ΜΑΪΟΥ 3!!
ΟΙΚΟΥΜΕΝΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΡΙΚΚΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Ἀντωνίου Μητροπολίτου Λαρίσης καὶ
Τρίκκης (1340-62))
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ΄. Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων.
Τῶν
Τρικκαέων ἡ δόξα τῆς οἰκουμένης φωστήρ, ἡ τῶν θαυμάτων βρύσις, ἱερέων τὸ κλέος,
ὁ μέγιστος ὑμνείσθω νῦν παρ’ ἡμῶν, Οἰκουμένιος ᾄσμασιν,
ἑορταζόντων τὴν μνήμην τὴν ἱεράν, τῆς αὐτοῦ θείας κοιμήσεως.
Πόλις
Τρικκαίων ἀγάλλου τέρπου καὶ χόρευε, τοιοῦτον πολιοῦχον, ἐκ Θεοῦ δεδεγμένη,
κραταίωμα καὶ τεῖχος καὶ πρεσβευτήν, πρὸς Αὐτὸν Οἰκουμένιον,
τὸν Ἱεράρχην τὸν μέγαν τὸν πλουτιστήν, καὶ πενήτων ἀντιλήπτορα.
Ἀρχιερεῖς
ἱερεῖς τε νέοι πρεσβύτεροι, καὶ μοναστῶν τὰ πλήθη, Οἰκουμένιον
ὕμνοις, τιμήσωμεν βοῶντες τῷ Λυτρωτῇ· ταῖς σεπταῖς παρακλήσεσι, τοῦ
Ἱεράρχου κατάπεμψον ὁ Θεός, τῇ Σῇ πόλει τὰ ἐλέη Σου.
Τριακοσίων
τὸν ἕνα θείων Πατέρων πιστοί, τῶν ἐν Νικαίᾳ δεῦτε, Οἰκουμένιον
ὕμνοις, τιμήσωμεν ἀξίως τὰς ἀμοιβάς, παρ’ αὐτοῦ ἐκδεχόμενοι· τῷ γὰρ τῶν
ὅλων παρίσταται Ποιητῇ, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
Δόξα.
Ἦχος πλ. β΄.
Οἰκουμένης
φωστῆρα, Θεός σε ἀνέδειξεν, ἀρχιερέων καλλονήν, Οἰκουμένιε·
τὸ γὰρ ὄντως ποθήσας ἐφετόν, εἰς τελείαν ἀκρότητα ἔφθασας, καθαίρων τὸν νοῦν,
ταῖς καθ’ ἡμέραν τοῦ σώματος ὑφαιρέσεσι. Διὸ καὶ ἀκηλίδωτον τῆς ψυχῆς φυλάξας
τὸ ἀξίωμα, μετὰ Ἀγγέλων συναγάλλῃ μακάριε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Λαμπρύνου
τῶν πιστῶν, ὁμήγυρις καὶ τέρπου, συνέδραμε καὶ γάρ σοι, Χριστοῦ νῦν τῇ ἐγέρσει,
Οἰκουμενίου κοίμησις.
Στ.: Οἱ Ἱερεῖς
Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου, ἐν ἀγαλλιάσει
ἀγαλλιάσονται.
Ἐτήσιος
ἡμῖν, πανήγυρις ἐπέστη, δεῦτε πιστοὶ συμφώνως, χορεύσωμεν ὑμνοῦντες, τὸν θεῖον Οἰκουμένιον.
Στ.: Τὸ στόμα μου
λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Τῆς
Τρίκκης ὁ φωστήρ, τῶν εὐσεβῶν ὁ στῦλος, αἱρετικῶν ἡ πτῶσις, Ἱεραρχῶν τὸ κλέος,
ὑμνείσθω Οἰκουμένιος.
Δόξα.
Ἦχος πλ. δ΄.
Σύνοδός
σε Πατέρων, τῆς εὐσεβείας ἐγνώρισε πρόμαχον, Ἀρείου καθαιρέτην, τὸν τοῦ Θεοῦ
Υἱὸν εἰς κτίσμα κατάγοντος, ἀλλ’ ἠσχύνθη ὁ ματαιόφρων, ταῖς βολίσι σῶν λόγων
βαλλόμενος, καὶ μὴ φέρων ἀντιλέγειν, πρὸς τῶν σῶν λόγων τὴν ἀλήθειαν, τὰς ὄψεις
στρέφει, καὶ διαῤῥήγνυται. Ὁ δὲ πιστὸς λαός, καὶ χριστώνυμος, γεραίρει σου τὸ
μνημόσυνον Οἰκουμένιε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. δ΄.
Ὀρθοδοξίας
ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, Ἱεραρχῶν ἡ καλλονή, τῶν θεολόγων
ὑπέρμαχος ἀπροσμάχητος, Οἰκουμένιε θαυματουργέ,
Τρίκκης τὸ καύχημα, κῆρυξ τῆς πίστεως, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα. Καὶ νῦν.
Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ Ψαλτήριον, τὸ
Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν
στιχηρὰ προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοι,
ὑμνωδιῶν ἄνθεσιν, καταστέψωμεν τὸν Ἱεράρχην, τὸν τῆς οἰκουμένης ἀγλάϊσμα, καὶ
τῆς Ἐκκλησίας καλλώπισμα, τῶν χριστιανῶν τεῖχος τὸ μέγα, τῆς Τρίκκης τὸν
οἰκιστὴν τὸν ὑπερθαύμαστον, Ἀρείου τὸν βυθιστὴν τὸν ἀκατάπληκτον, ἱερωσύνης τὸ
κλέος, τοῦ Χριστοῦ τὸ πρόβατον, τὸν ποιμένα πάντων ἡμῶν, τῶν πίστει καὶ πόθῳ
ἐκτελούντων τὴν θείαν μνήμην αὐτοῦ. (Δίς)
Δεῦτε,
Ἱεραρχῶν ὁ σύλλογος, εὐφημήσωμεν τὸν Ἱεράρχην, καὶ θαυματουργὸν Οἰκουμένιον, τὸν ὑπὲρ ἡμῶν τον Φιλάνθρωπον,
ἐξευμενιζόμενον Δεσπότην. Ἰδοὺ γὰρ εἰς πανδαισίαν νυνὶ πρόκειται, τῷ πλήθει τῶν
Ὀρθοδόξων ὡς ἑδραίωμα, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ αὐτῆς ὡς πρόμαχος, καὶ
κοινὸς ἁπάντων πατήρ, τῶν πίστει τιμώντων, τὴν ἁγίαν αὐτοῦ μετάστασιν. (Δίς)
Τέρπου,
ἐπισκοπὴ σήμερον, Τρικκαέων ἐν τῇ πανηγύρει, τοῦ στεῤῥοῦ σου στύλου καὶ κήρυκος,
τῶν Χριστοῦ δογμάτων καὶ βρύσεως, τῶν ὑπερφυῶν ὄντως θαυμάτων ἀγάλλου καὶ μὴ
σκυθρώπαζε, τοὺς κύκλῳ σοι ὡς λύκους ὠρυομένους ἐχθροὺς βλέπουσα, ἁπάντων γὰρ
περιέσῃ τῇ τοῦ Χριστοῦ χάριτι, καὶ ταῖς σεπταῖς πρὸς Αὐτόν, ἐντεύξεσι τούτου,
καὶ φανήσῃ πᾶσιν αἰδέσιμος.
Δέχου,
καὶ παρ’ ἐμοῦ Ἅγιε, ἥν προσάγω σοι δωροφορίαν, ὥσπερ ἀπαρχὴν ἀπαραίτητον καὶ
καρποφορίαν ἐτήσιον, καὶ πταισμάτων αἴτησαί μοι λύσιν, τῷ θρόνῳ γὰρ
παριστάμενος τῆς χάριτος μεγίστης, ἐπαπολαύεις τῆς δυνάμεως, παρὰ τῷ πάντων
Δεσπότῃ καὶ Θεῷ καὶ Πλάστῃ μου, ὅν ἀεὶ δυσώπει σοφέ, καὶ ποίμνιον τοῦτο τὸν
σόν, ἐποπτεύεις ταῖς πρεσβείαις Σου.
Δόξα.
Ἦχος πλ. β΄.
Οἰκουμένης
φωστῆρα, Θεός σε ἀνέδειξεν, ἀρχιερέων καλλονήν, Οἰκουμένιε·
τὸ γὰρ ὄντως ποθήσας ἐφετόν, εἰς τελείαν ἀκρότητα ἔφθασας, καθαίρων τὸν νοῦν,
ταῖς καθ’ ἡμέραν τοῦ σώματος ὑφαιρέσεσι. Διὸ καὶ ἀκηλίδωτον τῆς ψυχῆς φυλάξας
τὸ ἀξίωμα, μετὰ Ἀγγέλων συναγάλλῃ μακάριε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Φῶς
ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ
εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς
ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου
θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης
φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς
τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις
παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι
ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ
βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ
δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων
ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη
ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν,
οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν,
χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται
αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος
γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις
διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται,
καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ
πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας
αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας
πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι
τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς
εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης,
καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν
αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις.
Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται
στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις
καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ,
καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ,
καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας
τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν
ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς
μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν
ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς.
Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κεφ. Γ΄,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν
Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀποστολικὴν ἀξίαν λαβών, καὶ κήρυξ τοῦ Εὐαγγελίου
γενόμενος, θαυματουργέτα Οἰκουμένιε, ἀξίως
καὶ τὸν δρόμον ἐτέλεσας, ὅθεν σου καὶ ἡ λάρναξ, ἁγιάσματος ὕδωρ ἀναβλύζουσα, ὡς
ἄλλην κολυμβήθρα νῦν γνωρίζεται, ἐξ ἧς οἱ ἀντλοῦντες, παντὸς νοσήματος
ἀπαλλάττονται. Μέγας εἶ Κύριε, καὶ ἀνεξιχνίαστός Σου ἡ δύναμις, ὅτι νεκρὰ ὀστέα
τῶν Σῶν θεραπόντων, πηγάζουσιν ἰάματα. Διὸ τῆς Τρίκκης οἰκήτορες, χαίρετε
λοιπόν, καὶ ἀγαλλιᾶσθε.
Ἦχος β΄.
Ὦ καλῆς ἐμπορίας, ὦ ἐπαινετῆς ἀνταλλαγῆς, ἥν ἀντηλλάξω
μακάριε Οἰκουμένιε, σάρκα μισήσας, καὶ
κόσμου τερπνότητα, ἀντὶ τούτου ἔσχες, τὰ ἄφθαρτα καὶ ὑπερκόσμια, ἐγνώρισας γὰρ
ὡς ἄριστος τῶν ἀμφοτέρων διαιτητής, ὡς τὰ μὲν παρατρέχει φθειρόμενα, τὰ δὲ
μένουσιν εἰς αἰῶνας ἀπαρασάλευτα, διὸ καὶ τούτοις καλῶς χρησάμενος, εὗρές σου
τῶν πόνων τὰ ἔπαθλα.
Δόξα. Ἦχος πλ. α΄.
Χερσομανοῦσαν τὴν γῆν τῆς Τρίκκης ταῖς ἐκφύλοις
αἱρέσεσι, τῷ ἀρότρῳ τῆς σῆς ὀρθῆς διδασκαλίας, ταύτην ἀπεκάθηρας Οἰκουμένιε, τέμνων τὰς ἀκάνθας, καὶ ἐκτεφρῶν τὰ
ζιζάνια, καὶ θεῖον σπείρας σπόρον, τοῦ ποιμνίου τοῖς αὔλαξιν. Εὐαγγελικῶς εἰς
ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, ἐν χαρᾷ συγκομίζων, τῶν σῶν τὰ δράγματα.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι
Θείῳ
φέγγει τοῦ Πνεύματος, λαμπρυνόμενος Ὅσιε, ἐν συνόδῳ ἔλαμψας, ὥσπερ ἥλιος, καὶ
τὴν ἀπάτην ἐμαύρωσας, Ἀρείου τὴν ἄθεον, καὶ ἐφώτισας πιστούς, τοῖς ὀρθοῖς σου
διδάγμασιν, τῷ τεκόντι τὸν Λόγον καταγγείλας, ὅθεν πίστει σε τιμῶμεν,
θαυματουργὲ Οἰκουμένιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἐν
σημείοις καὶ τέρασι, παραδόξως ἐξέλαμψας, τοῦ Θεοῦ δοξάσαντος τοὺς ἀγῶνάς σου,
τοὺς δι’ Αὐτὸν παναοίδιμε. Υἱὸν γὰρ ὁμότιμον, καταγγέλλων τῷ Πατρί, πέτρας ὕδωρ
ἐξήγαγες Οἰκουμένιε, τῇ Αὐτοῦ ἐπικλήσει, τοῦ
Ἀρείου κατακλύζων τὴν μανίαν, πιστοὺς δροσίζων δὲ χάριτι.
Στ.: Οἱ Ἱερεῖς
Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου, ἐν ἀγαλλιάσει
ἀγαλλιάσονται.
Τῶν
Τρικκαίων τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, τῶν πιστῶν τὸ στήριγμα καὶ
κραταίωμα, ὁ βασιλέων ὑπέρμαχος, ὁ πύργος ὁ ἄσειστος, Ἐκκλησίας τοῦ Χριστοῦ,
θεῖος ὅρος της πίστεως ὁ πανεύδιος, καὶ ἀχείμαστος ὅρμος τῶν ἐν ζάλῃ,
εὐφημείσθω μελῳδίαις, ὁ ἱερὸς Οἰκουμένιος.
Δόξα.
Ἦχος γ΄.
Τρίκκης
φωστήρ, καὶ πλάνης καθαιρέτα Οἰκουμένιε, ἡ
τιμῶσά σε πόλις, καὶ τῇ σῇ φωτισθεῖσα διδασκαλία, ἐτήσιον ἄγει σου τὸ
μνημόσυνον, ἀγαλλομένη καὶ λέγουσα· χαῖρε τῶν ἱερέων τὸ ἀκράδαντον ἔρεισμα·
χαῖρε, τῆς πίστεως ὁ στῦλος ὁ ἀκλόνητος· χαῖρε, ὁδηγὲ πλανωμένων, καὶ τῶν
λυπουμένων παρήγορε· χαῖρε, ὁ τὴν ἄνοιαν τοῦ Ἀρείου καταβαλών, κτιστὸν τὸν τοῦ
Θεοῦ Υἱὸν δογματίζοντος, ὅθεν παρεστὼς τῇ Τριάδι, πρέσβευε ἀπαύστως σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. δ΄.
Ὀρθοδοξίας
ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, Ἱεραρχῶν ἡ καλλονή, τῶν θεολόγων
ὑπέρμαχος ἀπροσμάχητος, Οἰκουμένιε θαυματουργέ,
Τρίκκης τὸ καύχημα, κῆρυξ τῆς πίστεως, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα. Καὶ νῦν.
Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀπὸ
βρέφους τὸν Θεόν, ἐπιποθήσας ὁλικῶς, διὰ βίου καθαροῦ, σαυτὸν ἐκάθηρας σοφέ,
καὶ διασχὼν ὡς νεφέλην σαρκὸς τὸ πάχος, ἐπ’ ὄρους ἀρετῶν, ἀναβέβηκας, και
πνεύματι Θεῷ, συγγινόμενος, ὁλολαμπὴς ἐγένου Οἰκουμένιε.
Καὶ νῦν Αὐτῷ παριστάμενος ἡμῶν φωτίζεις, τὰς διανοίας τῶν πιστῶς εὐφημούντων
σε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ
ἔνδοξος μνήμη σου ὑπὲρ ἡλίου αὐγάς, ἀστράψασα σήμερον πᾶσαν φωτίζει τὴν γῆν,
σοφὲ Οἰκουμένιε, δόγμασι σοῖς εὐφραίνει, τὴν
Χριστοῦ Ἐκκλησίαν, θαύμασιν ἁγιάζει, τοὺς πιστοὺς ἐξαισίοις· διὸ καὶ
συνελθόντες αὐτήν, σεπτῶς ἑορτάζομεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ
τοῖς διδάγμασι τοῖς σοῖς φωτισθεῖσα, καὶ ἐντρυφῶσά σου τοῖς θαύμασι Πάτερ, ὡς
θησαυρὸν τὴν θήκην σου κατέχουσα, ἡ τῶν Τρικάλων πόλις νῦν ἀγάλλεται, τὴν ἁγίαν
σου μνήμην, πόθῳ ἑορτάζουσα, καὶ πιστῶς ἐκβοῶσα, ῥῦσαι ἡμᾶς παντοίων πειρασμῶν,
σαῖς πρὸς τὸν Κτίστην, λιταῖς Οἰκουμένιε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην,
καὶ οἱ Ὅσιοί Σου, ἐν ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννου: Ἐγὼ εἰμὶ ἡ θύρα...
Ἀνάστασιν Χριστοῦ θεασάμενοι... καὶ ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἱεράρχα
τοῦ Χριστοῦ, Οἰκουμένιε Πάτερ, συμπολίτα τῶν
Ἀγγέλων, βασιλείας οὐρανῶν κληρονόμε, παρεστὼς τῇ Τριάδι, πρέσβευε ὑπὲρ τοῦ σοῦ
ποιμνίου, τοῦ χρεωστικῶς νῦν ἐκτελοῦντος τὴν πανίερον μνήμην σου.
Οἱ
Κανόνες· τῆς Ἑορτῆς εἰς στ΄· τῆς Θεοτόκου εἰς β΄· καὶ τοῦ Ἁγίου εἰς στ΄.
ᾨδὴ
α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Πανηγύρεως ἡμέρα
λαμπρυνθῶμεν λαοί, σήμερον γὰρ ἡ μνήμη, Οἰκουμενίου
τοῦ λαμπροῦ, ἑωσφόρου τῶν πιστῶν ἀνατείλασα, ἡμᾶς συνεκάλεσε, πρὸς
πανήγυριν ἅπαντας.
Καθαρθείς σου τὰς
αἰσθήσεις ἐθεάσω Χριστόν, φῶς τὸ τοῦ κόσμου πέλον, φῶς τὸ φωτίζων ἀληθῶς, πάντα
ἄνθρωπον εἰς κόσμον τὸν ἐρχόμενον, σοφὲ Οἰκουμένιε,
οἰκουμένης ἀγλάϊσμα.
Οὐρανοὶ μὲν ἐπαξίως νῦν
εὐφραίνονται, γῆ δὲ χορεύει πᾶσα, τὴν σὴν πανήγυριν πιστῶς, ἑορτάζουσα μάκαρ Οἰκουμένιε, Τριάδος ὑπέρμαχε, Τρικκαέων τὸ
καύχημα.
ᾨδὴ
γ΄. Δεῦτε πόμα πίωμεν καινόν.
Δεῦτε πόμα πίωμεν καινόν,
ἐκ πηγῆς ἀναβλύζον τοῦ ἀρχιποίμενος, Οἰκουμενίου οἱ
πιστοί. Χριστὸν τοῦ κηρύξαντος πιστῶς, εἰς κόσμου τὰ πέρατα.
Νῦν πάντα πληροῦται
χαρμονῆς, ὁρατά τε ἀῤῥήτου καὶ τὰ ἀόρατα, συνεορτάζει δὲ κόσμος, ἡμῖν εὐφημοῦσί
σε πιστῶς, Πάτερ Οἰκουμένιε.
Χθὲς συνεσταυροῦτο τῷ
Χριστῷ, τῇ ἀσκήσει ὁ μέγιστος Οἰκουμένιος,
συνεξανέστης δὲ τούτῳ, τῷ κύκλῳ τῆς θείας καὶ λαμπρᾶς, αὐτοῦ πανηγύρεως.
Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ
θεία σου σορός, Οἰκουμένιε Πάτερ, ὡς ἄλλη
Σιλωάμ, κολυμβήθρα ἐδείχθη, πηγὴν ἁγιάσματος, παραδόξως ἐκβλύζουσα, οὗ
μετέχοντες, οἱ προσιόντες ἐν πίστει, χάριν ἄφθονον, καὶ ψυχικὴν σωτηρίαν,
εὐχαῖς σου λαμβάνομεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ
τῆς θείας φυλακῆς, τείνας τὸ ὄμμα τῆς ψυχῆς, εἶδες ὅν ἐπόθεις Δεσπότην, ὁμαλῶς
ἰθύνοντα, πρὸς τρίβον σε σωτήριον, βίου τε συνεργὸν ἐπεσπάσω, καὶ ὁδηγὸν
ἀπλανῆ, ὦ Οἰκουμένιε.
Ἄρσεν
μὲν ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, σὺ δ’ ἀνδρείως κατ’
ἐχθρῶν ἠρίστευσας, τῶν νοητῶν καὶ γέγονας, ἄμωμος ἐν ὁδοῖς, ταῖς ἐκείνου
νεανικῶς πορευθείς, ὦ Οἰκουμένιε.
Ὡς
ἐνιαύσιος ἡμῖν, ἡ σὴ φωσφόρος ἑορτή, ἦλθεν Οἰκουμένιε
κύκλος· καὶ ὡς φῶς ἀνέτειλεν, εὐφραῖνον τὰ συστήματα, πάντων σου τῶν
πιστῶς δεομένων, καὶ προσκυνούντων Χριστόν, τὸν σὲ δοξάσαντα.
Ὁ
Θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν, ὁ λαὸς δέ,
Τρικκαέων σήμερον, τὴν σὴν κυκλοῦντες λάρνακα, αἴνεσιν τῷ τῶν ὅλων Δεσπότῃ,
προσάγει σὲ δυσωπῶν, ἔχειν προστάτην ἀεί.
ᾨδὴ
ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ὀρθρίζομεν
σήμερον πάντες, καὶ ἀντὶ μύρου τοὺς ὕμνους σοὶ πλέομεν Ἱεράρχα, καὶ
περιπτυσσόμεθα, σὴν λάρνακα τὴν ἔνδοξον, ἁγιασμὸν ποριζόμενοι.
Προσέλθωμεν
λαμπαδηφόροι, Οἰκουμενίου τῷ τάφῳ οἱ δῆμοι
τῶν Τρικκαίων, καὶ συνεορτάσωμεν, ταῖς τῶν Ἀγγέλων τάξεσι, τοῦτον τιμῶντες ὡς
δοῦλον Χριστοῦ.
Τὴν
ἄμετρον κηδεμονίαν, ὑπὲρ σῶν τέκνων δεῖξον ὦ πανάγιε Ἱεράρχα, καὶ Χριστὸν
ἱλέωσαι, ἡμῖν τοῖς εὐφημοῦσί σε, Πάτερ σοφὲ Οἰκουμένιε.
ᾨδὴ
στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Κατήλθες
ἀπὸ τῶν ἐώων σοφέ, εἰς τὰ μέρη τῶν δυσμῶν, καὶ ἐφώτισας ταῦτα διδασκαλίαις, καὶ
μετέστης νῦν, οὐρανίους εἰς σκηνάς, Οἰκουμένιε Πάτερ.
Φυλάξας
τὴν πίστιν σου σώαν σοφέ, ἠξιώθης ἀῤῥήτων μυστηρίων, καὶ ποίμνης προέστης τῆς
λογικῆς, καὶ ὡδήγησας, πρὸς ἀκηράτου ζωήν, Οἰκουμένιε
Πάτερ.
Σῶτέρ
μου Θεὲ ὑπεράγαθε, καὶ τῶν ὅλων Ποιητά, ταῖς τοῦ Σοῦ Ἱεράρχου Οἰκουμενίου λιταῖς, περιφρούρησον, τὴν σὴν πόλιν
ἀβλαβῆ, ἐκ παντοίων κινδύνων.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς
οἰκουμένης τὸν ἀστέρα τὸν ἀνέσπερον, καὶ Τρικκαέων τὸν ποιμένα τὸν ἀκοίμητον, Οἰκουμένιον ὑμνήσωμεν ἐκβοῶντες· παῤῥησίαν
κεκτημένος πρὸς τὸν Κύριον, ἐκ παντοίας τρικυμίας ἡμᾶς λύτρωσαι, ἵνα κράζωμέν
σοι·
Χαίροις
Πάτερ Οἰκουμένιε.
Ο
Οἶκος.
Ἄγγελος
ἐκ τῶν τρόπων, Ἱεράρχα ἐφάνης, καὶ τάγμασι τοῖς τούτων συνήφθης, σὺν οὖν τοῖς
Ἀσωμάτοις χοροῖς, λειτουργῶν τῷ θρόνῳ τοῦ Χριστοῦ πάνσοφε, καὶ προϊστάμενος τῆς
ποίμνης σου, ἀκούεις παρ’ ἡμῶν τοιαῦτα.
Χαῖρε,
τῆς Τριάδος ἡ σάλπιγξ ἡ εὔηχος.
χαῖρε,
τῆς μονάδος διάτορον ὄργανον.
Χαῖρε,
ὕψος δυσκατάληπτον, τῶν δογμάτων τῶν σεπτῶν.
χαῖρε,
βάθος δυσερεύνητον, νοερῶν ἐργασιῶν.
Χαῖρε,
ὅτι Ἀρείου τὰς ἐπάρσεις καθεῖλες.
χαῖρε,
ὅτι τοῖς τοῦτον καθελοῦσι συνήφθης.
Χαῖρε,
ἀστὴρ Ἑλλάδος ὑπέρφωτε.
χαῖρε,
ποιμὴν Τρικκαίων ἀκοίμητε.
Χαῖρε,
δι’ οὗ φυλαχθήσεται Τρίκκη.
χαῖρε,
ἐν ᾧ καυχᾶται καὶ κράζει.
Χαίροις,
Πάτερ Οἰκουμένιε.
Συναξάριον.
Τῇ
Γ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Οἰκουμενίου,
Ἐπισκόπου Τρίκκης τοῦ θαυματουργοῦ.
Οἰκουμένιον
καὶ θανόντα τοῖς λόγοις, τιμῶ·
Κατορθῶν
ἔργον ἐκ λόγων μέγα.
Κρύψ’
Οἰκουμενίοιο δέμας τριτάτῃ Μαΐου χθών.
Οὗτος
ὁ μέγας Πατὴρ ἡμῶν Οἰκουμένιος, πατρίδα ἔσχε τὴν τῶν Καππαδοκῶν μητρόπολιν
Καισαρείαν. Ἀνῆλθεν εἰς τὸν τῆς Ἀρχιερωσύνης βαθμόν, καὶ ἐποίμανε θεοφιλῶς τὴν
ἐκκλησίαν τῶν Τρικκαίων. Ἔλαβε μέρος εἰς τὴν Α΄ Οἰκουμενικὴν Σύνοδον. Πλήρης
ἡμερῶν γενόμενος, εἰς τὴν ἀγήρω μετέστη ζωήν, καὶ ἐτάφη λαμπρῶς ἐν τῷ τῶν
Ἀρχαγγέλων πρωτεύοντι ναῷ τῷ αὐτόθι ἐν Τρικάλοις, πολλῶν θαυμάτων καὶ πρὸ
τελευτῆς καὶ μετὰ ταύτην, γενόμενος αὐτουργός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τιμοθέου καὶ Μαύρας.
Στίχοι
Ἥπλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,
Ἥπλωσε καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ.
Οὗτος ὁ Ἅγιος Τιμόθεος, ἐν τῷ
σχήματι ὤν τῶν Κληρικῶν, τῶν ἱερῶν λογίων ὑφηγητὴς ἦν, ἐκ κώμης Πεναπέων, ἄρτι
πρὸς κοινωνίαν γάμου τὴν Μαύραν ἀγαγόμενος. Οὔπω δὲ διαγενομένων εἴκοσιν ἡμερῶν,
διαβληθείς, ἄγεται πρὸς τὸν ἡγεμόνα Θηβαΐδος Ἀῤῥιανόν· οὗ προστάξαντος ἀγαγεῖν
αὐτῷ τὰς βίβλους, ἅς τοῖς χριστιανοῖς ὑπαναγινώσκει, τοῦτο μὲν οὐκ ἐποίησεν· ἀντέφησε
δὲ τῷ ἡγεμόνι, τὰς βίβλους τέκνα ἡγεῖσθαι αὐτοῦ, ὑφ’ ὧν στηρίζεσθαι, καὶ ὑπὸ τῶν
Ἀγγέλων φρουρεῖσθαι, τῆς τῶν γεγραμμένων δυνάμεως καλούσης αὐτοὺς εἰς βοήθειαν·
δὲ ἑκοντὶ τὰ ἴδια τέκνα διδόντα εἰς θάνατον. Ὅθεν σίδηρα πεπυρωμένα ἐνέβαλον αὐτοῦ
τοῖς ὠσίν, ὑφ’ ὧν αἱ τῶν ὀφθαλμῶν αὐτοῦ κόραι διατακεῖσαι ἐξέπεσον. Εἶτα δεσμοῦσιν
αὐτοῦ ἐπὶ τροχοῦ τοὺς ἀστραγάλους, καὶ κημὸν ὑποβάλλουσιν αὐτοῦ τῷ στόματι, καὶ
κρεμοῦσιν ἐπὶ κεφαλῆς, λίθον αὐτοῦ τῷ τραχήλῳ προσδήσαντες.
Ὡς δὲ τούτοις οὐκ ἐνεδίδου, τὴν
γαμετὴν αὐτοῦ Μαύραν ἀπατῆσαι ἐλπίσας ὁ ἡγεμών, ἔπειθε κοσμησαμένην, διὰ
κολακείαν, θεραπείας τοῖς εἰδώλοις προσάγειν. Ἡ δὲ οὐκ ἤκουσε, μᾶλλον δὲ ταῖς
τοῦ Ἁγίου πεισθεῖσα παραινέσεσι, τοῦ ἡγεμόνος ἐνώπιον χριστιανὴν ἑαυτὴν ὡμολόγησε.
Τίλλεται οὖν τὰς τρίχας τῆς κεφαλῆς καὶ τοὺς δακτύλους τέμνεται, καὶ βαπτίζεται
ἐν θερμῷ ὕδατι· ἐν ᾧ μείνασα ἄφλεκτος, ὑπόνοιαν παρέσχε τῷ ἡγεμόνι, ὡς οὐ θερμὸν
ἦν, ἀλλὰ ψυχρὸν τὸ ὕδωρ, ἐν ᾧ ἐβαπτίσθη· ὅθεν ἐπιῤῥαντισθῆναι αὐτῷ κατὰ τῆς
χειρὸς κελεύει. Τῆς δὲ Ἁγίας τῇ χειρὶ λαβούσης ἀπὸ τοῦ λέβητος καὶ ἐπιβαλούσης
αὐτῷ μετὰ τὴν χεῖρα, ἀπεῤῥύη τὸ δέρμα τοῦ Ἡγεμόνος. Ἐπὶ τοῦτο οὖν σταυροῖ αὐτοὺς
ἀμφοτέρους, καὶ ἐπιμείναντες ἡμέρας ἐννέα τῇ ἀναρτήσει, ἀλλήλους παρήνουν ἐκ
διαδοχῆς ἐγκαρτερεῖν ταῖς κολάσεσι, καὶ μὴ ἐνδοῦναι συνεβούλευον καὶ οὕτω τὰ
πνεύματα ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν.
Ἐγένετο δὲ ὡς ἐν ἐκστάσει ἐλθεῖν τὸν
διάβολον τῇ Ἁγίᾳ Μάρτυρι, ἔτι τῷ σταυρῷ ἠρτημένη, ὀρέγειν ποτήριον, μέλιτος καὶ
γάλακτος ἔμπλεων, πιεῖν προτρεπόμενον, τὴν δὲ δι’ εὐχῆς ἀπώσασθαι. Καὶ πάλιν, ἐπὶ
ποταμὸν ἀγαγεῖν, ῥέοντα τοὺς προοφθέντας χυμούς (τὸ μέλι δηλαδὴ καὶ τὸ γάλα),
καὶ πιεῖν ἐπιτρέπειν· τὴν δὲ εἰπεῖν: Οὐκ ἐξ
αὐτῶν πίομαι, ἀλλ’ ἐκ τοῦ ποτηρίου, οὗ μοι ἐκεράσατο ὁ Χριστός· καὶ οὕτω τὸν
διάβολον ἡττημένον ἐλθεῖν ἀπ’ αὐτῆς. Ἄγγελον δὲ τοῦ Θεοῦ παραστάντα, δόξαι τὴν Ἁγίαν
εἰς τὸν οὐρανὸν ἀγαγεῖν, τῆς χειρὸς λαβόμενον, καὶ ὑποδεῖξαι αὐτῇ θρόνον, καὶ
στολὴν λευκὴν ἐπ’ αὐτόν, καὶ στέφανον, καὶ εἰπεῖν: Ὅτι σοὶ ταῦτα ἡτοιμάσθησαν. Εἶτα πρὸς ὑψηλότατον ἀγαγεῖν, καὶ πάλιν
ὑποδεῖξαι θρόνον ἕτερον καὶ πανευπρεπεστάτην στολήν, καὶ στέφανον, καὶ προσειπεῖν:
Ὅτι ταῦτα τῷ ἀνδρί σου ἀπεκληρώθησαν·
ἡ δὲ τοῦ τόπου διαφορὰ παραδηλοῖ σοι,ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενός σοι, ὅτι ὁ ἀνήρ
σου μᾶλλον πρόξενός σοι τῆς σωτηρίας ἐγένετο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν
Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου.
Ῥοδοπιανῷ καὶ Διοδώρῳ ῥόδα,
Ἤ δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι.
Οὗτοι ἦσαν κατὰ τοῦς χρόνους
Διοκλητιανοῦ· διὰ δὲ τὴν εἰς Χριστὸν πίστιν, ὑπὸ τῶν ἰδίων συμπολιτῶν ὕβρεις
πολλάς, καὶ αἰκίας, καὶ μάστιγας ὑπομείναντες, ἐν Ἀφροδισίᾳ τῆς Καρίας τελευταῖον
ὑπὸ τῶν αὐτῶν λιθοβολούμενοι, τὰ ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν πνεύματα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ
σημειοφόρου (θαυματουργοῦ), Ἐπισκόπου Ἄργους.
Στίχοι:
Ῥίψας τὸν ἐχθρὸν ἔνθεν ἀτρώτῳ βίῳ·
Ζωστιτῆρα νίκης ζῶν ἤ θανὼν Πέτρε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Ξενίας τῆς θαυματουργοῦ τῆς ἐκ
Καλαμῶν.
Ξενίας ὤφθης ἐργάτις ὦ Ξενία,
Ξενίαν σεμνή, οὐρανῶν σὺ ποθοῦσα.
Αὕτη ἦν ἐπὶ αὐτοκρατόρων Μαξιμιανοῦ
καὶ Μ. Κωνσταντίνου καὶ Δομετιανοῦ ἄρχοντος τῆς πόλεως Καλαμῶν, ἔνθα ἐγεννήθη τῷ
291. Ὑπῆρξε θυγάτηρ Νικολάου καὶ Δεσποίνης, ὡραιοτάτη, ὥσπερ ἐν λειμῶνι ῥόδον εὔοσμον,
κατευωδιάζουσα πιστῶν τὰς καρδίας. Ἐρασθεῖσα δ’ ἐμμανῶς παρὰ τοῦ Δομετιανοῦ καὶ
ἀρνουμένη νυμφευθῆναι τούτον, δεσμεῖται καὶ πρὸς μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα
καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς Νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι.
Λαμπάσιν οὖν τὸ σῶμα καιομένη, τὸν νοητὸν ἐχθρὸν κατέκαυσεν. Ἵπποις ἀγρίοις
προσδεθεῖσα καὶ μὴ βουλομένων τούτων κινηθῆναι διὰ θείου Ἀγγέλου λυθεῖσα τὰς
βουλὰς τοῦ τυράννου διέλυσε. Τοὺς μαστοὺς αὐτῆς ἐκκοπεῖσα, τὴν ἰσχὺν τῆς ἀσεβείας
κατέκοψε. Διὰ τὸ ἐρᾶσθαι σφοδρῶς ὑπὸ τοῦ ἄρχοντος, τοῦ περιφρονημένου ὑπ’ αὐτῆς
τὴν καρδίαν ἀφαιρεθεῖσα τὴν κάραν τμηθεῖσα καὶ εἰς πλεῖστα διχοτομηθεῖσα
τεμάχια, ἐν πίσσῃ τῷ πυρὶ παραδίδοται καὶ τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Θεῷ
παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι εἴκοσιν ἑπτὰ Μάρτυρες πυρὶ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Παμβό, τοῦ καθολικοῦ, τῆς Γεωργίας
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐν
Σπηλαίῳ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων τῶν ἐξ Ἀχαΐας, Χριστοδούλου καὶ Ἀναστασίας,
τελειωθέντων ἐν ἔτει 1821.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ὁσίου Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ
τῆς Ἑλλάδος.
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα·
ὅς οὐδὲ νεκρός, παύεται τῶν θαυμάτων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ
ζ΄. Ὁ παῖδας ἐν καμίνῳ.
Ὁ
παῖδας ἐν καμίνῳ ῥυσάμενος, σοφὲ Οἰκουμένιε ῥύεται
καὶ σέ, τῆς κοσμικῆς προσπαθείας, καὶ ὑψώσας καθίστησιν, Ἱεράρχην πιστόν, ὁ
μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες
μετὰ δέους θεόφρονες, τῇ θείᾳ ἀθροίσθητε, σήμερον σορῷ, Οἰκουμενίου τοῦ σοφοῦ, καὶ Χριστὸν ἐν αἰνέσει δοξάσατε, τὸν
μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς
ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ ὑπέρλαμπρος, μνήμη σου Πάτερ, καταφωτίζουσα
κόσμου, Οἰκουμένιε πάντα τὰ πέρατα, Χριστὸν
τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν ἀνακηρύττει πιστοῖς.
Θεοτοκίον.
Θανάτου
καθαιρέτης ὁ τόκος σου, Δέσποινα πανάμωμε γέγονε· καὶ γὰρ ἐκ νεκρῶν, ἐξαναστὰς
συνεξήγειρε, τάγμα τῶν Ἁγίων Αὐτοῦ, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ
ὑπερένδοξος.
ᾨδὴ
η΄. Αὕτη ἡ κλητή.
Αὕτη
ἡ κλητή, καὶ ἁγία ἡμέρα, ἐμφαίνουσα τὴν μνήμην Οἰκουμενίου
τοῦ θείου, εἰς τὰ πέρατα τῆς γῆς, τὸν Χριστὸν ἀνακηρύττει τοῖς ἅπασιν,
ὅν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δεῦτε
τῶν πιστῶν, ἡ πληθὺς ἐμπλησθῶμεν, τῆς θείας εὐωδίας, τῶν σεβασμίων λειψάνων,
τοῦ ποιμένος ἡμῶν, καὶ Χριστὸν εἰλικρινῶς προσκυνήσωμεν, ὑμνοῦντες Αὐτόν, ὡς
Θεὸν εἰς τοὺς αἰῶνας.
Ἆρον
κύκλῳ τοὺς ὀφθαλμούς σου Πάτερ, καὶ ἴδε τὰ τέκνα σου ἑστῶτα, καὶ τὴν φωνὴν
ἀνυψοῦντα, καὶ αἰνοῦντα Χριστὸν τὸν δοξάζοντα, τοὺς Αὐτὸν δοξάζοντας, καὶ σὲ
εὐφημοῦντα, τὸν τούτου Ἱεράρχην.
Τριαδικόν
Πάτερ
Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, ἡ Ἄναρχος Οὐσία, ἡ ἀκατάληπτος φύσις, ὁ Θεὸς
τοῦ παντός, τὸν κόσμον ἐξελοῦ πάσης θλίψεως, ταῖς πρὸς Σὲ λιταῖς τοῦ σεπτοῦ Οἰκουμενίου.
ᾨδὴ
θ΄. Φωτίζου, φωτίζου.
Φωτίζου,
φαιδρύνου, τῶν Τρικκαέων ἡ πληθύς, ἡ γὰρ δόξα Κυρίου τὸν ναὸν τὸν Ἅγιον, τῶν
Ἀρχαγγέλων ἐφαίδρυνε, τῇ φωταυγεῖ, μνήμῃ τοῦ μεγίστου, Οἰκουμενίου
ὡς Νέαν Σιών.
Ὤ
θείας, ὤ φίλης, ὤ ἀκενώτου δωρεᾶς, σῶν ἀπείρων θαυμάτων, οἷς ἡμᾶς τοὺς δούλους
σου, καταπλουτίζεις ἑκάστοτε, δόξα πιστῶν, ἱερέων τὸ κλέος, Τρίκκης φωστὴρ Οἰκουμένιε.
Ὦ
Πάσχα τὸ μέγα, καὶ ἱερώτατον, ὦ Σοφία καὶ Λόγε, ὅνπερ ἀνεκήρυξεν, ὁ θαυμαστὸς Οἰκουμένιος, δίδου ἡμῖν, ταῖς αὐτοῦ πρεσβείαις,
ἁμαρτιῶν τὴν συγχώρησιν.
Ἐξαποστειλάριον.
Σαρκὶ ὑπνώσας.
Σαρκὶ
Χριστῷ συσταυρωθείς, καὶ νεκρωθεὶς Πατὴρ ἡμῶν, Αὐτῷ τε καὶ συνανέστης, καὶ
συνεφραίνῃ τῇ Αὐτοῦ, ἐγέρσει Οἰκουμένιε·
Πάσχα τοῦ ἀθανάτου, σαφῶς ἐμφορούμενος.
Καὶ
τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος.
Δεῦτε
τῶν πιστῶν ὁμήγυρις, ἐν ᾠδαῖς ᾀσμάτων, ἑορτὴν συστήσωμεν, σκιρτῶντες
πνευματικῶς, καὶ ἀγαλλόμενοι. Ἰδοὺ γὰρ μνήμη λαμπρά, Οἰκουμενίου
ἡμῖν νῦν ἐκλάμψασα, χαρμόσυνον καὶ φαιδράν, τὴν τοῦ Σωτῆρος ἐνδείκνυσι·
καὶ καταφωτίζει πάντας, τοὺς αὐτὸν γεραίροντας, καὶ Χριστοῦ προσκυνοῦντας, τὴν
τριήμερον Ἀνάστασιν. (Δίς)
Δεῦτε
λαμπρυνθέντες σήμερον, τὰς ψυχὰς οἱ πιστοί, μυστικῶς χορεύσωμεν, τιμῶντες τοῦ
Ἱεράρχου τὸ μνημόσυνον. Ἰδοὺ γὰρ παρέστι νῦν, οἷα Πατὴρ ἐφ’ υἱοῖς
εὐφραινόμενος· βραβεύων πᾶσιν ἡμῖν, παρὰ Θεοῦ σωτηρίαν τοῖς κράζουσι· χαίροις
οἰκουμένης κλέος, τὸ τῆς Τρίκκης καύχημα, Ἐκκλησίας ὁ στῦλος, Οἰκουμένιε Πατὴρ ἡμῶν.
Ὤ
τοῦ παραδόξου θαύματος, ἀρετῆς ἐπιβάς, ὡς τεθρίππῳ ἅρματι, ἀνῆλθες πρὸς
οὐρανὸν, κούφως μακάριε, τὸν χοῦν ὡς βάρος λιπών, καὶ τῶν Ἀγγέλων εὑράμενος
εὔκλειαν καὶ νῦν Χριστῷ παρεστώς, ὡς ἱερεὺς ἐννομώτατος Ὅσιε, μέμνησο τῆς σὲ
τιμώσης, καὶ τὸ σὸν μνημόσυνον, ἐκτελούσης σου ποίμνης, Ἱεράρχα Οἰκουμένιε.
Δόξα.
Ἦχος πλ. α΄.
Χερσομανοῦσαν
τὴν γῆν τῆς Τρίκκης ταῖς ἐκφύλοις αἱρέσεσι, τῷ ἀρότρῳ τῆς σῆς διδασκαλίας,
ταύτην ἀπεκάθηρας Οἰκουμενιε· τέμνων τὰς ἀκάνθας, καὶ ἐκτεφρῶν τὰ ζιζάνια, καὶ
θεῖον σπείρας σπόρον, τοῦ ποιμνίου ταῖς αὔλαξιν, εὐαγγελικῶς εις ἑκατὸν τοὺς
πόνους ἐκαρποφόρησας, ἐν χαρᾷ συγκομίζων, τῶν σῶν πόνων τὰ δράγματα.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὁ
τῆς Τρικκαέων θεῖος ποιμήν, καὶ τῆς οἰκουμένης σελασφόρος μέγας ἀστήρ, Οἰκουμένιε Πάτερ, παμμάκαρ Ἱεράρχα, ἡμῶν τῶν σὲ
τιμώντων, ἀεὶ μνημόνευε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου