Πέμπτη 12 Ιουλίου 2018

ΦΕΡΟΥΑΡΙΟΣ 24. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΘΕΡΙΣΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΔ΄!!
ΙΩΑΝΝΗΣ ΟΣΙΟΣ ΘΕΡΙΣΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς μητρὸς τὴν εὐσέβειαν, ἀσπασάμενος Ὅσιε, πατρικὴν ἀσέβειαν ἐγκατέλιπες, καὶ τὸν σταυρόν σου δεξάμενος, διέβης τὴν θάλασσαν, καὶ εἰς πόλιν εὐσεβῆ, τοῦ Κυρίου κατέφθασες, θείῳ Πνεύματι, ὁδηγούμενος· ὅθεν μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, γέγονας πίστει περίδοξος. (Δίς)

Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, φαιδρυνθεὶς θεόφρον τε καὶ μακάριε, φωστὴρ ἐδείχθης τῆς Δύσεως, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν παναοίδιμον μνήμην σου.

Ἐγκρατείας τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας, καὶ τὰς τούτου φάλαγγας ἐξεπόρθησας· διὸ τῆς νίκης ἀπέλαβες, βραβεῖα μακάριε, παρ’ Αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος· Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος β΄.
Ἀνδρειοφρόνως τελέσας τὸ ἀσκητικὸν στάδιον, τὸν δίαυλον τῶν ἀρετῶν διῆλθες προθύμως· ἐσύναξας εἰς ἀποθήκην οὐράνιον τοὺς στάχυας τῶν ἀρετῶν σου, τοὺς τῶν παθῶν θῆράς τε νεκρώσας, τὸ κατ’ εἰκόνα ἀλώβητον διέσωσας. Πνεύματος δὲ ταμίας γενόμενος, τὰ πόῤῥῳ ὡς ἑνεστῶτα προεῖδες, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πάτερ ἡμῶν Ἰωάννη. Καὶ νῦν τῷ θρόνῳ τῷ θείῳ παριστάμενος, πρεσβεύεις ἀπαύστως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Δόλος τῶν πονηρῶν, ἐχθρῶν σου θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, τὸ βάπτισμα ἐδέξω, Ἰωάννη Πάτερ Ὅσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Φέρων ἐν ταῖς χερσί, σοῦ Πάτερ τοῦ Κυρίου, Σταυρὸν τὰς τῶν ἐχθρῶν σου, ἐνέδρας καὶ διώξεις, μακάριε διέφυγες.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἤρθης ὡς Ἠλιού, ἐν ἅρματι πυρίνῳ, καὶ συνεκράσθης μάκαρ, ἀμέσως τῇ Τριάδι, Ἰωάννη ἀξιάγαστε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν Ζωοδότην, καὶ παύσαντα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος β΄.
Μωϋσέως Δαβίδ τε ὄντως τὸ πρᾷον, Φινεὲς καὶ Ἠλιοῦ τὸν θεῖον ζῆλον, τοῦ Αβραὰμ δὲ τὴν πίστιν κτησάμενος, νῦν σὺν ἐκείνοις χορεύεις γηθόμενος, Ἰωάννη πατὴρ ἡμῶν Ὅσιε, διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.













ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου γ’, δευτεροῦντες αὐτά. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὤφθης, ἀπὸ βρέφους ἀγαθήν, Πάτερ ἐκλεξάμενος ὄντως, μερίδα φίλος Θεοῦ, πατρικὴν ἀσέβειαν, ἀπαρνησάμενος, μητρικὴν δὲ εὐσέβειαν, ποθήσας ἐμφρόνως· ὅθεν συγχορεύεις νῦν, τῶν πρωτοτόκων σκηναῖς, ἔνθα μνημονεύων μὴ παύσῃ, τῶν ἐπιτελούντων σοι πόθῳ, τὸ φαιδρὸν μνημόσυνον μακάριε.

Θεῖον, προσκυνοῦντά σε σταυρόν, ἐν ταῖς Ἐκκλησίαις παμμάκαρ, ἀεὶ σχολάζοντα, καὶ φωτὸς δεικνυμένου, καὶ τῆς ἡμέρας υἱόν, οἱ τοῦ σκότους μὴ φέροντες, ἀπόγονοι βλέπειν, τύπτοντες ἐμάστιζον καὶ κατῃκίζοντο, σὲ δὲ διαφύλαττε χάρις, θεία εἰς πολλῶν σωτηρίαν, ἀξιομνημόνευτε Πατὴρ ἡμῶν.

Λόγοις, πειθαρχήσας τῆς μητρός, τὴν τῆς ἀσεβείας μητέρα, πόλιν κατέλιπες, καὶ τὴν πρὸς εὐσέβειαν, φέρουσαν ἤνυες, ἀτραπὸν παναοίδιμε, ἐν ᾗ θείῳ ζήλῳ, ὥσπερ τὸν Αἰγύπτιον, πάλαι ὁ μέγας Μωϋσῆς, οὕτως καὶ αὐτὸς κατασφάξας, τὸν ἐχθρὸν καὶ βάρβαρον κύνα, ἐκ θανάτου ἥρπασας ἀθώων ψυχάς.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸ τοῦ σεμνοῦ Βαπτιστοῦ ὡς ἐπώνυμον καὶ υἱὸν γνήσιον τῆς χάριτος, εὐφημήσωμεν Ἰωάννην τὸν Θεριστήν, τὸν συναθροίζοντα Χριστῷ θέρος πολὺ λογικὸν εἰς τὴν ἅλωνα τῆς ἀσκήσεως, καὶ δυσωποῦντα τοῦ συνάγεσθαι εἰς τὴν Χριστοῦ ἀποθήκην αἰώνιον, τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.






Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Καλαβρίας φωστήρ, ἀγωνισμάτων τὸ εὐῶδες κειμήλιον, σταυρὸν γὰρ ἐπ’ ὤμων ἄρας, καὶ νουθεσίᾳ μητρός, ἀσεβείας πόλιν ἐγκατέλιπες, ἐχθροὺς δὲ κατήσχυνας, καὶ πλησίστιος ἔφθασας, εἰς πόλιν Στύλον, ἐν ᾗ θεῖον βάπτισμα, ἀγαλλόμενος, εὐσεβῶς ἐπεπόθησας· ὅθεν σου τὸ μνημόσυνον, τελοῦντες πανευφημε, οἱ τρικυμίαις τοῦ βίου, περιστατούμενοι σώζονται, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Φλόγα, τῆς πρὸς Θεὸν ἀκλινοῦς, καὶ διαπύρου καὶ θερμῆς ἀγαήσεως, ἐξάψας τὸν οὐρανόθεν, ἀντεκομίσω πυρσόν, εὐδοκίαν θείαν σοι κομίζοντα. Θεοῦ τὴν λαμπρότητα, θεωρεῖν γὰρ ἠγάπησας, τῆς ἀληθοῦς δέ, νῦν σκηνῆς τὴν εὐπρέπειαν, καὶ τὴν ἄφραστον, καθορᾷς ὡραιότητα, ἥνπερ ἐθεμελίωσεν, ὁ Ὕψιστος Ὅσιε, καὶ κατοικίζει προθύμως, τοὺς πρὸς ἀνανεύοντας. Αὐτὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ τοῦ Προδρόμου πιστός, καὶ μιμητὴς ἀληθῶς σὺ γενόμενος, ἐδείχθης ἐν κόσμῳ Πάτερ, καταλαμπρύνων ψυχάς, τῶν πιστῶς θεόφρον προσιόντων σοι, πρὸς φῶς ὁδηγῶν αὐτούς, τὸ ἀνέσπερον Ὅσιε, καὶ ἐν τῷ ψύχει, θερμαινόμενος ἄνωθεν, θείᾳ χάριτι, διετέλεις εὐχόμενος· ὅθεν καὶ τὸν τῆς νίκης σοι, προδήλως δεδώρηται, στέφανον Πάτερ τῆς θείας, δικαιοσύνης ὁ πρύτανις· Χριστὸν Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν, Ἰωάννη Πατὴρ ἡμῶν. Διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε, καὶ Ὁσίων. Μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος β΄.
Μωϋσέως Δαβίδ τε ὄντως τὸ πρᾷον, Φινεὲς καὶ Ἠλιοῦ τὸν θεῖον ζῆλον, τοῦ Αβραὰμ δὲ τὴν πίστιν κτησάμενος, νῦν σὺν ἐκείνοις χορεύεις γηθόμενος, Ἰωάννη πατὴρ ἡμῶν Ὅσιε, διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὸν βίον εὐσεβῶς, ἐπὶ γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης, φωτίζων τοὺς ἐν πίστει σοι, προσιόντας πανεύφημε· ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην φωτίσαι, ταῖς ψυχαῖς ἡμῶν, τῶν ἀνυμνούντων σε πόθῳ, θεόφρον Πατὴρ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐν σκηναῖς οὐρανίαις ἡ καθαρά, καὶ ἀμώμων ψυχή σου χωροβατεῖ, σὺν Ἀγγέλοις Ὅσιε, καὶ σὺν πᾶσιν Ἁγίοις, καὶ ἐπὶ γῆς ἡ πάντιμος σωρὸς τοῦ λειψάνου σου, ἐκπέμπει παράδοξα, τοῖς ἐν πίστει προστρέχουσι, δόξαν ἐκομίσω, παρὰ τοῦ στεφοδότου, ἀξίαν τῶν πόνων σου, εἰληφὼς τὴν ἀντάμειψιν, Ἰωάννη μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα ὅμοιον.
Τὰ ἐπίγεια πάντα καταλιπών, καὶ ἐν κόσμῳ ὑπάρχων σωματικῷ· τῷ πνεύματι γέγονας, τοῦ Προδρόμου συμμέτοχος· τὰ γὰρ παρόντα πάθη νεκρώσας τοῦ σώματος, τῆς Τριάδος ἐδείχθης θεράπων μακάριε· ὅθεν καὶ νοσούντων, θεραπεύεις τὰ πάθη, καὶ λόγῳ τὰ πνεύματα, ἀπελαύνεις τῇ χάριτι, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι’ ὧν ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.


























Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Σοὶ τοῦ Προδρόμου τῷ ἐπωνύμῳ, κρότος. Βαρθολομαίου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. ᾎσμα ἀναπέμψωμεν.
Σῶτερ τοῦ ἐλέους ἡ πηγή, ἡ τῆς σοφίας ἄβυσσος, τῶν ἀγαθῶν ὁ δοτήρ, τὸ φῶς τὸ πρὸ αἰώνων, φωσφόροις με φώτισον τοῦ Ὁσίου πρεσβείαις, ὅπως τοῦτον φαιδρῶς ἀνυμνήσω.
Ὅλος τῇ Τριάδι παρεστώς, λελαμπρυσμένος ἔνδοξε, μετὰ Ἁγίων πάντων, τοὺς πίστει τὴν ἁγίαν τελοῦντάς σου σήμερον, μνήμην παθῶν ἀχλύος, λυτρωθῆναι δυσώπει ἀπαύστως.
Ἵνα τῆς ζωῆς τῆς ἀληθοῦς ἀξιωθῇς πανόλβιε, τὴν πατρικὴν ἐμφρόνως ἀσέβειας ἠρνήσω, καὶ πίστιν ἠγάπησας εὐσεβῆ τῆς τεκούσης, δι’ ἧς τέκνον Θεοῦ ἀνεδείχθης.
Θεοτοκίον.
Τίκτεις πρὸ αἰώνων Ὃν Πατὴρ ἀῤῥεύστως ἀπεγέννησε, Παρθένε Θεοτόκε, τῶν χρόνων ἐπ’ ἐσχάτων, Ὃν νῦν καθικέτευε ταύτην τήν Σε τιμῶσαν ποίμνην, πάσης ἀνάγκης ῥυσθῆναι.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἰωάννου Θεριστοῦ με το κλέος, δοξαζέτω. Λέοντος Στυλίτου.
ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἱλασμὸν τῶν ἐπταισμένων καὶ φωτισμόν, τῷ νοΐ παράσχου μοι προθεμένῳ ἀνυμνεῖν, ὁ Θεὸς θεράποντα τὸν Σόν, χορηγὲ τῶν ἀγαθῶν, ἡ τῆς σοφίας πηγή.
Ὡς ἀγγελικῶς βιώσας νῦν σὺν αὐτοῖς, τῇ Τριάδι Ὅσιε παριστάμενος ἡμῶν, τῶν ἐπιτελούντων σου πιστῶς, τὴν ἁγίαν καὶ φαιδράν, μνήμην μνημόνευε.
Ἄστρον ὑπέρλαμπρον ὥσπερ ἀπὸ νεφῶν, τῶν ἀπίστων ἔφανας, ἐδαδούχησας ἡμᾶς· ζῶν καὶ μεταστὰς εἰς οὐρανούς, ἀλλὰ πρέσβευε καὶ νῦν, ὑπὲρ τῶν δούλων σου.
Θεοτοκίον.
Νοητὴ κλίμαξ ἐδείχθης, δι’ ἧς Θεὸς καταβὰς ἀνήγαγε, τὴν οὐσίαν τῶν βροτῶν εἰς τὰ ὑπερκόσμια ἁγνή, τῶν ἀΰλων οὐσιῶν, θεῖα σκηνώματα.










ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ προειδὼς τὸ εὐγενὲς τῆς σῆς ψυχῆς, θεοφόρε Ἰωάννη, καὶ πρὶν ἢ βαπτισθῆναι, αὐτουργόν σε φοβερὸν θαυμάτων ἀναδείκνυσι· τῶν γὰρ βοῶν ἀγέλαι τόσον ἠδέσθησαν πρόσταγμα.
Ὑπὸ τοῦ Πνεύματος σοφὲ Παναγίου, Ἰωάννη θεοφόρε, ὁδηγούμενος φθάνεις πόλιν Στύλου ἐν χαρᾷ, ἐν ᾗ τὸ θεῖον Βάπτισμα λαβών, τῆς εὐσεβείας στῦλος ἐδείχθης ἀκλόνητος.
Πρὸς τὸν Θεὸν καὶ Λυτρωτὴν ὡς κεκτημένος παμμάκαρ, παῤῥησίαν Ἰωάννη τοὺς πίστει, τὴν ἁγίαν καὶ φαιδρὰν ἐπιτελοῦντας μνήμην σου, ἱκέτευε ῥυσθῆναι πάσης ἀνάγκης καὶ θλίψεως.
Θεοτοκίον.
Ῥύστην τεκοῦσα τοῦ παντὸς Βασιλέα, τῆς δόξης ὑπὲρ λόγον, Θεοτόκε Παρθένε, ἐκ παντοίων πειρασμῶν, κινδύνων τε καὶ θλίψεων, τὴν Σὲ τιμῶσαν ποίμνην λύτρωσαι Κόρη πρεσβείαις Σου.

Ἕτερος. Οὐκ ἔστιν ἅγιος ὡς Σύ.
Νοῦν καὶ ψυχὴν ταῖς μητρικαῖς, διδαχαῖς ἐκαθάρθης, καὶ δοχεῖον ἐγένου εὔχρηστον χωρητικόν, τοῦ θείου καὶ παντουργοῦ, καὶ Ἁγίου Ἰωάννη Πνεύματος.
Ὄνειρος θεῖος ἐν νυκτί, προετρέπετο μάκαρ, μετανάστην γενέσθαι ὥσπερ πάλαι Ἀβραάμ, πατρίδος καὶ συγγενῶν, καὶ οἰκείων κακοδόξων Ὅσιε.
Ὕψωθεν ἔπιδε τοὺς σοὺς ὑμνητὰς θεοφόρε, καὶ πρὸς ἔνθεον πόθον, διαβίβασον ἡμῶν, διάνοιαν καὶ ψυχήν, καὶ καρδίαν θείαις σου ἐντεύξεσι.
Θεοτοκίον.
Μίαν ὑπόστασιν σεμνή, ἐν δυσὶ ταῖς οὐσίαις, ὑπὲρ φύσιν καὶ λόγον, σεσαρκωμένον Θεόν, ἐγέννησας ἀπαθῶς, Ὃν δυσώπει σῶσαι τοὺς ὑμνοῦντάς Σε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν λαμπτῆρα τὸν μέγαν καὶ φαεινόν, τὸν πρᾳότατον ἅμα καὶ συμπαθῆ, τὸν φύσιν νικήσαντα, καὶ σαρκὸς τὰ κινήματα, χαλινώσαντα πάντα, Ἰωάννην τὸν Ὅσιον, καὶ Χριστῷ ἀπείρῳ τῷ πόθῳ λατρεύσαντα, καὶ συγκληρονόμον, τῆς Αὐτοῦ Βασιλείας, γενόμενον ἅπαντες οἱ πιστοὶ εὐφημήσωμεν, πρεσβευτὴν ὡς θερμότατον. Πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην αὐτοῦ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων Σου. Σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι. Σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός Σου.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ὁλικῶς τῷ Δεσπότῃ σου, Πάτερ Ἰωάννη σαὐτὸν ἀνέθηκας, καὶ Αὐτῷ μόνῳ ἐπόθησας, ὁμιλῆσαι νοῦ σου καθαρότητι.
Διανοίας θεώμενος, τῆς σῆς τὴν εὐθύτητα παναοίδιμε, Βασιλείας ὁ ἐπώνυμος, μοναζόντων σχῆμα ἐπενδύει σε.
Ῥῦσαι πάντων δεόμεθα, πειρασμῶν καὶ θλίψεων ταῖς πρεσβείαις σου, τοὺς πιστῶς τὴν θείαν μνήμην σου, ἐκτελοῦντας Πάτερ παμμακάριστε.
Θεοτοκίον.
Ὁ Πατρὶ συναΐδιος, ἐκ τῶν Σῶν αἱμάτων Κόρη σεσάρκωται, Ὃν ἱκέτευε τὴν ποίμνην Σου, λυτρωθῆναι πάσης περιστάσεως.

Ἕτερος. Χριστός μου δύναμις.
Ἐξῆλθες οἴκοθεν, λαθὼν τὸν φύσαντα, λεωφόρου ἐκκλίνας, τὴν πρὸς ζωήν, ἄγουσαν ἐβάδιζες, ὁδὸν τραχεῖαν καὶ στενὴν ὁ ὁδηγούμενος.
Τὸν θηριόγνωμον καὶ ἀπηνέστατον, ξιφηφόρον αἰχμητὴν Ἀγαρηνόν, ἔφιππον ἐπάταξας, πίστει Χριστοῦ κραταιωθεὶς τοὺς ἀθώους λυτρωσάμενος.
Οἱ προσφοιτῶντές σου, πιστῶς τῇ λάρνακι, ψυχικῶν παθημάτων, καὶ σαρκικῶν νόσων καὶ τῶν θλίψεων, ἀπαλλαγείημεν ταῖς σαῖς, ἱκεσίαις ἀξιάγαστε.
Θεοτοκίον.
Κεκοσμημένην Σε, πεποικιλμένην χρυσοῖς, κροσσωτοῖς προεώρα ὁ ὑμνῳδός, ἐν Προφήταις Δέσποινα, τὸ ὑπερέχον Σῆς δόξης, νοερῶς κατοπτριζόμενος.
















ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Μιμητὴς χρηματίσας Πάτερ τοῦ Δεσπότου σου, καὶ πρὸ βαπτίσματος ἐλεῶν ἐφάνης δεομένους, καὶ μετὰ τὸ βάπτισμα, καὶ θερίζων πάντων ἀπορουμένων, τὰς ἀρούρας ἐν σπουδῇ, ὡς οὐδεὶς ἄλλος πώποτε.
Ὁ δοξάζων τοὺς τοῦτον εὐσεβῶς δοξάζοντας Θεὸς καὶ Κύριος, δοξασθεὶς ἐνδόξως τῷ ἐνδόξῳ σου βίῳ ἐδόξασε, σὲ πολλῶν θαυμάτων, φοβερωτάτων ἐπιδείξει, περιβόητον δείξας τοῖς πέρασι.
Ὑπὲρ πάντων τῶν πόθῳ, τὴν ἁγίαν μνήμην σου τελούντων πάντοτε, δυσωπῶν μὴ παύσῃ, λυτρωθῆναι κινδύνων καὶ θλίψεων, καὶ παθῶν παντοίων, καὶ πειρασμῶν καὶ ἁμαρτίας, Ἰωάννη Ὁσίων τὸ καύχημα.
Θεοτοκίον.
Τὸν Σωτῆρα τῶν ὅλων ὑπὲρ λόγον τέξασα Θεογεννήτρια, μετὰ τόκον ὥσπερ, πρὸ τοῦ τόκου Παρθένος διέμεινας, Ὃν ἀεὶ δυσώπει, ἐν παρθενίᾳ καὶ ἁγνείᾳ, φυλαχθῆναι τὴν ποίμνην Σου ἄτρωτον.

Ἕτερος. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.
Λύσας δεσμίους ἅμα αὐτοῖς πορθμὸν διαβαίνεις Μεσσήνης, ἐντεῦθεν ὑπὸ τοῦ Πνεύματος, τοῦ Ἁγίου μάκαρ, καθοδηγούμενος, ἔφθασας πόλιν Στύλου, ἐν ᾗ βεβάπτισαι.
Εἴληφας ἀξίως τὰς δωρεὰς ὡς καὶ πρὸ βαπτίσματος θερμῶς, ἐπιποθήσας Χριστὸν τὸν Θεόν, καὶ μετὰ τὸ θεῖον λουτρὸν θερμότερον, ὡς ἄσαρκος τὴν φύσιν ἐκβιασάμενος.
Ὅλος ηὐγάσθης ταῖς ἀρεταῖς, ὅλος συμπαθέστατος ὤφθης, ὅλος καθάρσιος γέγονας, καὶ πρὸ τοῦ μονάσαι, κοπιῶν ἄμετρα, καὶ πένητας ἐκτρέφων θεομακάριστε.
Θεοτοκίον.
Σὲ τὴν λαμπάδα τὴν φαεινήν, ῥάβδον τὴν βλαστήσασαν ἄνθος, τὸν φυτουργὸν πάσης κτίσεως, τάγματα Ἀγγέλων καὶ γενεαὶ γηγενῶν, ἁγνὴ μακαρίζομεν, κατὰ τὸ ῥῆμά Σου.














ᾨδὴ στ’. Ἄβυσσος ἁμαρτιῶν.
Ὥσπερ ἄσαρκος σοφέ, ἐκαρτέρεις ποταμίοις ἐν ῥείθροις, ἐν παγετῷ καὶ κρύει καὶ χειμῶνι ἱστάμενος, νύκτας ὅλας, ἐν πολλοῖς ἔτεσι θερμῇ, τοῦ Παρακλήτου κρυμὸν δαιμόνων λύων πάντοτε.
Ἔχον ἔνδον ἐν ψυχῇ ἐνοικοῦσαν, Ἰωάννη παμμάκαρ, τοῦ Παρακλήτου χάριν, τῶν μελλόντων τὴν δήλωσιν ὡς προφήτης, καὶ αὐτὸς πᾶσι προέλεγες, καὶ πανσόφως τὰ κεκρυμμένα ἀπεκάλυπτες.
Πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τὴν θείαν ἐν πίστει τελούντων καὶ παναγίαν μνήμην Ἰωάννη μακάριε, ἐκ παντοίων πειρασμῶν, καὶ περιστάσεων καὶ κινδύνων, ὡς ἀγαθὸς προστάτης λύτρωσαι.
Θεοτοκίον.
Ὤρθωσας Μήτηρ Θεοῦ, τῆς προμήτορος τὴν πτῶσιν τεκπῦσα, ἐκ Παραδείσου τάυτην τὸν τὸ πρὶν ἐξορίσαντα· Ὃν ἱκέτευε ἀεί, τούτου μετόχους ἡμᾶς ποιῆσαι, καὶ αἰωνίου πυρὸς ῥύσασθαι.

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.
Δι’ ἡμᾶς πιαινόμενος ὑπ’ ἀγρύπνου προσευχῆς καὶ ἀσιτείας ἄστεγε, θερίζεις ὑπεράπειρον θερισμόν, ἐξαίσιον ἄκουσμα, ὄντως θεῖον ἦν ἔργον, οὐκ ἀνθρώπινον.
Οὕτω κατεπάλαισας τὸν ἀόρατον ἐχθρόν, πρὸ τοῦ μονᾶσαι Ὅσιε, τὸ δ’ ἐντεῦθεν οὐκ ἔστιν ὅλως εἰπεῖν, Ἀγγέλους ἐκπλήττουσιν, γενναῖοι ἀγῶνες, οὓς διήνυσας.
Ξενωθέντας Ἅγιε, τοῦ ποιήσαντος ἡμᾶς, διὰ κακῶν οἰκείωσιν, ὁ ἐπὶ ξένοις μέγας ἀναφανείς, αὖθις σαῖς ἐντεύξεσιν, τῷ Θεῷ καὶ Δεσπότῃ προσοικείωσον.
Θεοτοκίον.
Ἄσπορος ἡ σύλληψις, ὑπὲρ νοῦν ὁ τοκετός, τὴν κεκλεισμένην πύλην γάρ, Κύριος διοδεύει παρθενικήν, εἰσὼν ἀσώματος, ἐξιὼν σαρκοφόρος, ὡς εὐδόκησεν.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Δυνάμει Σταυροῦ, ἐξ ὑβριστῶν λελύτρωσαι, καὶ μετὰ πεῖραν θεριστὰ βεβάπτισαι· τὰ σὰ δὲ λιπὼν ἐν Χριστῷ Πάτερ, ζῶν λελάμπρυσαι θαύμασιν· ὅθεν τῇ Τριάδι νῦν παρεστώς, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.








Συναξάριον.
Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν,
καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν.
Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους,
γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων.
Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην.
Ἡ τιμία αὕτη καὶ Ἀγγέλοις αἰδέσιμος κεφαλή, πρῶτον μὲν εὑρέθη, κατ’ εὐδοκίαν καὶ ἐπιφάνειαν τοῦ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου, ὑπὸ δύω τινῶν μοναχῶν, ἐν τῇ οἰκίᾳ Ἡρώδου, ἐλθόντων εἰς Ἱερουσαλήμ, εἰς προσκύνησιν τοῦ ζωηφόρου τάφου τοῦ Κυρίου. Ἐκ δὲ τῶν μοναχῶν τούτων λαβὼν αὐτὴν κεραμεύς τις, εἰς τὴν Ἐμεσηνῶν ἤγαγε πόλιν. Αἰσθόμενος δὲ εὐπραγίας τινὸς δι’ αὐτῆς ὁ κεραμεύς, διαφερόντον ἐτίμα αὐτήν. Εἶτα μέλλων τελευτᾶν, τῇ ἰδίᾳ ταύτην κατέλιπεν ἀδελφῇ ἐπειπὼν μὴ κινεῖν αὐτήν, μηδὲ ἀνακαλύπτειν, ἀλλὰ μόνον τιμᾶν. Καὶ μετὰ τὴν τῆς γυναικὸς τελευτήν, πολλοὶ ταύτην καατὰ διαδοχὴν ἐδέξαντο.
Ἔσχατον δὲ εἰς Εὐστάθιον τινὰ μοναχὸν καὶ πρεσβύτερον περιῆλθε, τῆς τῶν Ἀρειανῶν ὄντα κακοδοξίας· ὃς ἀπελαθεὶς τοῦ σπηλαίου, ἐν ᾧ κατώκει, παρὰ τῶν Ὀρθοδόξων, διὰ τὸ καπηλεύειν τὰς ἐκ τῆς τιμίας κάρας ἰάσεις, καὶ ἐπιγράφεσθαι αὐτὰς τῇ κακοδοξίᾳ αὐτῦ, κατὰ θείαν οἰκονομίαν κατέλιπεν ἐν τῷ σπηλαίῳ τὴν τοῦ θείου Προδρόμου Κάραν. Καὶ ἦν ἐν αὐτῷ κρυπτομένη μέχρι τῶν Μαρκέλλου χρόνων, ὄντος Ἀρχιμανδρίτου, ἐπὶ τῆς βασιλείας Οὐαλεντιανοῦ τοῦ νέου, καὶ Οὐρανίου Ἐπισκόπου Ἐμέσης. Τότε δή, πολλῶν ἀποκαλυφθέντων περὶ αὐτῆς, εὑρέθη οὖσα ἐν ὑδρίᾳ, καὶ παρὰ τοῦ Ἐπισκόπου Οὐρανίου εἰσήχθη ἐν τῇ ἐκκλησίᾳ, πολλὰς ἰάσεις καὶ θαύματα ἐνεργήσασα.

Θερίζων πάντων ἀπορουμένων τὰς ἀρούρας,
Ψυχὰς συνάγει εἰς ἅλωνα τῆς μετανοίας.
Εἰκοστῇ Τετάρτῃ Ἰωάννην ἔνθεν ἄειραν.
Οὗτος, ὁ τὴν Ἑσπερίαν καταυγάσας φωστήρ, ἐγεννήθη περὶ τὰς ἀρχὰς τοῦ δεκάτου αἰῶνος ἐν Πανόρμῳ τῆς Σικελίας, βασιλευόντων τῶν εὐλαβεστάτων Ῥωμαίων βασιλέων. Ἐγεννήθη ὑπό τινος αἰχμαλώτου Χριστιανῆς Ὀρθοδόξου, ὀνομαζομένης Καλλίστης, ἐν τῷ παλατίῳ τοῦ τοπικοῦ μουσουλμάνου ἄρχοντος. Ὅτε ἔφθασεν εἰς τὴν ἡλικίαν τῶν δεκατεσσάρων ἐτῶν, ἡ μήτηρ ἐφανέρωσε τὴν ἀληθῆ πατρίδα, τὴν Καλαβρίαν καὶ προέτρεψε τὸν παῖδα κρυφίως νὰ μεταβῇ ἐκεῖσε, διὰ νὰ βαπτισθῇ ὀρθοδόξως. Εἶτα ἡ εὐλαβὴς γυνὴ ἠσπάσθη τοῦτον περιπαθῶς, καὶ ἐπέδωσε τὸν Τίμιον Σταυρόν, ὃν ἐφύλαττε κρυφίως, τὴν μόνην παραμυθίαν ἐν ταῖς θλίψεσι τῆς ὁμηρίας. Ὁ παῖς διαφυγῶν θαυμασίως τὴν καταδίωξιν τῶν Ἀγαρηνῶν ἀπεβιβάσθη εἰς τὴν ἀκτὴν τοῦ Στύλου, ἔνθα καὶ ἐβαπτίσθη ὑπὸ Ὀρθοδόξου Ἐπισκόπου λαβὼν τὸ ὄνομα Ἰωάννης. Εἶτα τὸν μονήρη βίον ὑπελθὼν ἔν τινι Μοναστηρίῳ πλησίον τοῦ Στύλου καὶ πᾶσαν ἰδέαν ἀρετῆς κατορθώσας, ἐτέλεσε πολλὰ θαύματα ἐν οἷς καὶ συνέλεξε τοὺς στάχυας τῶν θεριστῶν· δι’ ὃ καὶ ἀπεκλήθη θεριστής. Προεῖπε τὴν κοίμησίν του. Τὸ δὲ τίμιον αὐτοῦ λείψανον κατέστη πηγὴ θαυμάτων καὶ ἰάσεων παντοδαπῶν. Κατέστη καὶ κοιμηθεὶς τόσον περιβόητος, ὥστε καὶ αὐτοὶ οἱ Φράγκοι κατακτηταὶ ἀνήγειραν μετὰ τοῦ πιστοῦ Ὀρθοδόξου, λαοῦ μεγαλοπρεπῆ ναὸν πρὸς τιμήν του. Ἤρξατο ὅμως ἔκτοτε βαθμιαίως ὁ ἐκλατινισμὸς τῆς περιοχῆς καὶ οὕτω οἱ ἔσχατοι λατῖνοι μοναχοὶ τῆς Μονῆς ἐγκατέλειψαν αὐτὴν καὶ μετέβησαν εἰς τὸν Στύλον φέροντες μετ’ αὐτῶν τὰ τίμια λείψανα τοῦ Ὁσίου Ἰωάννου καὶ τῶν Ἁγίων Ἀμβροσίου καὶ Νικολάου τῶν διδασκάλων αὐτοῦ, ἔνθα σώζονται μέχρι τῆς σήμερον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μποϊζίλ (Boisil) ἐκ Σκωτίας


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐράσμου ἐκ Ῥωσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κουμέϊν (Cumein) ἡγουμένου τῆς Μονῆς τῆς Ἰόνα.
Ταῖς τοῦ Σοῦ Προδρόμου καὶ τῶν Σῶν Ἁγίων πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ἐν πεδίῳ Δεηρᾷ.
Νόσων πασῶν καὶ παθῶν σὲ δοκιμώτατον ἰατρόν, ἔδειξεν ὁ πάντων Κτίστης, θεόφρον Πάτερ, καὶ γὰρ ὕδωρ τὸ ἀποπλύνον τὰ μέλη τὰ σὰ ἰᾶτο, τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑψηλὸν ἐπὶ τῆς γῆς βίον ἐβίωσας· ὅθεν ὁ Ὕψιστος τὸν ὑψηλόν σοι τῆς οἰκουμένης σοφέ, πέμπει φωστῆρα Παῦλον, αὐτοῦ τῶν σεπτῶν Εὐαγγελίων γνῶσίν σε μυσταγωγοῦντα σαφῶς, θεόφρον Ἰωάννη.
Μετὰ Ἀγγέλων τῷ Θεῷ νῦν παριστάμενος, ἐν τοῖς ὑψίστοις σοφέ, παντὸς κινδύνου καὶ πάσης βλάβης ἡμᾶς λύτρωσαι, σαῖς πρεσβείαις ὑμνοῦντας πιστῶς τῇ μνήμῃ σου καὶ κράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὡς Σωτῆρα τοῦ παντὸς Παρθένε τέξασα, σῶσον ἐλέησον τοὺς πεποιθότας ἐν τῇ Σῇ σκέπῃ ἁγνή, ποίμνην τὴν Σὴν παγίδων ἐχθροῦ νοητοῦ ἐξαίρουσα κραυγάζουσαν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἕτερος. Δροσοβόλον μὲ τὴν κάμινον.
Ζέσει τοῦ θείου καὶ Παναγίου Πνεύματος, θεοφόρε θαλπούμενος, κρυμώδεις πήξεις ὁλονύκτους ἔτλης καρτερῶς, ἐν ῥείθροις ἐστὼς καὶ μελῳδῶν.
Ἐν ὀνείροις ἐπιστάς σοι ὁ κλεινότατος τῶν Ἀποστόλων Ὅσιε, Παῦλος ὁ μέγας, μετέδωκε θείας δωρεᾶς, δι’ ἧς ἐμυήθης, ὦ θαῦμα Εὐαγγελίων τὴν γνῶσον θεομακάριστε.
Τῶν παθῶν ἡμῶν τὸν καύσωνα κατάσβεσον, τῇ δρόσῳ τῆς πρεσβείαις σου, τῶν ἐπιόντων ἀλγεινῶν ἀπάλλαξον ἡμᾶς, καὶ δίδαξον μέλπειν ἐμμελῶς, εὐχαριστήριον ὕμνον, τῷ Ποιητῇ καὶ Θεῷ.
Θεοτοκίον.
Ὡς συμπαθὴς καὶ φιλάγαθος σπλαγχνίσθητι, εἰς τὴν ἡμῶν ταπείνωσιν καὶ τὴν δέησιν προσάγαγε Δέσποινα, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τὸν ἱλασμὸν ἐξαιτουμένη Σοῖς δούλοις, πάντα γὰρ δύνασαι.
ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Κατὰ παθῶν μακάριε, προφανῶς βασιλεύσαντι, καὶ τὰς τῶν δαιμόνων μηχανὰς νικήσαντι ὁ μέγας Ἀπόστολος τῆς οἰκουμένης Παῦλός σοι φαίνεται, ἁγίας δωρεᾶς ἀξιῶν σε, καὶ ταύτῃ τετρακτύν σε ἐκδιδάσκων ἁγίων Χριστοῦ Εὐαγγελίων, θεόφρον Ἰωάννη.
Ῥήξας παθῶν τὴν θάλασσαν, ἀπαθείας εἰς ὄρος σε Πάτερ Ἰωάννη ἀναβάς, ἀκήκοας φωνῆς μηνυούσης σου τὴν ἐκ τοῦ βίου ἔξοδον, θαῦμα φοβερώτατον ἐν ᾗπερ εἰργάσω σοφῇ σοι ἐπινοίᾳ, τὸν ξηρὰν κεκτημένον, τὴν χεῖρα θεραπεύσας, Χριστοῦ τῇ ἐνεργείᾳ.
Ὁ δοξασθεὶς Θεὸν ἡμῶν τῷ ἐνδόξῳ σου ἔνδοξε, βίῳ σὲ δοξάζει θαυμασίοις πλείουσιν· ὃν νῦν καθικέτευε τοὺς σὲ πιστῶς δοξάζοντας δόξης ἀξιῶσαι ἀϊδίου βοῶντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τοὺς πεποιθότας πάντοτε ἐν τῇ σκέπῃ Σου Δέσποινα, πάσης ἐπηρείας τοῦ ἐχθροῦ ἐξάρπασον, ἁγνείᾳ φυλάττουσα καὶ παρθενίᾳ σκέπουσα τὴν ἀκαταπαύστως, ἀνυμνοῦσάν Σε ποίμνην, καὶ πίστει μελῳδοῦσαν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Θεωρίαν καὶ πρᾶξιν, ἄκρως κατώρθωσας· διὸ καὶ ὡς προφήτης, τὰ γενησόμενα βλέπων ἐμφανῶς, προέλεγες θεσπέσιε, δόξαν ἐκομίσω, παρὰ τοῦ στεφοδότου.
Ἐκ προσόψεως μόνης τῶν προσφοιτώντων σοι, ψυχικὰς διαθέσεις, κρυφίους πράξεις τε ᾔδεις ἀκριβῶς, οὓς κατ’ ἰδίαν ἤλεγχες, ἐνουθέτης ἅμα καὶ βελτίους ἐποίεις.
Ῥῦσαι ἡμᾶς κινδύνων καὶ περιστάσεων, καὶ παθῶν πολυτρόπων ταῖς ἱκεσίαις σου, ἔχεις γὰρ πολλὴν παῤῥησίαν καὶ δύνασαι, ὡς τῷ θείῳ θρόνῳ, παρεστὼς τῆς Τριάδος.
Θεοτοκίον.
Ἰατρὸν τοῖς ἀνθρώποις ἄχραντε τέτοκας, παντοδύναμον Λόγον Χριστὸν τὸν Κύριον, τῆς προγονικῆς πληγῆς πάντας ἰώμενον, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.










ᾨδὴ θ’. Ἔφριξε πᾶσα ἀκοή.
Ὅλος νῦν ἐν τοῖς οὐρανοῖς, τῷ φωτὶ τῆς τρισηλίου Θεότητος καταυγαζόμενος, καὶ τοῖς Ἀγγέλοις συνευφραινόμενος, χωροβατοῦντας ἐπὶ γῆς, καὶ σὲ μακαρίζοντας ἡμᾶς πρεσβείαις σου, ἐκ παντοίων πειρασμῶν Πάτερ λύτρωσαι.
Σῶμά σου τὸ καρτερικὸν θεὶος τάφος, Ἰωάννης δεξάμενος, πηγὴ ἰάσεων ἐδείχθη πᾶσι τοῖς προσπελάζουσιν, παθῶν ξηραίνων ποταμούς, καὶ παύων νοσήματα, καὶ φλέγων δαίμονας, καὶ πιστῶν εὐωδιάζων νοήματα.
Σήμερον ἤθροισται λαός, τὴν ἁγίαν σου τελέσαι πανήγυριν, ὃν ταῖς πρεσβείαις σου, παντὸς κινδύνου καὶ περιστάσεως, ἁμαρτιῶν τε καὶ παθῶν, καὶ θλίψεων λύτρωσαι, καὶ ἐνδυνάμωσιν τῆς νηστείας, περαιῶσαι τὸ στάδιον.
Θεοτοκίον.
Σύντριψον ἄχραντε ἁγνή, τοῖς ποσὶ τῶν Ὀρθοδόξως ὑμνούντων Σε, τὸν πολεμοῦντα ἐχθρόν, καὶ αἰωνίας ῥῦσαι κολάσεως, μετὰ Πατρὸς τέκνα ὁμοῦ σκέπουσα, φυλάττουσα καὶ περιέπουσα, προστασία τῶν πιστῶν ἀκαταίσχυντε.

Ἕτερος. Θεὸν ἀνθρώποις.
Σφοδρὰν τῶν ὄμβρων φορὰν ἐξέκλινεν, ὁ μαθητὴς καὶ μιμητής σου, ὅτε τὸ πρόσταγμα τῆς σῆς διακονίας ἐξετέλεσεν· ἄβροχος ὑποστρέψας, καὶ μετ’ ἐκπλήξεως καὶ εὐχαριστίας, τὸ θαῦμα ἐκδιηγούμενος.
Τὸν ἐν τῇ κώμῃ τελώνην ἄδικον, σαῖς διδαχαῖς σημειοφόρε μὴ μεταβαλλόμενον, ἀκάθαρτον πνεῦμα ἐτιμώρει δεινῶς, ἐπὶ χρόνον ὃν ἠλευθέρωσας, ἐκδημῶν πρὸς Κύριον μάκαρ, τῆς πικρᾶς μάστιγος.
Ὁ προσδεχόμενος ὕμνος ἄπαυστον, ἀγγελικόν, πρεσβείαις τοῦ Ὁσίου Σου Δέσποτα, τὴν δέησιν πρόσδεξαι ἡμῶν τὴν οἰκτράν, καὶ παράσχου συγγνώμην ὧν ἐξημάρτομεν, ὡς μόνος ὑπάρχων οἰκτίρμων καὶ πολυέλεος.
Θεοτοκίον.
Ὑμνεῖν οὐ σθένει Σε λόγος βρότειος, Μήτης Θεοῦ ὡς ἔχουσαν τὴν δόξαν ἀσύγκριτον, ναὸς γὰρ ἐγένου καὶ παλάτιον τῆς ἀπροσίτου δόξης, πύλη οὐράνιε, ἄνοιξον ἡμῖν τὰς εἰσόδους τῆς αἰωνίου ζωῆς.









Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Παθῶν συγκόψας τὰς ὁρμάς, ὁ Θεριστὴς ὡς ἔνδοξος, νικήτωρ χαίρων ἀνέβη, εἰς ἄνω φέγγος οὐρανῶν, πᾶσιν Θεῷ εὐξόμενος, τοῦ δοῦναι ἡμῖν μέγα, καὶ πλούσιον ἔλεος.
Ἕτερον. Τῶν μαθητῶν ὁρῶντων σε.
Ἄγγελοι τὴν μεγίστην ὑπομονήν σου, καὶ ἄνθρωποι ἐξίστανται ἐννοοῦντες, δαιμόνων πλῆθος ἔφριττεν ὡς ἐτέλεις, ἐν τῇ κρυμώδει λίμνῃ στάσεις παννύχους, αὐτοπροαίρετε Μάρτυς, καὶ μοναζόντων τὸ κλέος!
Θεοτοκίον. Ὅμοιον.
Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν, ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Τοῦ Βαπτιστοῦ τὴν εἰκόνα ἐν ναῷ σκεψάμενος, καὶ μετουσίας ἴχνη, τοῦ ἐπωνύμου σου νέος, μὴ πτήξας ἐργασίαν τὴν ἐν νυξίν, ἀγρυπνίᾳ ἀσκήσεως, τὴν κορυφὴν ἐξεικόνισας ἀσκητῶν, Ἰωάννη παμμακάριστε.

Τῶν θεριστῶν ἀγνοούντων σὺ θερίζων στάχυας, καὶ ἐν χαρᾷ συλλέξας, δράγματα Πάτερ ἐδείχθης, καλὸς τῆς Βασιλείας τῶν οὐρανῶν, ἐργάτης καὶ συνήθροισας, εἰς ἀποθήκην σωτήριον θερισμόν, τῶν ἀνθρώπων τῷ Κυρίῳ σου.

Πρὸς διεξόδους ὑδάτων φυτευθὲν ὑψίκομον, καὶ καρποφόρον δένδρον, Πάτερ ἡμῶν Ἰωάννη, ὤφθης ἐν τῷ σπηλαίῳ τοῦ Κουρσανοῦ, παρὰ ῥεῖθρον θαυμάσιον, τὴν ψυχὴν καρπωσάμενος ἀρεταῖς, ὑδρευθεῖσαν θείοις νάμασιν.

Ὄμμα τυφλοῖς ἐγεννήθης οὖς κωφοῖς εὐήκοον, γλῶσσα ἀλάλοις Πάτερ, καὶ ἀσθενέσιν ὑγεία, τοῖς δαιμονιζομένοις λύτρον πολύ, καὶ πρὸς τάρταρον δύναμις, ὡς Θεὸς θαυμαστώσας τὴν δεξιάν, ἐπὶ σὲ δημοσιεύσαντι.

Δόξα. Ἦχος β΄.
Ἰωάννη θεριστά, στύλε ἄσειστε καὶ φέγγος θεῖον τῆς πανευσεβοῦς ἁγιωσύνης· ἰδοὺ ὀσμὴ ἀρετῶν σου, καθὼς ἡ πλήρης ὀσμὴ πεδίου τοῦ εὐλογημένου ἐν Κυρίῳ, ἣ ἐμίχθη τοῖς κανόσι ᾠδῶν, λειτουργιῶν τε θυμιάμασιν. Χαίροις, ὦ τοῦ ἐπωνύμου σου Προδρόμου ζηλωτής! Χαίροις, διὰ τῆς ἀποταγῆς κόσμου ὄντως μαθητὴς τοῦ Σωτῆρος· χαίροις, τῇ καθαρθείσῃ διαγωγῇ παρθένος καὶ μάρτυς, διηνεκῶς τὴν ἐπιθυμίαν τῆς σαρκὸς σταυρωθεῖσαν· χαίροις, δι’ ἀγάπης πρὸς τὸν Θεόν, καὶ εὐχῆς ἔνδοξε ὡς ἓν τῶν Σεραφεὶμ ἐνδειχθείς, καὶ τῶν Χερουβείμ· ὦ χαίροις μου, χρηματισθεὶς μεσίτης διηνεκὴς τοῦ Ὑψίστου καὶ τῶν ἀνθρώπων, νῦν δὲ μέτοχος πέλων τῆς ἐνθέου δόξης, σὺν τοῖς πατράσιν ἡμῶν, δυσωπήθητι Θεόν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων πανόλβιε, ὅπως καὶ τῆς αὐτῆς κληρονομήσωμεν πάντες, αἰωνίου λαμπρότητος.

Καὶ νῦν. Θεοτοκίον.
Μνήσθητι Δέσποινα ὡς ἀγαθὴ τῶν δούλων Σου, καὶ Λόγον δυσώπει ἐν Σοὶ σωματούμενον· ὡς ἣν ποίμνην ἠγλάϊσεν, Αὐτὸς προσάξῃ πρεσβείαις Σου εἰς τὰς ἄνω μάνδρας, Παρθένε πανύμνητε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίρετε Πατέρων ἡ κορωνίς, Ἀμβρόσιε Νικόλαε, σὺν Ἰωάννῃ τῷ Θεριστῇ, βίου γὰρ ἐνθέου, στηλογραφία ὄντες, ὤφθητε Ἐκκλησίας, στύλοι ἀκλόνητοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου