ΜΑΪΟΣ ΚΘ΄!!
ΑΝΔΡΕΑΣ ΝΕΟΜΑΡΤΥΣ ΑΡΓΕΝΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου, δευτεροῦντες τὰ δύο πρῶτα. Ἦχος πλ. δ΄. Ὢ
τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος, φίλε Χριστοῦ ἀκραιφνέστατε, τὴν τοῦ Βελίαρ ὀργήν, καὶ
τὸ θράσος κατέβαλες, τοῦ κοινοῦ ἀλάστορος, ἀνενδότῳ φρονήματι, καθυπομείνας τῷ
θείῳ ἔρωτι, πολλὰς βασάνους καὶ τέλος θάνατον· διὸ καὶ ἔλαβες, δόξαν τὴν ἀΐδιον
παρὰ Χριστοῦ, τοῦ πᾶσι παρέχοντος, τὸ μέγα ἔλεος.
Χαίροις,
Ἀνδρέα πανένδοξε, ὡς Ἀθλητὴς τοῦ Χριστοῦ, τῶν τυράννων κατέβαλες, τὴν ὀφρὺν
πανθαύμαστε, θαρσαλέῳ φρονήματι, καὶ εὐτολμίᾳ τῶν θείων λόγων σου· διὸ σοῦ
ξίφει κάραν τὴν πάντιμον, μάκαρ πολύαθλε, ἀπηνῶς ἀπέτεμον οἱ δυσσεβεῖς· ὅθεν
τὴν αἰώνιον, ζωὴν ἀπείληφας.
Χαίροις,
Ἀνδρέα ἀήττητε, τῶν Ἀργεντῶν ὁ βλαστός, Βυζαντίου τὸ καύχημα, καὶ τῆς Χίου
στήριγμα, ἀνεδείχθης πανθαύμαστε, εὐπατριδῶν κῆπος κατάκαρπος, λυχνία πίστεως
ἀπαστράπτουσα· ὅθεν σὲ ἄνθεσιν, ἐγκωμίων στέφομεν ὡς νικητήν, τοῦ ἐχθροῦ
στεῤῥόψυχε, καὶ ἀριστέα Χριστοῦ.
Χαίροις,
Ἀνδρέα πανθαύμαστε, διὰ τὴν ὄντως ζωήν, τοὺς τυράννους κατέβαλες, καὶ
Αἰγυπτίους ἤσχυνας, ἐν γενναίῳ φρονήματι· διὸ σὲ πάντες, ἡμεῖς γεραίρομεν, ὡς
μαργαρίτην λίθον πολύτιμον, πάντα ἐπηύφρανας, καὶ στεφάνων ἔτυχες μαρτυρικῶν,
χάριν ἐξαιτούμενος, τοῖς σὲ γεραίρουσιν.
Δόξα.
Ἦχος πλ. β΄.
Ἐξέλαμψε
σήμερον ὡς ἀειφανὴς ἀστήρ, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι, τοῦ Χίου Μάρτυρος
Ἀνδρέου ἡ σεβασμία πανήγυρις, τὰς ψυχὰς τῶν πιστῶν λαμπρύνουσα. Δεῦτε οὖν,
φιλέορτοι πάντες εὐφροσύνως ἑορτάσομεν, καὶ τούτῳ εὐλαβῶς προσείπωμεν λέγοντες·
χαίροις, μαργαρῖτα πολύτιμε, ὑπὲρ Χριστοῦ μαρτυρήσας στερεώτατα· χαίροις, τῆς
ἀληθοῦς πίστεως ὑπερασπιστά, καὶ τῆς πλάνης τῶν Ἀγαρηνῶν ἡ κατάπτωσις· χαίροις,
τῶν Ὀρθοδόξων ἁπάντων τὸ ἐγκαλλώπισμα, καὶ λαμπρὸν ὡράϊσμα καὶ σέμνωμα. Καὶ
νῦν, ἐν οὐρανοῖς τῷ θρόνῳ τοῦ Δεσπότου παριστάμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 63, 15-19 & 64, 15 καὶ ἐκλογὴ)
Ἐπίβλεψον
ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ Ἁγίου σου καὶ δόξης σου. Ποῦ
ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν Κύριε; Σὺ
γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καί, Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ
σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι. Τὶ
ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ
φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας
σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν
κατεπάτησαν τὸ ἁγίασμά σου, ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ
ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ
ὄρη, καὶ τακήσονται, ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός, καὶ κατακαύσει πῦρ τούς
ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου, ἀπὸ
προσώπου σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ
ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου,
καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεος. Συναντήσεται
γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Καὶ νῦν,
Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλὸς καὶ σὺ ὁ Πλάστης ἡμῶν· ἔργα χειρῶν σου
πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν, Κύριε, ἕως σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς
ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, Κύριε, ὅτι λαός σου πάντες ἡμεῖς.
Προφητείας
Ἱερεμίου τὸ Ἀνάγνωσμα (Κεφ. 2, 1-12)
Τάδε
λέγει Κύριος· Ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ
ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ. τῷ Κυρίῳ
ἀρχὴ γεννημάτων αὐτοῦ. Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ'
αὐτούς, λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου
Ἰσραήλ. Τάδε λέγει Κύριος. Τὶ εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι
ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν,
καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας
ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ, καὶ ἀκάρπῳ, καὶ σκιᾷ
θανάτου, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ, οὐδὲ κατῴκησεν υἱὸς ἀνθρώπου
ἐκεῖ; Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς αὐτοῦ, καὶ
τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου
ἔθεσθε εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι
τοῦ νόμου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ οἱ προφῆται
προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι κριθήσομαι
πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. Διέλθετε
εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ καὶ ἀποστείλατε, καὶ νοήσατε
σφόδρα, καὶ ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ
οὐκ εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται.
Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3,1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία
σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ· Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται,
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς
αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος β΄.
Τοῦ
Κωνσταντίνου ἡ πόλις σήμερον ἐδέξατο τοὺς σοὺς ἀγῶνας, παναοίδιμε Μάρτυς
Ἀνδρέα· ἐν ταύτῃ γὰρ ὑπὸ τῶν Αἰγυπτίων ἐσυκοφαντήθης, ὅτι ἐν Αἰγύπτῳ ἠρνήθης
τὸν Χριστόν· ὅθεν, καὶ συλληφθεὶς ὑπὸ τῶν ἀνόμων, ὑπέστης μώλωπας φρικτούς,
ῥαβδισμοὺς καὶ παντοίας κακώσεις, καὶ τέλος τὸν θανάτον, ὃν καρτερικῶς
ὑπέμεινας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Τὸν
πολιοῦχον τῆς Χίου, καὶ καύχημα τοῦ Βυζαντίου, Ἀνδρέαν τὸν μέγαν Ἀθλητήν, δεῦτε
φιλομάρτυρες, ἐγκωμίοις εὐφημήσωμεν καὶ ἄνθεσιν ἐαρινοῖς καταστέψωμεν· χαῖρε, ὁ
ὀλετήρ, κάρδοι, τῶν ξεόντων τὸ σῶμα τὸ σὸν θεσπέσιε, μάχαιρα ἀμφίστομος, ἰταμὸν
δρέπανον, θυρεὸς ἀκατάβλητος ὑπῆρξας θεόφρον, καὶ πύργος ἀπόρθητος τῆς
Βασιλείας τοῦ Χριστοῦ· Ὃν οὖν παῤῥησίᾳ δυσώπει, ἴασιν νοσοῦσι διδόναι καὶ
ἐξαρματάνουσι συγχώρησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χῖοι
οἱ εὐσεβεῖς, ἀθροίζονται τιμῆσαι, Ἀνδρέαν τὸν Ἀργέντην, ἐν τοῖς ναοῖς τῆς
δόξης, Κυρίου Παντοκράτορος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δεῦτε
οἱ γηγενεῖς, τῆς Χίου εὐπατρίδαι, ἐν μεγαλοπρεπείᾳ, τιμήσωμεν καὶ ὕμνοις, τὸν
Μάρτυρα τῆς πίστεως.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὡς
Μάρτυς τοῦ Χριστοῦ, ἱκέτευε ἀπαύστως, ὑπὲρ πατρίδος Χίου, ἁπάσης τῆς Ἑλλάδος,
καὶ βασιλίδος πόλεων.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
φιλομάρτυρες Χῖοι, πνευματικῶς πανηγυρίσωμεν καὶ ἄνθεσιν ἐαρινοῖς καταστέψωμεν
τὴν πανίερον αὐτοῦ κεφαλήν. Οὗτος γάρ, ἐν τῇ Βασιλίδι τῶν πόλεων ἀθλήσας ὑπὲρ
τῆς τοῦ Χριστοῦ πίστεως, ἠξιώθη τοῦ στεφάνου τοῦ μαρτυρίου· διὸ καὶ ἡμεῖς
μιμηθῶμεν τοὺς ἄθλους ἐκείνου καὶ οὕτως εἴπωμεν· φιλάνθρωπε Κύριε, πρεσβείαις
τοῦ Ἀθλοφόρου Σου Ἀνδρέου λύτρωσαι τὴν πόλιν τοῦ Βύζαντος, καὶ σῶζε τοὺς
κατοικοῦντας ἐν αὐτῇ καὶ πάντας τοὺς Ἕλληνας.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Χαῖρε
βλάστημα, τερπνὸν τῆς Χίου, καὶ ἀγλάϊσμα, τοῦ Βυζαντίου, μεγαλομάρτυς Ἀνδρέα
πολύαθλε· τῶν Αἰγυπτίων τοὺς λόγους ἐφαύλισας, Ἀγαρηνῶν δὲ τὸ θράσος κατέβαλες·
οὕτως Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἡ
Χίος ἡ κλεινή, τοῦ Αἰγαίου ἡ νύμφη, ἀπέδειξεν ὑμῖν, ἤδη Μάρτυρα θεῖον, σαφῶς
ἐκδιδάξασα εὐσεβείας τὰ νάματα, τὸν Ἀργέντειον, ὃς πᾶσι τύπος ἐδείχθη θνήσκειν,
εἴποτε ὑπὲρ Χριστοῦ γε δεήσει, προθύμως καὶ χαίρουσα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Τὸν
φίλον τοῦ Χριστοῦ, τὸν λαμπρὸν ἀριστέα, τὸν Μάρτυρα πιστοί, τὸν Ἀνδρέαν τὸν
Χῖον, γεραίρομεν ἐν ᾄσμασιν ἱεροῖς ἐν τῇ μνήμῃ του, ἵνα λάβωμεν ἁμαρτημάτων τὴν
λύσιν ταῖς πρεσβείαις του, ταῖς πρὸς τὸν Θεὸν εὐπροσδέκτοις, καὶ βίου
διόρθωσιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνη
σήμερον.
Ἐν
τῇ πόλει σήμερον, τοῦ Βυζαντίου, ὁ κλεινὸς Ἀνδρέας ὁ Χῖος, ξίφει τὴν κάραν
τμηθείς· διὸ καὶ στέφανον εἴληφε, καὶ τῶν ἀθέων τὸ θράσος κατήσχυνεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀθλοφόρε
Κυρίου Ἀνδρέα, τῆς Χίου τὸ καύχημα, καὶ τοῦ Βυζαντίου ἀγλάϊσμα, μὴ ἐλλείπῃς,
πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.
ᾨδὴ
α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὸν
Μάρτυρα στέψωμεν, καὶ ἐγκωμίοις ὑμνήσωμεν, Ἀνδρέαν τὸν πάντιμον, τῶν Ἀργεντῶν
τὸν βλαστόν, καὶ βοήσωμεν, αὐτῷ τῇ πανηγύρει, καὶ ᾄσωμεν ᾄσμασι, τούτου τοῖς
θαύμασι.
Θεῷ
παριστάμενος, Ἀνδρέα Μάρτυς ἀοίδιμε, μὴ παύσῃς δεόμενος, τῇ Βασιλίδι Μητρί, καὶ
ἀξίωσον, ἡμᾶς πανηγυρίζειν, καὶ ᾄσωμεν ᾄσμασιν, ἐπὶ τῇ μνήμῃ σου.
Γηθόμενοι
ᾄδομεν, Μάρτυς Ἀνδρέα ἀοίδιμε, ᾠδὴν ὑμνητήριον, ταύτην σὺ πρόσδεξαι, καὶ
μεσίτευε, ὑπὲρ ἡμῶν ἀπάντων, τῶν ἐκ τοῦ γένους σου, Μάρτυς πανένδοξε.
Θεοτοκίον.
Γενοῦ
μοι πανάμωμε, ὁδὸς ὁδηγοῦσά με, πρὸς θεῖα σκήνωμα, ἀπεπλανήθην γάρ, καὶ πρὸς
βάραθρα, κακίας ὀλισθαίνων, ἐξ ὧν μὲ ἀνάγαγε, τῇ μεσιτείᾳ Σου.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Τοὺς
σοὺς εὐπατρίδας μυροβόλε ᾧ Χίος Ἀργέντας τοὺς πιστούς, Ἀνδρέαν καὶ Εὐστράτιον,
πνευματικῶς στεφάνωσον, καθότι ἠξιώθησαν, στεφάνων δόξης μαρτυρικῶ.
Χῖος
ἡ βλαστήσασα τὸν θεῖον, Ἀνδρέαν τὸν Μάρτυρα Χριστοῦ, τῆς Βασιλίδος Πόλεων,
χαῖρε διὰ τὰ τέκνα σου, καὶ ψάλλε ὕμνους ἅπασι, τοῖς εἰς Θεὸν διαλάμψασι.
Μακάριος
σὺ τῆς ἐμπορίας, ἧς Μάρτυς ἐμπόρευσαι σοφέ, πνευματικὰ καὶ ἄφθαρτα, ἀντὶ
φθαρτῶν κτησάμενος, καὶ οὐρανοῦ πολίτης δέ, εὐσεβοφρόνως γενόμενος.
Κρατοῦμεν
ἐν ὕμνοις καὶ τυμπάνοις, κροτοῦμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, ἐν τῇ σῇ μνήμῃ ἔνδοξε,
Ἀνδρέα ἀξιάγαστε, τοῖς γὰρ βασάνοις ἅγιε, δυνάμει θείᾳ ῥωννύμενος.
Θεοτοκίον.
Ἰάσεις
παρέχουσα παντοίας, τοῖς πόθῳ τιμῶσί Σε ἁγνή, τὸν τόκον τὸν ἐκ Πνεύματος, Ἁγίου
συλληφθέντα Σοι, παράσχου καὶ τοῖς δούλοις Σου, ἡμῖν πταισμάτων τὴν ἄφεσιν.
Κάθισμα.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τὸν
Ἀνδρέαν ἅπαντες, τὸν Χῖον Χῖοι, δεῦτε ὕμνοις ψάλλομεν, ὡς Ἀθλητὴν καρτερικόν,
ἐν Ἐκκλησίαις κραυγάζοντες· χαῖρε Ἀνδρέα, τῆς Χίου ἀγλάϊσμα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Καὶ
τὸν Μάρτυρα Ἀνδράν φιλοφρόνως τιμήσωμεν, ἐν ᾠδαῖς ᾀσμάτων, Χῖοι εὐσεβῶς
μακαρίζοντες· οὗτος γὰρ ὤφθη δοχεῖον θείου Πνεύματος, καὶ πεφώτισται, τῇ
Βασιλίδι τῶν πόλεων.
Καὶ
καθήμενος ἐν θρόνῳ, θείας δόξης πανένδοξε, τὴν τοῦ Κωνσταντίνου, πόλιν εὐσεβῶς
διαφύλαττε, ταῖς σαῖς πρεσβείαις ὦ Μάρτυς ταῖς πρὸς Κύριον, ᾯ βοᾷς ἀεί· δόξα
Χριστὲ τῇ δυνάμει Σου.
Ῥωμαλέᾳ
διανοίᾳ καὶ γενναίῳ φρονήματι, τὰς Κυρίου Μάρτυς, πᾶσας ἐντολὰς ἐκτετέλεκας, ὡς
κτησάμενος ἀγάπην τὴν πρὸς Κύριον, καὶ τοὺς πέλας τελείαν, Ἀνδρέα ἀείμνηστε.
Θεοτοκίον.
Παναγία
Θεοτόκε τοὺς εἰς Σὲ καταφεύγοντας, ἐκ κινδύνων Χίους, ῥῦσαι τῶν σκανδάλων τοῦ
ὄφεως, ταῖς τοῦ Ἀνδρέου πρεσβείαις, ὃν δοξάζομεν, μετὰ Σέ, καὶ γὰρ ὤφθη Κυρίῳ
δουλεύων ἀεί.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστη
ὁ τύραννος, τῆς Ἄγαρ ὁ ἀπόγονος, τοῖς σοῖς θαύμασι Μάρτυς Ἀνδρέα, τῶν σῶν
ἀγώνων μάκαρ διήγειρας, ἅπαντας ἡμᾶς τοὺς γηγενεῖς· ὅθεν σὲ γεραίρομεν, καὶ
ἡμεῖς θείοις ᾄσμασι.
Τῶν
ἄθλων τὰ ἔπαθλα, παρὰ Χριστοῦ δεχόμενος, καὶ γέρα τῶν πόνων σου, τρισμάκαρ καὶ
θείας δόξης ἀεὶ πληρούμενος, γέγηθας ἀφράστως Ἀθλητά· ὅθεν σὲ γεραίρομεν, καὶ
ἡμεῖς θείοις ᾄσμασιν.
Γενναῖοι
οἱ ἄθλοι σου, αἱ ἀρεταὶ θαυμάσιαι, ὁ βίος σου ἔνθεος Ἀνδρέα· ὅθεν καὶ δόξης
πλείστης ἠξίωσαι, τῆς ἄνωθεν Μάρτυς ἐκ Θεοῦ, Ὅνπερ καθικέτευε, ὑπὲρ τῶν ἐκ τοῦ
γένους σου.
Θεοτοκίον.
Νοός
μου θεράπευσον τὰς ἐκτροπάς πανάμωμε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τῆς ῥαθυμίας
σκότος ἀπέλασον, ὅπως εὐχαρίστως ἀνυμνῶ, πόθῳ καὶ γεράιρω Σου, τὴν θερμήν σου ἀντίληψιν.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Ὡς
ἔχων Μάρτυς πανθαύμαστε, μεγίστην παῤῥησίαν πρὸς Κύριον, Αὐτὸν ἱκέτευε, τοῦ
λυτρωθῆναι κολάσεως, τοὺς τὴν πάντιμον μνήμην ἀνευφημοῦντας ἀεί.
Πιστοὺς
εἰς πίστιν ἐστήριξας, ἐλέγξας παῤῥησίᾳ τοὺς λόγους σου, τὴν ἀθεότητα, τὴν τῶν
τυράννων πανθαύμαστε, ἣν δὴ καὶ καταπτύσας στεῤῥῶς ἐνήθλησας.
Ἰδού
σοι χαῖρε κραυγάζομεν, Ἀνδρέα Ἀθλητὰ γενναιότατε, ἐπὶ τῇ μνήμῃ σου, ἐκ τοῦ
πελάγους τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων ἡμᾶς διάσωσον.
Θεοτοκίον.
Γενοῦ
μοι πάναγνε Δέσποινα, γαλήνη καὶ λιμὴν παρακλήσεως, διαβιβάζουσα, πρὸς θεῖον
ὅρμον ἀκύμαντον, τὴν ζάλην τῶν παθῶν μου καταπραΰνουσα.
Κοντάκιον.
Ἦχος δ’. Ἐπεφάνης σήμεορν.
Ἐν
τῇ πόλει σήμερον, τοῦ Βυζαντίου, ὁ κλεινὸς Ἀνδρέας ὁ Χῖος, ξίφει τὴν καράν του
τμηθείς· διὸ καὶ στέφανον εἴληφε, καὶ τῶν ἀθέων τὸ θράσος κατήσχυνε.
Ὁ
Οἶκος.
Δεῦτε
Χῖοι φιλομάρτυρες, ἀκούσατε ἄθλους καὶ ἀγῶνας ἀγνώστους, ἐν τῇ καθ’ ἡμᾶς
Ἐκκλησίᾳ, οὕσπερ ὁ τοῦ Χριστοῦ καλλίνικος Μάρτυς, Ἀνδρέας ὁ Χῖος, ἐν τῇ
Βασιλίδι τῶν πόλεων, παρὰ τῶν ἀπίστων Ἀγαρηνῶν ὑπέστη· διὸ καὶ ἀγαλλομένη,
εὐφημεῖ τὴν μνήμην αὐτοῦ, καὶ τοὺς θαυμαστοὺς αὐτοὺς ἀγῶνας γεραίρει, σὺν τῇ
μυροβόλῳ Χίῳ, τῇ πατρίδι αὐτοῦ, ὅτι τῶν ἀθέων τὸ θράσος κατήσχυνε.
Συναξάριον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Ἀνδρέας
ὁ Ἀργέντης, ἐκ Χίου, ἐν Κωνσταντινουπόλῃ, ἐν ἔτει 1465, τελειοῦται
Οὐ μόνον
Πρωτόκλητος Ἀνδρέας ἔσται,
καὶ γὰρ Χῖος, Ἀνδρέαν τὸν Ἀργέντη ἔχει.
Ὃς ὄλβιον
ποταμὸν ἐδέξατο εἰκάδι ἐνάτῃ Μαΐου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας τῆς Παρθένου τῆς
Τυρίας
Πνίγει
θαλάσσης Θεοδοσίαν ὕδωρ,
τρέφει δὲ
Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ.
Αὕτη ἡ ἱερὰ καὶ Ἁγία κόρη,
Τυρία ἧν τὸ γένος. Ὀκτωκαιδέκατον δὲ ἄγουσα τῆς ἡλικίας ἔτος, συλλαμβάνεται ὑπὸ
τῶν εἰδωλολατρῶν, καὶ δεσμεῖται, μέλλουσα δίκας διδόναι, ὡς ὁμολογοῦσα τὸν
Θεόν. Ἄρτι γὰρ προκαθεζομένων τῶν δικαστῶν, ἤχθη Οὐρβανῷ τῷ ἄρχοντι, ὁ δὲ θύειν
τοῖς εἰδώλοις αὐτῇ προστάττει. Ἐπεὶ δὲ οὐκ ἐπείσθη, δεινὰς κατὰ τῶν πλευρῶν,
καὶ κατὰ τῶν μαζῶν ἐπιθεὶς αὐτῇ βασάνους, μέχρις ὀστέων αὐτῶν τε ἤδη καὶ τῶν
ἔσω σπλάγχνων ὁ ἀνήλεως ἐχώρει, ἐπιμόνως τὴν παῖδα ὁρῶν τιμωρουμένην, καὶ σιγῇ
τὰς βασάνους δεχομένην. Ἔτι δὲ αὐτὴν ἐμπνεύουσαν, ἠρώτα θύειν παρακελευόμενος.
Ἡ δέ, διάρασα τὸ στόμα, καὶ τοις ὀφθαλμοῖς ἀτενίσασα, ἐπιμειδιῶντι τῷ προσώπῳ: Τί
δὴ πλανᾶσαι, φησίν, ἄνθρωπε; Οὐκ οἶδας, ὅτι τῆς τοῦ Θεοῦ μαρτυρίας
κοινωνίας τυχεῖν ἠξιώθην; Ὁ δέ, ἐπεὶ συνεῖδεν ἑαυτὸν γελώμενον ὑπὸ τῆς
κόρης, μείζοσιν ἤ πρῶτον αἰκίζεται ταῖς βασάνοις. Εἶθ’ οὕτω τοῖς θαλαττίοις
ἀκοντίζει ῥεύμασιν, ἐν οἷς τὸ μακάριον τέλος ἐδέξατο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὀσιομάρτυρος Θεοδοσίας τῆς Κωνσταντινουπολιτίσσης
Κέρας κριοῦ
κτεῖνάν σε, Θεοδοσία,
ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας.
ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας.
Αὗτη, κατήγετο ἀπὸ γονεῖς
περιβοήτους εἰς τὴν εὐσέβειαν, πλουσίους κατὰ πολύ. Ὅθεν καὶ ἡ Ἁγία, ἀπὸ μικρᾶς
ἡλικίας ἐπαιδεύθη ἐν εὐσεβείᾳ καὶ ἐν πάσῃ ἀρετῇ. Εἰς ἡλικίαν ἑπτὰ ἐτῶν ἐστερήθη
τὸν πατέρα της, ἡ μήτηρ της τὴν ἔκαμε καλογραίαν εἰς Μοναστήριόν τι τῆς
Κωνσταντινουπόλεως. Δὲν παρῆλθε πολὺς καιρός, καὶ ἀπέθανε καὶ ἠ μήτηρ της. Ἡ δὲ
Θεοδοσία τότε, ἐμοίρασεν ὅλα τὰ πλούτη εἰς τοὺς πτωχούς. Κατὰ τὴν ἐποχὴν τῆς
αἱρέσεως τῶν εἰκονομάχων, ἡ Ἁγία Θεοδοσία ἦτο ἡγουμένη τοῦ Μοναστηρίου της.
Βλέπουσα τὸν διωγμὸν κατὰ τῶν ἱερῶν Εἰκόνων καὶ αὐτὴ ἡ ἰδία ὑπερεμάχει τῆς
Ὀρθοδόξου πίστεως ως πρὸς τὸν σεβασμὸν τῶν ἱερῶν Εἰκόνων, καὶ τὰς ἄλλας
καλογραίας ἐνεθάῤῥυνεν εἰς τοῦτο. Κάποτε, ὁ σπαθάριος τοῦ εἰκονομάχου βασιλέως
Λέοντος τοῦ Ἰσαύρου, ἀνέβη εἰς κλίμακα ἵνα καταῤῥίψῃ τὴν περίφημον εἰκόνα
Χριστοῦ τοῦ Ἀντιφωνητοῦ, ἀνηρτημένην εἰς τὴν Χάλκην Πύλην. Ἡ Αγία, ἀφοῦ
παρέλαβε μεθ’ ἑαυτῆς καὶ ἄλλας μοναχάς, ἀφήρεσαν ἀτρόμητοι τὴν κλίμακα καὶ ὁ
ὑβριστὴς τῶν ἱερῶν Εἰκόνων, καταπεσών, ἐφονεύθη. Τὸ ἱερὸν τοῦτο ἀνδραγάθημα,
ἔφερεν αὐτὰς καὶ εἰς τὸ Μαρτύριον. Αἱ μοναχαί, ἀπεκεφαλίσθησαν ἀμέσως. Ἡ δὲ
Ἁγία Θεοδοσία, ὑποστᾶσα δεινὰ βασανιστήρια, ἐπνίγη μὲ ἕν κέρατον κριοῦ, τὸ
ὁποῖον της ἔχωσαν εἰς τὸ στόμα της.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου
Ἀλεξάνδρου, Πατριάρχου Ἀλεξανδρείας
Σεπτὴν
τελευτὴν τὴν Ἀλεξάνδρου σέβω,
ὃν οἶδα σεπτὸν τῆς Ἀλεξάνδρου Πάπαν.
ὃν οἶδα σεπτὸν τῆς Ἀλεξάνδρου Πάπαν.
Οὗτος, ἦτο κατὰ τοὺς
χρόνους Κωνσταντίνου τοῦ μεγάλου, ἐν ἔτει 320, πρὸ τῆς Οἰκουμενικῆς πρώτης
Συνόδου. Ἔγινε δὲ Πατριάρχης Ἀλεξανδρείας μετὰ τὸν Ἀχιλλᾶν. Οὗτος καὶ τὸν
δυσσεβῆ καὶ κακόφρονα Ἄρειον ἐδίωξε καὶ ἀπέβαλεν ἀπὸ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.
Διαλάμψας δὲ εἰς τὸν θρόνον χρόνους εἰκοσιτρεῖς, ἀφῆκε διάδοχόν του τὸν Μέγα
Ἀθανάσιον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὑπομονῆς
Στέμμα καταθέσσα ἀνάκτων κάτω,
στέμμα εἴληφας Ὑπομονὴ ἐν πόλῳ
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἁλώσεως τῆς Κωνσταντινουπόλεως,
ὑπὸ τῶν Ὀθωμανῶν, ἐν ἔτει 1453.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες
Ἀνὴρ καὶ ἡ
τούτου Σύζυγος ξύλοις τὰ ὀστᾶ συντριβέντες, τελειοῦνται.
Tοῖς ἀνδρὸς
ὀστοῖς συγκατεθλάσθης γύναι,
κἀγὼ σὸν
ὀστοῦν, πρὸς τὸν ἄνδρα φαμένη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, ἐπισκόπου Ἀνέου καὶ τῶν σὺν
αὐτῷ μαθητῶν
Τὸν Ὀλβιανὸν
μάλα ὄλβιον λέγω,
ὑπὲρ Θεοῦ
θανόντα τοῦ πανολβίου.
Ὃς ἦν ἐπὶ τῆς βασιλείας
Μαξιμιανοῦ, ἐν ὑπατείᾳ Ἀλεξάνδρου καὶ Μαξίμου, καὶ ἤχθη ἐπὶ Ἰουλίου καὶ
Αἰλιανοῦ, ἡγεμόνων τῆς Ἀσίας. Ὑπὸ τούτων δὲ ἐρωτώμενος, καὶ μὴ πειθόμενος
θῦσαι, γυμνοῦται τῶν ἱματίων, καὶ ὀβελίσκοις πεπυρακτωμένοις τὰ σπλάγχνα
διαπείρεται καὶ κατακαίεται, εἶτα φρουρεῖται. Καὶ εἰς δευτέραν ἐρώτησιν ἀχθείς,
καὶ μὴ ἐνδούς, γυμνοῦται, καὶ τὰς σάρκας ξέεται σφοδρῶς. Πυρᾶς δὲ ἐξαφθείσης
μεγίστης, καὶ εἰς ὕψος ἀρθείσης ἐπὶ πολύ, ἐν αὐτῇ ἀκοντίζεται, καὶ ἐν αὐτῇ τὸ
πνεῦμα τῷ Θεῷ παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐθελμπέρτου τοῦ
βασιλέως
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱερεμίου τοῦ Δαμασκηνοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Ἱερομάρτυς Σισίννος ὁ διάκονος, καὶ οἱ σὺν αὐτῷ
Μαρτύριος καὶ Ἀλέξανδρος οἱ Μάρτυρες, ἐν ἔτει 397, ἐν Μιλάνῳ τῆς
Ἰταλίας τελειοῦνται
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μαξιμίνου, ἐπισκόπου Τρεβήρων τῆς Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Νεομάρτυς Ἰωάννης ὁ Νάννος ὁ Θεσσαλονικεύς, ἐν Σμύρνη
μαρτύρησας ἐν ἔτει 1802, ξίφει τελειοῦται
Kαὶ Nάννος ὤφθη
χαριτώνυμος νέος,
Mάρτυς
Kυρίου· ὦ ἄκρας εὐδοξίας!
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Νέος Ἱερομάρτυς Εὐθύμιος, ἐπίσκοπος Ζήλων, ὐπὸ τῶν Τούρκων ἐν ἔτει
1921, τελειοῦται
Ὁ Εὐθύμιος ἐν
εἱρκτῇ μαρτυρήσας,
προσετέθη
χορείᾳ Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου
Ἰωάννου τοῦ Ῥώσσου τοῦ διὰ Χριστὸν σαλοῦ
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οὐκ ἐλάτρευσαν.
Οὐκ
ἐκλόνησαν Ἀνδρέα τὴν ἀνδρείαν σου Μάρτυς στεῤῥόψυχε, τυράννων αἱ ἀπειλαί,
ἀνδρείως ἐβάδισας, πρὸς τὸ μαρτύριον, καὶ κατήσχυνας, τοὺς Αἰγυπτίους Ἅγιε, τῇ
ἁγίᾳ ἡμῶν πίστει.
Ἀνυμνοῦμέν
σε βοῶντες χαῖρε Ἅγιε Ἀνδρέα ἔνδοξε, γέννημα εὐπατριδῶν, εὐγλώττως κατήσχυνας,
καὶ κατετρόπωσας, τοὺς ἐχθροὺς ἡμῶν, τοὺς τυραννοῦντας ἔνδοξε, μετὰ πάσης
παῤῥησίας.
Εὐφημοῦντα
μακαρίζουσι τὰ πέρατα καὶ ἀνακράζουσι· χαῖρε ὦ Μάρτυς Χριστοῦ, σοὶ πλέκουσι
στέφανον ἐπὶ τῇ μνήμῃ σου, καὶ σοὶ ψάλλουσι· ὦ τῶν Μαρτύρων καύχημα, καὶ τῆς
Χίου παραστάτα.
Θεοτοκίον.
Ὦ
Βασίλισσα Παρθένε ἡ κυήσασα τὸν Βασιλέα Χριστόν, οἰκτείρησον σῶσόν με,
κλονούμενον πάθεσι, πίστει στερέωσον, καὶ ὁδήγησον, πρὸς σωτηρίας τρίβον με,
ταῖς πρεσβείαις τοῦ Ἀνδρέου.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ὥσπερ
ἑωσφόρος ἡ σὴ μνήμη, λαμπρὰ καὶ ἐπίφωτος Μάρτυς ἀνέτειλεν, ἐν τῇ Πόλει σήμερον,
πᾶσι τοῖς τιμῶσί σε, πατρὶς δὲ Χίος ἅπασι συμψάλλει ἄθλοις σου· πάντα τὰ ἔργα
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Μεταξὺ
Μαρτύρων συναγάλλου, ὦ Μάρτυς Ἀνδρέα γενναιότατε στεῤῥέ, ἔχων οὖν πρὸς Κύριον,
παῤῥησίαν Ἅγιε, ὑπὲρ τῶν Χίων πρέσβευε, τῶν ἐκζητούντων τὴν σήν, ἀντίληψιν, καὶ
θείαν πρεσβείαν, ἵνα σὲ ὑμνῶσιν, εἰς πάντας τοὺς αἰῶνας.
Χίων
καὶ Ἑλλήνων τὰς χορείας, εἰς μίαν συνήγαγες πανήγυριν, Μάρτυς ἀξιάγαστε, μέλψαι
σου τὴν ἄθλησιν, καὶ Ἄγγελοι γὰρ σήμερον πανηγυρίζουσι, σὺν Μάρτυσι, καὶ πᾶσιν
Ἁγίοις, Χριστὸν εὐφημοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Τελείᾳ
ἀγάπῃ τετρωμένος, Μάρτυς πρόγονε τῶν Εὐστρατίων Ἀργεντῶν, ἰατροφιλοσόφου τε,
καὶ τοῦ ἐθνομάρτυρος, τοῦ Βυζαντίου καύχημα, Χίων ἀγλάϊσμα, παρέστης, δικασταῖς
παρανόμοις· ὅθεν καὶ ἐτμήθης, τὴν κάραν ἑκουσίως.
Θεοτοκίον.
Ἡ
κόσμῳ τεκοῦσα σωτηρίαν· δι’ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις παντευλόγητε,
σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα, τῶν μελῳδούντων ἁγνή, πρεσβείαις, τοῦ
Ἀνδρέου Παρθένε, ἱκέτευε τὸν Κτίστην, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Χίος
ἅπασα σκιρτάτω τῷ πνεύματι ἐπὶ τῇ μνήμῃ σου, Ἀθλοφόρε Ἅγιε, ἀΰλων νόων φύσις
γεραίρουσα, τὴν ἱερὰν τὴν ἄθλησιν, σοῦ τοῦ παμμάκαρος, καὶ βοάτω· χαίροις ἀεισέβαστε,
Ἀθλοφόρε Ἀνδρέα καλλίνικε.
Χῖε
Ἀθλητὰ τὴν μνήμην τελοῦντές σου τὴν παναοίδιμον, καὶ τοὺς θείους ἄθλους σου,
ἀνευφημοῦντες, τὴν σὴν αἰτούμεθα, ἐξ οὐρανοῦ βοήθειαν, καὶ τὴν ἀντίληψιν, οἱ
σοὶ δοῦλοι, ἐν ταῖς περιστάσεσι, ταῖς ἡμῖν συμβαινούσαις καὶ θλίψεσι.
Σὲ
τὸν παμφαῆ, σὲ τὸν ἡλιόμορφον, σὲ τὸν ὑπέρλαμπρον, Μάρτυρα πανθαύμαστον,
Ἀργεντῶν οἱ γόνοι, καὶ Χῖοι ἅπαντες, εἰς ἱερὰν πανήγυριν, σήμερον στέφουσι, καὶ
βοῶσι· χαίροις ἀξιάγαστε, Ἀθλοφόρε Ἀνδρέα καλλίνικε.
Εἰς
τοὺς οὐρανούς, χαρά σοι ἐγένετο, ἡ ἀνεκλάλητος, καὶ ἡ ἀτελεύτητος, τῆς
Βασιλείας τρυφή σοι δέδοται, ἐντρύφα τοίνυν Ἅγιε, σκίρτα καὶ χόρευε, μακαρίας,
ἀπολαύων λήξεως, καὶ τῆς Βύζαντος Πόλεως μέμνησο.
Θεοτοκίον.
Στῶμεν
εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία
Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκῆνος, μύρον
τὸ ἀκένωτον, ἐπὶ Σὲ κενωθὲν εἰσδεξάμενον.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸν
εὐπρατίδη Ἅγιον, τιμήσωμεν ἐν ᾄσμασι, Νεομαρτύρων τὸ κλέος, καὶ τῆς ἀνδρείας
τὴν στήλην, χρυσοπλοκώτατον πύργον, τῆς Ὀρθοδόξου πίστεως, καὶ καθαιρέτην
κράτιστον, Ἀγαρηνῶν ἀσεβείας, καὶ Ἐκκλησίας τὴν βάσιν.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν
ἐν πόνοις στερεώτατον, καὶ ἀήττητον Μάρτυρα, ἐν ᾠδαῖς φιλέορτοι εὐφημήσωμεν,
Ἄγαρ μισῶν γὰρ ἐνήθλησεν, Ἀνδρέας ὁ πάνσεμνος, ὁ τῆς Χίου φωστήρ, Ἀργεντῶν τὸ
ἀγλάϊσμα, καὶ τὸ σέμνωμα· διὸ δεῦτε προσκυνήσωμεν προθύμως, τῆς μορφῆς αὐτοῦ
τὸν τύπον, καὶ τὰ πανίερα λείψανα. (Δίς)
Τὸν
καλλίνικον Μάρτυρα, καὶ τῆς Χίου τὸ καύχημα, Ἀργεντῶν τὸ βλάστημα εὐφημήσωμεν,
τῶν εὐσεβούντων τὸ στήριγμα, Ἀνδρέαν τὸν πάντιμον, δεῦτε πάντες οἱ πιστοί,
ἀριστέα καὶ πρόμαχον, θεῖον Μάρτυρα, ἐν ᾠδαῖς τε καὶ ὕμνοις προσκυνοῦντες, τῆς
μορφῆς αὐτοῦ τὸν τύπον, καὶ τὰ πανίερα λείψανα.
Τῶν
Ἀγγέλων συνόμιλον, τῶν Ἁγίων ὁμόσκηνον, τῶν Μαρτύρων σύναθλον σὲ γεραίρομεν, ὡς
μαργαρίτην πολύτιμον, ὡς λίθον ἀστράπτοντα, ὡς καλλίκομον φυτόν, εὐανθοῦν καὶ
βοῶμέν σοι· χαῖρε Ἅγιε, τὴν τοῦ Βύζαντος πόλιν μὴ ἐλλείπῃς, διασώζων ἐκ
κινδύνων, τοῦ παλιμβούλου ἀλάστορος.
Δόξα.
Ἦχος α’.
Μετὰ
παῤῥησίας παρέστης, ἐνώπιον τῶν παρανόμων δικαστῶν, Μάρτυς Ἀνδρέα, τῆς ἀνδρείας
ἐπώνυμε. Οὐκ ἴσχυσαν πανθαύμαστε τούτων αἱ ἀπειλαί, καταβαλεῖν σου τὸ γενναῖον
φρόνημα, ὑπὲρ τῆς πίστεως Χριστοῦ· ὅθεν καὶ ἡμεῖς οἱ Χῖοι, μετὰ τῶν εὐπατόρων
Ἀργεντῶν τὴν μνήμην σου τελοῦντες ἐτησίως, ἐπινίκιον ὕμνον ᾄδομεν τῷ Θεῷ, ᾯ
πρεσβεύων μὴ διαλλίπῃς ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τιμῶντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χῖον
φιλομάρτυρες ἀδελφοί, τῶν Νεομαρτύρων τὸ ἀγλάϊσμα τὸ τερπνόν, Ἀργεντῶν τὸ
κλέος, καὶ καύχημα τῆς Χίου, τὸν ἔνδοξον Ἀνδρέαν, ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου