ΚΥΡΙΑΚΗ ΠΕΝΤΗΚΟΣΤΗΣ
ΜΕΓΑΛΥΝΑΡΙΑ
Τοῦ α’ Κανόνος. Ἦχος βαρύς.
Ἀκατάληπτον ὄντως, Ἀγγέλοις
καὶ ἀνθρώποις, Μητροπάρθενε Κόρη, τοῦ Τόκου Σου τὸ ξένον.
Ἀναφαίρετον χάριν, τοῦ
Πνεύματος τοῦ Ἁγίου, ἐδέξω σὺν Ἀποστόλοις, πανύμνητε Θεοτόκε.
Βασιλευόντων Ἄναξ, καὶ
Κύριός τε κυρίων, ὁ Παράκλητος πέλων, κατῆλθεν Ἀποστόλοις.
Γηγενῶν ἅπαν γένος, τοῦ
σῶσαι θέλων ἐκ πλάνης, πυρίνων γλωσσῶν εἴδει, ὁ Παράκλητος ἦλθεν.
Δόξα τῇ Σῇ κενώσει, Υἱὲ τοῦ
Θεοῦ Παντάναξ, Παράκλητον γὰρ ἄλλον, ἀπέστειλας τοῖς δούλοις.
Ζωὴ τῶν ζώντων πέλον, τὸ
Πανάγιον Πνεῦμα, ζωὴν πᾶσι βραβεύον , Ἀποστόλοις κατῆλθεν.
Ἡ ὑπεράρχιος φύσις,
ἀχωρίστως τὸ Πνεῦμα, τοῖς θείοις Ἀποστόλοις, οὐρανόθεν κατῆλθεν.
Τοῦ β’ Κανόνος. Ἦχος δ΄.
Ἀπόστολοι, τὴν χάριν τοῦ
Παρακλήτου, λαβόντες ἀνεκήρυξαν, τον ἐκ Σοῦ σαρκωθέντα, Πανάχραντε Θεὸν Λόγον.
Ἀπόστολοι σὺν τῇ Μητρὶ τοῦ
Κυρίου, πλησθέντες ἐκ τῆς χάριτος, τοῦ Πνεύματος τοῦ Ἁγίου, ἐλάλουν ἐν ξέναις
γλώσσαις.
Ἀπόστολοι, τὴν χάριν τοῦ
Παρακλήτου, λαβόντες ἐσοφίσθησαν, καὶ ξέναις γλώσσαις ἐλάλουν, καθὼς τὸ Πνεῦμα
ἐδίδου.
Ἀπόστολοι, τοῦ Πνεύματος
θείαν χάριν, λαβόντες γῆς τὰ πέρατα, ὡς ἀστραπαὶ φωτὸς θείου, ἐνέπλησαν
παραδόξως.
Ἀπόστολοι, λαβόντες ἐξ
ὕψους χάριν, ἐνθέως ἠλλοιώθησαν, καὶ ἐν τοῖς ἔθνεσι πᾶσι, ἐλάλουν ἐν ξέναις
γλώσσαις.
Ἀπόστολοι, τοῦ Πνεύματος τῇ
δυνάμει, φωστῆρες ἀνεδείχθησαν, καὶ φωτισμοῦ πάντα κόσμον, ἐνέπλησαν παραδόξως.
Δόξα. Τριαδικόν.
Ἀπόστολοι, τὴν χάριν
πυρίναις γλώσσαις, λαβόντες ἀνεκήρυξαν, Πατέρα καὶ τὸν Υἱόν τε, καὶ τὸ Πανάγιον
Πνεῦμα.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπόστολοι, τὴν χάριν τὴν
ἐκχυθεῖσαν, τοῦ Πνεύματος δεξάμενοι, Μητέρα Σε καὶ Παρθένον, ἐκήρυξαν Θεοτόκε.
ΕΤΕΡΑ ΜΕΓΑΛΥΝΑΡΙΑ ΠΕΝΤΗΚΟΣΤΗΣ
Ἦχος βαρύς.
Ἀπόστολοι, τὴν χάριν τοῦ
Παρακλήτου, ὁρῶντες ἐξεπλήττοντο, ἑτέραις γλώσσαις λαλοῦντες, καθὼς τὸ Πνεῦμα
ἐδίδου.
Ἀπόστολοι, τὴν χάριν τοῦ
Παρακλήτου, λαβόντες ἐσοφίσθησαν, καὶ ξέναις γλώσσαις ἐλάλουν, τὰ τοῦ Θεοῦ
μεγαλεῖα.
Ἀπόστολοι, τὸ Πνεῦμα
πυρίναις γλώσσαις, λαβόντες γῆς τὰ πέρατα, ὡς ἀστραπὰς φωτὸς θείου, ἐνέπλησαν
παραδόξως.
Θεοτοκίον.
Ἀπόστολοι, Μητέρα καὶ
Παρθένον, τρανῶς Σὲ ἀνέκηρυξαν, ἡμεῖς δὲ Παρθενομῆτορ, κηρύττομεν Θεοτόκον.
Ἕτερα. Ἦχος δ΄.
Ἄγγελοι καὶ ἄνθρωποι
ἀνυμνοῦμεν, τρισὶν ἐν ὑποστάσεσιν, ἕνα Θεὸν ὁμοφώνως, Πατέρα Υἱὸν καὶ Πνεῦμα.
Ἄγγελοι καὶ ἄνθρωποι
μελῳδοῦντες, τὸν ὕμνον τὸν Τρισάγιον, ὦ Τρισαγία Θεότης, ὑμνοῦμέν Σε γηθοσύνως.
Πάτερ ἀγέννητος τῇ Οὐσίᾳ,
Υἱὲ γεννητὲ Πατρὶ συνάναρχε, καὶ τὸ Πανάγιον Πνεῦμα, σῶσον ἡμᾶς τοὺς σοὺς
δούλους.
8.1!! ΠΕΝΤΗΚΟΣΤΗ ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Λιτή. Στιχηρὰ ἰδιόμελα.
Ἦχος β΄. Νικολάου Μαλαξοῦ. Ὄτε πρὸς αὐτὸν ἐρχόμενον ὁ Πρόδρομος.
Ὅτε
πρὸς αὐτὸν ἐρχόμενον, τῶν μυστῶν ὁ χορός, τὸ θεῖον Πνεῦμα ἐβόα θεωρῶν· Ἴδε ἡ
ἐκπλήρωσις τῆς θείας, παραγέγονε νῦν φωνῆς· Ἰδοὺ ἄλλος ἡμῖν παράκλητος,
ἐπεδήμησεν ἐπὶ γῆς, ὡς προέ-φησεν ὁ Χριστός, δι᾿ ἄφατον ἔλεος· καὶ ἀντὶ νόμου
χάριν ἐπισφραγίζεται· ἀντὶ πλακῶν δὲ καρδίας ἐγκαινίζεται, διὰ τῆς χάριτος τῆς
θείας παρουσίας αὐτοῦ· λοιπὸν δεῦτε συμφώνως, αὐτὸ δοξολογήσωμεν, σὺν Πατρὶ καὶ
Υἱῷ ὡς συνάναρχον.
Ἕτερον.
Ἦχος πλ. β΄. Τοῦ αὐτοῦ. Σήμερον ἡ ψαλμικὴ προφητεία.
Σήμερον
δεσποτικὴ προθεσμία, πέρας λαβεῖν ἐπείγεται· Ἰδοὺ γὰρ ἐγώ, φησὶ Χριστός, ὦ
μύσται μου, ἀποστελῶ Πατρὸς τὴν ἐπαγγελίαν· ὑμεῖς δὲ νῦν ἐν τῇ πόλει, ὁμοῦ
καθίσατε Ἰερουσαλήμ, ἕως οὗ ἐξ ὕψους ἐνδύσησθε δύναμιν, ἵνα ὑμεῖς προγονικῆς
δι᾿ αὐτῆς ἀκαθαρσίας, λυτρωσάμενοι κόσμον φωτίσητε.
Ἕτερον. Ἦχος βαρύς. Τοῦ
αὐτοῦ. Θάμβος ἦν κατιδεῖν τὸν οὐρανοῦ καὶ γῆς ποιητήν.
Θάμβος
ἦν κατιδεῖν τὸ πᾶσαν δύναμιν οὐρανῶν, Πνεῦμα Θεοῦ στερεῶσαν, ἤχῳ πνοῆς βιαίας
καὶ γλώσσαις ἐν πυρίναις, ἐρχόμενον ὑψόθεν· καὶ χορεῖαι νόων ἐξεπλήττοντο, καὶ
δῆμοι βροτῶν, μεθ᾿ ὧν προσκυνοῦμέν σε· σῶσον ἡμᾶς.
Ἕτερον
(ἀρχαῖον). Ἦχος βαρύς.
Παράκλητον
ἔχοντες πρὸς τὸν Πατέρα, Χριστὸν τὸν Θεόν, παρά-κλητον ἄλλον ἐπιδημήσαντα τῇ γῇ
σήμερον, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐν πίστει προσκυνήσωμεν.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. δ΄ (ἀρχαῖον).
Ὅτε
τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων
παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις
ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες
ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐῤῥητόρευον· δι᾿ ὃ
καὶ ἡμεῖς βοῶμέν σοι· Ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε
δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου