρων καὶ πάντων τῶν ὑπὲρ Χριστοῦ στεῤῥῶς ἀγωνισαμένων ἡ ἀντιμισθία. Αὐτῶν ταῖς πρεσβείαις καὶ ἡμεῖς αἰτήσωμεν χαρμονικῶς, ἵνα τῆς αἰωνίου εὐφροσύνης τύχωμεν εἰς τοὺς αἰῶνας.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὦ Εὐτυχία σεμνή, κρήνη πλουσία τῆς Χριστοῦ θείας χάριτος, τοῖς πᾶσι τὴν εὐλογίαν, ὡς δροσισμὸν ἱερόν, νέμουσα Μαρτύρων ἐγκαλλώπισμα, ὡς αὔρα οὐράνιος, διαλύουσα ἅπασαν, τὴν τοῦ δολίου, θερμασίαν καὶ μάστιγαν, ἀπελαύνουσα, πόῤῥῳ πάντων ταχύτατα, Μάρτυς ἡ περιπόθητος, ὑμῖν ἀνάμνησιν, τὴν εὐτυχίαν ὡς κλήσιν, καὶ πολιτείαν κατέχουσα, Χριστὸν ἐκδυσώπει, τοῦ δοθῆναι τὴν εἰρήνην, καὶ μέγα ἔλεος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίρει, Χριστομαρτύρων χορός, ἐν μέσῳ ἔχων τὴν ἀοίδιμον Μάρτυρα, καὶ πᾶσαι αἱ τῶν Ἁγίων, συναγωγαὶ ἱερῶς, δόξα Σοι παντάναξ νῦν κραυγάζουσι, στεῤῥῶς γὰρ ἐνίσχυσας, Εὐτυχίαν τὴν ἔνδοξον, ὁμολογῆσαι, καὶ κηρύξαι Σὸν ὄνομα, τὸ θεσπέισον, καὶ ὑπὲρ ἅπαν ὄνομα· ὅθεν φαιδρῶς νῦν ἅπαντες, προσέλθωμεν ἅπαντες, πόθῳ ἑόρτιον μέλλος, δοξολογίας ἐφύμνιον, αὐτῇ ἐκβοῶντες, τῷ Χριστῷ δυσώπει πᾶσι, δοθῆναι ἔλεος.

Στ.: Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Λάμπει, ἐωθινὸς ὡς ἀστήρ, καὶ καταυγάζει τὰς ψυχὰς τῶν τιμώντων σε, ἡ μνήμη σου Εὐτυχία, τὸν σκοτασμὸν τῶν ψυχῶν, τῷ φωτὶ τῷ θείῳ διαλύουσα, καὶ πᾶσι δωρίζουσα, εὐφορίᾳ καὶ χάριτι, τῇ σῇ ἁγίᾳ, τὴν ἐξ ὕψους βοήθειαν, καὶ τὴν ἄνεσιν, τῆς ψυχῆς καὶ τοῦ σώματος· ὅθεν σοι πάντες κράζουσι, βοήθει τοὺς μέλποντας, καὶ προσελθόντας ἐν πίστει, καὶ ἀνυμνοῦντάς σε σήμερον, Χριστὸν δυσωποῦσα, δωρηθῆναι τὴν εἰρήνην, καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Δόξα Σοι Παντοκράτωρ Κύριε, Μαρτύρων ἀλείπτα καὶ Ἀθλητῶν στεφοδότα περίδοξε, ὅτι ἐν αἵμασι καὶ βασάνοις, καὶ αἰκισμοῖς, ἀκράδαντον ἔχοντες πίστιν, τρανῶς Σὲ ἐκήρυξαν. Αὕτη γάρ, δόξα ἀνέκλειπτος, εἰς τοὺς αἰῶνας κοσμοῦσα τὰς τῶν Μαρτύρων χορείας Σωτήρ ἡμῶν, ἐν οἷς ἡ ἀθλητικωτάτη Εὐτυχία, ἐν κλίσει καὶ θέσει ἀγάλλεται. Αὐτῆς ταῖς ἱκεσίαις, ῥῦσαι ἡμᾶς ἐκ φθόνου καὶ τῶν παγίδων τοῦ πονηροῦ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖον ὄργανον, τῆς εὐσεβείας, Μάρτυς ἔνδοξε, σαφῶς ἐδείχθης, τῶν τυράννων καθελοῦσα φρυάγματα, τῶν ἀσεβῶν διαλύουσα φάλαγγας, Χριστὸν ὡς Μάρτυς τρανῶς ὡμολόγησας· ὅθεν πρέσβευε πιστῶς Εὐτυχία μέλπωμεν, ὑπὲρ τῶν εὐφημούντων τὴν σὴν ἄθλησιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ Μάρτυς τοῦ Χριστοῦ, Εὐτυχία τοῖς πᾶσι, χαρὰ καὶ ἱλασμός, καὶ πηγὴ σωτηρίας, ἡ ἔνδοξος γέγονε, μαρτυρίου τὴν ἔκβασιν, ὡς πολύαθλος, ἐργασαμένη προφρόνως· ὅθεν σήμερον, ἐπὶ τῇ μνήμῃ τῇ θείᾳ, αὐτῆς εὐφραινόεμθα.
Δόξα.
Προσέλθωμεν πιστοί, Εὐτυχίᾳ τῇ πάνυ, αἰνοῦντες τὸν Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ πίστει βοήσωμεν· χαίροις Μάρτυς θεόσοφε, ἡ δοξάσασα, σὸν ἀθλοθέτην καὶ ῥύστην, τῇ στεῤῥότητι, τοῦ σοῦ φρονήματος ὅθεν, ἀεὶ μακαρίζεσαι.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Μαρία τὸ τερπνόν, τοῦ Θεοῦ τε καὶ Λόγου, παλάτιον Χριστοῦ, Παντοκράτορος χαῖρε, Κυρία καὶ Δέσποινα, Θεοτόκε ἀπείρανδρε, πάντας πρέσβευε, ἐκ τῶν δεινῶν τοῦ δολίου, Κόρη ῥύσασθαι, τοὺς προσκυνοῦντας ἐν πίστει, τὸν ἄφραστον Τόκον Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Εὐτυχίαν ἐν ᾠδαῖς, πιστοὶ αἰνέσωμεν τερπνῶς, ἐν τῇ μνήμῃ τῇ αὐτῆς, νῦν προσελθόντες ἐν χαρᾷ, καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν πίστει πάντες· χαίροις τοῦ Χριστοῦ ἄστρον πολύφωτον, Μάρτυς ἀγαθή, ἡ θεοδόξαστος, σαῖς ἱκεσίαις εὐμένισον τὸν Δεσπότην, πάντας ἐκβᾶλαι τῶν θλίψεων, καὶ αἰωνίου, ῥῦσαι ὀδύνης, τοὺς σὲ τιμῶντας πολύαθλε.
Δόξα.
Εὐφημίας ἀφορμή, τῆς καλλιμάρτυρος Χριστοῦ, ἡ ἁγία ἑορτή, δεῦτε ὑμνήσωμεν λοιπόν, τὴν ὑπὲρ πίστεως θανεῖν προτιμοῦσα· χαίροις ἱερόν, καύχημα πάντων ἡμῶν, ἄνθος τὸ τερπνόν, ἀθλητικῶς ἐκφυέν, ὦ Εὐτυχία πανένδοξε χαίροις, σοὶ πάντες κράζομεν σήμερον, πρέσβευε ὅθεν, ὑπὲρ τῶν πόθῳ, ἐπιτελούντων τὴν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἡ πανάμωμος ἁγνή, χαίροις Παρθένε ἀγαθή, ἡ Θεὸν ἐν Σῇ γαστρί, κυοφορήσασα φρικτῶς, ἡ μόνη ἄμωμος ὄντως καὶ Θεοτόκος, σκέπην κραταιάν, ἐπὶ Σοὺς δούλους σεμνή, ἔκτεινον λοιπόν, τὴν σὴν καὶ ῥῦσαι ἡμᾶς, ἐκ τῶν πταισμάτων ἀνάγουσα Σαῑς πρεσείαις, πρὸς τὸν Υἱόν Σου πρεσβεύουσα, ἄλλην γὰρ ὄντως, πλήν Σου ἐλπίδα, ὦ Μαριὰμ οὐ γὰρ ἔχομεν






Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Δεῦτε ἅπαντες, πιστοὶ δεόντως, ἀνυμνήσωμεν, Χριστοῦ τὴν θείαν, Εὐτυχίαν τὴν ἔνδοξον Μάρτυρα, καὶ τοὺς ἀγῶνας αὐτῆς εὐφημήσωμεν, τοὺς κραταιώσαντας πίστιν τὴν ἄμωμον, καὶ δόντας Θεῷ ἡμῶν, κράτος καὶ δόξαν, αἰωνίαν ἀτελεύτητον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Κλίμαξ τράπεζα σκηνή, καὶ ὄρος βάτος ἄφλεκτος, ἔνδροσος πόκος ῥάβδος ἡ βλαστήσασα, Δέσποινα ἔγνωκε, τὸν Προφητῶν ἡ χορεῖα ἡ πάντιμος, Σὲ ἀπ’ αἰῶνος σαφῶς προτυπώσασα· ὅθεν ἅπασι τρανῶς Θεοτόκον μόνην Σε, ἀπείρανδρε Ἁγία ἀνεκήρυξαν.

Εἶτα, οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῶν δέκα Παρθένων.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός..
Σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, εὐωχουμένη πανηγυρίζε τὴν τῆς πανευφήμου Μάρτυρος ἑόρτιον ἡμέραν. Δεῦτε οὖν καὶ ἡμεῖς ἐν καθαραῖς καρδίαις καὶ ἀῤῥυπώτοις χείλεσι, τοὺς πρὸς αὐτὴν ὕμνους κραταιώσομεν βοῶντες ἐκτενῶς· ῥῦσαι ἡμᾶς ταῖς πρεσβείαις Σου, Εὐτυχία πανεύφημε καὶ θεοδόξαστε.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου ἢ τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Νῦν ἐν ᾠδαῖς χαρμονικῶς τιμήσωμεν τὴν Ἀθληφόρον Χριστοῦ, θείαν Εὐτυχίαν, χαρμοσύνως ἄγοντες, αὐτῆς νῦν τὰ ἑόρτια, καὶ αἰτούμενοι πᾶσαν, παρὰ Κυρίου βοήθειαν· χαίροις Μάρτυς θεία κραυγάζοντες.
Δός μοι τὸν θεῖον φωτισμὸν ὑμνῆσαί σου ὦ Εὐτυχία σεμνή, ἄθλους οὗς ὡς Μάρτυς, εὐκλεῶς ὑπέμεινας, τὴν χάριν τοῦ Κυρίου σου, ἐν καρδίᾳ ὡς πλοῦτον, ὢ μακαρία κατέχουσα, καὶ δεινῶν ἁπάντων ἀντέχουσα.
Ὦ Ζωοδότα Ἰησοῦ καὶ Κύριε Σὺ τῶν ἁπάντων Σωτήρ, καὶ τῆς οἰκουμένης, πάσης ἀγαλλίαμα, βοήθει τοὺς ἐν πίστει με, προσκυνοῦντας καὶ δέχου, τὰς ἱκεσίας τῆς Μάρτυρος, θείας Εὐτυχίας ὑπὲρ ἡμῶν.
Θεοτοκίον.
Ἡ ἀπειρόζυγος ἀμνὰς ὑμνείσθω μοι ἡ Θεοτόκος ἁγνή, ἡ τὴν σωτηρίαν, ἐν ἀνθρώποις τέξασα, ὑπερφυῶς φιλάνθρωπον, καὶ Θεὸν τῶν ἁπάντων, τὸν ζωοδότην καὶ Κύριον, Λόγον τοῦ Πατρὸς τὸν συνάναρχον.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Εὐτυχία Ἁγία χαίροις σεμνὴ πάντιμε· χαίροις καλλονὴ τῶν Μαρτύρων, ἐλπίς τε ἄσειστος, τῶν πιστευόντων εἰς σὲ καὶ ἀεὶ σοὶ βοῶντων· ὑπὲρ πάντων πρέσβευε, Μάρτυς ἀοίδιμε.
Ἐν ᾠδαῖς Εὐτυχία πάντες πιστοὶ ψάλλομεν, εὔμολπον ᾠδὴν καὶ δεήσεις αὐτῆ προσάξωμεν, δωρῆσαι ἅπασι, αὐτῆς τὴν κλήσιν αἰτοῦντες, ἣν ποθοῦμεν ἄγοντες, φαιδρὰν πανήγυριν.
Ὁ Δεσπότης τῶν ὅλων καὶ Βασιλεὺς Κύριος, καὶ σεπτὸς Μαρτύρων ἀλείπτης, ἐν σοὶ δεδόξασται, Μάρτυς πανεύφημε, σὺ τοῦ Χριστοῦ Εὐτυχία· ὅθεν σοὶ δεδώρηται, ζωὴν τὴν ἄνωθεν.
Θεοτοκίον.
Ἡ ἁγία Παρθένος ἡ τῶν βροτῶν σώτειρα, καὶ τῆς οἰκουμένης ἁπάσης, τὸ ἐγκαλλώπισμα· χαίροις ἀπείρανδρε, Παρθενομήτωρ Μαρία, Κόρη θεοδόξαστε, καὶ Θεονύμφευτε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Εὐτυχία κραυγάζομεν οἱ πιστοί, τὸν Θεὸν ἐκδυσώπει ὑπὲρ ἡμῶν, καὶ πρέσβευε πάντοτε, ἵνα τύχωμεν χάριτος, καὶ ζωῆς αἰωνίου τερπνῆς ἀπολαύωμεν, ἐν ἡμέρᾳ ᾗ πάντες εἰς κρίσιν προσάξωνται· ὅθεν μὴ παρίδῃς, τὰς δεήσεις ἃς πόθῳ, σοὶ Μάρτυς νῦν ᾄδομεν, καὶ βοήθει τοὺς μέλποντας, τὴν αἰδέσιμον μνήμην σου, καὶ δώρησαι πρεσβείαις ταῖς σαῖς, ὀφλημάτων ἄφεσιν πανεύφημε, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Δένδρον εὔκαρπον Μάρτυς ἡ τοῦ Χριστοῦ, ἀδρευθὲν ἐξ ἱδρώτων μαρτυρικῶν, καὶ ἄνθος πανεύοσμον, εὐωδίαν σκορπίζουσα, Εὐτυχία ἡ θεία τοῖς πᾶσι περίφημον, τὰς ὀσμὰς διαλύον, δεινῆς ἀσεβείας τε, πάντων γὰρ ἀθέων, διαλύους αθράση, ἀεὶ μακαρίζεται, ἡ σεπτὴ καὶ πανεύφημος, ᾗ βοήσωμεν ἅπαντες· ἱκέτευε Χριστὸν τὸν Θεόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τὸν Χριστὸν καὶ Θεόν Σου Μῆτερ ἁγνή, προσκυνοῦμεν ἐν πόθῳ πάντες ἡμεῖς, καὶ Σοῦ ἀπειρόγαμε, ἐν ᾠδαῖς νῦν δεόμεθα, μὴ παρίδῃς δεήσεις ἃς πέμπομεν Δέσποινα, Σῇ τῇ μόνῆ τοῦ κόσμου ἀνάσσῃ ἀπείρανδρε· ὅθεν Θεοτόκε, ἐκδυσώπει Σὸν τόκον, ῥυσθῆναι κολάσεων, καὶ δεινῶν τοὺς Σοὶ κράζοντας, ἀειπάρθενε ἄχραντε, ἱκέτευε Σὸν τόκον ἀεί, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄφραστον Τόκον Σου.





ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Εὐτυχία πανένδοξε, οὐρανοπολίτην τρανῶς ἀνέδειξεν, ἡ σεπτὴ ὁμολογία σου, καὶ Μαρτύρων θείαν σὲ συνόμιλον.
Τὰς ᾠδὰς ἡμῶν πρόσδεξαι, καὶ τὰς ἱκεσίας ἡμῶν προσάγαγε, τῷ Κυρίῳ καὶ Δεσπότῃ σου, Μάρτυς Εὐτυχία παναοίδιμε.
Παντοκράτωρ ἀείφωτε, Κύριε τῆς δόξης φωτὸς ὦ ἥλιε, ἱκεσίας μὴ παρίδῃς μου, διὰ Εὐτυχίας ἃς προσάγω Σοι.
Θεοτοκίον.
Ὢ Κυρία καὶ Δέσποινα, Μῆτερ τοῦ παντάνακτος ἀειπάρθενε, καθίκετευε τὸν Τόκον Σου, μετὰ Εὐτυχίας ῥῦσαι ἅπαντας.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμᾶς, Εὐτυχία ὢ ἐπώνυμε, τῆς αἰωνίου ἀνεκλείπτου χαρᾶς, καὶ τῆς εἰρήνης, κοινωνοὺς ἡμᾶς ἀνάδειξον.
Δόξα Σοι Χριστέ, ἀνεβόας Μάρτυς ἔνδοξε, ἐπὶ τῷ βήματι τυράννου σκληροῦ, καὶ ἀνεδήσω, τῶν Μαρτύρων θεῖον στέφανονν.
Δός μοι Ἰησοῦ, ποθεινότατε τὴν ἄφεσιν, πλημμελημάτων ὥνπερ ἔπραξα πολλῶν, ταῖς τῆς Ἁγίας Εὐτυχίας μεσιτεύσεσι.
Θεοτοκίον.
Χαῖρε Μαριάμ, εὐφροσύνη ἡ καρδία μου, ἐνώπιον Σου κατακλύζεται σφοδρῶς, καὶ εὐλαβείᾳ κατασπάζομαι Σὸν ἔκτυπον.

ᾨδὴ στ’. Τὴν δέησιν.
Ἐνίσχυσον, Εὐτυχία ἔνδοξε, τῷ δεινῷ τοῦ κριτηρίου βασάνῳ, καὶ τὸν Χριστόν, ὡς Σωτῆρα Θεόν σου, ὁμολογήσασα ὄντως ἐτράνωσας, τὴν κλῆσίν σου καὶ ἀγαθῆς, Μάρτυς θείας μερίδος ἐπέτυχες.
Κατήσχυνας, ἀπειλὰς καὶ βάσανον, τῶν ἀθέων κατὰ σοῦ Εὐτυχία, ὅπλῳ Χριστοῦ, τὸν Σταυρὸν τοῦ Κυρίου, ἐν τῇ καρδίᾳ ἀεὶ ὡς κατέχουσα, καὶ πᾶσαν εἴληφας σοφή, εὐλογίαν τὴν ἄνωθεν ἔνδοξε.
Φιλάνθρωπε, Ἰησοῦ μου Δέσποτα, τοῦ παντὸς Δημιουργὲ καὶ παντάναξ, τοὺς ἐκτενῶς, αἰτουμένους Σοι ῥῶσιν, τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος δώρησαι, δεήσεσι καὶ προσευχαῖς, Εὐτυχίας τῆς Μάρτυρος Κύριε.
Θεοτοκίον.
Ὑπέραγνε, ἀπειράνδρως τέτοκας, τὸν τοῦ κόσμου Ποιητὴν ὢ Παρθένε, καὶ τὸν Χριστόν, ἐν ἀγκάλαις ὡς βρέφος, Κόρη βαστάσασα πάντας δυσώπησον, ῥυσθῆναι Μῆτερ τῆς φθορᾶς, καὶ ἀλήκτου κολάσεως Δέσποινα.





Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῇ ὑπερμάχῳ Εὐτυχία προστασίᾳ σου, οἱ τελοῦντες τὴν σὴν μνήμην ἐξαιτούμενοι, ἐκλαμβάνομεν τῶν σῶν τὰ πλήθη, καὶ ποθοῦντες, σωτηρίαν καὶ βοήθειαν, ἱκεσίαις σου πρὸς Κύριον αἰτούμεθα, καὶ βοῶμέν σοι· Χαίροις Μάρτυς πανένδοξε.
Ὁ Οἶκος.
Τῆς πανευφήμου Εὐτυχίας τὴν μνήμην ἐπιτελοῦντες, χαρᾶς μεγίστης ἐμπλησθέντες, καὶ εὐφροσύνης ταύτης τὰ θαυμάσια ἐκδιηγούμεθα, πῶς γὰρ τυράννου τῷ βήματι, τὰ τῆς ἀσεβείας θράση κατήσχυνε, καὶ Χριστὸν ἐν παῤῥησίᾳ ὁμολογήσασα, ἀπήλειφε τὸν τοῦ μαρτυρίου στέφανον· διὸ καὶ βοῶμεν αὐτῇ· χαίροις Μάρτυς πανένδοξε.

Συναξάριον.
Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ Μηνός, οἱ Ἅγιοι Μάρτυρες Ἀγάθων, Εὐτυχία, Κασία καὶ Φιλίππα οἱ Ὁμολογητές, ἐν ἔτει 304, ἐν Θεσσαλονίκῃ, ἐν εἱρκτῇ τελειοῦνται.
Ἀθλεῖ, Εὐτυχία, Κυρίου ἡ Μάρτυς,
κομίζουσα δόξαν τῇ Χριστοῦ Ἐκκλησίᾳ.
Χαίρει Μαρτύρων χορὸς νῦν κατέχων,
θείαν Χριστοῦ, ἐν μέσῳ, Εὐτυχίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀγάπης, Εἰρήνης καὶ Χιονίας.
Χιὼν τὸ πῦρ ἦν τῇ Χιονίᾳ τάχα,
Οὗ συμμετασχεῖν ἠγάπησεν Ἀγάπη.
Βέλος σε πέμπει πρὸς τὸν εἰρήνης τόπον,
Ἀφ' αἱμάτων σῶν ἐκμεθυσθὲν Εἰρήνη.
Καθ’ ὃν καιρὸν ὁ Ἅγιος Μάρτυς Χρυσόγονος ἀπεκεφαλίσθη ὑπὸ τοῦ Διοκλητιανοῦ ἐν ἔτει 295, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν πλησίον εἰς τὴν λίμνην ἐκείνην, εἰς τὴν ὁποίαν ἔμενον αἱ τρεῖς αὗται ἀδελφαί, ὁμοῦ μὲ τὸν δοῦλον τοῦ Θεοῦ Ζώϊλον. Τότε, ἐφάνη ὁ Ἅγιος Χρυσόγονος εἰς τὸν Ζώϊλον, λέγων αὐτῷ ἐν τῷ ὕπνῳ ὅτι ἡ Ἁγία Ἀναστασία ἡ Φαρμακολυτρία, μέλλει νὰ συναγωνισθῇ ὁμοῦ μὲ τὰς τρεῖς ἀδελφὰς ταύτας εἰς τὸν ἀγῶνα τοῦ μαρτυρίου. Ταῦτα δὲ μαθοῦσα ἡ Ἀναστασία ὑπῆγεν εἰς τὰς Ἁγίας ταύτας καὶ τὰς ἐχαιρέτησε καὶ ὑπηρέτει αὐτάς. Τοῦτο δὲ ἀκούσας ὁ Διοκλητιανός, ἐπίασεν αὐτὰς καὶ τὰς παρέδωκεν εἰς τὸν ἄρχοντα τῆς χώρας, ἀπὸ τὸν ὁποῖον ἐβασανίσθησαν, ἔπειτα δὲ παρεδόθησαν εἰς ἄλλον ἄρχοντα Σισίνιον ὀνομαζόμενον, ὁ ὁποῖος τὶς μὲν Ἁγίες Ἀγάπην καὶ Χιονίαν ἔβαλε εἰς τὸ πῦρ, τὴν δὲ Ἁγίαν Εἰρήνην ἐτόξευσε εἷς στρατιώτης, τανύσας τὸν τόξον του καὶ ῥίψας τὸ βέλος κατ’ αὐτῆς, καὶ οὕτως αἱ μακαρίαι ἀπῆλθον στεφανηφοροῦσαι εἰς τὰ οὐράνια.





Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φήλικος Ἐπισκόπου, Ἰανουαρίου Πρεσβυτέρου, Φουρτουνάτου καὶ Σεπτεμίνου.
Τετρὰς ἀθλητῶν συγκεκομμένων ξίφει
Νῦν συγχορεύει μυριάσιν Ἀγγέλων.
Κατὰ τὸν 8ον χρόνον τῆς βασιλείας Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, ἐν ἔτει 294, ἐκβῆκε δόγμα καὶ προσταγὴ νὰ καίωνται εἰς ὅλας τὰς πόλεις καὶ τὰς χώρας ὅλα τὰ βιβλία τῶν χριστιανῶν. Τότε λοιπόν, ἀπεστάλη εἰς τὴν πόλιν τὴν ὀνομαζομένην τοῦ Βιουκᾶν παμμίαρός τις ἡγεμών, Μαριανὸς ὀνόματι, ὁ ὁποῖος παραστήσας ἔμπροσθεν τοῦ Φήλικα τὸν ἐπίσκοπον, καὶ Ἰανουάριον τὸν πρεσβύτερον, καὶ Φουρτουνάτον καὶ Σεπτεμῖνον, ἀνέγνωσεν εἰς αὐτοὺς τοῦ βασιλέως τὸ πρόσταγμα, καὶ ἐζήτει νὰ τῷ δώσωσιν ὅσα βιβλία ἔχουσιν. Ὁ δὲ Φήλιξ ἀπεκρίθη πρὸς αὐτόν: Εἶναι γεγραμμένον, ὦ ἡγεμών, μὴ δῶτε τὰ ἅγια τοῖς κυσί, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ματαίως λοιπὸν κοπιάζεις εἰς τὸ νὰ ζητῇς τὰ βιβλία ἀπὸ ἡμᾶς, ἂν καὶ ἔχεις βασιλικὰ προστάγματα. Ὁ ἄρχων εἶπε: Ἄφες τὰς μωρολογίας ταύτας καὶ κάμε τὸ θέλημα τῶν βασιλέων, ἐπειδὴ θὰ σὲ στείλω δεδεμένον εἰς τὸν ἀνθύπατον. Ὁ Ἅγιος ἀπεκρίθη: Ὁποῖος εἶμαι τώρα εἰς σέ, τοιοῦτος θέλω εὑρεθῆ καὶ εἰς ὅλους, καὶ εἰς αὐτὸν τὸν βασιλέα σου, ἤτοι ἀμετάβλητος εἶμαι ἀπὸ τὴν γνώμην ταύτην. Τότε ὁ ἡγεμὼν ἔκλεισε τὸν ἅγιον εἰς τὴν φυλακήν, καὶ ἀφήσας αὐτὸν ἀνεπιμέλητον εἰς 3 ἡμέρας, ἔπειτα τὸν ἀπεφυλάκισε καὶ ἀφοῦ τὸν ἔκρινεν ἐκ δευτέρου καὶ τὸν εὗρεν ἀμετάθετον, τὸν ἔδεσεν ὁμοῦ μὲ τοὺς ῥηθέντας τρεῖς, καὶ οὕτως ἔστειλεν αὐτοὺς εἰς τὸν ἀνθύπατον. Ὁ δὲ ἀνθύπατος ἐξετάσας αὐτούς, τοὺς ἐφυλάκισεν, ἀφ’ οὗ δὲ παρῆλθον 11 ἡμέραι, ἐξέβαλε τοὺς Μάρτυρας ἀπὸ τὴν φυλακὴν καὶ τοὺς ἔδεσεν, ἔπειτα τοὺς ἀπέστειλεν εἰς τὸν ἔπαρχον τῶν Πραιτωρίων, ὁ ὁποῖος δεξάμενος αὐτοὺς ἀμεταβλήτους, τοὺς ἔῤῥιψεν εἰς μίαν δεινοτάτην φυλακήν, καὶ ἐκεῖ τοὺς ἐφύλαττε μὲ μεγάλην ἀσφάλειαν.
Ἀφ’ οὗ παρῆλθον 14 ἡμέραι ἐξήγαγε τοὺς ἁγίους ἀπὸ τὴν φυλακήν, καὶ τοὺς ἔκρινεν ἐκ δευτέρου, ἔπειτα ἐμβάσας αὐτοὺς εἰς πλοῖον ὁμοῦ μὲ ἵππους, ἔδεσεν αὐτοὺς ἀπὸ τοὺς πόδας τῶν ἵππων. Ἐκυλίοντο λοιπὸν οἱ ἄνδρες εἰς τοὺς πόδας τῶν ἀλόγων 4 ἡμέρας, χωρὶς νὰ φάγωσιν ἢ νὰ πίωσιν, εὐχαριστοῦντες τῷ Θεῷ. Ὅτε δὲ ἔφθασαν εἰς λιμένα μιᾶς πόλεως, ἐδεξιώθησαν κρυφίως ἀπὸ τοὺς ἐκεῖ χριστιανούς, ἀπὸ ἐκεῖ δὲ ὑπῆγαν εἰς τὴν πόλιν Ταυρομενήν, καὶ ἐκεῖθεν πλεύσαντες ἐν τῇ Λυκαονίᾳ, ἦλθον εἰς πόλιν καλουμένην Αἴλουρι. Τότε ὁ ἔπαρχος σπλαγχνισθείς, ἔλυσε τοὺς Ἁγίους ἀπὸ τὰ δεσμά, καὶ μὲ πραεῖαν φωνὴν τοὺς ἠρώτα, παρακινῶν νὰ δώσωσι τὰ βιβλία καὶ νὰ θυσιάσωσιν εἰς τὰ εἴδωλα, ἀλλ’ οἱ Ἅγιοι ἄνθίσταντο λέγοντες, ὅτι μήτε βιβλία δίδουσι, μήτε εἰς τὰ εἴδωλα θυσιάζουσιν. Ὅθεν ἔπρόσταξε νὰ ἀποκεφαλίσωσιν αὐτούς, οἱ δὲ Ἅγιοι προσευχηθέντες, ἀπεκεφαλίσθησαν, καὶ οὕτως ἀνῆλθον στεφανηφόροι εἰς τὰ οὐράνια.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεωνίδου, Χαρίσσης, Νίκης, Γαληνῆς, Καλλίδος, Νουνεχίας, Βασιλίσσης καὶ Θεοδώρας.
Κόλποις θαλάσσης ἐκδοθεὶς Λεωνίδης
Φθάνει κολυμβῶν Ἀβραὰμ κόλπων ἄχρι.
Θάλασσαν ἡ Χάρισσα φρίττειν οὐκ ἔχω,
Ἥτις θάλασσαν προξενεῖ μοι χαρίτων.
Βυθῷ Γαληνὴ καὶ Νίκη βεβλημέναι,
Νίκην ἐφεῦρον καὶ γαλήνην ἐκ σάλου.
Βυθὸς θαλάσσης λαμβάνει τὴν Καλλίδα,
Κάλλους ἐρῶσαν ψυχεραστοῦ Κυρίου.
Εὑροῦσα κέρδος ἐκ βυθοῦ σωτηρίαν
Τὸ νουνεχές σου δεικνύεις, Νουνεχία.
Γαστὴρ θαλάσσης λαμβάνει κόρας δύο,
Λίχνην φυγούσας, δυσσεβείας γαστέρα.
Ὁ Ἅγιος Μάρτυς Λεωνίδης, μετὰ τῶν εἰρημένων Ἁγίων Γυναικῶν, ἦτο ἀπὸ τὴν Πελοπόννησον· καὶ ὁ μὲν Λεωνίδης ἐπιάσθη εἰς τὴν Τροιζηνίαν, κατὰ τὰς ἑορτασίμους ἡμέρας τῆς Ἁγίας τοῦ Χριστοῦ Ἀναστάσεως. Πιασθεῖσαι δὲ καὶ αἱ Ἅγιαι Γυναῖκες αὗται, ἐφέρθησαν εἰς τὴν Κόρινθον πρὸς τὸν ἡγεμόνα αὐτῆς, Βενοῦστον ὀνόματι, ὁι ὁποῖος βλέπων τὸν Λεωνίδην ὅτι ἦτον ἀσάλευτον εἰς τὴν τοῦ Χριστοῦ πίστιν, πρόσταξε νὰ κρεμάσωσιν αὐτόν, καὶ νὰ τὸν ξεσχίζωσιν. Ἔπειτα διέταξε νὰ ῥιφθῶσιν εἰς τὸν βυθὸν τῆς θαλάσσης, αὐτὸς καὶ αἱ μετ’ αὐτοῦ Ἅγιαι Γυναῖκες. Ἐκεῖ δὲ ῥιπτομένων τῶν Ἁγίων, ἡ Χαρίσσα ἔψαλλε: Ἓν μίλιον ἕδραμον Κύριε, στράτευμα μὲ ἔδίωξε Κύριε, καὶ οὐκ ἠρνησάμην σε, σῶσόν μου τὸ πνεῦμα. Αἱ δὲ ἄλλαι Γυναῖκες συνεβοήθουν αὐτῇ καὶ συνέψαλλον, ἕως οὗ ἔφθασαν εἰς τὴν θάλασσαν. Ἐμβᾶσαι δὲ εἰς πλοῖον, ἔψαλλον τὴν αὐτὴν ᾠδήν, ἕως οὗ ἔφθασαν 4 μίλια καὶ ὀλίγον παρακάτω. Εἶτα ἔδεσαν αὐτὰς μὲ πέτρας, καὶ ἔῤῥιψαν εἰς τὸν βυθὸν τῆς θαλάσσης, κατὰ τὸ Μέγα Σάββατον καὶ οὕτως ἔλαβον τοὺς στεφάνους τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εἰρήνης.
Εἰρηνικῶς ζήσασα, Μάρτυς Εἰρήνη,
Οὐκ εἰρηνικῶς, ἀλλ' ἐκ τοῦ ξίφους θνῄσκεις.
Αὕτη ἦτον κατὰ τον καιρὸν τοῦ Πάσχα ἐν τῇ χώρᾳ τῆς Ἑλλάδος, ὅτε καὶ ὁ Ἅγιος Λεωνίδης ἐμαρτύρησε, καὶ αἱ σὺν αὐτῷ Ἅγιαι Γυναῖκες. Αὕτη λοιπόν, δοξολογοῦσα τὸν Θεόν, μετὰ τῶν τότε χριστιανῶν εἰς χωριστὴν Ἐκκλησίαν, ἐφανερώθη εἰς τὸν ἄρχοντα, καὶ πιασθεῖσα, ἐβλήθη εἰς τὴν φυλακήν, ἔπειτα ἐξέβαλον αὐτὴν ἀπὸ τὴν φυλακήν, καὶ ἔκοψαν τὴν γλῶσσάν της, καὶ ἐξεῤῥίζωσαν τὰ ὀδόντιά της. Τελευταῖον δὲ τὴν ἀπεκεφάλισαν, καὶ οὕτως ἀνέβη ἡ μακαρία στεφανηφόρος εἰς τὰ οὐράνια.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ ὁ Βουρλιώτης, ὁ ἐν Σμύρνῃ μαρτυρήσας ἐν ἔτει 1772 (ᾳψοβ΄), ξίφει τελειοῦται.
Bαφεὶς Mιχαήλ τῷ λύθρῳ σῶν αἱμάτων,
Λευκὸς δέδειξαι ὡς χιών, Ἀθληφόρε.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς πριγκίπισσας τοῦ Νίζνιυ Νοβγκοροντ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Βερχοτούρε, τοῦ διὰ Χριστὸν σαλοῦ τοῦ Ῥώσσου

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἀμβρόσιος ὁ Ὁμολογητής, Πατριάρχης Γεωργίας, ἐν ἔτει 1927, ἐν εἰρήνῃ τελειοῦται.




Τῇ αὐτῇ ἡμέρα, ἡ κοίμησις τοῦ Γέροντος Ἀμφιλοχίου τοῦ ἐν Πάτμῳ.
Ἤστραψε λαμπρῷ φωτὶ ἱερωσύνης,
Ὅσιος Θεοῦ ἐν ῥήμασι καὶ ἔργοις.
Οὗτος ἐγεννήθη ἐν τῇ νήσῳ τῆς Πάτμου ἐν ἔτει 1889, ὑπ’ εὐσεβῶν γονέων, Ἐμμανουὴλ καὶ Εἰρήνης, τοὐπίκλην Μακρῆς, τραφεὶς ἐκ βρέφους τῆς πίστεως καὶ εὐσεβείας τῷ γάλακτι. Σχολάζων παιδιόθεν ἐν ναοῖς καὶ ταῖς ἱεραῖς Γραφαῖς ἐντρυφῶν, τῷ θείῳ δ’ ἔρωτι τρωθείς, ἠκολούθησε τὸν Νυμφίον Χριστὸν καὶ ἐν ἔτει 1906 ἐγένετο δόκιμος μοναχὸς ἐν τῇ Μονῇ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου τῆς νήσου, λαβὼν τοὔνομα Ἀμφιλόχιος, τὸ δὲ ἔτος 1911 ἦλθεν εἰς Ἅγιον Ὄρος, καὶ μετὰ διετίαν, ἀρνηθεὶς τὴν χειροτονίαν, ἐπισκέφθη προσκυνηματικῶς τὴν Ἀλεξάνδρεια τῆς Αἰγύπτου, τὸ Ὄρος Σινᾶ καὶ τὰ ἐν τῇ Παλαιστίνῃ καὶ Ἱεροσολύμοις πανάγια προσκυνήματα.
Ὅταν ἐπέστρεψε, ἡ Μονὴ αὐτοῦ τὸν ἐξόρισεν εἰς τὸ Κάθισμα τοῦ Ἀπολλώ. Τὸν ἴδιον χρόνον ἐκάρη μεγαλόσχημος μοναχός, τηρῶν τὰς αὐστηρὰς Κολλυβαδικὰς παραδόσεις. Ἐπεσκέφθη τὸ 194 τὴν Ὕδραν καὶ τὴν Αἴγιναν, γνωρίσας τὸν Ἅγιον Νέκτάριον καὶ πολλοὺς ἄλλους σοφοὺς Πατέρας, ἐν τῇ Ἑλλάδι καὶ τῇ Σμύρνῃ τῆς Μικρᾶς Ἀσίας. Ἐβίου ἀεὶ ἀσκητικῶς, ὡς εἷς ἁπλοῦς ἱερομόναχος, καὶ δὴ μαθητὴς ἐν τῇ ὑπακοῇ, κηρύττων καὶ νουθετῶν τὸν λαὸν ἐμμένειν εἰς τὴν Ὀρθόδοξον πίστιν καὶ ἐτέλει ἐνσυνειδήτως μετὰ φόβου Θεοῦ τὰ ἱερὰ μυστήρια, ἰδίως δὲ τὴν ἐξομολόγησιν.
Ἵδρυσε τὴν γυναικείαν Μονὴν τοῦ Εὐαγγελισμοῦ ἐν τῇ Πάτμῳ, ἁγιογράφησε τὸ παρεκκλήσιον τῆς Ἁγίας Ἄννης καὶ ὡς ἀδελφὸς τῆς Μονῆς τοῦ Θεολόγου, ἐφημέρευσεν ἐπὶ πλείστοις ἔτεσιν εἰς τὸ σπήλαιον τῆς Ἀποκαλύψεως. Ἐν τῇ Πάτμῳ ὡσαύτης ἀνήγειρε τὸ Κάθισμα Ἰωσὴφ τοῦ Μνήστορος, εἰς τὴν θέσιν τοῦ Κουβαριοῦ παρὰ τὸ ἐρημικὸν καὶ ἄγονον μέρος τοῦ ὄρους τοῦ Κύνωπος. Περιόδευσε πολλάκις τὰς πλησιοχώρους νήσους τῆς Σάμου, Λέρου καὶ Ῥόδου, ἐπιστηρίζων καὶ τρέφων τοὺς Χριστιανοὺς ὑλικῶς καὶ πνευματικῶς.
Ἐν ἔτει 1935ῳ ἐξελέγη Ἡγούμενος τῆς Μονῆς Θεολόγου, ἀλλ’ ἐπειδὴ ἐθεωρήθη ὕποπτος ἐθνικῆς δράσεως τὴν περίοδον τῆς Ἰταλικῆς Κατοχῆς τῶν Δωδεκανήσων, ἐξορίσθη εἰθς τὴν Ἑλλάδα, ἣν διόδευσε ἀπ’ Ἀθηνῶν ἕως Ἰωαννίνων καὶ Θεσσαλονίκης, ἀλλὰ καὶ ἀπ’ Αἰγίνης μέχρι Κρήτης, στηρίζων τὸν λαὸν τοῦ Θεοῦ. Τὸ ἔτος 1951, ἐν Αἰγίνῃ ἔπηξε τὴν Μονὴν τοῦ Ἁγίου Μηνᾶ. Τὴν δεκαετίαν τοῦ 1960, πολλαὶ μαθήτριαι ἐκ τῶν κύκλων τῆς Ἁγίας Γραφῆς τοῦ Γέροντας ἐστελέχωσαν τὴν Μονὴν Παναγίας Ἐλεούσης καὶ τὴν Μονὴν Ἀναλήψεως Καλύμνου, καθὼς καὶ τὴν Μονὴ Εὐαγγελισμοῦ τῆς Ἰκαρίας. Ὁ Γέρων ἵδρυσε πλεῖστα φιλανθρωπικὰ ἱδρύματα εἰς τὰ Χανία, τὴν Ῥόδον καὶ τὴν Πάτμον.
Αἱ πολύμοχθοι σωματικαὶ δυνάμεις αὐτοῦ ἤρξαντο ἀτονεῖν καὶ προγνοὺς τὸ ὁσιακὸν τέλος του, προετοιμάσθη καταλλήλως, εἰπών, ὅτι ιέλει τελέσαι τὸ Πάσχα εἰς τὴν ἄνω Ἱερουσαλήμ. Τὴν Πέμπτην ἡμέραν τῆς 6ης Ἑβδομάδος τῶν Νηστειῶν, ἤτοι τῇ 16ῃ Ἀπριλίου τοῦ ἔτους 1970, παρέδωσε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ, ταφεὶς εἰς τὴν Μονὴν τοῦ Εὐαγγελισμοῦ τῆς Πάτμου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.












ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν τοῦ στεφοδότου ἐμεγάλυνας δόξαν ὁμολογίᾳ σου, καὶ ἴσχυσας νικῆσαι, δυσσέβειαν καὶ φθόνον, τῇ ἐνθέῳ στεῤῥότητι· διό σε πάντες ἐν ᾠδαῖς, δοξάζομεν Ἁγία.
Εὐτυχία σοὶ πόθῳ τὰς δεήσεις προσάγει πληθὺς βοῶσα νῦν, τῆς μνήμης τὰ θεῖα, μελῳδήματα πίστει, καὶ αἰτοῦσα πρεσβείαν σου, πρὸς τὸν Σωτῆρα Χριστόν, ὑπὲρ τῶν ἱκετῶν σου.
Ἡ Τριὰς ἡ Ἁγία προσκυνείσθω μοι μόνος Θεὸς καὶ Κύριος, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τὰ τρία εἰς ἓν ὄντα, καὶ τρισσῶς εὐφημούμενα, ἡ πάντιμος καὶ ἱερά, καὶ ἁγία καὶ ἄμωμος δόξα Σοι.
Θεοτοκίον.
Ἡ πανάμωμος Κόρη ἦν προεῖδον Προφῆται καὶ προηγόρευσαν, Θεοκυῆτορ ὤφθη, καὶ παρθένος ὑπάρχει, καὶ μόνη πάναγνος, τῆς σωτηρίας πηγή, ἡ κεχαριτωμένη.

ᾨδὴ η’. Τὸν Βασιλέα.
Τῆς εὐτυχίας, τῆς αἰωνίου ἐγεύσω, τὸν Χριστόν σου ὡς Θεὸν προσκυνοῦσα, καὶ ὑπερυψοῦσα, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Πόθος Κυρίου, καὶ Παραδείσου ἡ ζέσις, κατεμάρανε δεινὰς τῶν τυράννων, ἀπειλὰς σκορποῦσα, ἁπάσας Εὐτυχία.
Τὸν Βασιλέα, ὡς τοῦ παντὸς προσκυνοῦσα, οὐκ ἐδέξω ἀπονεῖμώ τι σέβας, ἄλλῳ Εὐτυχίᾳ, ψευδοθεῷ εἰδώλων.
Θεοτοκίον.
Τῆς παρθενίας, τὸ ἐγκαλλώπισμα μόνη, Σὺ ὑπάρχεις Θεοτόκε Παρθένε, καὶ τῆς εὐτυχίας, ἡ ἀπαρχὴ ἐν πᾶσι.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ἁγία Εὐτυχία, σῷ Δεσπότῃ δόξα, ἐκβοῶμεν ὑμνοῦντες σὲ ἅπαντες, σαῖς ἱκεσίαις αἰτοῦντες, τάχιστον λύτρωσιν.
Ὦ Μάρτυς τοῦ Κυρίου, σῇ ἁγίᾳ μνήμῃ, εὐτυχίας ἀφάτου νῦν πρόξενος, ζωῆς τε ὄντως ἀλήκτου, πρόγευσις ὤφθη μοι.
Χριστέ μου ζωοδότα, Σῶτερ τῶν ἁπάντων, Σοῦ ἐλέους τὰς χάριτας δὸς ἡμῖν, ἵνα ῥυσθῶμεν ταχέως, πάσης κακώσεως.
Θεοτοκίον.
Κυρία Θεοτόκε, κόσμου σωτηρία, γένους βροτείου Παρθένε ἡ λύτρωσις, Σὺ τῶν τιμώντων Σε Μῆτερ, ὄντως ἀνάπαυσις.







Ἐξαποστειλάρια. Γυναῖκες ἀκουτίσθητε.
Σκιρτήσατε χορεύσατε, ἐν εὐφροσύνῃ ᾄσατε, τῇ καλλιμάρτυρι ὕμνον, ᾠδὴν ἑόρτιον πάντες, Χριστὸν γὰρ εὐηρέστησε, τρανῶς ὁμολογήσασα, Αὐτοῦ Θεότητα μίαν, ἐνώπιον τῶν τυράννων.
Ὦ Εὐτυχία πάντιμε, φαιδρῶς ἐπικαλοῦμαί σε, ἵνα ταῖς σαῖς ἱκεσίαις, ἐλέους τύχω ὁ τάλας, παρὰ τοῦ Παντοκράτορος, καὶ φιλανθρώπου ἔνδοξε, ὁ ἐν πολλαῖς ἁμαρτίαις, περιπεσὼν σὸς ἱκέτης.
Θεοτοκίον.
Μαρία καθαρώτατον, τοῦ Ἰησοῦ παλάτιον, σκηνὴ θεότητος ὄντως, καθαρωτάτη Παρθένε, βοήθει τοὺς ἱκέτας Σου, καὶ πέμψον τάχει ἔλεος, παρὰ τοῦ μόνου Σωτῆρος, καὶ Σοῦ Υἱοῦ Θεοτόκε.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Εὐτυχία πάντιμε, χαίροις ἑόρτιον ἔρεισμα, τῶν ἐκβοώντων σοι· Μάρτυς τοῦ Κυρίου, μὴ ἐλλίπῃς πάντοτε, ὑπὲρ τῶν σὲ τιμώντων τὴν λύτρωσιν, Κόρη αἰτήσασθαι, καὶ ἀνάγκης τε καὶ θλίψεως, καὶ ὀδύνης μόνη θεοδόξαστε.

Ὁ πάντων Θεός σε ἱεράν, Εὐτυχία ἔδειξέ τε, καὶ καλλίνικον Μάρτυραν, ὁμολογήσασα, βήματι τυράννου, τὸν Χριστὸν ὡς Κύριον, ἁπάντων καὶ Θεὸν καὶ σεβάσμιον, καὶ παντοδύναμον, ὑπὲρ πάντα τὰ βδελύγματα, ἐν εἰδώλοις ἀπεικονιζόμενα.

Συνδράμωμεν πάντες οἱ πιστοί, Εὐτυχίας σήμερον, λαμπρὰ ἡμέρα καὶ ἔνδοξος, μνήμη ἑόρτιος, καὶ ὁμολογίας, τῆς αὐτῆς ἀνάμνησις, ἀντλήσωμεν λοιπὸν ὡς ἐκ φρέατος, τὰς θείας χάριτας, ἀρδευθέντες δὲ βοήσωμεν· Παντοκράτωρ δόξα Σοι τρισάγιε.

Πανεύφημε δούλη τοῦ Χριστοῦ, εὐφημοῦμεν πίστει σου, ὦ Εὐτυχία πανένδοξε, καὶ ἐκβοῶμέν σοι· χαίροις Ἀθληφόρε, τῶν πιστῶν ἑδραίωμα, καὶ καύχησις ἡμῶν τῶν τιμώντων σε, σεμνὴ περίδοξε, τῶν Μαρτύρων κλέος μέγιστον, Ἐκκλησίας δόξα καὶ στερέωμα.

Δόξα. Ἦχος πλ. β΄.
Βήματι τυραννικῷ, παρισταμένη ἡ Μάρτυς, ὡς ἐν παγίδι δορκάς, οὐκ ἀπειλαῖς ὑποκύψασα, πίστει Χριστοῦ τὴν καρδίαν αὐτῆς ἐχαλύβδωσεν, καὶ γυνὴ μόνη, ἀντέστη τῷ τῶν ἀθέων ἐσμῷ, ὅπλον κατέχουσα τὴν τοῦ Σωτῆρος θείαν χάριν. Αὐτῆς ταῖς ἱκεσίαις αἰτούμενοι, τῆς ἀλήκτου χαρᾶς ἀξιωθείημεν ἐν χώρᾳ ζώντων καὶ Παραδείσου τρυφῆς εἰς τοὺς αἰῶνας.




Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Εὐτυχία σὺ τοῦ Χριστοῦ, Μάρτυς ἡ Ἁγία, τῶν τυράννων τὰς ἀπειλάς, πόθῳ τοῦ Κυρίου, νικήσασα καὶ πάντας, τοὺς σὲ τιμῶντας πόθῳ, νῦν περισκέπουσα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου