Κυριακή 15 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 20. ΟΣΙΟΙ ΑΘΑΝΑΣΙΟΣ & ΙΩΑΣΑΦ ΜΕΤΕΩΡΙΤΕΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ Κ΄!!
ΑΘΑΝΑΣΙΟΣ & ΙΩΑΣΑΦ ΟΣΙΟΙ ΜΕΤΕΩΡΙΤΕΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀθανασίας ἠξίωσας Ἀθανάσιε· τῇ γὰρ θνητῇ σου φύσει, ἀθανάτους Ἀγγέλους παρήλασας· δι’ ὅπερ παρέθετό σοι, ὁ ἀθάνατος Κύριος, τὴν ἀποφάσει θανάτου, μάκαρ ζωήν, ὑποπίπτουσαν μηδέποτε. (Δίς)

Ἀθανασίας σὺ μάκαρ, ἐν μετοχῇ γεγονώς, καὶ θείας Ἰωάσαφ, κοινωνὸς Βασιλείας, ἐξ ὕψους ἐποπτεύεις τοὺς σοὺς ὑμνητάς, τῶν πταισμάτων τὴν ἄφεσιν, αὐτοῖς αἰτούμενος μάκαρ, παρὰ Θεοῦ καὶ τὴν μέθεξιν τῆς δόξης Αὐτοῦ.

Ἀθανάσιος ὁ μόνος, ἔχων καὶ φῶς κατοικῶν, διπλοῖς ἡμᾶς τοῖς δώροις, κατηγλάησε τούτοις, ποιήσας ἀθανάτους τοὺς ὄντας θησαυρούς, καὶ φωτὶ καταυγάζεσθαι, τὸ ἑαυτοῦ κατηξίωσεν οὗ τυχεῖν, καὶ ἡμᾶς αὐτοῦ δεήθητε.

Δόξα. Ἦχος δ΄.
Δεῦτε εὐφρανθῶμεν Χριστιανοὶ παγκλήρως, ἐπὶ τῇ μνήμῃ τῶν Πατέρων ἡμῶν, καὶ προσκυνήσωμεν τὸν τόπον, οὗ ἔστησαν τοὺςπόδας αὐτῶν, τόπον σωτηριωδέστατον ἡμῖν, αὐλὴν ἁγίαν Χριστοῦ, καὶ χαρμόσυνον κροτήσαντες βοήσωμεν· ὦ θεῖοι προπάτοτες, ὑμνοῦμεν τοὺς ὑμῶν ἀγῶνας.

Καὶ νῦν. Τῆς Ἑορτῆς.












Εἰς τὸν Στίχον, Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Προσδέξασθε ᾠδάς, Πατέρες τῶν τεκνίων, καὶ δότε τὰς αἰτήσεις, ἡμῖν πρὸς σωτηρίαν, ταῖς πρὸς Θεὸν εὐχαῖς ἡμῶν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Οἶκον τὸν ἱερόν, ἠγείρατε καὶ θεῖον, οἶκον αὐτοὶ τελοῦντες, τοῦ Πνεύματος διόπερ, ὑμνοῦμεν ὑμᾶς Ὅσιοι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τιμῶμεν τὴν ὑμῶν, μετάστασιν ἐν ὕμνοις, ἀλλὰ ταῖς πρὸς τὸ θεῖον, ὑπὲρ ἡμῶν πρεσβείαις, ὑμῶν ὑμᾶς ἀμείψασθε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πρέσβεις τοὺς Σοὺς ἁγνή, θεράποντας καὶ δούλους, προβαλλομένους δέξαι, καὶ δι’ αὐτῶν παράσχου, πταισμάτων τὴν συγχώρησιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου Ἀθανασίου. Ἦχος γ΄. Θείας πίστεως.
Στύλος ἄσειστος, καὶ στεῤρὸν τεῖχος, καὶ προπύργιον, γενοῦ καὶ σκεπη, τοῦ σοῦ ποιμνίου σοφὲ Ἀθανάσιε, τῶν πρεσβειῶν σου σκεπάζων ταῖς πτέρυξι, τοὺς ἐν αὐτῷ ἀσκουμένους ἑκάστοτε, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν δοξάζοντας, καὶ ἀνυμνοῦντας ἐκ πόθου τὴν μνήμην σου.
Δόξα. Ἦχος δ΄. Τοῦ Ἁγίου Ἰωάσαφ. Ταχὺ προκατάλαβε.
Τρωθεὶς θείῳ ἔρωτι τῷ Ζωοδότη Χριστῷ, θερμῶς ἠκολούθησας, καταλιπὼν νουνεχῶς, τὰ ῥέοντα ἅπαντα, ὅθεν ἐν Μετεώροις, ὥσπερ Ἄγγελος ζήσας, Ὅσιε Ἰωάσαφ, τοῖς Ἀγγέλοις συνηφθης, μεθ’ ὧν αει δυσωπει, υπερ των τιμωντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.












ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α΄. Ὅσιε Πάτερ.
Ὅσιε Πάτερ, θεοφόρε Ἀθανάσιε, τῆς σχέσεως τοῦ κόσμου, πάνυ σαφῶς μακρυνθείς, καὶ πάντων τῶν ἡδέων ὑπερφρονήσας, καὶ ἀλογήσας φαντασίας ὁμοῦ, πάσης τῆς ἐνύλου, καὶ καταπατουμένης Χριστῷ συνήφθης τῷ Βασιλεῖ, Οὗ καὶ ἀνεγείρας ναῷ ἐν Μετεώρῳ, ἄνδρας συνήγαγες, ἐν τούτῳ Ναζωραίους, ἀλλὰ δεόμενος, Αὐτοῦ μὴ παύσῃ Ἅγιε, χορηγῆσαι τοῖς σὲ τιμῶσιν, εἰρήνην σωτηρίαν καὶ μέγα ἔλεος.

Ὅσιε Πάτερ, Ἰωάσαφ παναοίδιμε, βαδίσας ξένην τρίβον, ὄντως αὐτοῖς ἐπὶ γῆς, διδοὺς δὲ τὰς εὐθείας, ὡς ποδηγέτης τοῖς φοιτηταῖς, καθυποδείξας τοῖς σοῖς, πρὸς τὴν Βασιλείαν τὴν ἄνω παραπέμπεις· ἔνθα κατεύθυνον καὶ ἡμᾶς, τοὺς σὲ νῦν ὑμνοῦντας, ἐν ᾄσμασι παμμάκαρ εἰς τὰς ὁδοὺς Χριστοῦ, ἀμέμπτως πορευιῆναι· Οὗ καὶ δεόμενος, μὴ διαλίπῃς ἔνδοξε, χορηγῆσαι τοῖς ὑμνηταῖς σου, εἰρήνην σωτηρίαν καὶ μέγα ἔλεος.

Ὅσιε Πάτερ, Ἀθανάσιε θεόληπτε, κακίαν ἐκ νηπίου τῆς σῆς ψυχῆς ἐκβαλών· ἀντ’ αὐτῆς πᾶσαν, τὴν ἀρετὴν εἰσῆξας, ἧνπερ ἐνίσχυσον καλῶς καὶ ἡμᾶς τοὺς σὲ νῦν ὑμνοῦντας, ἐργάζεσθαι παμμάκαρ, καὶ Οὗ ἀνήγειρας ἱεροῦ, οἴκου καὶ τούτου, τῶν νοητῶν προσόδων, πρὸ νοῦ πιστὸς ὡς οἰκονόμος Χριστοῦ δεόμενος, θερμῶς ἀεὶ πανόλβιε, χορηγῆσαι τοῖς φοιτηταῖς σου, ὁμόνοιαν σωτηρίαν καὶ μέγα ἔλεος.

Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις, φωναῖς ᾀσμάτων τιμήσωμεν, Ἀθανάσιον καὶ Ἰωάσαφ, τοὺς τοῦ Μετεώρου οἰκήτορας, καὶ ναοῦ τοῦ θείου δομήτορας, καὶ καλῶν ἁπάντων ἀρχηγέτας· τὸν μέν, ὡς τὸν Ἀθωνίτην μιμησάμενος· τὸν δέ, ὡς τοῦ Ἰωάσαφ ἐκμαξάμενον, τὰς ἀρετὰς καὶ τοὺς τρόπους τοῦ θαυμαστοῦ Γέροντος· οὓς ὁ Χριστὸς στεφανεῖ τοὺς πρίν, καὶ τοὺς ὕστερον, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις τιμαῖς πρεπούσαις τιμήσωμεν, Ἀθανάσιον καὶ Ἰωάσαφ, τοὺς Μετεωριτῶν προπάτορας, καὶ τῆς δε τῆς μάνδρας κοσμήτορας, πάσης ἀρετῆς ποδηγέτας· τὸν μέν, ἰσαπολιτείας ὡς ἐξάρχοντα· τὸν δέ, ὡς ἐν κοινοβίῳ ὑπερέχοντα, τοὺς ἴσους τὴν προθυμίαν, ἴσους δὲ τὴν ἔφεσιν· δι’ ὂ Χριστός, καὶ τιμαῖς ταῖς ἴσαις Αὐτοῦ τιμᾷ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίαις ἀνταμειψώμεθα χάρισιν, Ἀθανάσιον καὶ Ἰωάσαφ, τοὺς τῶν μοναστῶν ἀντιλήπτορας, καὶ θερμοὺς μιγάδων συλλήπτορας, καὶ κοινῶν ἁπάντων εὐεργέτας· τὸν μέν, ὡς βασιλικαῖς σειραῖς ἐμπρέποντα· τὸν δέ, τοῦ Παμβασιλέως ὡς θεράποντα· τοὺς ἀδελφὰ μὲν φρονοῦντας, ἀδελφὰ δὲ πράξαντας, οὓς ὁ Χριστός, ὡς ἐν γῇ τιμᾷ καὶ ἐν οὐρανοῖς, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Χριστοῦ τοὺς ὁπαδοὺς εὐφημήσωμεν ἅπαντες ἐν αἰνέσει· ὅτι ταμίας τε καὶ κτήτορας τούτους ἐλάχομεν, καὶ ταῖς ἁγίαις αὐτῶν νουθεσίαις, ἑπόμενοι διηνεκῶς, καταγγέλλειν ἕνα Θεὸν ἐν τρισὶ προσώποις μυούμεθα. Ὃν δυσωποῦσιν ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Τὸν ἰσάγγελον βίον πολιτευσάμενον, καὶ κόσμου τὰς εὐπαθείας καλῶς ἀποσεισάμενον, δεῦτε πιστοὶ ὑμνήσωμεν λέγοντες· χαίροις, ὁ στεῤῥῶς ἐν πόνοις ἀσκήσεως, κατὰ τοὺς πρὸ σοῦ ἀσκήσαντας Πάτερ· χαίροις, ὁ Χριστὸν δοξάσας ἐπὶ τῆς γῆς, μιμησάμενος ἔργῳ τοὺς πάλαι· χαίροις, μοναζόντων τὸ καύχημα, καὶ τοῦ Μετεώρου ἀγαλλίαμα.

Ἦχος β΄.
Ἀλογίσας τῶν κάτων καὶ χαμερπῶν Ὅσιε, καὶ ἀράμενος σταυρόν, ἀποστολικῶς Χριστῷ ἠκολούθησας, καὶ ἐν τῷ ὄρει διαιτώμενος, ὡς ἐν Σιναίῳ Μωϋσῆς Θεὸν ἰδεῖν κατηξίωσας, καὶ σὺ ὡς θεοπτίας γενόμενος ἄξιος. Καὶ νῦν ἐν ταῖς σκηναῖς, σὺν Ἰωάσαφ, τῶν Ὁσίων κατοικῶν Ἀθανάσιε, αἰτήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Τοῖς πόθῳ ζέοντι λειψάνοις, τοῖς σοῖς προσπεφευγῶσιν, Ἀθανάσιε παναοίδιμε, πολυειδῶν νόσων, ἄφθονον τὴν θεραπείαν ἡμῶν δίδου κατ’ ἄμφω· ἵν’ ἧς ἀφιέμενοι οὐρανίου καὶ ἀῤῥήτου εὐφροσύνης, τῇ σῇ θερμῇ μεσιτείᾳ ἀξιωθῶμεν παρὰ Χριστοῦ τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Ἐπὶ τῆς γῆς βιώσας ὡς ἄϋλος, τὴν τῶν ἀΰλων ἔλαχες στάσιν. Δουλαγωγῶν γὰρ τὸ σῶμά σου, ὑπέττατες ὅλον τῷ πνεύματι, σοφὲ Ἀθανάσιε· ὄθεν νῦν ὡς συνὼν ἀγγελικαῖς δυνάμεσι, τοῦ τρισσοῦ συμμέτοχος, φάσις αὐταῖς γέγονας· ἐξ οὗ ἀπόμοιραν μάκαρ τοῖς σὲ ὑμνοῦσιν ἄνωθεν καταπέμπων, τοῦ πρεσβεύειν πάντοτε, μὴ διαλίπῃς εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. β΄.
Προορῶν Ἀθανάσιε, τὰ πάντα συμβολικῶς, τόπον καταλαμβάνεις ἀναχωρητικόν, πέτραν εἰς αἰθέριον ὕψος ᾑρμένην· ἐν ταύτῃ δὲ ἀνελθών, τῷ ἐν Θαβὼρ μεταμορφωθέντι, ναὸν ἀνήγειρας, ὁ Ἰωάσαφ τότε, ἔδωκεν ἑαυτὸν εἰς θεραπείαν τοῦ Θεοῦ, μὴ φέρων τοῖς ἐν γῇ, προσηλῶσθαι ὑλικῶς. Ἄγγελοι, συνήγορουν τῇ προαιρέσει, οὐρανοὶ ἔχαιρον, γῆ ἠγάλλετο, ὁρῶντες ὑφ’ ὑμῶν, Θεὸν δοξαζόμενον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν ἀρετῶν ὁ κανών, τὸ τῆς ἀνδρείας καὶ φρονήσεως ἄγαλμα, ὁ τύπος τῆς σωφροσύνης, δικαιοσύνης βυθός, ὁ τῆς θεωρίας καὶ τῆς πράξεως, διδάσκαλος ἄριστος, τὸ ἐξέχον παράδειγμα, τῆς καρτερίας τὸ καλὸν ἀπεικόνισμα· χαίροις θεοειδέστατε, τοῦ πνεύματος ὄργανον, Ἀθανασίων τῶν πάλαι, ὁμωνυμιῶν καὶ ὁμότροπε· Χριστὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Χαίροις, ἡσυχαστῶν μοναστῶν, καὶ ἀσκητῶν τὸ θεῖον ὄντως ἀρχέτυπον, ἡ στάθμη τῶν σχολαζόντων, κατὰ Θεὸν τὸ σεπτόν, ἐγκρατείας ὄντως ἐνδιαίτημα, ἀγάπης τὸ τέμενος, ταπεινώσεως πέλαγος, τῆς συμπαθείας, Ἰωάσαφ ἡ θάλασσα, τὸ τοῦ ἐλέους, ἀκριβέστατον γνώρισμα· χαίροις ὁ παμφαέστατος, φανὸς ὁ τὰ πέρατα, καταφωτίζων ἀκτῖσι, τῶν ἐναρέτων σου πράξεων· Χριστὸν ἐκδυσώπει, χορηγῆσαι τοῖς ὑμνοῦσί σε Πάτερ ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίρετε, οἱ ἐκ γῆς καὶ χοός, ἀναδοθέντες κατὰ φύσιν ὡς ἄνθρωποι, τὸν χοῦν δὲ ὑμῶν τὸ Πνεῦμα, τὸ ἐκ Θεοῦ ἀληθῶς, ἐκνικῆσαι ὅλως ἀνεβίβασεν, εἰς ὕψος αἰθέριον, καὶ ὑψῶσαν ἐδόξασε, καὶ συμμετόχους, τοῦ Θεοῦ ἀπειργάσατο, ὡς ἐγγίζοντας, πρὸς Αὐτὸν πλησιέστερον· χαίρετε οἱ πρὸ λύσεως, τοῦ σώματος ἔνδοξοι, μὴ δεδεμένοι τελοῦντες, ἀλλ’ ὥσπερ ἄσαρκοι μένοντες· Χριστὸν δυσωπεῖτε, τοῦ βραβεῦσαι τοῖς αἰνοῦσιν ὑμᾶς ἔλεος.

Δόξα. Ἦχος γ΄.
Πάλιν ἰδού, ὁ ἑστιάτωρ ἦλθε, καὶ τὸ ἑστιατόριον ἕτοιμον. Διὰ γὰρ κυκλικῆς τοῦ χρόνου περιτροπῆς, ὁ κλεινὸς Ἀθανάσιος, τὰ οἰκεῖα μνημόσυνα, κοινὴν πανδαισίαν τίθησι. Καὶ τροφὴν εὐτρεπίσας πνευματικήν, κύκλῳ τῆς νοητῆς αὐτοῦ τραπέζης τὰ ἔγγονα εὐφραίνεται, βλέπων κορεννύμενα καλῶς. Μεγαλοψύχως οὖν ἑστιῶν χαρᾶς, ἐμπιπλᾷ ἀῤῥήτου τοὺς δαιτυμόνας, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.








Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου Ἀθανασίου. Ἦχος γ΄. Θείας πίστεως.
Στύλος ἄσειστος, καὶ στεῤρὸν τεῖχος, καὶ προπύργιον, γενοῦ καὶ σκεπη, τοῦ σοῦ ποιμνίου σοφὲ Ἀθανάσιε, τῶν πρεσβειῶν σου σκεπάζων ταῖς πτέρυξι, τοὺς ἐν αὐτῷ ἀσκουμένους ἑκάστοτε, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν δοξάζοντας, καὶ ἀνυμνοῦντας ἐκ πόθου τὴν μνήμην σου.
Δόξα. Ἦχος δ΄. Τοῦ Ἁγίου Ἰωάσαφ. Ταχὺ προκατάλαβε.
Τρωθεὶς θείῳ ἔρωτι τῷ Ζωοδότη Χριστῷ, θερμῶς ἠκολούθησας, καταλιπὼν νουνεχῶς, τὰ ῥέοντα ἅπαντα, ὅθεν ἐν Μετεώροις, ὥσπερ Ἄγγελος ζήσας, Ὅσιε Ἰωάσαφ, τοῖς Ἀγγέλοις συνηφθης, μεθ’ ὧν αει δυσωπει, υπερ των τιμωντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.




























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῷ θρόνῳ παρεστώς, τοῦ Δεσπότου θεόπτα, καὶ αἴγλης ἐμφανῶς, θεϊκῆς ἀπολαύων, πρεσβεύειν θερμότατα, μὴ ἐλλίπῃς μακάριε, τοὺς ὑμνοῦντάς σε, πάσης λυτρώσασθαι βλάβης, καὶ θεώσεως, ἐν μετοχῇ γεγονότα· σὺν σοὶ ἐπευφραίνεσθαι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Τὸ σῶμα δαπανῶν, ἐν νηστείᾳ καὶ νήψει, τὸ Πνεῦμα νοητῶς, ὑπεδέξω τὸ θεῖον, Ἰωάσαφ καὶ χάριτος, κοινωνὸς ἐχρημάτισας· ὅθεν πρέσβευε, συγκοινωνούς σοι γενέσθαι, τοὺς ὑμνοῦντάς σου, τὴν φωτοφόρον καὶ θείαν, πανήγυριν πάντοτε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἱερώτατον οἶκον σὺν τῷ Θεῷ, ἢ ὁ πάλαι ἀνήγειρε Μωϋσῆς, οὐ μόσχοι καὶ τράγοι γάρ, ἐν αὐτῷ σφαγιάζονται, οὐ Θεῷ θυσίαι, προσφέρονται ἄλογοι, τὸ φρικτὸν δὲ σῶμα, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὅθεν ἁγιάζει μυστικῶς οὗτος μᾶλλον, ἐκεῖ γὰρ αἰνίγματος, σκιωδῶς σημαινόμενα, ὧδε δὲ ἡ ἀλήθεια, φάινεται τῷ κόσμῳ Χριστός· ᾧπερ καὶ λατρεύομεν Ὅσιε, καὶ προσκυνοῦμεν ἐν πίστει, σωθῆναι ἐλπίζοντας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀθανάσιε Πάτερ, ὡς ἡμέτερος ἁλείπτης, μὴ ἐλλίπῃς ταῖς προσευχαῖς σου τὴν ἡμῶν ἐνδυναμῶν ἀσθένειαν, ὅπως τὰς ἐναντίας δυνάμεις τροπωσώμεθα.







Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ὁσίων δύο.
Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Αἰνέσωμεν συνελθόντες ᾄσμασι, τὸν Ἰωάσαφ σὺν Ἀθανασίῳ ἅμα τῷ κλεινῷ, ὡς κοινωνοὺς προπάτορας· ὥσπερ ἀγρύπνους φύλακας, ἡμῶν ἐν πᾶσι καὶ συλλήπτορας.
Βᾶτόν Σοι Χριστὲ θεράπων γέγονε, τὸ πρώην ἄβατον ὄρος· ἐνῶ χάριν συνοικισμοῦ ἀναβάς, Ἀθανάσιε, τῷ σῷ συνδρόμῳ ἔλεγες· Εἶναι ἡμᾶς ὧδε καλὸν ἐστί.
Γῆς ἄλλης ἡ Θεσσαλία ἔδοξεν, ὑμῖν μακάριοι, οἰκεῖν δὲ ταύτης ἀρίστη Τρίκκη δέ, Τρίκκης δ’ αὖ τὸ Μετέρωον, αὐτὸν ἐν τούτῳ σύμψηφον, σχόντες Χριστὸν ὁμοῦ καὶ σύνοικον.
Θεοτοκίον.
Ἰδού Σοι τοῦ Γαβριὴλ πανάμωμε, τὸ Χαῖρε κράζομεν· χαῖρε Παρθένε, Μήτηρ τῆς ζωῆς· χαῖρε πύλη οὐράνιε· χαῖρε τὸ κλέος ἄχραντε· τῶν μοναζόντων χαῖρε Δέσποινα.

Ὀ β’ Κανὼν τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Ἀθανάσιον, ἐν ὕμνοις μεγαλύνω.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀθανασίας τετρωμένος ἔρωτι, πᾶσαν ἐξέφυγες ἐκ παιδὸς παμμάκαρ, ὑλικὴν προσπάθειαν, καὶ τὸν σταυρὸν ἀράμενος ἠκολούθησας Πάτερ, τῷ σῷ Δεσπότῃ κελεύοντι, ᾯ συμβασιλεύεις αἰώνια.
Θεσμὰ νικήσας ἀνδρικῶς τῆς φύσεως, ὥς τις ἀσώματος ὅλος ὤφθης, πνεῦμα δουλώσας τῷ κρείττονι, τὸ χεῖρον· δι’ ὃ γέγονας οἰκητήριον Πάτερ, καὶ θείου Πνεύματος τέμενος, οὗ νῦν τὰς ἐλλάμψεις εἰσδέδεξαι.
Ἀγγελικῶς ἐπὶ τῆς γῆς ἰσάγγελε, πολιτευσάμενος, Ἀγγέλους ἐπίσης καὶ βροτοὺς ἐξέπληξας, τῷ ὑπὲρ φύσιν βίῳ σου, ἐν σαρκὶ ἀνθρώπινε, βίους ἀσάρκως ὡς ἄγγελος· ὅθεν καὶ Ἀγγέλοις συντέταξαι.
Θεοτοκίον.
Νόμοις ἐπαίνων λογικοῖς Θεόνυμφε, οὐχ’ ὑποπίπτουσιν, ἀλλ’ ὑπερνικῶσι τὰ ἐν Σοὶ τεράστια, ὡς ὑπὲρ φύσιν ὄντα γάρ, ὑπὲρ ἅπαντα λόγον, πεφύκασι καὶ κηρύττουσι, τὸ ἐν Σοὶ ἐξέχον τοῖς πέρασιν.









ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.
Δοξάζει Χριστὸς ἡμᾶς ἐν οὐρανοῖς καὶ γὰρ Αὐτὸν Ὅσιοι, ὑμεῖς ἐν γῇ πρότερον, ἔργοις τοῖς ὑμῶν ἐδοξάσατε.
Ἐνίκησας ἀνδρικῶς, τὴν τῶν δαιμόνων νοητὴν φάλαγγα, ἔχων τὴν σὴν κράτιστον, ὅπλον προσευχήν, Ἀθανάσιε.
Ζυγὸν ὁ Χριστοῦ καὶ σοὶ ὦ Ἰωάσαφ ἐλαφὸς ἔδοξεν, ὅνπερ αὐτὸς πρότερον, ἄρας καὶ τοὺς σοὺς αἴρειν ἔπεισας
Θεοτοκίον.
Ὁ κόσμος ὁ λυτρωθεὶς τῆς πολυθέου διὰ Σοῦ πάναγνε, πλάνης ὑμνεῖ πάντοτε Σέ, ὡς ἑαυτοῦ εὐεργέτιδα.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἄκακος σὺ καὶ πρᾷος ὤν, καὶ ταπεινὸς ὑπὲρ πάντας ἐμυήθης τὰ μυστήρια μάκαρ, τῆς ἀγάπης τοῦ Χριστοῦ, καὶ νουνεχῶς ἀπέῤῥιψας κόσμον, καὶ τὰ τοῦ κόσμου πλησθεὶς τοῦ Πνεύματος Ὅσιε.
Σάρκα τὴν σὴν ὥσπερ ἐχθράν, ἀπεκδυθεὶς ἐδουλώσω, τῷ τοῦ Πνεύματος νόμῳ παμμάκαρ, καὶ ἐπλήσθης φωτισμοῦ πνευματικοῦ καὶ χάριτος, ἧς μικρὸν μέρος Πάτερ, κᾀμοὶ παράσχου ὑμνοῦντί σε.
Ἵνα ἐκκλίνῃς ὁλικῶς τὴν Αἴγυπτον, φυγαδεύων ἀπεμάκρυνας ἐν Ὄρει Ἁγίῳ, καὶ ἐβόας τῷ Χριστῷ· δεῖκον κᾀμοὶ τὴν δόξαν σου, ὡς Μωϋσῃ τῷ πάλαι, ὡς σὺν ἐκείνῳ δοξάζω Σε.
Θεοτοκίον.
Ὅλον ἐκ Σοῦ θεοπρεοῶς, φορέσας με ὑπὲρ λόγον, ὁ Θεὸς ὅλος ἁγνή, χρηματίζων καὶ διττὰς ἐν εἁυτῷ φύσεις τε, καὶ θελήματα, ἄναρχα καὶ ἡργμένα φέρων φρουρεῖ, τοὺς ὑμνοῦντάς Σε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Οἱ τὴν ὕλην πατήσαντες τὴν χαμαί, καὶ πτερὰ περιθέμενοι προσευχῆς, αἰνέσατε ἅπαντες, τὸν σεπτὸν Ἀθανάσιον, ὡς κοινὸν πατέρα ἡμῶν καὶ διδάσκαλων, πρὸς αὐτὸν βοῶντες ἐνθέοις ἐν ᾄσμασι· χαίροις σοῦ γὰρ Πάτερ, ἡ σαργάνη καὶ κλίμαξ, εὑρήματα πέφυκε, καὶ σοφὰ μηχανήματα, εὐφυέστατα ὄργανα, δι’ ὧν ἀναφέρονται ψυχαί, ἀστραπαῖς ταῖς θείαις οἱ θελγόμεναι, εὐσταλῶς καὶ κούφως εἰς θεῖα σκηνώματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.









Ὠδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα.
Ἡλίου ὥσπερ τις ἄλλος, καθάπερ ἅρμα τῶν ἀρετῶν ἐζεύξατε, τὰς γενικωτάτας αἷς περ ἐποχούμενοι, φρικτῶς ἀνεδράμετε, οὐρανῶν ἐξ ὕψους ἀμφότεροι.
Θαυμαστή σου καὶ ἡ κλῆσίς ἐστι παμμάκαρ, θαυμαστὸν χρῆμα δὲ τῆς Ἀθανασίας, ἥνπερ ὁ φιλάνθρωπος Χριστός σοι παρέχετο Πάτερ, τῶν σῶν πόνων ἀντάμειψιν.
Ἱερὸν σὺ Ἰωάσαφ οἶκον ἐγείρας, τῷ ἐν Θαβὼρ ἐκλάμψαντι ἡμᾶς συνεγείρας, ὅστις τοὺς ἱδρῶτάς σου τιμῶν τοῦτο, δείκνυσι τράπεζαν κοινὴν καὶ ἀδάπανον.
Θεοτοκίον.
Ὑπερτέρα τῶν κτισμάτων Σὺ εἶ Παρθένε, τὸν Ποιητὴν γὰρ τέτοκας πάντων καὶ Δεσπότην, Ὃν καθάπερ τόκον Σου ἱκέτευε πάντοτε, σῶσαι τοὺς ὑμνοῦντάς Σε.

Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.
Νέος ἰδοὺ ἐν Μετεώρῳ ἐξέλαμψας, ὡς ἐν Ἄθῳ ἄλλος Ἀθανάσιος, τοὺς πειθαρχοῦντας τῶν μοναστών, σὺ ὥσπερ κἀκεῖνος Ἀγγέλους ἀπεργαζόμενος, ᾧ νῦν ὡς ὁμοτίμῳ συνὼν καὶ συγχορεύων, καὶ ἡμῶν τῶν ὑμνούντων σε μέμνησο.
Εὗρες ἰδοὺ τὰς ἀμοιβάς, τῶν καμάτων σου Βασιλείαν τοῦ Θεοῦ πηξάμενος, σκηνὴν ἐν λόφῳ τῷ ἱερῷ, καὶ τὴν θείαν μάνδραν ἐγείρας, ἣν καὶ ἀνέθηκας τῷ μεταμορφωθέντι, Χριστῷ ἐν Θαβωρίῳ, Ὃν δυσώπει φυλάττειν ἀπήμαντον.
Νόμους Θεοῦ τοὺς ὑπὸ σὲ ἐξεπαίδευσας, πολιτέιαν ὅλην προστησάμενος τὴν σὺν αὐτοῖς, καὶ διαγωγὴν βαίνειν τε κατ’ ἴχνος σοῦ τοῦ Πατρὸς ὑποθέμενος, οὑς νῦν μὴ διαλίπῃς κυβερνῶν καὶ ῥυθμίζων, παγγενῶν σαῖς εὐχαῖς, πρὸς τὰ κάλλιστα.
Θεοτοκίον.
Ὕμνους ἁγνὴ τοὺς εὐτελεῖς τούτους πρόσδεξαι φερόμενος ἀπὸ γλώττης πένητος καὶ διανοίας πάνυ στενῆς, ἀλλὰ μετὰ γνώμης εἰλικρινοῦς τε καὶ πίστεως, καὶ τοὺς ὑμνολογοῦντας τὸ μυστήριον Κόρη, τὸ ἐν Σοί, Σαῖς πρεσβείαις διάσωσον.










ᾨδὴ ε᾿. Σὺ Κύριέ μου φῶς.
Κλίμακος νοητῆς φέρω τύπον ἀνάγητε, ἀνέλθτε δεῦτε πάντες, δεῖτε πρός με ἡ κλιμαξ, βοᾷ Χριστὸν ὀψόμενοι.
Λέγει τοῖς μονασταῖς ἡ σαργάνη προσέρχετε, οὐ μόνον ὑμᾶς ἀνάγνω ἀπὶ γῆς εἰς τὸ ὄρος, ἀλλὰ καὶ εἰς οὐράνια.
Μάνδρας τῆς λογικῆς, ἣν συνήξατε, Ὅσιοι δεήθητε προστατεύειν τοῦ Χριστοῦ, καὶ φυλάττειν ἀεὶ ἀνεπηρέαστον.
Θεοτοκίον.
Σῶσόν με τῆς φθορᾶς, τῶν πταισμάτων ἀνάγαγε Σὺ Δέσποινα Θεοτόκε, ὅλον δεῖξόν με τῆς θείας δόξης ἄξιον.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Μνημονεύων μὴ παύσῃ, ἧς ἐκτήσω ποίμνης σου τῆς σεπτῆς μακάριε, καὶ τῶν σῶν προβάτων, ἃ καὶ πόνῳ καὶ πόθῳ συνήγαγες, λύκων ἁρπακτήρων τῶν πονηρῶν δαιμόνων Πάτερ, ἀνωτέραν φυλάττων πρεσβείαις σου.
Νεουργήσας τὸν κόσμον τῇ μεταμορφώσει σου μόνε φιλάνθρωπε, καὶ νεούργει καὶ αὖξαι καὶ πλάτυνε, σὺ γὰρ φέρων ταύτην ὁ οἰκιστὴς ἀνέθηκέ τε, καὶ σοῦ δεῖται φυλάττειν ἀσήμαντον.
Ὁ κανὼν καὶ ὁ γνώμην τῆς ἀναχωρήσεως, καὶ τῆς ἀσκήσεως ὁ τῆς ἐγκρατείας, καὶ τῆς νηστείας διδάσκαλος μέγιστος, ὁ ἔνθεος τύπος καὶ ὁδηγὸς τῶν μοναζόντων, εὐφημεῖσθω ψαλμοῖς Ἀθανάσιος.
Ἰατρόν σε παμμάκαρ καὶ θεραπευτὴν οἱ τιμῶντες τὴν μνήμην σου, καὶ ὑμνολογοῦντες, ἐν ᾠδαῖς τε καὶ  ἄσμασιν ἔχοιμεν, τὰς σωματικάς τε, καὶ ψυχικὰς ἀλόγους νόσους, καὶ τὰ ἄγρια πάθη κοιμίζοντα.
Θεοτοκίον.
Συμφωνία κυμβάλων καὶ ῥητορικῶν τεχνολόγων, πανάμωμε ἡ καλλιφωνία οὐκ ἰσχύει ἀξίως ὑμνῆσαί Σε· ἡ γὰρ Σὴ ἀξία, ὑπερνικᾷ ῥυθμὸν ἁπάσης, μουσικῆς καὶ ῥητόρων τὴν δύναμιν.














ᾨδὴ στ’. Θύσω Σοι μετὰ φωνῆς.
Βέοας σε Βεσελεὴλ ὡς ἄλλον δομήτορα, σκηνῆς καὶ Μάνδρας ἁγίας, καὶ νομέα ὄντα καὶ κηδεμόνα, ἀνυμνοῦμεν οἱ σοὶ θεράποντες, Ἀθανάσιε.
Ξένην σου ἡ πρὸς ἡμᾶς ἀγάπη θεόληπτε, ἵνα γὰρ ὧμεν φροντίδων Ἰωάσαφ, ἄμοιροι τῶν τοῦ βίου, τὸν Δεσπότην Χριστὸν ταμίαν, δίδως τοῖς τέκνοις σου.
Ὄμωσον ἐγκαταλείψειν ὅλως μηδέποτε, οἱ σοὶ σοῦ δέονται δοῦλοι, τὸν ναόν σου τοῦτον, σὺ δὲ ὀμώσας περιέπειν οὐκ ἀθετεῖς, Χριστὲ τὴν ἀλήθειαν.
Θεοτοκίον.
Τίθησιν ἐπὶ τοῦ Θρόνου Αὐτοῦ, ὥσπερ ὤμωσεν, ἐκ τοῦ καρποῦ τῆς κοιλίας τῷ Δαυΐδ ὁ Κύριος, καὶ δοξάζει τὸν καρπόν, σὺν τῷ δένδρῳ Σε πάναγνε.

Ἔτερος. Ἱλάσθητί μοι Σωτήρ.
Μωϋσῆς ὡς πάλαι γνωστός, Θεὸν ἰδεῖν ἐπεθύμησας· δι’ ὃ καὶ ἀποβαλών, καθάπερ ὑπόδειγμα τὸν κόσμον μακάριε, ἀναβὰς εἰς ὄρος τὸ βουλόμενον κατόρθωσας.
Ἐτρώθης μάκαρ Χριστοῦ, παιδὸς ἐκ ἔτι τῷ ἔρωτι, καὶ φεύγων τὰ ὑλικά, Αὐτὸν κατεδίωκες, ἐν ἄστροις καὶ ὄρεσι, καὶ τοῦ ποθουμένου, οὐκ ἠστόχησας πανόλβιε.
Γεώδους ὑπεριδών, παντὸς φρονήματος Ὅσιε, προσεκολλήθης Χριστῷ, καὶ τούτῳ τὴν ποίμνην σου, φυλάττειν ἀνέθηκας, καὶ τοὺς ταύτην ἅμα, κατοικοῦντας καὶ ὑμνοῦντάς σε.
Θεοτοκίον.
Ἀνάγαγέ με βυθοῦ, θανατηφόρου πανάμωμε, καὶ τῶν ἐμῶν λογισμῶν, τὸ σκάφος κυβέρνησον, ἐνθεῖσα πηδάλιον, τὸν θεράποντά Σου, καὶ τὴν σὴν θερμὴν ἀντίληψιν.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τὴν κλίμακα ἐτέκτηνας, τὰ κάτω μισῶν, σαργάνην Πάτερ ἔπλεξας, δι’ ὧν εἰς τὸ ὕψος τῆς ἀπαθείας, πλήθη ἀνήγαγες μοναστῶν, Χριστῷ τῷ Θεῷ προσάγων, ἐπάξιον ὡς δῶρον αὐτούς.
Ὁ Οἶκος.
Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν εἰς τὸ ὕψος καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα; Ἡσαΐας φησί. Τίς τὸ διορατικὸν κάτω κείμενον τῶν ἀνθρώπων ἄνω τείνει ἐδίδαξε πρὸς Θεόν; Τίς ἐπαίρειν εἰς οὐρανοὺς καὶ ὑψοῦν τὰ φρονήματα διὰ τῆς ὑλικῆς ὑπῃπνίξατο κλίμακος; Τίς ἄλλος, ἀλλ’ ἢ οὗτος, ὁ νῦν ἡμῖν εἰς εὐφημίαν προκείμενος. Τοῦτον λοιπὸν ἐν φωναῖς περιτράνοις ὑμνήσωμεν, τούτου τῇ μνήμῃ τιμὰς ἑορτασίμους προσάξωμεν, τούτου τὰς ἀρετὰς τοῖς προσήκουσιν ἐγκωμίοις ἐξάρωμεν. Οὗτος γὰρ ἄπειρα πλήθη πρὸς σωτηρίαν ὡδήγησε μοναστῶν, Χριστῷ τῷ Θεῷ προσάγων ἐπάξιον, ὡς δῶρον αὐτούς.
Συναξάριον.
Ἀθανάσιε τὸν λίθον Mετεώρου,
πρὸς λίθον ἀκρόγωνον τρίβον εἰργάσω.
Λίπ’ ἐν γῇ βιοτὸν γ’ Ἀθανάσιος ἤμφ’ εἰκάδι.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, τοῦ συνασκητοῦ τοῦ Ὁσίου Ἀθανασίου
Ἀθανασίῳ ἐν πόλῳ Ἰωάσαφ,
νῦν συγχορεύεις συμμεριστὴς ὡς πόνων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Τριχιν
Θνῄσκεις, ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ,
τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Οὗτος ὁ ἀοίδιμος, πάσῃ κακουχίᾳ, καὶ σκληραγωγίᾳ ἑαυτὸν ὑποβαλών, καὶ κρύει καὶ παγετῷ πηγνύμενος, τριχίνοις καὶ ἀδρανέσιν ἀμφίοις τὸ σαρκίον ἐκάλυπτερν· ὅθεν καὶ τοῦ Τριχινᾶ μετέσχεν ὀνόματος. Διά τι τοῦτο καὶ τὴν τῶν δαιμόωνν ἀπεγύμνου ἀπάτην, καὶ μῦρον εὐῶδες ὁ τάφος αὐτοῦ ἀναπηγάζει, πᾶσι τοῖς προστρέχουσι πόθῳ, καὶ τὴν ψυχικὴν καὶ σωματικὴν ὑγείαν κομιζομένοις.

Σὺν Ἀκινδύνῳ τέσσαρας κτείνει ξίφος,
τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
Οὗτοι πάντες, ἐπὶ Διοκλητιανοῦ τοῦ δυσσεβοῦς τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν· ὅτε καὶ ὁ πολύαθλος Μάρτυς Χριστοῦ Γεώργιος, συλληφθεὶς ἐτιμωρεῖτο, καὶ τιμωρούμενος τὰ παράδοξα ἐπετέλει ἐκεῖνα. Καὶ ὁ μὲν Βίκτωρ, Ἀκίνδυνος, Ζωτικός, Ζήνων καὶ Σεβηριανός, ἰδόντας τὸν Ἅγιον τῷ τροχῷ βληθέντα, καὶ μηδὲν ἀδικηθέντα, μιᾷ φωνῇ Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν, οἳ καὶ ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν. Ὁ δὲ Χριστοφόρος, Θεωνᾶς καὶ Ἀντωνῖνος, δορυφόροι ὄντες τοῦ βασιλέως, καὶ παριστάμενοι αὐτῷ ἐν μιᾷ τῶν ἡμερῶν, τὸν Μεγαλομάρτυρα ἐτάζοντι ἀπηνῶς, καὶ τὴν τοῦ νεκροῦ Ἕλληνος διὰ τῆς ἐπικλήσεως Χριστοῦ τοῦ Θεοῦ ἰδόντες ἀνάστασιν, ὡς τάχος διὰ προσευχῆς γεγενημένην, παραυτίκα ῥίψαντες τὰς ζώνας, καὶ τὰ ὅπλα αὐτῶν ἐνώπιον τοῦ βασιλέως, καὶ παντὸς τοῦ θεάτρου, τὸν Χριστὸν ὡμολόγησαν Θεὸν εἶναι ἀληθινόν. Διά τοι τοῦτο κρατηθέντες, τῇ φυλακῇ συνεκλείσθησαν. Μεθ’ ἡμέρας δέ τινας, παραστάντες τῷ τυράννῳ ἐκρεμάσθησαν καὶ ἐξέσθησαν, καὶ τὰς πλευρὰς λαμπᾶσι κατεφλέχθησαν, καὶ τέλος ἐν πυρὶ βληθέντες, τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο.






Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Παλαιολαυρίτου
Νέον τι κέρδος, τὸν Παλαιολαυρίτην,
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.
Οὗτος ἐξ ἁπαλῶν ὀνύχων θείῳ πόθῳ τρωθείς, τῷ Θεῷ προσεκολλήθη. Καὶ καταλιπὼν τρυφὴν καὶ περιφάνειαν βίου, καὶ ἀποξενωθεὶς πατρίδος καὶ τῶν οἰκείων, καὶ τὸν Σταυρὸν ἀράμενος, ἦλθεν εἰς ξένην χώραν καὶ ἄγνωστον, διὰ τὸν ξενιτεύσαντα Κύριον, καὶ ἐπὶ ξένης τεχθέντα. Καὶ καταλαβὼν τοὺς σεβασμίους τόπους, ἐν τῇ τοῦ μακαρίου Χαρίτωνος Μονῇ ἐπιδημεῖ. Καὶ καλῶς τελέσας πᾶσαν ἰδέαν ἀρετῆς, μετῆλθε τῶν τῇδε, πρὸς τὰς αἰωνίους καὶ μακαρίους μονάς.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἱερομάρτυς Ἀναστάσιος, ἐπίσκοπος Ἀντιοχείας, ξίφει τελειοῦται.
Ἀναστάσιε, σοῦ δὲ τί γράψω χάριν,
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ζακχαίου τοῦ Ἀποστόλου
Οὐχὶ κατάβα, ἀλλ' ἀνάβα σοι λέγει,
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.




Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.














ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ.
Πρεσβείαις ἅμα ταῖς πρὸς Θεὸν ἡμῶν καὶ ταῖς προσευχαῖς λύσιν τῶν παθῶν, δαιμόνων ἀφανισμόν, καὶ θανάτου ἀποσόβησιν, ὥσπερ φιλόστοργοι, δότε Πατέρες τέκνοις πατρώζουσιν.
Ῥύπου παντοίου ἁμαρτιῶν πολλῶν μου κάθαρον, σὺ Πάτερ Ἀθανάσιε, πόθον μοι ἐνθεὶς θεαρέστως, πολιτεύεσθαι κᾀγὼ γὰρ πρόβατον, τῆς σῆς ἐκλήθην Μάνδρας ἀοίδιμε.
Στενὴν ὁδεύειν καὶ τεθλιμμένην ἀσπασάμενος, σὺ τρίβον Ἰωάσαφ εἴσοδον, οὐρανὸν εὗρες Πάτερ τὴν εὐρύχωρον, ἧς τυχεῖν Ὅσιε, καὶ ἡμᾶς εὐχαῖς σου ἀξίωσον.
Θεοτοκίον.
Ἰδοὺ Παρθένε τὰς ἀφορμὰς τῶν λόγων, δίζως μοι Σύ, Λόγον ἡ τεκοῦσα, ἄναρχον τοῦ Θεοῦ, ὃς καὶ σώζει τοὺς Σοὶ ψάλλοντας· εὐλογημένη Σὺ ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.

Ἕτερος. Θεοῦ συγκαταβάσιν.
Λαμπρὰν τὴν διάνοιαν, ἀπεῤῥηγμένην τε πάσης σχέσεως γεηρᾶς θεοφόρε, καὶ τῶν ἀλόγων σὺ κεκτημένος, παθῶν φωτὶ ἐλάμφθης τῷ θείῳ, καὶ ἔφαλλες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὑπέρτερος γέγονας τῶν σκιρτημάτων σαρκὸς πανόλβιε, τῶν ἀγρίων διττάς τε, σαὐτῷ τὰς πτέρυγας παριθέμενος, τῆς θεωρίας καὶ πράξεως ἔψαλλες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ναὸς θείου Πνεύματος ἐγένου Πάτερ, ἐν ἡσυχίᾳ πολλῇ ἐγκρατείᾳ καὶ νήψει καὶ προσευχῇ, ἐλέῳ καὶ δάκρυσι καταναλών σου τὸν βίον ἐκραύγαζες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὦ Δέσποινα πλάτυνον τὴν τῆς ζωῆς μου τρίβον πρεσβείαις Σου, ἣν τὰ ἄγρια πάθη στενὴν καὶ ἄβατόν μοι εἰργάσατο· ἀλλ’ ἴθυνόν με πρὸς πλᾶτος εὐρύχωρον, τῆς αἰωνίου ζωῆς, ἵνα Σε χαίρων ὑμνῶ.














ᾨδὴ η’. Χεῖρας ἐκπετάσας.
Τήρησον παμμάκαρ ἀπινεῖς, λεόντων χάσμασι, δαίιμόνων στόμασιν οἰκτρῷ, ἀεὶ περιπίπτοντας σαῖς εὐχαῖς, ἡμᾶς περίζωσον καὶ ἐκ τοῦ λάκκου τοῦ βυθοῦ, τοῦ ᾅδου ἅρπασον Ἰωάσαφ, τοὺς ἀνυμνοῦντας πόθῳ τὴν μνήμην σου.
Ὕπερθεν τῶν κάτω γεγονώς, εἰς ὕψος μέγιστον παμμάκαρ, ἔφθασας τὸ τῆς θεώσεως, ἄριστα τὴν ψυχὴν καὶ τὴν διάνοιαν, κατὰ Μωσέα δοξασθείς, ὦ Ἀθανάσιε, εὐλογεῖται κράζων τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φίλη σοι ἡ κλίμαξ οἱ βαθμοί, πρὸς ἀνάβασιν στεῤῥοὶ γεγόνασι, δι’ ὧν αἱρόμενος ἔφθασας, οὐρανῶν ἁψίδας Ὅσιε, ὑπὲρ ἡμῶν τὸν Λυτρωτὴν ἐξιλεούμενος Ἰωάσαφ, τῶν σὲ ὑμνούντων πίστει θεόληπτε.
Θεοτοκίον.
Νέκρωσιν σφαλμάτων καὶ δεινός, Παρθένε θάνατος, νυνὶ συνέχει με, ἀλλὰ μὲ κείμενον ἔγειρον μετανοίας ὑποδείξασα, ὁδοὺς εὐθείας ἀγαθή, ὅπως κραυγάζω Σοι· εὐλογοῦμεν εὐλογημένη Κόρη, τὸν Τόκον Σου.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
ᾌδου Μωϋσῆς σὺ δεύτερος, τὴν γὰρ Αἴγυπτον ἔφυγες τὸ τῆς ἁμαρτίας διακόψας πέλαγος, δυνάμει τε κρείττονι, τὸν τοῦ Κυρίου μάκαρ, λαὸν πάντα διάσωσας, εἰς τὸ ὄρος ἀνῆλθες, καὶ πήξας ἀνετίθης τὴν σκηνήν, σὺν τῇ μάνδρᾳ τῷ ἐν Θαβωρίῳ, ἁμείψαντι τὴν θέαν.
Ὁ ὁδηγῶν ὡς πρόβατα σὺ παμμάκαρ τὰ τέκνα σου, εἰσάγων ἐξάγων, ἀντιλαμβανόμενος τοὺς λύκους, διώκων τῶν εὐχῶν σου τῇ κλαύροτι ἐπὶ χλόην νόμων καὶ δογμάτων τῶν θείων, ποιμένων καὶ χορεύων σὺν αὐτοῖς, καὶ κραυγάζων· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑπογραμμὸν τοῖς τέκνοις σου τοὺς σοὺς τύπους κατέλιπες, οὓς ἐν ταῖς καρδίαις ἑαυτῶν κατέγραψαν κατὰ θεοχάρακτα, ὡς ἐν σαρκίναις μάκαρ πλαξί, καὶ τὴν ἀπ’ αὐτῶν ὡς θεοπέμπτων προθύμως, παραίνεσιν λαβόντες, ὠφέλειαν καρποῦνται, καὶ σὺ γὰρ τούτους Πάτερ, ἐνέπνευσε τὸ Πνεῦμα.
Θεοτοκίον.
Σὺ Βασιλὶς καὶ Δέσποινα τοῦ παντὸς γὰρ ὁ Κύριος, σχῆμα δουλικὸν ἐκ τῆς σαρκός Σου εἴληφε, καὶ ταύτῃ τὸν τύραννον ἐξαπατήσας, πάντας ὁμοῦ τοὺς δορυαλώτους, ἐν ἰσχύει σκυλεύει· Αὐτὸν οὖν ὡς Υἱόν Σου μιμουμένη Παρθένε, καὶ Σὺ κᾀμὲ δουλείας, τῆς ἁμαρτίας ῥῦσαι.








ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.
Χαίρετε φανώτατοι λύχνοι, καταφωτίζοντες πάντας τοὺς ἱερὰν ὑμῶν μνήμην, ψαλμοῖς καὶ ὕμνοις καταγεραίροντας, ὅσπερ καὶ ἐποπτεύοιτε, καὶ ἀβλαβεῖς διαφυλάττοιτε.
Ψάλλουσιν ᾠδαῖς θεοπνεύστοις, καὶ εὐφημοῦσιν ἐπαξίως, ὑμῶν τὴν ἐτήσιον μνήμην, οἱ ἀνοθεύτως πατρονομούμενοι, οὓς εὐμενῶς δεχόμενοι, τοῖς πρὸς Θεὸν λιταῖς ἀμείβεσθε.
Ὢ τῶν μοναζόντων τερπνότης, ὢ τῶν Ὁσίων ἀκρότης, ὢ τῶν ἀσκητῶν ὡραιότης, δυὰς προκρίτων ὄντως ἡ πρόκριτος τῆς Μάνδρας, ἣν ἠγείρατε ὑμῶν ἱδρῶσι μνημονεύετε.
Ὄμμα τῆς ψυχῆς ἡμῶν, σκότει ἀμαυρωθὲν τῆς ἁμαρτίας, λάμπρυνον Θεὲ παντεπόπτα, Τριὰς Ἁγία, καὶ ὑπερούσιε, Σοὶ μόνῳ γὰρ λατρεύομεν εἰ, καὶ Σοὶ μόνῳ ἁμαρτάνομεν.
Θεοτοκίον.
Ὕμνους εὐαγοὺς ἀπὸ γλώττης, ψαλμοὺς ἐκ στόματος βεβήλου, αἴνους ἐκ χειλέων ἀνάγνων, μετ’ εὐμενείας Παρθένε πρόσδεξαι· ἄνθρωπος γὰρ ἀμόλυντος ὅλως, οὐδεὶς εἰ μὴ Σὺ πάναγνε.

Ἔτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν δρόμον ἐξετέλεσας τὸν καλόν, καὶ τὴν πίστιν τετήρηκας Ὅσιε, καὶ ἀνδρικῶς, ὅλον τὸν ἀγῶνα διηνεκῶς, καὶ τῶν στεφάνων ἔτυχες, τῆς δικαιοσύνης ἐν οὐρανοῖς, τῶν θείων λαμπηδόνων τρανότερον, μετέχων ἤδη γὰρ λέλυνται τὰ ἔσοπτρα.
Ἰδού σοι τῶν σῶν πόνων τὰς ἀμοιβάς, ὁ δικαίως μετρῶν ἀποδίδωσιν, αἱ γὰρ σκηναὶ ἔχουσιν, ἀγγέλων σοῦ τὴν ψυχήν, τῶν Ἀποστόλων σύστημα, τάγματα Ὁσίων καὶ ἀσκητῶν, Μαρτύρων αἱ χορεῖαι, χαρᾷ περικυκλοῦσι, συμπαρεστῶτες τῷ Δεσπότῃ σου.
Νῦν θρόνῳ τοῦ Δεσπότου παρεστηκώς, καὶ τιμὰς τὰς πρεπούχας καρπούμενος, καὶ θαυμαστήν, ἔχων παῤῥησίαν τε καὶ ἰσχύν, τοῦ σοῦ ποιμνίου μέμνησο, μέμνησο τῆς μάνδρας σου τῆς σεπτῆς, ταῖς σαῖς πρεσβείαις ταύτην, φυλάττων ἐν εἰρήνῃ, καὶ ὁμονοίᾳ ἀσκανδάλιστον.
Ὁ πύργος Ἐκκλησίας ὁ ἀῤῥαγής, μοναστῶν ταξιάρχης ὁ κράτιστος, ὁ ἀπλανής, πάσης τῆς ἀσκήσεως ὁδηγός, τοῦ Μετεώρου τὸ καύχημα, τοῦ γηλόφου τούτου ἱεροῦ, δομήτωρ καὶ προστάτης, ἐπίσκοπος καὶ φύλαξ, ὕμνοις τιμάσθω Ἀθανάσιος.
Θεοτοκίον.
Συμφώνως Σοι τὸ χαῖρε τοῦ Γαβριήλ, μελῳδοῦντες προσάγομεν Δέσποινα, ἡ θαυμαστή· χαῖρε τῶν Πατέρων δόξα σεμνή, τὸ τῶν Μαρτύρων καύχημα, τῆς ὁμολογίας ἡ ἀπλανής· χαῖρε Παρθένε θύρα τῶν διδασκάλων· χαῖρε τὸ θεῖον κράτος καὶ ἐξαίρετον.



Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῖς μαθηταῖς σου ἔλεγες Πάτερ· τέκνα μου δεῦτε, λαμπρῶς ἀνίωμεν, εἰς τὸ ὄρος καλοῦντι Χριστῷ περιπατήσωμεν, εὐσχημόνως ἡμέρας, ὅπως μὴ ἀπολέσωμεν τὴν ὁδὸν τὴν εὐθείαν τὴν πρὸς ζωήν, τὴν ἀγήρω ἄγουσαν· δεῦτε πάντες βλέψωμεν φῶς ἀΐδιον, φῶς μηδέποτε λήγον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας μακάριε, οὐδ’ ὁπωσοῦν τοῖς βλεφάροις σου, νυσταγμὸν οὐδ’ ἀνάπαυσιν, μικρὰν τοῖς κροτάδοις σου, ἕως ὅτου εὗρες, τόπον τῷ Κυρίῳ, οὐκὲν περίδου Ἐφραθᾶ, ἀλλ’ ἐν τοῖς ὄρεσι καὶ ἀνήγειρας, ναὸν ψάλλων ἀνάστηθι, εἰς τὴν ἀνάπαυσιν Κύριε, ὃν γὰρ οἶκον ἀνέστησα, φέρων σοὶ ἀνατίθημι. (Δίς)

Ὄντως σὺ μακάριος, Δαυΐδ ὁ θεῖος ὡς ἔφησε, δένδρον γὰρ εὐσκιόφυλλον, ὡράθης ἀοίδιμε, ἐν ταῖς διεξόδοις, τῶν θείων ὑδάτων, καὶ φυτευθὲν καὶ αὐξηθέν, βρύων καρποῖς πρὸς ὥρας κυρπίζουσιν, ἀθανασίας ἔνδοξε, τρέφων σκιάζων τὰ τέκνα σου, ὧν προΐστασθαι πάντοτε, μὴ ἐλλίπῃς ἀοίδιμε.

Ὁ πάντα τῷ νεύματι, παραγαγὼν ὡς φιλάνθρωπος, τὰ μὴ ὄντα τὸ πρότερον, καὶ τοῦτον ἀνέστησε, τὸν ἅγιον οἶκον, ὥσπερ ὑπηρέταις ὑμῖν χρησάμενος, σοῖς εἰς τὸ προσφέρειν θυσίας πάντοτε, αὐτῷ καὶ προσκυνεῖν πιστῶς Πατέρα, Λόγον σὺν τῷ Πνεύματι, ἐν τρισὶν ὑποστάσεσιν, ἁπλὴν μίαν θεότητα.

Δόξα. Ἦχος α΄.
Εἰς τὸ ὄρος συμβολικῶς τοὺς σοὺς ἀνοίξας, διὰ τὴν χαμόθεν ἔπαρσιν αὐτῶν τοῦ φρονήματος, οἳ καὶ τὴν πρόσκαιρον ζωὴν τῆς ἀϊδίου μὴ προκρίναν παρὰ σοῦ διδαχθέντες· ἄνω πρὸς οὐρανὸν ἦραν τὰ ὄμματα, ἐν ἔργοις βιωτικοῖς ἐμβιωτεύσαντες μηδέποτε, ἀλλὰ πνευματικοῖς· ὅθεν καὶ συναυλισθῆναι εἰς οὐρανούς, κατηξίωσαι Χριστὸς ὁ Θεὸς ἅμα σὺν σοὶ Ἀθανάσιε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου