ΜΑΡΤΙΟΣ 20!!
ΤΩΝ ΕΝ ΜΟΝΗ ΑΓΙΟΥ ΣΑΒΒΑ
ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΠΑΤΕΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον
ἐν Μάρτυσιν
Ἐφετῶν τὸ ἀκρότατον, ὁλικῶς ἀγαπήσαντες, τὰ τοῦ βίου
Ὅσιοι ὥσπερ σκύβαλα, τερπνὰ ἡγήσασθε ἅπαντα, καὶ μόνα τὰ μένοντα, ἀγρυπνίᾳ καὶ
εὐχῇ, νιφετῷ τε καὶ καύσωνι, ἐποθήσατε, σπηλοδίαιτοι ἅμα γεγονότες, συμπολῖται
τῶν Ἀγγέλων, ἀναδειχθέντες ἐν χάριτι.
Καὶ ῥοπάλοις τυπτόμενοι, καὶ τοῖς λίθοις βαλλόμενοι,
καὶ πυγμαῖς κοπτόμενοι τὴν ὁμόνοιαν, οὐ διελύσατε Μάρτυρες, ἀγάπῃ συνδούμενοι,
καὶ στοργῇ ἀδελφικῇ, ἀλλ' ὑφ' ἓν θανατούμενοι, καὶ τεμνόμενοι, μεληδὸν
Ἀθλοφόροι τῇ τραπέζῃ, προσηνέχθητε τῇ θείᾳ, ὡς ἱερεῖα ἀμώμητα.
Καὶ πνιγμῷ συγκλειόμενοι, καὶ πυρὶ δαπανώμενοι, τὰς
ψυχὰς παρέθεσθε ὡς ἀμώμητα, Μάρτυρες ἔνδοξοι θύματα, χειρὶ τοῦ Παντάνακτος, καὶ
συνήφθητε χοροῖς, ἀσωμάτων Δυνάμεων, αἰωνίζουσαν, κληρωσάμενοι δόξαν ἧς
μεθέξειν, τοὺς ἡμᾶς ἀνευφημοῦντας, ἀδιαλείπτως πρεσβεύσατε.
Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιοι Ἀσκηταὶ ἔνδοξοι, τῇ ἀγαπήσει Χριστοῦ, πτερωθέντες
τῷ Πνεύματι, ἄνθη τὰ πανεύοσμα, οἳ ζωὴν τὴν ἐπίκηρον, σαφῶς παρείδετε
παρεχόμενοι, καὶ πρὸς σφαγὴν καὶ ἀγαλλόμενοι, Ἀθληταὶ σεβάσμιοι, τὸ τοῦ
Χριστοῦ, ὄνομα τὸ Ἅγιον, ἐπικαλούμενοι.
Ὥσπερ θύματα εὐπρόσδεκτα, καὶ ἱερεῖα σεπτά, δεκτὰ ὁλοκαρπώματα, τῇ θείου Σάββα Μονῇ, ἀσκητικῶς βιώσαντες, καὶ τῷ Χριστῷ ἐν χαρᾷ ἡνώθητε, καὶ τῷ ξίφει τὰς Κάρας ἐτμήθητε, ὦ τῆς ἀθλήσεως, Πατέρες σεβάσμιοι, ὦ τῆς πολλῆς, καρτερίας Ἅγιοι, δι’ ἧς ἐστέφθητε.
Ὅσιοι Ἀσκηταὶ τοῦ Θεοῦ, Ἁγίου Σάββα Μονή, μυστικῶς ἁγιάζεται, τὰ λαμπρὰ ὑμῶν ἄθλα, καὶ τὴν πολλὴν καρτερίαν, καθάπερ θεῖον θησαυρόν, ἔχουσα πανηγυρίζει φαιδρῶς, μνήμην σεπτήν, πᾶσι παρέχετε, χάριν τὴν ἐξ ἄνωθεν, καὶ πρὸς Χριστόν, Ἅγιοι παρίστανται, Αὐτὸν δοξάζοντες.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες πάντες, καὶ τῶν Ὁσιομαρτύρων ἀκόλουθοι, καθαρθῶμεν τὰς φρένας καὶ ὀψώμεθα τὶ συνεβουλεύσαντο κατὰ τῶν Δικαίων, ὁ ἀνοσιουργότροπος πρόμαχος τῆς ἀσεβείας. Σήμερον γάρ, τοὺς ἀνευθύνους ὡς ὑπευθύνους κατεδίκασε θανάτῳ καὶ συλλαμβάνονται ὡς κατάκριτοι, δέσμιοι τοῦ κρεμασθῆναι, ὅθεν πρὸς ἀλλήλους εὐχαρίστως ἔλεγον οἱ Ἅγιοι· Τίς ἡμῶν ἡδύτερον, ἢ ποθεινότερον, τοῦ Χριστοῦ γενέσθαι μιμητὰς καὶ συνάθλους; Αὐτὸς ἄνωθεν χορηγήσει τὰς χάριτας ἀφθόνως, ἀντὶ πυρῶν καὶ πνιγμῶν τε δόξαν ἄφθαρτον, ἀντὶ τῶν λιθοισμῶν καὶ τοῦ θανάτου, ζωὴν αἰώνιον, ἀντὶ τῆς πρὸς αὐτὸν ἀγάπης, τοῖς θαύμασι δοξάσει, ἀκολουθήσωμεν οὖν ἔκραζον οἱ θεόφρονοι μύσται, καλῶς ἔσται ἡμεῖς, ἵνα ἐν Κυρίῳ ἀποθάνωμεν καὶ ζήσωμεν καὶ γένοιτο ἡ θυσία ἡμῶν εὐπρόσδεκτος ἐνώπιον Κυρίου, ὦ καρτερᾶς ἐνστάσεως, ὦ ψυχῶν ἀδαμαντίνων καὶ στεῤῥῶν, πῶς ὑπεδέξαντο χαίροντες τὸ τέλος τῆς ἀθλήσεως; Πρεσβείαις Κύριε καὶ εὐχαῖς αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Φῶς ἱλαρόν. Εἴσοδος. Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν
αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας
αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ
Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες
ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνεται σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία,
καταγλαϊζομένη τοῖς κοινοῖς ἀριστεύμασι τῶν Ὁσιομαρτύρων καὶ συγκαλεῖται πάντας
Ὀρθοδόξους καὶ μιγάδας, δεῦτε λέγουσα· Συγχάρητέ μοι πᾶς ἐκλεκτὸς Ἰσραήλ, ὅτι
κατεφαίδρυνε Κύριος τὴν δόξαν μου, αὐτοῖς οὖν καὶ ἡμεῖς προσείπομεν. Συγγενεῖς
οἰκειώσεως μὴ ἐπιλάθητε Ἅγιοι, ὡς παῤῥησίαν ἔχοντες πρὸς Χριστόν, τὸν ἡμᾶς
δοξάσαντα, τοῦ εἰρηνεῦσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Τὴν ἐν ἀσκήσει ζωὴ ὑμῶν, καὶ τὴν ἐν ἄθλοις παῤῥησίαν,
ὡς προσφορὰν λογικήν, Χριστῷ προσήξατε, Πατέρες παμμακάριστοι, ἑαυτοὺς
ἀρνησάμενοι, καὶ τὴν θείαν χάριν εἰσδεξάμενοι, ἐν ἀπτοήτῳ φρονήματι, μαρτυρικὸν
ὑπήλθετε στάδιον, καὶ τῆς Οὐρανίου Βασιλείας ἠξιώθητε, πρεσβεύοντες πρὸς τὸν
Σωτῆρα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Ἀσκητικοῖς λαμπρυνθέντες
ἀγῶσιν, ἀθλητικῷ ἐστέφθητε διαδήματι, ὑπὲρ Χριστοῦ γὰρ ἐκχέοντες τὸ αἷμα ὑμῶν,
ἐν τῇ Μονῇ τοῦ θείου Σάββα Πατέρες μακάριοι.
Οὐρανοπολῖται γὰρ γεγόνατε, καὶ παριστάμενοι πάντοτε, τῷ θρόνῳ τῆς Ἁγίας
Τριάδος, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν τιμώντων τὴν θείαν ὑμῶν ἄθλησιν.
Δόξα. Ἦχος πλ. α΄.
Τὴν τῆς ἀσκήσεως στολήν,
ἐνδεδυμένοι μακάριοι, ἐν τῇ τοῦ θείου Σάββα Μονῇ,
τοῖς τῶν αἱμάτων ῥείθροις ἐπορφυρώσατε, ὑπὲρ Χριστοῦ σφαγιασθέντες, Πατέρες
σεβάσμιοι, ὑπεραρθέντες γὰρ τῶν φθαρτῶν, ὅλον τὸν πόθον ἀτενίσαντες, πρὸς
ἐφετὸν τὸ ἀκρότατον, νεκρωθέντες τοῖς ἐν κόσμῳ. Μαρτυρικῶς ἀριστεύσαντες, καὶ
τὸν δράκοντα καταπατήσαντες, τῶν πιστῶν δὲ τὰς καρδίας ηὐφράνατε, ὑπὲρ ὧν
πρεσβεύετε τῷ Σωτῆρι, σώζεσθε πάντοτε ἐκ πάσης περιστάσεως.
Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε
Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ
τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις, Ἀθλητῶν ὁ
σύλλογος, οἱ τῶν Ἀββάδων στεῤῥῶς, διαπρέπειν τοῖς ἄθλοις δέ, καὶ Χριστοῦ τὸ
ὄνομα, παρανόμων ἐνώπιον, λαμπρῶς κηρύξαντες καὶ ἀλάστορος, κατασυντρίψαντες
τὴν ἐπηρμένην ὀφρύν, ῥῦσαι δεόμεθα, συμφορῶν καὶ θλίψεων καὶ παρασχεῖν, πάντας
τοὺς γεραίροντας, τὴν θείαν μνήμην ὑμῶν.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, τῶν Ἀββάδων
σύνταγμα, οἱ διὰ πόθον Χριστοῦ, τῆς σαρκὸς μὴ φεισάμενοι, καὶ τὴν κάτω ῥέουσαν,
νουνεχῶς βδελυξάμενοι, ζωὴν ὡς οὖσαν πόνων ἀνάπλεων, ἑαυτοὺς θύματα, διὰ τοῦ
αἵματος, πρὸς τὸν ἐρώμενον, Θεόν τε καὶ Δεσπότην προσενεγκεῖν, ὦ νῦν
παριστάμενοι, ἡμῶν μνημονεύετε.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσε ὁ Κύριος.
Σήμερον φαιδρὰν πανήγυριν,
ἐπιτελεῖ εὐλαβῶς, τῆς Σιὼν γὰρ ἡ ἔρημος, μνήμην ὑμῶν τὴν πάντιμον, Ἁγίου Σάββα Μονὴ ἡ πάνσεπτος, ὡς γὰρ πλουτοῦσα,
λείψανα ἔνδοξοι, ᾠδὰς παννύχους, ἄδει τιμῶντας νῦν, θερμῶς πρεσβεύοντες, ὑπὲρ
ἡμῶν, παῤῥησίαν κεκτημένοι, Ὁσιομάρτυρες.
Δόξα. Ἦχος β΄.
Νεοφανῶν ἀστέρων ἐπιδημία,
τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ κατεφαίδρυνε, καὶ νυμφικῶς ἀγαλλομένη, τοῖς
καινοπρεπέσι τούτων ἀμαρύγμασι, χορείαν συγκροτεῖ παράδοξον, Ἀγγέλων καὶ
ἀνθρώπων ἐπιστατούντων, πρότερον γὰρ τὴν σάρκα σταυρώσαντες, τοῖς πόνοις τῆς
ἀσκήσεως, ὕστερον μετασχεῖν ἠξιώθησαν τῷ πάθει τοῦ Δεσπότου, δι’ ὃ καὶ τῆς
Αὐτοῦ Βασιλείας, συγκοινωνοὶ γενόμενοι, πρεσβεύουσι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων
τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις
φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς
βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν
κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι
τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τὴν χλαῖναν τῆς πίστεως
ἐνδεδυμένοι καλῶς, ἀγῶσιν ἀσκήσεως καὶ ἐν ἀθλήσει στεῤῥᾷ, Χριστὸν ἐδοξάσατε,
ὅθεν Πατέρες θεῖοι, διπλοῦν στέφος δεχθέντες, ἄνωθεν ἐκ τοῦ Κτίστου,
πρεσβεύοντες πρὸς Αὐτόν, δοθῆναι πᾶσιν ἡμῖν, χάριν καὶ ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀσκητῶν τὴν χορείαν
ἀνευφημήσωμεν, οἱ αἱμάτων πλημμύρα καταποντίσαντες, τὸν ἀρχαῖον πτερνιστὴν
Πατέρες Ὅσιοι, ὅθεν ὡς Μάρτυρας Χριστοῦ, καὶ γενναίους Ἀθλητάς, τιμῶμεν νῦν καὶ
βοῶμεν· πρεσβεύσατε ὑπὲρ ἡμῶν, μοναζόντων θεῖα προπύργια.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ
ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε
λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς μύρα ἐκλεκτά, καὶ ὡς ῥόδα εὐώδει, εὐφραίνοντα ἡμᾶς,
ἐν καιρῷ τοῦ χειμῶνος, δεινῆς δυσσεβείας τε, τῆς χειμαζούσης τὸν κόσμον, ὃν
στηρίζοντες, σαλευομένας καρδίας, πρὸς εὐσέβειαν, τῇ εὐωδίᾳ τῶν ἄθλων, Ἀββάδες μακάριοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν θρόνον τοῦ Θεοῦ, τὸν λαμπρὸν καὶ φωσφόρον, τὸν νέον
οὐρανόν, τοῦ Δεσπότου τῶν ὅλων, τὴν Τράπεζαν τὴν ἔμψυχον, τὴν ἀφράστως
βαστάζουσαν, τὸν οὐράνιον, καὶ ζωοδώρητον ἄρτον, ἀνυμνήσωμεν, τὴν Θεοτόκον
Μαρίαν, ἡμῶν τὴν βοήθειαν.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ὅμοιον.
Ἡμέρα φωταυγής, ἐξανέτειλεν ὄντως, ἡ μνήμη τῶν σοφῶν,
Ἀθλητῶν καὶ τοὺς πάντας, διὰ τῶν ὕμνων ἕλκουσα, ταῖς αὐτῶν καὶ τὰ τρόπαια,
εὐφημήσωμεν, ᾀσματικῶς τοὺς Ἀββάδες, ὡς
θεοσδότους καὶ κυβερνήτας, καὶ πρέσβεις καὶ ἔνθεα ἡδύσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς βρύσις δαψιλής, οἰκτιρμῶν οὐρανίων, ἐπόμβρησον
κἀμοί, εὐσπλαγχνίας ῥανίδα, Παρθένε ἀειπάρθενε, τοῦ ἐλέους θησαύρισμα, καὶ
ἀπόπλυνον, τὴν ῥυπωθεῖσαν ψυχήν μου, πολλοῖς πάθεσι, καὶ πρὸς ζωὴν μετανοίας,
τὸν βίον μου ῥύθμισον.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοὺς τὴν θείαν μνήμην σας, ἐπιτελοῦντας, καὶ τὰς θείας
Κάρας σας, ἀσπαζομένους εὐλαβῶς, παντὸς κινδύνου λυτρώσατε, ταῖς σαῖς
πρεσβείαις, Ἀββάδες πολύαθλοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ σκέπῃ ἄχραντε, τῇ Σῇ παρθένε, προσφυγόντες
ἅπαντες, δεόμεθά Σου ἐκτενῶς, μὴ διαλίπῃς πρεσβεύουσα, τῷ Φιλανθρώπῳ, σωθῆναι
τοὺς δούλους Σου.
Οἱ Ἀναβαθμοί,
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ
τῶν κοιτῶν αὐτῶν.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον,
ζήτει εἰς τὸν Ὄρθρον τῆς ἑορτῆς τοῦ Ἁγίου Γεωργίου, ΚΓ΄ Ἀπριλίου.
Ὀ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ὁσιοάθλων πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Σήμερον ἡ Παλαιστίνη ἑορτάζει, τῶν ἐν αὐτῇ
ἀνατειλάντων, δίκην ἀστέρων φαεινῶν, Ἁγίων τὴν μνήμην, καὶ πᾶσαν τὴν Ἐκκλησίαν
συγκαλεῖ, βοῆσαι αὐτοῖς· Χαίρετε Πατέρες σεβάσμιοι, οἱ ἐν ἀσκήσει τὸν δόλιον
καταβαλλόντες, ἐν τῇ Μονῇ τοῦ θείου Σάββα,
ἐν ἀθλήσει δέ, τὰ θράση τῶν τυράννων πατήσαντες, χαίροντες τῷ θρόνῳ τοῦ Χριστοῦ
ἀνήλθετε, ὡς ἔχοντες οὖν παῤῥησίαν, πρὸς Αὐτὸν μακάριοι, πρεσβεύσατε ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Οἱ Κανόνες·
τῆς Παναγίας· καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων: Ὕμνοις
γεραίρω Μάρτυρας μονοτρόπους. Στεφάνου
Σαββαΐτου.
ᾨδὴ α' Ἦχος πλ. δ'. Ὁ Εἱρμός ᾎσμα ἀναπέμψωμεν λαοί.
Ὕμνοις τὴν θεόπνευστον πληθύν, τῶν ἱερῶν Μαρτύρων σου,
ποθοῦντι εὐφημῆσαι, Χριστὲ μοι οὐρανόθεν, παράσχου φῶς γνώσεως, τούτων ταῖς
ἱκεσίαις, ἵνα μέλψω θεόφθεγκτον ᾆσμα.
Νόμῳ τῷ τοῦ Πνεύματος σοφοί, τὰ μέλη κυβερνήσαντες,
ἡμῶν καὶ τὰς αἰσθήσεις, ναοὶ ἡγιασμένοι, Θεοῦ ἀνεδείχθητε, Μάρτυρες θεοφόροι·
ἐν ὑμῖν γὰρ Χριστὸς ἐνηυλίσθη.
Ὄλβον τὸν φθειρόμενον ἐν γῇ, καταλιπόντες Ἅγιοι, καὶ τὰ
τερπνὰ τοῦ βίου ὡς ὄναρ παριδόντες, Χριστοῦ ᾑρετίσασθε, τὴν μὴ σαλευομένην
Βασιλείαν, ἧς νῦν ἐμφορεῖσθε.
Θεοτοκίον
Κλῖμαξ ἀνεδείχθης μυστική, ἥν, Ἰακὼβ τεθέαται, ὁ
ἐκλεκτὸς τοῦ Θεοῦ ἐξ ἧς ἀῤῥήτῳ λόγῳ, προῆλθεν ὁ ἄσαρκος, σάρξ ἀτρέπτως ὑπάρξας,
ὑπὲρ λόγον ἐκ σοῦ Θεοτόκε.
ᾨδὴ γ' Ὁ Εἱρμός Οὐρανίας ἁψῖδος
Ἱερεύσαντες ὅλον, τὸν ἑαυτῶν Ἅγιοι, βίον ἀκηλίδωτον
ὅλως, τῷ παντεπόπτῃ Θεῷ, προσενηνόχατε, ὁλοκαυτώματα θεῖα, ἑαυτοὺς καὶ τέλειον,
στέφανον ἤρασθε.
Σάββα τοῦ
Θεοφόρου, ὡς φοιτηταὶ γνήσιοι, τὴν ἐκ τῶν
θορύβων ποθήσαντες ἀναχώρησιν, ἀνεπιστρόφως ὁδόν, τὴν τεθλιμμένην πατοῦντες,
πρὸς ζωὴν ἐφθάσατε, τήν ἀτελεύτητον.
Γεωργήσαντες σπόρον, τὸν ἐν ὑμῖν Ὅσιοι, ἐγκαταβληθέντα
τοῦ λόγου, καὶ τῶν δακρύων ῥοαῖς, ἄγαν ἀρδεύοντες, ἑκατοστεύοντα στάχυν, τῷ Θεῷ
προσάγετε, καρποφορήσαντες.
Θεοτοκίον
Ἐνοικήσας Παρθένῳ σωματικῶς Κύριε, ὤφθης τοῖς
ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῆ Θεοτόκον, καὶ
πιστῶν βοήθειαν, μόνε φιλάνθρωπε.
Κάθισμα Ἦχος πλ. δ'. Τὸ προσταχθὲν
Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους,
ἀπονεκρώσαντες ὁρμάς, καὶ τὰς κινήσεις, Ἀσκηταὶ θεόληπτοι, ἑπόμενοι κατ' ἴχνος,
τῷ πάντα τεκτηναμένῳ μόνῳ Θεῷ, καθάπερ δεκτὴ θυσία καὶ ἱερά, προσηνέχθητε
σφάγια, διὰ χειρὸς βαρβαρικῆς, τυπτόμενοι σφαττόμενοι, καὶ βιαίως κοπτόμενοι.
Θεοτοκίον
Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν
ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω δυνάμεσι, καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς
Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους
συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.
ᾨδὴ δ' Ὁ Εἱρμός Ἐπέβης ἐφ ἵππους
Ἐρήμῳ ἀνίκμῳ, ἐγκαρτεροῦντας ὁρῶν ὁ ἐχθρός, ἀρεταῖς τε
ποικίλαις ἐμπρέποντας, τοὺς ἀηττήτους Μάρτυρας, ἐπυρπολεῖτο δεινῶς, τῷ φθόνῳ
βεβλημένος, καὶ πρός παρατάξεις ἐτρέπετο.
Ῥιζώσας τὴν πλάνην, ἐν τοῖς ἰδίοις αὐτοῦ μαθηταῖς, πρὸς
ἀλληλοφονίαν ἠρέθισε, τὰ τῶν βαρβάρων φῦλα ὁ Δράκων ὁ δόλιος, δι' ὧν καὶ τῆς
ἐρήμου, ἐξῶσαι τούς Ὁσίους ἠπείγετο.
Ἀγρίως τὰ κύκλῳ, περιλαβὼν ὡς ἐπόθησε, φυγαδεῦσαι μὲν
τούτους, οὐκ ἴσχυσε τοὺς ἀηττήτους, ὁ τῶν Δικαίων ἀντίπαλος, νικηθεὶς δ'
ἀοράτως, ὀφθαλμοφανῶς ἐπεστράτευσεν.
Ἰοῦ καὶ μανίας, ἐμπεπλησμένος ἐφώρμησε, σὺν τοῖς
ὑπασπισταῖς ὁ ἀρχέκακος, θηριωδῶς δὲ τοῖς μακαρίοις ἐφήλατο, καὶ πληγαῖς
ἀνηκέστοις, αἵματος λιβάδας ἐξέχεε.
Ῥεούσης ἀπῄτουν, ὕλης χρυσίου φθαρτοῦ θησαυρός, οἱ τῇ
γῇ τὰς ἐλπίδας ἐρείσαντες, οἱ δὲ γενναῖοι ἐν οὐρανοῖς ἀναθέμενοι, τὰς ἐλπίδας
ἐβόων· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὡς θῆρες ῥοπάλοις, ἀνηλεῶς καὶ τοῖς ξίφεσι, τοὺς Ὁσίους
καὶ λίθοις ᾐκίζοντο, τοὺς σφῶν προκρίτους καταμηνύειν κελεύοντες, ἀλλ' ἀνένευον
πάντες, νόμῳ τῆς ἀγάπης νευρούμενοι.
Θεοτοκίον
Παρθένε καὶ Μήτηρ, σὺ Ἀποστόλων καλλώπισμα, καὶ
Μαρτύρων Ἁγίων κραταίωμα, καὶ τῶν Ὁσίων καύχημά τε καὶ διάσωσμα, τῶν πιστῶς
μελῳδούντων· Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε' Ὁ Εἱρμός Ἵνα τὶ με ἀπώσω
Μυηθέντες ἀγάπης, Σῶτερ, τὸν θεσμὸν τῆς τελείας οἱ
Ὅσιοι, καὶ πεπαιδευμένοι, ὑπὸ σοῦ τὰς ψυχὰς προετίθεσαν, ὑπὲρ τῶν ἰδίων, φίλων,
τὸ σὸν ὑπὲρ ἀνθρώπων, ἐθελούσιον πάθος μιμούμενοι.
Ἄγαν ὑπὲρ τὴν φύσιν, τὴν ἐκ θελημάτων σαρκὸς
γεννηθεῖσαν Χριστέ, τὸ διάταγμά σου, τοῦ θανάτου ἐφάνη στεῤῥότερον· τῷ γὰρ σῷ
στοιχοῦντες, Νόμῳ θανεῖν ὑπέρ τῶν φίλων, εὐκλεῶς οἱ Θεόφρονες εἵλοντο.
Ῥαντισθέντες ὑσσώπῳ, διὰ τοῦ Βαπτίσματος τῷ νοητῷ τὰς
ψυχάς, τοῖς οἰκείοις αὖθις, ἐῤῥαντίσθητε αἵμασιν Ὅσιοι· ἐν φορᾷ πυρὸς δέ, οἷα
χρυσὸς δοκιμασθέντες, προσηνέχθητε θῦμα εὐῶδες Χριστῷ.
Θεοτοκίον
Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη
Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην,
Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
ᾨδὴ ς' Ὁ Εἱρμός Πρὸς τὸν δυνάμενον σῴζειν με Κύριον
Τὰς ἀπειλὰς τῶν τυράννων οὐκ ἔπτηξαν, οἱ θεράποντες
Χριστοῦ· τὸν βίον γὰρ διηνεκῶς μελέτημα, τοῦ θανάτου προκατέστησαν.
Ὑπονοοῦντες πλουτεῖν τοὺς ἀκτήμονας, ἀφειδῶς οἱ ἀσεβεῖς
ἐκόλαζον, τοὺς τὰ φθαρτὰ μὲν ῥίψαντας, κτησαμένους δὲ τὰ ἄφθαρτα.
Ῥώμην ἀνίκητον ἀμφιασάμενοι, τοῦ Χριστοῦ οἱ Ἀθληταὶ
ἐτρέψαντο, τοῦ νοητοῦ ἀλάστορος, καὶ βαρβάρων τὰ φρυάγματα.
Θεοτοκίον
Ὡς ἐπὶ κούφης νεφέλης ἐλήλυθεν, ἐπὶ σοὶ ὁ βασιλεύων
Κύριος, τοῦ καθελεῖν Αἰγύπτια, χειροποίητα Πανάμωμε.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ἁγίων Πατέρων τὸ θεῖον σύστημα, ἡ Παλαιστίνη γεραίρει
δοξάζουσα, καὶ τούτων τιμῶσα τὴν ἄθλησιν, ἐπιβοᾶται αὐτῶν τὴν ἀντίληψιν,
στηρίγματα ταύτης γὰρ πέλουσι.
Ὁ Οἶκος.
Ὡς ἀστέρες ἀνίσχουσι πάμφωτοι,
τοῦ ἀδύτου Ἡλίου τὴν ἔλλαμψιν, φρυκτωροῦντες τοῖς ἐν γῇ, καὶ λαμπρύνουσι ψυχάς,
καὶ τὰς καρδίας τῶν πιστῶν, οἱ ἐν Παλαιστίνῃ Ἅγιοι, ἀθλήσει καὶ ἀσκήσει
δοξάσαντες Χριστόν. Οὗτοι γὰρ οἱ μακάριοι, Ἀσκηταὶ ἔνδοξοι ἀθλήσαντες, καὶ
ποικίλοις πόνοις τὴν εὐσέβειαν κρατύναντες, ἐν ταῖς λαμπρότησι τῶν Ἀγγέλων, τῷ
θρόνῳ τοῦ Θεοῦ, ἐν πόλει δὲ ἁγίᾳ, ὁμοῦ συναγάλλονται, ὡς ἀδελφοὶ τοῦ Κυρίου,
καὶ κληρονόμοι Αὐτοῦ. Διὸ καὶ παρ’ ἡμῶν ἀξιοχρέως νῦν γεραίρονται, διαδήμασι
κοσμούμενοι, καὶ στεφάνοις θείοις στεφόμενοι. Μονὴ
δὲ θείου Σάββα τούτους πλουτοῦσα, ἐξαιρέτως γεραίρει, στηρίγματα ταύτης
γὰρ πέλουσι.
Συναξάριον
Τῇ Κ' τοῦ αὐτοῦ μηνός,
Μνήμη τῶν Ἁγίων Ἀββάδων τῶν ἀναιρεθέντων ὑπὸ τῶν
Μαύρων ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα τοῦ Ἡγιασμένου.
Διπλοῦς στεφάνους χειρὸς ἐκ τοῦ Κυρίου,
Πόνων χάριν δέχεσθε καὶ τῶν αἱμάτων.
Εἰκάδι Ἀββάδες ἐκ χθονὸς οὐρανὸν ἤλυθον
εὐρύν.
Οὗτοι, ἐκ διαφόρων τόπων
συναθροισθέντες, καὶ τῇ Μονῇ τοῦ Ἁγίου Σάββα
προσκαθεζόμενοι, ἐν ἀσκήσει πολλῇ, καὶ καλῇ πολιτείᾳ τὸν Θεὸν ἐθεράπευον. Ἀλλ’
ὁ βασκαίνων καὶ φθονῶν διάβολος, καὶ μάλιστα τοῖς ἐν ἀρεταῖς, ἐξήγειρεν ἐπ’
αὐτοὺς ἀθέους Αἰθίοπας, ἐλπίζοντας πλούτου περιουσίαν λαβεῖν. Ὡς δὲ ἀπελθόντες
οὐδὲν εὗρον τοὺς μὲν ἀποκεφαλίσαντες, τοὺς δὲ διχοτομήσαντες, ἄλλους δὲ
κατακεντήσαντες, καὶ τὰ αἵματα αὐτῶν ἐκχέαντες, καὶ διαφόρως ἀνελόντες,
ἀπέκτειναν. Οἱ δὲ Ὅσιοι εὐχαριστοῦντες, παρέδωκαν τὰς ψυχὰς αὐτῶν τῷ Κυρίῳ,
ἀπολαβόντες τὴν αἰώνιον καὶ μακαρίαν ζωὴν τῆς Βασιλείας τῶν Οὐρανῶν, δι’ ἣν
τούς τε ἀγῶνας τῆς ἀσκήσεως, καὶ τὸ μαρτύριον τῆς ἀθλήσεως προθύμως ὑπέμειναν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Νικήτα, Ἐπισκόπου Ἀπολλωνιάδος.
Ὑπὲρ
τύπου σοῦ δεινὰ Νικήτας φέρων,
Νῦν
Σὸν πρόσωπον Χριστέ, ἐν πόλῳ βλέπει.
Οὗτος, ἐν τῷ καιρῷ τῶν
Εἰκονομάχων ὑπῆρχεν ἐπίσκοπος Ἀπολλωνιάδος, οὐ μόνον πιστὸς καὶ εὐλαβὴς καὶ
ὀρθοδοξότατος, ἀλλὰ καὶ ἐλεήμων καὶ συμπαθής, πολὺς τὴν γνῶσιν, πολὺς τὸν
λόγον. Ὅθεν ἀναγκασθεὶς ἀρνήσασθαι τὴν προσκύνησιν τῶν Ἁγίων Εἰκόνων, καὶ μὴ
πεισθείς, ἐξορίαις καταδικάζεται, καὶ πειρασμοῖς ἀνυποίστοις καθυποβάλλεται,
ἐφ’ οἷς νοσήσας δεινῶς, παρέθετο τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Ἑπτὰ Μαρτύρων γυναικῶν, τῶν ἐν Ἀμινσῷ,
Ἀλεξανδρείας, Κλαυδίας, Εὐφρασίας, Ματρώνης, Ἰουλιανῆς, Εὐφημίας, καὶ
Θεοδοσίας.
Δηλοῖ γυναικῶν τῶν πεπυρπολημένων,
Ἀριθμὸς ἑπτὰ παρθένος τῶν Παρθένων.
Αὗται ὑπῆρχον ἐπὶ τῆς
βασιλείας Μαξιμιανοῦ τοῦ δυσσεβοῦς, ὑφ’ οὗ, διωγμοῦ κινηθέντος μεγάλου κατὰ τῶν
Χριστιανῶν, πᾶσα ἡλικία τῶν τὸν Χριστὸν ὁμολογούντων διαφόροις βασάνοις καὶ
ποικίλοις θανάτοις ἐξεκόπτετο. Ἐπεὶ δὲ ἐν Ἀμινσῷ τῇ πόλει τὸ αὐτὸ ἐπετελεῖτο
παρὰ τοῦ ἄρχοντος τῆς πόλεως, καὶ αὗται αἱ ἑπτὰ πεπαῤῥησιασμέναι ἔστησαν
ἐνώπιον αὐτοῦ, καὶ Χριστιανὰς ἑαυτὰς ὁμολογήσασαι, καὶ τὸν ἄρχοντα ὠμὸν καὶ
ἀπάνθρωπον, καὶ ἐχθρὸν τῆς ἀληθείας ἀποκαλέσασαι, πρῶτον μὲν ἐκδυθεῖσαι
ῥαβδίζονται, ἔπειτα τοὺς μαστοὺς ξίφει ἐκκόπτονται, μετὰ δὲ ταῦτα κρεμασθεῖσαι
ξεόνται, ἄχρι καὶ τῆς διαφανείας τῶν ἐγκάτων αὐτῶν, καὶ τελευταῖον εἰς κάμινον
πυρὸς ἐμβληθεῖσαι, παρέδωκαν τὰς ψυχάς των τῷ Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ῥοδιανός, ξίφει τελειοῦται.
Ὁ Ῥοδιανός, ὡς ἐρυθρόν σοι ῥόδον,
Χριστὲ προσήχθη, τὸ σῶμα βεβαμμένος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀκύλας ὁ Ἔπαρχος, ξίφει τελειοῦται.
Ἄμωμον ἱερεῖον ὤφθης Ἀκύλα,
Τμηθεὶς ἀμώμῳ Δεσπότῃ διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Λολλίων, πυγμαῖς βαλλόμενος τελειοῦται.
Ὁ Λολλίων ἕστηκε τὰς πυγμὰς φέρων,
Καὶ μὴ στεναγμόν, μηδὲ μυγμὸν ἐκφέρων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἐμμανουήλ, ξίφει τελειοῦται.
Ξίφει χεθήτω, κἂν κοτύλη φησὶ μοι,
Ἐμμανουὴλ πέφυκεν αἵματος μία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μύρων ὁ Κρῆς, μαρτυρήσας ἐν Κρήτῃ κατὰ τὸ ᾳψυγ΄
(1795), ἀγχόνῃ τελειοῦται.
Μύρον
νοητὸν ὡράθης ἐξ ἀγχόνης,
Μύρων
Ἀθλητά, δόξα Κρήτης καὶ κλέος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κουθβέρτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Εὐφροσύνου τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Σεϊμβλά.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Ὁ Εἱρμός Οἱ τῆς Χαλδαίας καμίνου
Ἀπηνεώθησαν ἄμφω, τὰ πολέμια τῶν ἐναντίων στίφη, τῶν
ὁρωμένων καὶ ἀοράτων, ἐν τοῖς αἰκισμοῖς καθορῶντες τοὺς Μάρτυρας, ὑμνολογοῦντας·
Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Σοὶ τῷ Χριστῷ νυμφευθέντες, καὶ τῷ ἔρωτί σου
τιτρωσκόμενοι, τοῦ μόνου ὄντως ἠγαπημένου, γένος καὶ πατρίδα καὶ πλοῦτον
ἠθέτησαν, οἱ πρόσφυγές σου ὦ Λυτρωτά, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Μιαιφονία βαρβάρων, οὐ μετέστησε τοὺς ἐραστάς σου
Χριστέ, τῆς ἐν ἐρήμῳ θεολατρίας· τοὺς γὰρ ἀναιροῦντας τὸ σῶμα οὐκ ἔπτηξαν, τὰς
σὰς κατέχοντες ἐντολάς, ὡς ἀκράδαντον θεμέλιον.
Ὅλον πρὸς σὲ μεταθέντες, ἐκ τοῦ κόσμου τὴν ἐπιθυμίαν
Χριστέ, θυμὸν δὲ κατὰ τῆς ἁμαρτίας μόνης ἀνθοπλίσαντες, σοὶ εὐηρέστησαν πανσόφῳ
χρώμενοι λογισμῷ, οἱ θεράποντές σου Κύριε.
Νόμον θεόγραφον ἔνδον, ἐν πλαξὶ τῶν καρδιῶν ὑμῶν,
θεόθεν Μάρτυρες δεδεγμένοι, ἕνα ἐν Τριάδι Θεὸν ἐκηρύττετε, αὐτῷ βοῶντες·
Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἐν τῷ φωτὶ τοῦ Κυρίου, πορευόμενοι, δεῦτε ὑμνήσωμεν,
τὴν θείαν πύλην τοῦ Βασιλέως, τῶν βασιλευόντων, Μαρίαν τὴν ἄχραντον, τὴν
Θεοτόκον ὡς ἀληθῶς, καὶ ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ η' Ὁ Εἱρμός. Ἀσεβείας ὄργανα ἅλιον μέλος
Οὐρανίαις τάξεσιν ἡμιλλημένοι, οἱ ἰσάγγελοι ὁλονύκτοις,
ἐν ἀγρυπνίαις ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὸν Σταυρὸν ἀράμενοι σοὶ τῷ Δεσπότῃ, ἠκολούθησαν
ὁλοψύχως, οἱ Μάρτυρες ψάλλοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Ῥάβδοις συνθλαττόμενοι, λίθων νιφάδας, ὑφιστάμενοι οἱ
Πανόλβιοι, ἀρετῆς ἀντείχοντο· Ὑμνεῖτε βοῶντες τὰ ἔργα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁλοτρόπως σῶμά τε ψυχὴν καὶ πνεῦμα, καθηράμενοι οἱ
Μακάριοι, τῷ Χριστῷ ἀνέμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οἱ διττὴν ὑπόστασιν σὲ βλασφημοῦντες, τὸν ἀμέριστον
αἰσχυνέσθωσαν, ὡς τετράδα σέβοντες· ἡμεῖς γὰρ σε ἕνα τῆς θείας, Τριάδος
προσκυνοῦμεν.
ᾨδὴ θ' Ὁ Εἱρμός Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός
Ποικίλως γυμνασθέντες οἱ Ἀθληταί, καὶ νικήσαντες τοῦ
κοσμοκράτορος, τὰς μηχανάς, ᾔσχυναν ἀνδρείως καὶ εὐσεβῶς, βαρβαρικὴν ἀπόνοιαν,
τούτων ὑπομείναντες τὰς ὁρμάς· διὸ καὶ τοὺς στεφάνους, διπλοῦς ἐκ τοῦ δικαίου,
Ἀγωνοθέτου ἐκομίσαντο.
Ὁ παῖς καὶ ἐν σπηλαίοις ἀσκητικῶς, τὴν ζωὴν διελθόντες
Μακάριοι, ἄντρου στενοῦ, χάσματι καθείρχθητε ἀφεγγεῖ, πεφοινιγμένοι αἵμασι,
καύσει τε πυρὸς καὶ τῇ ἐκ καπνοῦ, δεινῶς ἀποσμυχούσῃ, ἀτμίδι ἐκπνιγέντες,
τροπαιοφόροι ἀπεφάνθητε.
Ὑμνοῦμεν τοὺς ἀγῶνας ὑπερφυῶς, οὓς πρὸς τὴν ἁμαρτίαν
ἠθλήσατε, νεανικῶς, ἀντικαθιστάμενοι τοῦ Χριστοῦ, ὡς στρατιῶται ἔνδοξοι· καὶ
γὰρ ἑνικήσατε εὐκλεῶς, καὶ νῦν παρεστηκότες, σὺν τάγμασι Ἁγίων, τῷ πανυψίστῳ
ἡμῶν μέμνησθε.
Σὺν Σάββᾳ τῷ Πατρὶ καὶ Καθηγητῇ, ὡς ἀνόθευτα τέκνα
Μακάριοι, ἐν οὐρανοῖς, αἴγλης ἐμφορούμενοι τριλαμποῦς, ὑπὲρ ἡμῶν πρεσβεύσατε,
τῶν συμφοιτητῶν τε καὶ ὑμνητῶν, εἰρήνην δωρηθῆναι, κοινῶς ταῖς Ἐκκλησίαις, καὶ
σωτηρίαν ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ὀφρὺν καὶ θράσος ἅμα τῶν δυσμενῶν, ὁ τεχθεὶς ἐκ
Παρθένου κατάβαλε, καὶ τὰς βουλάς, τῶν κακοδοξούντων Δημιουργέ, τῶν δὲ πιστῶν
τὸ σύστημα, στήριξον ἀκράδαντον ὡς Θεός, τὸ κέρας ἀνυψώσας, καὶ πίστει
κραταιώσας, ἵνα σε πάντες μεγαλύνωμεν.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικοῖς παλαίσμασιν,
εὐαρεστήσατε θεῖοι, τῷ Πανοικτίρμονι Λόγῳ, ἀθλητικαῖς ἀριστείαις, τὸ ὄνομα
δοξάσαντες, Πατέρες παναοίδιμοι, διὸ δόξης τῆς κρείττονος, κληρονόμοι
ἐδείχθητε, ὑπὲρ ἡμῶν πρεσβεύοντες.
Θεοτοκίον.
Θεὸν τὸν Ὑπερούσιον,
ὑπερφυῶς κυήσασα, ἐν ἀνθρωπίνῃ οὐσίᾳ, Θεοχαρίτωτε Κόρη, δι’ ἄκραν ἀγαθότητα,
τὸν κόσμον ἀναπλάττοντα, ἀνάπλασιν σωτήριον, παράσχου νῦν τῇ ψυχῇ μου, ἐκ
παραπτώσεων πλείστων.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ
παραδόξου θαύματος.
Ὁσιομάρτυρες ἔνδοξοι, οἱ
τὸν Δεσπότην Χριστόν, ἐκ ψυχῆς ἀγαπήσαντες, καὶ Αὐτὸν ἠκούσατε, ἀσκητικῶς
μακάριοι, ἐν μέσῳ τῆς ἐρήμου βιώσαντες, τῇ ἀθλήσει δέ, τὸ τοῦ ἀλάστορος, κράτος
βυθίσαντες, ὅθεν παναοίδιμοι, πρεσβεύσατε, τῷ ἀθλοθέτῃ Θεῷ, ὑπὲρ τῶν δούλων
Σου. (Δίς)
Ὁσιομάρτυρες ἔνδοξοι,
ἀσκητικῶς τοῦ Χριστοῦ, ἀνεδείχθητε ἔσοπτρα, Μονὴ τοῦ θείου Σάββα, ἀγῶσιν
ἐλαμπρύνατε, ὡς φωστῆρες εὐκλεεῖς μακάριοι, μαρτυρικῶς δέ, τῶν τυράννων θράση,
καταπατήσαντες, τῷ Χριστῷ πρεσβεύετε ὑπὲρ ἡμῶν, ἄφεσιν δωρούμενος, καὶ θεῖον
ἔλεος.
Ὁσιομάρτυρες ἔνδοξοι, τὸν
Ζωοδότην Χριστόν, παῤῥησία κηρύξαντες, καὶ Αὐτὸν δοξάσαντες, ἀσκητικῶς
πανεύφημοι, ἐν Μονῇ θείου Σάββα βιοῦντες, ἀθλητικῶς δέ, τὴν κακίαν πᾶσαν,
καταδικάσαντες, τῷ Χριστῷ πρεσβεύετε ὑπὲρ ἡμῶν, ὅπως ὁ Φιλάνθρωπος, ἵλεως
γένοιτο.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ἰσάγγελον βίον
πολιτευσάμενοι, πόνοις ἀσκητικοῖς, Πατέρες Ὅσιοι, ἐγκρατείᾳ τὸ σῶμα
δουλαγωγήσαντες, καθυπετάξατε τῷ Πνεύματι, ἐργάται γενόμενοι τῶν ἐντολῶν τοῦ
Κυρίου, τὸ ἀρχέτυπον κάλλος τῆς Εἰκόνος ἐφυλάξατε καὶ ἀθλητικοὺς ἀγῶνας, ἐκ τῶν
ἀσκητικῶν ἱδρώτων διηνύσατε καὶ διπλοῖς στεφάνοις κατακοσμηθέντες, ἐκτενῶς τὸν
Σωτῆρα ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίρει θείου Σάββα σεπτὴ
Μονή, ἔχουσα προστάτας, τοὺς Πατέρας τοὺς εὐκλεεῖς, οἱ τῷ μαρτυρίῳ, Χριστῷ
συμβασιλεύουν, πρεσβεύοντες ἀπαύστως, ἡμᾶς λυτρώσηται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου