Παρασκευή 20 Ιουλίου 2018

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δύο. Ἦχος πλ. δ'
Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Κύριε, Κύριε, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Καὶ τῶν Ἁγίων δύο. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου Σε.
Ὅτε, ταῖς τοῦ Πνεύματος αὐγαῖς, οἱ σεπτοὶ Προφῆται Οἰκτίρμον κατελαμπρύνοντο, τότε ἐμνήσθησαν, καὶ προεκήρυξαν, ταῖς ποικίλαις ἐμφάσεσι, τυπούμενοι θείας, σοῦ τὴν ἐνανθρώπησιν· δι’ ἧς ἡ φύσις ἡμῶν, ἤρθη καὶ Ἀγγέλοις συνήφθη, καὶ χοροὶ Ἁγίων ἁπάντων, ἐν παντὶ τῷ κόσμῳ ὑπερέλαμψαν.

Ὅτε, διεσπάρητε ἐν γῇ, ὥσπερ ποταμοὶ πλημμυροῦντες ζωῆς τὰ ῥεύματα, τότε κατηρδεύσατε τὴν κτίσιν ἅπασαν, θεηγόροι Ἀπόστολοι, καὶ τῆς ἀθεΐας, τὴν πυρὰν ἐσβέσατε καὶ προσηγάγετε, λόγῳ τῷ δοθέντι ὡς δῶρον, τῶν ἀνασωθέντων τὰ πλήθη, καὶ τῶν Ἀθλοφόρων τὰ συστήματα.

Δόξα... Ἦχος πλ. δ'
Τίς ἐπαξίως ὑμνήσει τὰς δυναστείας Σου Κύριε; ἢ τίς ἐξιχνιάσει τῆς σοφίας σου τὰ βάθη; Σὺ γὰρ ἐκ Παρθένου σαρκωθείς, τῆς ἀθανασίας τὰς είσόδους ἡμῖν ἀνεπέτασας, καὶ τῶν λογικῶν ἀγωνισμάτων τὸ στάδιον ἠνέωξας, ἐν ᾧ οἱ Ἀπόστολοί Σου Λόγε, καὶ τὰ μυριάριθμα τῶν Ἁγίων πλήθη ἠνδραγάθησαν, Ἱεράρχαι καὶ Μάρτυρες, καὶ δαβιτικῶς νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἧς καὶ ἡμᾶς ἀξίωσον, τοὺς δοξάζοντας τὴν ἐκ νεκρῶν Σου Ἀνάστασιν.








Καὶ νῦν... Τὸ Δογματικόν, Ἦχος πλ. δ'
Πῶς σε μακαρίσωμεν Θεοτόκε; πῶς δὲ ἀνυμνήσωμεν ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου; Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργός φύσεως; τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτόν, εἰς κένωσιν τὴν ἀνεξιχνίαστον, ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου ἁγνὴ κατεσκήνωσε, καὶ σάρξ ἀτρέπτως ἐγένετο ἐκ σοῦ, ἀπειρόγαμε, μείνας, ὅπερ ὑπῆρχε φύσει, Θεός. Διὸ αὐτὸν προσκυνοῦμεν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ ἀληθῶς, διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τάς ἐνεργείας, καὶ τὰ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει, καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν. Ἦχος πλ. δ'
Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Εἶτα, τὰ παρόντα τῶν Ὁσίων. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Τῶν ἀπ’ αἰῶνος Ἁγίων τὴν μνήμην σήμερον, Ἱεραρχῶν Μαρτύρων, Προφητῶν Ἀποστόλων, Ὁσίων τε Δικαίων καὶ Γυναικῶν, εὐσεβῶς ἑορτάσωμεν· οὗτοι καὶ γὰρ δοξασθέντες παρὰ Θεοῦ, ἱκετεύουσι σωθῆναι ἡμᾶς.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τοὺς φεγγοβόλους ἀστέρας τὰς θεαυγεῖς ἀστραπάς, τοὺς ποταμοὺς τοὺς πλήρεις, ψυχοτρόφων ναμάτων, τὰ ἄνθη τὰ εὐώδη τῆς θείας ὀσμῆς, τοῦ Χριστοῦ τοὺς θεράποντας, τοὺς ἀπ’ αἰῶνος Ἁγίους πᾶσα ἡ γῆ, ἀνυμνείτω θείοις ᾄσμασι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Οἱ ἐν τῇ ὕλῃ ἀΰλως πολιτευσάμενοι, καὶ τοὺς ὑλώδεις ὅρους, διασχόντες ἐν κόσμῳ, οἱ φίλοι τοῦ Σωτῆρος καὶ μιμηταί, οἱ ἐν Ἑώᾳ καὶ Δύσει τε, ἐν Μεσημβρίᾳ καὶ Ἄρκτῳ καὶ πάσῃ γῇ, Πάντες Ἅγιοι ὑμνείσθωσαν.



Δόξα... Ἦχος α’
Σκεύη τίμια τῆς ἐκφαντορικῆς ἐπιπνοίας, οἱ Προφῆται ἀνεφάνησαν, ποικιλοτρόπως μυσταγωγούμενοι, τὴν πρὸς ἡμᾶς τοῦ Λόγου ἐπ’ ἐσχάτων συγκατάβασιν· ἧς αὐτόπται καὶ ὑπουργοί, οἱ Ἀπόστολοι δειχθέντες, τῆς ζωῆς τὰ σπέρματα, τῇ οἰκουμένῃ διέσπειραν, ἐξ ὧν ἀνεβλάστησαν Μαρτύρων τάγματα, καὶ ἐγεωργήθη Ἱεραρχῶν ὅμιλος, καὶ ὡλοκαυτώθη δι’ ἀσκήσεως Χριστῷ, Ὁσίων πηλθύς, καὶ πᾶς πιστὸς Κυρίῳ καθιεροῦται, τῷ παρέχοντι δι’ αὐτῶν ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος Οἰκτίρμων.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Αὐτόμελον.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν, Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
 Ἀπολυτίκιον. Τῶν Ἁγίων Πάντων. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος. (Ποίημα τοῦ ὁσίου Νικοδήμου τοῦ ῾Αγιορείτου)
Βλαστοὺς εὐαγγελίου καὶ καρποὺς ἀμαράντους, χοροὺς ἁγίων Πάντων εὐφημήσωμεν πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, καὶ ἀγῶνας τοὺς γενναίους, ἀπὸ ψυχῆς συμφώνως ἀνακράζοντες· δόξα τῷ στεφανώσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ ἐν τῇ γῇ καὶ οὐρανῷ ὑμᾶς δοξάσαντι.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς ἐν πάσῃ τῇ κτίσει ὡς ἀστέρας ἐκλάμψαντας, καὶ τῆς εὐσεβείας τὸν πλοῦτον δαψιλῶς γεωργήσαντας, τιμήσωμεν πιστοὶ χαρμονικῶς, ἁπάντων τῶν Ἁγίων τοὺς χορούς· δι’ αὐτῶν γὰρ ἐδοξάθη ἐπὶ τῆς γῆς, ὁ σαρκωθεὶς Θεὸς ἡμῶν· δόξα τῷ ἐνισχύσαντι ἡμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ φωταυγοῦντι δι’ ὑμῶν τὴν γῆν μακάριοι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου γ’. Ἦχος πλ. δ΄
Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Κύριε, Κύριε, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

Ἕν Ἀνατολικόν.
Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

Στιχηρὰ τῶν Ἁγίων Πάντων. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος!
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ὁ τῶν ὅλων Κύριος, τὸν ἄνθρωπον μορφωθεὶς κόσμον ἀνέπλασε, καὶ ἔδειξεν ἐμφανῶς, τὴν τῶν Ἐθνῶν Ἐκκλησίαν πολύεκνον, κηρύγματι θεουργῷ, τῶν ἱερῶν Ἀποστόλων ἐν Πνεύματι· ἥτις ἐκλεκτὴ ὡς νύμφη, τούτῳ προσενήνοχε, τῶν Ἁγίων τὰ πλήθη, ἀπαρχὰς τῆς δικαιώσεως.

Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! Δι’ ἧς ἐξουσίαν καὶ θαυμάτων δύναμιν, δεδώρησαι τοῖς βροτοῖς· δι’ εὐσπλαγχνίαν πολλήν, ἐν ὕλῃ γὰρ χοϊκῇ, τῆς ἀϋλίας τὰς χάριτας ἤνθησαν, καὶ νίκην περιφανῆ, κατὰ τοῦ πλάνου ὡς ἄϋλοι ἤραντο, οἱ ἐν πάσῃ ὑφηλίῳ, Μάρτυρες ἀήττητοι, καὶ Ὁσίων τὰ πλήθη, καὶ Γυναίων ὁ κατάλογος.

Τίς πρεπωδῶς ἀποφθέγξεται, τῶν κατορθωμάτων ὑμῶν τὴν λαμπρότητα; Δυνάμεων τὴν ἰσχύν; Τῶν ἀρετῶν τὴν πληθύν; Τοῦ λόγου τὸ διαυγές; Τῆς θεοβρύτου σοφίας τὴν ἔλλαμψιν; Τὴν νέκρωσιν τῶν παθῶν; καὶ τῶν ἀπείρων βασάνων τὴν ἔφοδον; Ὦ στεῤῥοὶ Χριστοῦ ὁπλῖται,  Ἱεράρχαι πάνσοφοι, θεοφόροι Πατέρες, καὶ νεάνιδες φιλόσεμνοι.




Ἕτερα γ’ τῶν Ἁγίων Πάντων. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Οἱ πνευματοῤῥήτορες, οἱ Μαθηταὶ τοῦ Σωτῆρος, τοῦ Πνεύματος ὄργανα, πίστει χρηματίσαντες, διεσπάρησαν, εἰς τὰ γῆς πέρατα, τὸ σεπτὸν κήρυγμα, ὀρθοδόξως κατασπείροντες, ἐξ ὧν ἐβλάστησαν, θείᾳ γεωργίᾳ καὶ χάριτι Μαρτύρων τὰ στρατεύματα, πάθος τὸ σεπτὸν εἰκονίζοντες, διὰ πολυτρόπων, στρεβλώσεων μαστίγων καὶ πυρός, καὶ παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Πυρὶ ἐκκαιόμενοι, τῆς τοῦ Κυρίου ἀγάπης, πυρὸς κατεφρόνησαν, καὶ ὡς θεῖοι ἄνθρακες ἀναπτόμενοι, οἱ σεπτοὶ Μάρτυρες, ἐν Χριστῷ ἔφλεξαν, φρυγανῶδες πλάνης φρύαγμα, θηρῶν δὲ ἔφραξαν, στόματα, σοφαῖς ἐπικλήσεσι, καὶ κάρας ἐκτεμνόμενοι, ἔτεμον ἐχθροῦ πάσας φάλαγγας, καὶ τοὺς τῶν αἱμάτων, προχέοντες κρουνοὺς καρτερικῶς, τὴν Ἐκκλησίαν κατήρδευσαν, πίστει ἀναθάλλουσαν.

Θηρσὶ προσπαλαίοντες, τυμπανιζόμενοι ξίφει, ὄνυξι ξεόμενοι, χεῖρας ἀφαιρούμενοι, καὶ στρεβλούμενοι, οἱ στεῤῥοὶ μάρτυρες, καὶ πυρὶ ἐνύλῳ, ἀνενδότως φλογιζόμενοι, καὶ ἐκκεντούμενοι, καὶ τὰς ἁρμονίας τεμνόμενοι, ὑπέφερον στεῤῥότατα, λήξιν προορῶντες τὴν μέλλουσαν, καὶ τοὺς ἀκηράτους, στεφάνους, καὶ τὴν δόξαν τοῦ Χριστοῦ, ᾧ παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Τῶν Ἁγίων Πάντων. Ἦχος πλ. β΄
Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὀκτώηχος. Ἦχος πλ. δ΄
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.





Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον. Ἦχος πλ. β’: Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στ.: Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Στ.: Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς; Τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Τῶν Ἁγίων Πάντων. Ἦχος α'
Πίστεως συμφωνία, τὴν κοσμικὴν πανήγυριν, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, Πατριαρχῶν τὸ τίμιον, τῶν Προφητῶν τὸν σύλλογον, Ἀποστόλων τὸ ἐγκαλλώπισμα, Μαρτύρων τὸ ἄθροισμα, Ἀσκητῶν τὸ καύχημα, πάντων τῶν Ἁγίων τὴν μνήμην, πνευματικῶς ἑορτάσωμεν· πρεσβεύουσι γὰρ ἀπαύστως, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Δεῦτε πάντες οἱ πιστοί, τῶν Ἁγίων πάντων, ἐν ψαλμοῖς καὶ τὴν πανένδοξον μνήμην, ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, τὸν Βαπτιστὴν τοῦ Σωτῆρος, Ἀποστόλους, Προφήτας, καὶ Μάρτυρας, Ἱεράρχας, Διδασκάλους τε καὶ Ὁσίους, Ἀσκητὰς καὶ Δικαίους, καὶ τῶν ἁγίων Γυναικῶν τὸ φιλόθεον σύστημα, σεβασμίως μακαρίζοντες, συμφώνως ἐκβοήσωμεν· Ὑπεράγαθε Χριστέ, ὁ Θεὸς ἡμῶν, ταῖς αὐτῶν πρεσβείαις παράσχου εἰρήνην ταῖς Ἐκκλησίαις σου, νίκας κατ' ἐχθρῶν τῷ φιλοχρίστῳ βασιλεῖ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Δεῦτε ἅπαντες, πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τῶν Ἁγίων· ἰδοὺ γὰρ παραγέγονε, πλουτοποιὰ ἡμῖν χαρίσματα κομίζουσα· διὸ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ καθαρῷ συνειδότι, ἀναβοήσωμεν λέγοντες· Χαίρετε Προφητῶν ὁ σύλλογος, οἱ τὴν ἔλευσιν Χριστοῦ τῷ κόσμῳ κηρύξαντες, καὶ τὰ πόῤῥω ἐγγὺς προβλέποντες. Χαίρετε Ἀποστόλων ὁ χορός, οἱ τῶν ἐθνῶν σαγηνευταί, καὶ ἁλιεῖς τῶν ἀνθρώπων. Χαίρετε Μαρτύρων ὁ δῆμος, οἱ ἐκ περάτων γῆς συναθροισθέντες εἰς μίαν πίστιν, καὶ ὑπὲρ ταύτης βασάνων αἰκισμοὺς ὑπομείναντες, καὶ τελείως τὸν τῆς ἀθλήσεως στέφανον εἰληφότες. Χαίρετε Πατέρων ὁ μελισσών, οἱ τὰ ἑαυτῶν σώματα τῇ ἀσκήσει κατατήξαντες, καὶ νεκρώσαντες τὰ πάθη τῆς σαρκός, τὸν νοῦν θείῳ ἔρωτι ἐπτερώσατε, εἰς οὐρανοὺς ἐνέπτητε, καὶ σὺν Ἀγγέλοις εὐφραινόμενοι, ἀπολαύετε τῶν αἰωνίων ἀγαθῶν. Ἀλλ' ὦ Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες σὺν Ἀσκηταῖς, τὸν ὑμᾶς στεφανώσαντα, ἐκτενῶς δυσωπεῖτε, τοῦ λυτρωθῆναι ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τοὺς ἐν πίστει, καὶ πὀθῳ τελοῦντας, τὴν ἀεισέβαστον μνήμην ὑμῶν.
Ὁ αὐτός.
Δεῦτε μοναστῶν καὶ φιλεόρτων τὸ σύστημα, τὴν παροῦσαν ἡμέραν ὑμνήσωμεν λέγοντες· χαίρετε Ἁγίων Πάντων μελισσῶν θεοσύλλεκτε, οἱ τὰ ἑαυτῶν σώματα, τῇ ἀσκήσει κατατήξαντες. Καὶ νεκρώσαντες τὰ πάθη τῆς σαρκός, εἰς οὐρανοὺς ἀνέπτητε. Καὶ σὺν Ἀγγέλοις εὐφραινόμενοι, ἀπολαύεται τῶν αἰωνίων ἀγαθῶν. Ἀλλ’ ὦ Προφῆται, Ἀπόστολοι καὶ Μάρτυρες, σὺν Ἀσκηταῖς, τὸν ὑμᾶς στεφανώσαντα, ἐκτενῶς δυσωπεῖτε, τοῦ λυτρωθῆναι ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν τοὺς ἐν πίστει καὶ πὀθῳ τελοῦντας τὴν ἀεισέβαστον μνήμην ὑμῶν.

Ἦχος β΄.
Τίς ἡ λαμπρὰ αὕτη μνήμη, ἡ ὡς οὐρανὸς πολύαστρος σελαγίζουσα τὴν σύμπασαν, ἡ τῶν Ἁγίων Πάντων λαμπροφανὴς πανήγυρις ἐστί, τῇ τῶν χαρισμάτων πληθύϊ, τῶν πιστῶν τὰ πλήθη φαιδρύνουσα. Οὗτοι γὰρ οἱ μακάριοι, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πολιτευσάμενοι, τὸ τῆς φύσεως σαθρόν, πρὸς ἀφθαρσίαν μετηγάγοντο, τῆς μελλούσης δόξης προτυποῦντες τὴν ἀπόλαυσιν· ὅθεν τῆς ἀνωτάτῳ υἱοθεσίας τυχόντες, καὶ θεοὶ θετοὶ τῆς φύσει δεικνύμενοι, τὸ καινὸν ᾆσμα, ἐν τῇ τῶν πρωτοτόκων Ἐκκλησίᾳ ᾄδουσι, τῷ λυτρωσαμένῳ ἐκ τῆς πλάνης ἡμᾶς.

Ἦχος γ΄.
Δαβιτικῶς συνελθόντες τῷ ποιήσαντι θαυμάσια ἐν τοῖς Ἁγίοις Αὐτοῦ, Κυρίῳ βοήσωμεν· λίαν ἐτιμήθησαν οἱ φίλοι Σου ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν, οἷς γὰρ ἀνεπαύσω Λόγε, τούτοις καὶ τὸν πλοῦτον σου ἐξέχεας· ὅθεν τῶν ἐπαγγελιῶν Σου ἀνθηφοροῦντες τὴν ἔλλαμψιν, Βασιλείας κατηγωνίσαντο, δικαιοσύνην εἰργάσαντο, ἰσχυροὶ δεικνύμενοι λόγῳ καὶ ἔργῳ, καὶ ὑπὲρ χρυσὸν ἐν ὀπαῖς καὶ σπηλαίοις φαιδρυνθέντες, ἐν τῇ ἐκλεκτῇ τῇ Σιών, πολιτογραφοῦνται ἀϊδίως· δι’ ὧν παράσχου Σωτήρ, ταῖς Ἐκκλησίαις Σου ὁμόνοιαν, καὶ ἡμῖν τὸ μέγα ἔλεος.


Ἦχος δ΄.
Τίς μὴ θαυμάσει, τίς μὴ ἐκπλαγεῖ, τῶν Ἁγίων Πάντων τὰ ὑπερφυῆ κατορθώματα; Τῶν Προφητῶν τὰς θεοπτίας, τῶν Ἀποστόλων τὰς μυσταγωγίας, τῶν Μαρτύρων τὰς ἀνδραγαθίας, τῶν Ἱεραρχῶν τὴν θεολογίαν, τῶν Ὁσίων τὰς ἀνενδότους ἀσκήσεις, τῶν Γυναικῶν τὰς ἀνδρικὰς ἀθλήσεις, τῶν παρθένων καὶ νηπίων, καὶ πάσης ἡλικίας καὶ τάγματος, τὴν διάπυρον πρὸς Χριστὸν ἀγάπην καὶ τελειοποιὸν οἰκείωσιν. Πάντες γὰρ οἱ μακάριοι, διὰ πυρὸς καὶ ὕδατος διελθόντες καὶ πίστει μαρτυρηθέντες, πρεσβεύωσι τῷ Κυρίῳ, δωρηθῆναι τῷ κόσμῳ ὁμόνοιαν, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Τῇ νῦν πανηγύρει, συνδράμωμεν οἱ πιστοί· προτίθεται γὰρ ἡμῖν πνευματικὴ τράπεζα, καὶ κρατὴρ μυστικός, ἐξ ἡδέων ἐδεσμάτων εὐφροσύνης πλήρης, αἱ τῶν Μαρτύρων ἀρεταί· οὗτοι γὰρ οἱ καρτερόψυχοι, ἐκ τῶν περάτων τῆς γῆς, τῶν τοῦ σώματος ἄκρων, ἑτεροπόνους αἰκισμούς, τῷ Θεῷ προσήνεγκαν, θυσίαν λογικήν, πᾶσαν ἀκμήν ἡλικίας, οἱ μὲν τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἕτεροι δὲ χειρῶν διαιρέσεις, καὶ πάσης ἁρμονίας ἅμα, πάντες οἱ Ἅγιοι τῶν τοῦ Χριστοῦ παθημάτων κοινωνοὶ γεγόνασιν. Ἀλλ' ὦ στεφάνους αὐτοῖς ἀμοιβὰς βασάνων δεδωκώς, Κύριε, κατ' ἴχνος τούτων πολιτεύεσθαι ἀξίωσον ἡμᾶς, ὡς φιλάνθρωπος.

Καὶ νῦν... Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου, Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων, οὓς ἔπλασε κατ΄ εἰκόνα ἰδίαν, χειρὶ τῇ ἑαυτοῦ. Διὸ πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.













Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. Ὀκτώηχος. Ἦχος πλ. δ΄
Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Ἕτερα Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. Ὀκτώηχος
Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν∙ ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν ᾍδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι' ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.

Δόξα... Ἦχος πλ. β’
Δεῦτε πιστοί, σήμερον χορείαν ἐπικροτήσαντες, εὐσεβῶς πανηγυρίσωμεν, καὶ τῶν Ἁγίων πάντων τὴν ἔνδοξον, καὶ σεβάσμιον μνήμην, ἐνδόξως τιμήσωμεν, λέγοντες· Χαίρετε, Ἀπόστολοι ἔνδοξοι, Προφῆται, καὶ Μάρτυρες, καὶ Ἱεράρχαι. Χαίρετε, Ὁσίων ὁ δῆμος, καὶ τῶν Δικαίων. Χαίρετε, τιμίων Γυναικῶν ὁ χορὸς καὶ Χριστόν ὑπὲρ τοῦ κόσμου πρεσβεύσατε, νίκας τῷ βασιλεῖ κατὰ βαρβάρων δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ὀκτώηχος. Ἦχος πλ. β΄
Ὁ ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε. Διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν






Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Αὐτόμελον.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν, Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
 Ἀπολυτίκιον. Τῶν Ἁγίων Πάντων. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος. (Ποίημα τοῦ ὁσίου Νικοδήμου τοῦ ῾Αγιορείτου)
Βλαστοὺς εὐαγγελίου καὶ καρποὺς ἀμαράντους, χοροὺς ἁγίων Πάντων εὐφημήσωμεν πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, καὶ ἀγῶνας τοὺς γενναίους, ἀπὸ ψυχῆς συμφώνως ἀνακράζοντες· δόξα τῷ στεφανώσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ ἐν τῇ γῇ καὶ οὐρανῷ ὑμᾶς δοξάσαντι.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς ἐν πάσῃ τῇ κτίσει ὡς ἀστέρας ἐκλάμψαντας, καὶ τῆς εὐσεβείας τὸν πλοῦτον δαψιλῶς γεωργήσαντας, τιμήσωμεν πιστοὶ χαρμονικῶς, ἁπάντων τῶν Ἁγίων τοὺς χορούς· δι’ αὐτῶν γὰρ ἐδοξάθη ἐπὶ τῆς γῆς, ὁ σαρκωθεὶς Θεὸς ἡμῶν· δόξα τῷ ἐνισχύσαντι ἡμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ φωταυγοῦντι δι’ ὑμῶν τὴν γῆν μακάριοι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.
















ΟΡΘΡΟΣ

Καθίσματα Ἀναστάσιμα. Ὀκτώηχος. Ἦχος πλ. δ΄.
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα∙ Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα...
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἀναστάσιμα. Ὀκτώηχος. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Λευχειμονῶν ὁ Γαβριὴλ φαιδρὸς ἐπέστη, ὥς περ ἐν εἴδει ἀστραπῆς, Χριστοῦ τῷ τάφῳ, καὶ τὸν λίθον ἐκύλισεν ἀπὸ τοῦ μνημείου, καὶ φόβος μέγας συνέσχε σοῦ τούς φρουρούς, καὶ ἄφνω ἔμειναν πάντες ὡσεὶ νεκροί, ἀπὸ τοῦ τάφου οἱ φύλακες, καὶ τοῦ λίθου ἡ σφραγίς. Αἰσχύνθητε παράνομοι, γνῶτε, ὅτι ἀνέστη Χριστός.
Δόξα... Τὴν σοφίαν καὶ Λόγον.
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν... Θεοτοκίον
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι .



Ἡ Ὑπακοή
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ, Ἦχος Πλ. δ΄
Ἀντίφωνον Α΄
Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ, καὶ τῷ Λόγῳ.

Ἀντίφωνον Β΄
Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.

Ἀντίφωνον Γ΄
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.

Ἀντίφωνον Δ΄
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον: Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στ.: Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Εἶτα, οἱ Κανόνες· ὁ Ἀναστάσιμος, καὶ δύο τῶν Ἁγίων Πάντων.
Ὁ Ἀναστάσιμος Κανών. ᾨδὴ α'. Ἦχος πλ. δ΄
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».
Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.
Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

ᾨδὴ α', τῶν Ἁγίων Πάντων. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.
Τῶν σῶν Ἁγίων ἀνυμνῶν τὰ τάγματα, τῷ σῷ φωτὶ τὴν ψυχήν, ταῖς προσευχαῖς τούτων, αὐγασθῆναι δέομαι· σὺ γὰρ εἶ φῶς ἀπρόσιτον, τῆς ἀγνοίας τὸν ζόφον, διώκων τοῖς σοῖς πυρσεύμασι, Λόγε τοῦ Θεοῦ φωτοδότα Χριστέ.
Ὡς ἀνυψώθης ἐπὶ ξύλου, εἵλκυσας, πρὸς σὴν ἐπίγνωσιν, τὴν τῶν ἐθνῶν πᾶσαν, κληρουχίαν Δέσποτα, καὶ φωτὶ κατελάμπρυνας, τῆς ἁγίας Τριάδος, δι' Ἀποστόλων ἁγίων σου, δι' ὧν τὴν ἀπάτην ἀπήλασας.
Νομοθεσίᾳ σου Χριστὲ πειθόμενοι, οἱ σοὶ Ἀπόστολοι, τὰ ἐπὶ γῆς πάντα, εὐσεβῶς ἀπώσαντο, καὶ τῷ φωτὶ τῆς χάριτος, κατεφαίδρυναν πᾶσαν, τὴν οἰκουμένην οἱ ἔνδοξοι, εὐαγγελικῶς σε κηρύττοντες.
Ἀγαλλιώμενοι Σταυρὸν οἱ Μάρτυρες, τὸν σὸν ἀράμενοι, καὶ τὸ σεπτὸν πάθος, ἀκλινῶς μιμούμενοι, τυραννικὴν οὐκ ἔπτηξαν, ἀπειλὴν οἱ γενναῖοι, οὐ πῦρ, οὐ ξίφος, οὐ μάστιγας, ἀλλ' οὐδὲ λιμόν, οὐδὲ θάνατον.
Θεοτοκίον
Γνώμην ἀνδρείαν αἱ παρθένοι πάναγνε, ἀναλαβοῦσαι σαφῶς, μαρτυρικοὺς ἄθλους, ἀκλινῶς ὑπέμειναν, καὶ ψαλμικῶς ὀπίσω σου, τῷ Υἱῷ σου Παρθένε, ἐνθέως συναγαλλόμεναι, τῷ παμβασιλεῖ προσηνέχθησαν.

Ὁ β’ Κανὼν τῶν Ἁγίων Πάντων.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Κροτήσωμεν σήμερον, φαιδρὰν πανήγυριν μέλποντες, πιστοὶ καὶ γεραίροντες, Ἁγίων Πάντων χορούς, τὴν πανύμνητον, Ἀγγέλων τὰς χορείας, Ἁγίων τὰ τάγματα, ἐπαγαλλόμενοι.
Κυρίου τὸν Πρόδρομον, τὸν Βαπτιστὴν εὐφημήσωμεν, Δικαίων Ἁγίων τε, πρὸ νόμου ἅπαντας, τοὺς ἐν νόμῳ τε, Προφήτας θεηγόρους, σὺν ἄμα τῆς χάριτος, πάντας τιμήσωμεν.
Ἀδὰμ τὸν Προπάτορα, Ἄβελ καὶ Σὴθ ἐπαινέσωμεν, Ἐνὼχ Νῶε σήμερον, καὶ Ἀβραὰμ Ἰσαάκ, Ἰακὼβ ὁμοῦ, Δώδεκα Πατριάρχας, τοὺς πρὸ νόμου ἅπαντας, καὶ μετὰ νόμον σεπτούς.
Θεοτοκίον
Δυνάμεις οὐράνιαι, μετὰ Ἁγίων ἁπάντων τε, Παρθένε πανύμνητε, ἀνευφημοῦσί Σε, χαῖρε κράζοντες, πιστῶν ἡ σωτηρία, καὶ κατακοσμοῦσί Σε, πανηγυρίζοντες.

Καταβασία.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ᾨδὴ γ', Κανὼν Ἀναστάσιμος.
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».
Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.
Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙ διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

Τῶν Ἁγίων Πάντων. Ὁ στερεώσας κατ' ἀρχάς
Ἱερωσύνην ἱεράν, οἱ ἱερεῖς καὶ Ποιμένες, ἐνδυσάμενοι, καὶ ταύτην ἐμφρόνως, κυβερνήσαντες Χριστέ, ἀξίως κετεκόσμησαν, διδασκαλίας λόγον, ἄνωθεν ὄντως πλουτήσαντες.
Ὡραιωθέντες καλλοναῖς, τῆς πρώτης καλλοποιΐας, καὶ φανέντες ἀπλανεῖς ὡς φωστῆρες, οὐρανώσατε Χριστοῦ, τὴν Ἐκκλησίαν Ἅγιοι, ἄλλοθεν ἄλλος ταύτην, ποικίλως, κατακοσμήσαντες.
Νόμῳ πειθόμενοι τῷ σῷ, τῶν μακαρίων οἱ δῆμοι, πολυτρόποις ἀρεταῖς φαιδρυνθέντες, ἐπληρώσαντο μονάς, τὰς οὐρανίους χαίροντες· ἄλλην γὰρ ἄλλος πάντες, ταύτας ἀξίως ἐπλήρωσαν.
Θεοτοκίον
Παρθενικῆς ἀπὸ γαστρός, τοῦ ἐκ Θεοῦ Θεὸν Λόγον, ἀπεγέννησας ἡμῖν, Θεομῆτορ, ὃν νεάνιδες ἁγναί, θεοπρεπῶς ἐπόθησαν, καὶ σοῦ ὀπίσω πᾶσαι, τούτῳ σαφῶς ἠκολούθησαν.

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Τῶν ἄνω Ταγμάτων Ταξιάρχαι, καὶ πάντων Ἀγγέλων στρατιαί, μετὰ Ἁγίων Πάντων τε, πρεσβεύσατε δεόμεθα, ὑπὲρ ἡμῶν πρὸς Κύριον, ἡμᾶς ῥυσθῆναι κακώσεων.
Ὁ κήρυξ Θεοῦ τῆς παρουσίας, Προφῆτα καὶ Πρόδρομε σοφέ, Μωσῆ και Ἀαρὼν καὶ Ὤρ, Ἡλία Ἑλισσαῖε Δαβίδ, καὶ Σαμουὴλ σὺν ἅπασιν, ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύσατε.
Μαρτύρων ὁ Στέφανος ἐξάρχων, Γεώργιε Δημήτριε στεῤῥοί, Παντελεήμων Τρύφων τε, Θεόδωρε Εὐστράτιε, Εὐστάθιε σὺν ἅπασιν, ὑμᾶς τιμῶμεν ἐν ᾄσμασιν.
Θεοτοκίον
Λυθεῖσα ἡ Εὔα τῶν ὠδίνων, τὸ χαῖρέ Σοι κράζει Μαριάμ, χαῖρε Δικαίων καύχημα, χαῖρε Μαρτύρων σέμνωμα, χαῖρε Θεοῦ οἰκείωσις, καὶ τῶν πιπτόντων ἀνόρθωσις.
Καταβασία.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κοντάκιον. Ἀναστάσιμον. Ἦχος πλ. δ΄
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.






Κάθισμα. Τῶν Ἁγίων Πάντων. Ἦχος γδ’. Ταχὺ προκατάλαβε.
Προφῆται Ἀπόστολοι καὶ Ἱεράρχαι Χριστοῦ, Ἀνάργυροι πάνσοφοι καὶ τῶν Μαρτύρων χοροί, Ὁσίων Δικαίων τε, στῖφος ἱεροάθλων, θεοφόρων Γυναίων, πάντες οἱ ἀπ’ αἰῶνος, σὺν Ἁγίοις Ἀγγέλοις, Θεῷ συμπαριστάμενοι, σὺν τῇ Μητρὶ Αὐτοῦ πρεσβεύσατε.
Δόξα. Ἕτερον. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Προπατόρων Πατέρων Πατριαρχῶν, Ἀποστόλων Μαρτύρων Ἱεραρχῶν, Προφητῶν καὶ Ὁσίων σου, Ἀσκητῶν καὶ Δικαίων τε, καὶ παντὸς ὀνόματος, ἐγγεγραμμένου ἐν βίβλῳ ζωῆς, τὴν ἁγίαν μνήμην, τελοῦντες Χριστὲ ὁ Θεός, πάντας συγκινοῦμεν, εἰς πρεσβείαν δεόμενοι. Εἰρήνευσον τὸν κόσμον σου, δι' αὐτῶν ὡς φιλάνθρωπος, ἵνα πάντες βοῶμέν σοι· ὁ Θεὸς ὁ ἐνδοξαζόμενος, ἐν βουλῇ Ἁγίων σου, σὺ ὑπάρχεις ἀληθῶς, ὁ δοξάσας ἀξίως τὴν μνήμην αὐτῶν.
Καὶ νῦν. Θεοτοκίον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος, τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

ᾨδὴ δ', Κανὼν Ἀναστάσιμος.
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω∙ τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».
Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.
Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ, φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅδην πλούτου κενούμενον, τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν∙ πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.



Τῶν Ἁγίων Πάντων. Σύ μου ἰσχύς, Κύριε
Ἀνακραθείς, ὅμιλος ὁ τῶν Ἁγίων σου, δι' ἀγάπης, καὶ σοὶ ἐνηδόμενος, εἰλικρινῶς τε καὶ καθαρῶς, ἐν ἀγαλλιάσει, χορείαν τὴν ἀκατάλυτον, Ἀγγέλοις συγχορεύει, περὶ σὲ παντεπόπτα, τὸν ἁπάντων Θεόν τε καὶ Κύριον.
Νεανικῶς, ἔνδοξοι Ἱερομάρτυρες, τῶν Μαρτύρων, στέφος ἀνεδήσασθε, τῷ θεουργῷ χρίσματι τὸ πρίν, τῆς Ἱερωσύνης, ἠγλαϊσμένοι πανόλβιοι· διὸ διπλοῦς στεφάνους, ἐπαξίως λαβόντες, σὺν Χριστῷ αἰωνίως ἀγάλλεσθε.
Τὸ τῆς σαρκός, φρόνημα ἄπαν τῷ Πνεύματι, θεοφόροι, ὄντως ὑπετάξατε, ἀσκητικῶς τούτου τὰς ὁρμάς, τὰς ἀκατασχέτους, νηστείᾳ καταμαράναντες, καὶ νῦν τῆς ἀπαθείας, τῷ φωτὶ πυρσωθέντες, ἀμοιβὰς τὰς τῶν πόνων εἰλήφατε.
Ὡς τοῦ Χριστοῦ, Μάρτυρες τοῦ Πρωτομάρτυρος, τὰς βασάνους, ἄγαν ὑπεμείνατε, καρτερικῶς τε καὶ γενικῶς, ὡς ἐν ἀλλοτρίοις, ἀθλοῦντες σώμασιν ἔνδοξοι, καὶ νῦν τῆς βασιλείας, κληρονόμοι δειχθέντες, τοῖς πιστοῖς τὰς ἰάσεις πηγάζετε.
Θεοτοκίον
Νύμφη Θεοῦ, γέγονας Θεογεννήτρια· τὸν γὰρ τούτου, Λόγον προαιώνιον, σωματικῶς τέτοκας ἡμῖν, ἐν ᾧ καὶ γυναῖκες, ἁγίως πολιτευσάμεναι, καὶ ἄθλοις παμποικίλοις διὰ σοῦ κοσμηθεῖσαι, τὴν Προμήτορος πτῶσιν ἀνώρθωσαν.

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Πέτρον Παῦλον Ἰωάννην καὶ Ἀνδρέαν Ἰάκωβον, καὶ Βαρθολομαῖον, Φίλιππον Θωμᾶν ἐπαινέσωμεν, Λουκᾶν Ματθαῖον Λεββαῖον, θεῖον Μάρκον τε, καὶ Ἰάκωβον, τὸν Ἀδελφόθεον στέψωμεν.
Ἱεράρχας τοῦ Κυρίου ἐπαξίως τιμήσωμεν, θεῖον Μητροφάνην, σὺν τῷ Ἀλεξάνδρῳ Γρηγόριον, καὶ Ἰωάννην τὸν πάνυ, Ἀθανάσιον, καὶ Βασίλειον, σὺν τοῖς λοιποῖς ἐπαινέσωμεν.
Τοὺς Ὁσίους κορυφαίους Παῦλον Μέγαν Ἀντώνιον, σὺν τῷ Εὐθυμίᾳ, Σάββα Θεοδόσιον, Μάρκελλον καὶ Συμεών, Δανιήλ τε καὶ Παχώμιον, καὶ τοὺς ἅπαντας, μελῳδικῶς ἀνυμνήσωμεν.
Θεοτοκίον
Ἀγλαόκαρπόν Σε δένδρον καὶ φυτὸν εὐσκιόφυλλον, Δέσποινα καλοῦμεν, ὡς ἀθανασίας ἐκφύσασαν, καρπὸν ὡραῖον τῷ κάλλει καὶ σωτήριον· Ὃν ἱκέτευε, ὑπὲρ τῶν πίστει τιμώντων Σε
Καταβασία.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου, Κύριε.


ᾨδὴ ε', Κανὼν Ἀναστάσιμος.
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».
Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.
Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Τῶν Ἁγίων Πάντων. Ἵνα τί με ἀπώσω
Προορᾷν ὡς Προφῆται, θεῖοι τὰ ἐσόμενα κατηξιώθητε, ἃ ἐπιποθοῦντες, εὐγενείᾳ ψυχῆς ἐκαθάρατε, σεμνῇ πολιτείᾳ, ὑμᾶς αὐτούς, ὦ θεοφόροι, φωτιζόμενοι σθένει τοῦ Πνεύματος.
Ὁ χορὸς τῶν Ἁγίων, νῦν ἐναγλαΐζεται θείοις χαρίσμασιν, οἱ πρὸ νόμου πάντες, Πατριάρχαι, Προφῆται, Ἀπόστολοι, καὶ Μαρτύρων δῆμοι, καὶ Ἀσκητῶν καὶ διδασκάλων, καὶ δικαίων σὺν Ἱερομάρτυσι.
Λαμπομένην ὁρῶντες, τὴν τῶν σῶν Ἁγίων ὁμήγυριν σήμερον, τῇ σῇ Σῶτερ αἴγλῃ, καὶ λαμπάσιν ἀσβέστοις τῆς χάριτος, τὸν σὸν θεῖον πλοῦτον, τῶν ἀγαθῶν, καὶ ἀφθονίαν, ἀνυμνοῦμεν ἀπαύστως φιλάνθρωπε.
Θεοτοκίον
Ὑπερθαύμαστον τόκον, τὸν σὸν ἀγαπήσασαι γυναῖκες πάνσεμναι, τὰ τερπνὰ τοῦ βίου, εἰς οὐδὲν ἐλογίσαντο Πάναγνε, τῆς αὐτοῦ καὶ μόνης, ἐρωτικῶς ἐπιθυμοῦσαι, ἀγλαΐας καὶ θείας ἐλλάμψεως.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ἀπόστολοι πάνσοφοι, σὺν Ἀθλητῶν στρατεύμασι, θείων Ἀναργύρων συζυγίαι, σὺν Ἑρμολάῳ οἰ Τεσσαράκοντα, Ἀρέθα Μερκούριε Σαμψών, Νικήτα σὺν ἅπασιν, ὑπὲρ πάντων πρεσβεύσατε.
Ποιμένες καὶ Πρόεδροι, τῆς Ἐκκλησίας μέγιστοι, Βουκόλε Πολύκαρπε Σπυρίδων, Κύριλλε Πρόκλε σοφὲ Νικόλαε, Μεθόδιε θεῖε Γερμανέ, Σίλβεστρε Μεθόδιε, σὺν λοιποῖς νῦν γεραίρομεν.
Ὁσίων Παΐσιε, καὶ Μωϋσῇ Θεόδωροι, Μάρκε Πιτυροῦν Ἐφραὶμ Χαρίτων, Κυριακέ τε Ποιμὴν Γελάσιε, θεῖε Ἰσαὰκ Παμβὼ καὶ Ὤρ, δέησιν ποιήσατε, ὑπὲρ τῶν ἀνευφημούντων ὑμᾶς.
Θεοτοκίον
Ἰδὼν ἐν τῇ κλίμακι, ὁ Ἰακὼβ τὸν τύπον Σου, χαῖρέ Σοι βοᾷ Θεογεννῆτορ, χαῖρε ἡ βάσις δι’ ἧς κατέβη Θεός, χαῖρε ἡ ἀνάβασις βροτῶν, χαῖρε πόκε ἔνδροσε, καὶ συμβόλων ἡ ἔκβασις.
Καταβασία.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα.

ᾨδὴ ς', Κανὼν Ἀναστάσιμος.
«Ἱλάσθητί μοι Σωτήρ∙ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι∙ πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθεὶς Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.
Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.
Θεοτοκίον
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Τῶν Ἁγίων Πάντων. Ἱλάσθητί μοι Σωτήρ
Ὡς ἔντιμον ἐκλεκτόν, τεθέντα λίθον ἀκρόγωνον, οἱ Ἅγιοι ἐν Σιών, εὑρόντες σε Δέσποτα, κρηπῖδα ἀσάλευτον, ἐκλεκτοὺς ὡς λίθους, ἑαυτοὺς ἐπῳκοδόμησαν.
Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες αἵματος στάξασαι, σὺν ὕδατι θεουργῷ, τὸν κόσμον ἀνέπλασαν, καὶ θείαν ὁμήγυριν, τῶν Ἁγίων πάντων, εὐεργέτα προσεκάλεσαν.
Ὑμνοῦμεν πανευσεβῶς, Μαρτύρων νέφος τὸ ἔνθεον, τῇ χάριτι λαμπρυνθέν, καὶ λάμψαν φαιδρότερον, πορφύρᾳ τοῦ αἵματος, καὶ τῇ ἁλουργίδι, τῆς αὐτῶν στεῤῥᾶς ἀθλήσεως.
Θεοτοκίον
Μητέρα παναληθῆ, Θεοῦ σε πάντες γινώσκομεν, δι' ἧς φύσις γυναικῶν, ῥωσθεῖσα πανάμωμε, Χριστοῦ ὑπερήθλησεν, ἀρετῆς τε πάσης, εὐσεβῶς γέγονεν ἔμπλεως.

Ἕτερος. Τὴν θείαν ταύτην.
Ἱεροάθλων Ἰγνάτιε, Ἀντίπα Διονύσιε Μόδεστε, Τίτε Χαράλαμπες, σὺν τῷ Βλασίῳ Παγκράτιε, Κυπριανὲ σὺν ἄλλοις, Χριστῷ πρεσβεύσατε.
Ὁσιοάθλων Δομέτιε, Ἰάκωβε σοφὲ Ἀναστάσιε, Μαρτῖνε Στέφανε, Ἀνδρέα Κρήτης Νεόφυτε, σὺν ἅπασιν ἐπαίνοις, ὑμᾶς στέφωμεν.
Ἰωακεὶμ καὶ ἡ Ἄννα, καὶ θεῖε Ἰωσήφ, μνήστωρ μέγιστε, Συμεὼν Ἄννα τε, καὶ Ζαχαρία τρισόλβιε, ἅμα τῇ Ἐλισάβετ, ὕμνοις τιμάσθωσαν.
Θεοτοκίον
Ἁγίων Πάντων τὰ τάγματα, πρὸ νόμου καὶ ἐν νόμῳ καὶ χάριτι, τῶν ἐννωνύμων τε, καὶ ἀνωνύμων ἐν ᾄσμασι, σὺν τῇ Μητρὶ Κυρίου, μέλψωμεν σήμερον.
Καταβασία.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον. Τῶν Ἁγίων Πάντων. Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
Ὁ Οἶκος
Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται, πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ ἐκβοῶσαν· Θεός μου εἶ· Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
                          
Τὸ Συναξάριον τῆς ἡμέρας ἐκ τοῦ Μηναίου καὶ εἶτα·
Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, καὶ Εὐρώπῃ, Βοῤῥᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν.
Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους.
Εἴ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ ἐν Μυστρᾷ.
Γρηγόριε Ὅσιε τῇ σῇ ἀσκήσει,
Ταχέως εἴληφας τοῦ Χριστοῦ τὴν χάριν.
Οὗτος ἦν Μητζιθριώτης τὸ γένος, γονέων οὐκ ἀσήμων, ἀλλὰ εὐγενῶν. Ἐκ ἀπαλῶν οὖν ὀνύχων ἀνατραφεὶς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ὑπὸ τῶν οἰκείων αὐτοῦ, ἠράσθη τῆς μοναδικῆς καὶ θείας τῶν ἀσκουμένων ζωῆς. Ἤδη δὲ ἓξ καὶ δέκα ἐτῶν γεγονὼς λάθρα καταλιπὼν τοὺς φύσαντας αὐτὸν ἀνεχώρησε μετὰ μοναχῶν τινῶν εἰς προσκύνησιν τῶν Ἁγίων Τόπων. Ἐν Ῥώμῃ δὲ φοιτήσαντες ἐν ἑνὶ τῶν ἐκεῖσε εὐαγῶν μοναστηρίων τὸ ἅγιον ἐνεδύσατο σχῆμα. Εἶτα ἐλθὼν καὶ προσκυνήσας τοὺς Ἁγίους Τόπους καὶ ἀναχωρήσας κατήντησε εἰς Ὠρεοὺς Εὐβοίας καὶ ἐκεῖθεν ἐν τῇ ἀοίκῳ νήσῳ Στρογγυλῇ ἔνθα διέλαμψε ὡς ἀστὴρ μέγας ἀσκήσει ἄκρᾳ, νηστείαις καὶ συνέσει πολλῇ. Ἀξιωθεὶς τῆς χάριτος καὶ πολλοὺς εὐεργετήσας ἐν λόγοις καὶ ἔργοις ἐκοιμήθη ἐν εἰρήνῃ. Μετὰ τὴν κοίμησιν αὐτοῦ πολλὰ σημεῖα ἐπετέλεσε τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν πίστει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ὁμολογητῶν καὶ Φανέντων τῆς Σάμης Κεφαλληνίας· Γρηγορίου, Θεοδώρου καὶ Λέοντος .
Φανέντες θαυμαστῶς ἀθληταὶ κεκρυμμένοι,
καρδίας πιστῶν σπεύδετε κατευφραίνειν.
Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ' αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

ᾨδὴ ζ', Κανὼν Ἀναστάσιμος.
«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτέ∙ διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Ἡ ἔνδοξος κένωσις ὁ θεῖος πλοῦτος, τῆς σῆς πτωχείας Χριστὲ καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον∙ ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικόν
Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.

Τῶν Ἁγίων Πάντων. Θεοῦ συγκατάβασιν
Ἁγίων τὰ τάγματα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ἀσιγήτως ὑμνοῦντα, τρυφῆς ἐνθέου νῦν ἀπολαύουσι, καὶ γεγηθότες χορεύουσι ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ταῖς θείαις ἐλλάμψεσι, τῆς τρισηλίου φωτοχυσίας σεπτῶς, τῶν Ἁγίων οἱ δῆμοι, περιλαμφθέντες μονάδα τρισάριθμον, θεολογοῦσι Πατέρα συνάναρχον, καὶ τὸν Υἱόν εὐσεβῶς, καὶ Πνεῦμα ἅγιον.
Ἀφράστῳ τῇ δόξῃ σου, ὅταν ὀφθήσῃ Θεὸς ἐν μέσῳ θεῶν, τὰς ἀξίας παρέχων ἑνὶ ἔκάστῳ, καὶ τοὺς στεφάνους διδούς, τότε τοὺς πάντας ἀξίωσον ψάλλειν σοι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γηθόμενοι μέλψωμεν, τὴν τῶν Ἁγίων πάντων ὁμήγυριν, ἐκ παντὸς κροτουμένην, καὶ γένους ἅμα, καὶ ἀξιώματος, καὶ πολιτείας, καὶ τούτοις συμψάλωμεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν
Θεοτοκίον
Μαρίαν τὴν ἄχραντον, καὶ παναγίαν Θεογεννήτριαν, αἱ νεάνιδες πᾶσαι, χορείαν θείαν ἅμα στησάμεναι, μεγαλοφώνως, ἀγάλλου, βοήσατε, ἡ τῆς χαρᾶς τὴν πηγὴν ἡμῖν βλυστάνουσα.


Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ἡ πρωτόαθλος νῦν Θέκλα μακαρίζεται, Αἰκατερίνη ὁμοῦ, Βαρβάρα Χριστίνα τε, Κυριακὴ Φωτεινή, Ἰουλίττα Κήρυκος καὶ Εὐφημία τε, ἡ Μαρίνη τε, σὺν ταῖς λοιπαῖς ἀθλήσασιν, εὐφημείσθωσαν ἀξίως.
Εὐπραξία ἡ παρθένος Φεβρωνία τε, καὶ Εὐφροσύνη σεμνή, Σοφία Ἀγάπη τε, Πίστις Ἐλπὶς Θωμαΐς, Μηνοδώρα τε, καὶ Μητροδώρα ἅμα τε, Νυμφοδώρα νῦν τιμῶνται.
Ἡ ἰσάγγελος Μαρία Αἰγυπτία τε, καὶ Πελαγία ὁμοῦ, Ματρῶνα Μακρίνα τε, καὶ Ταϊσία σεμνή, Θεοδώρα τε, αἱ τὸν ἐχθρὸν νικήσασαι, μακαρίζονται ἀξίως.
Θεοτοκίον
Ἡ Παντάνασσα Παρθένος καὶ Θεόνυμφος, Μήτηρ τοῦ Πάντων Θεοῦ, ἀνευφημείσθω νυνί, Ἀγγέλων τε Τάγματα, Πατριαρχῶν ἡ πληθύς, Προφῆται θεῖοι Μάρτυρες, νῦν τιμάσθωσαν ἀξίως.
Καταβασία.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, ἔχαιρον ψάλλοντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η', Κανὼν Ἀναστάσιμος.
«Ἑπταπλασίως κάμινον, των Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα∙ οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε∙ σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου τὴν ἰσχύν, ὃν ἀπαύστως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν∙ ὑπὸ τῆς ζωῆς γάρ, τὸ θνητόν κατεπόθη, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν
Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.






Τῶν Ἁγίων Πάντων. Ἑπταπλασίως κάμινον
Ἀγαλλιᾶσθε Μάρτυρες, οἱ Προφῆται, Ἀπόστολοι, Ἱερομαρτύρων ὁ σεπτὸς κατάλογος, Δικαίων Ὁσίων τε, καὶ Διδασκάλων θεῖος χορός, σὺν ταῖς Μυροφόροις γυναιξὶ μελῳδοῦντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τῆς ὑπὲρ νοῦν λαμπρότητος, ἐμφορούμενοι Ἅγιοι, θείας εὐφροσύνης καὶ χαρᾶς πληρούμενοι, Θεοὶ χρηματίζετε, τῇ πρὸς Θεὸν ἐγγύτητι, ταῖς θεουργικαῖς μαρμαρυγαῖς ὁμιλοῦντες, καὶ δόξης τῆς ἀφράστου, φωτισθέντες ἀκτῖσι, Χριστὸν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀναφανέντες Ἅγιοι, ὡς φωστῆρες πολύφωτοι, τὸν τῆς Ἐκκλησίας, οὐρανὸν φαιδρύνετε, ποικίλοις χαρίσμασι, καὶ διαφόροις κάλλεσιν, ἐν δικαιοσύνῃ, σωφροσύνῃ, ἀνδρείᾳ, φρονήσει τε, βοῶντες· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Μετ' εὐφροσύνης ἅπασαι, γυναικῶν αἱ θεόφρονες, αἱ τελειωθεῖσαι, ἐν Χριστῷ τῷ Πνεύματι, Παρθένον τὴν ἄχραντον, καὶ ἀληθῆ Μητέρα Θεοῦ, τὴν ἐκ τῆς κατάρας, τῆς προμήτορος Εὔας, ἡμᾶς λυτρωσαμένην, τανῦν περικυκλοῦσαι, τὸν ταύτης ἀνυμνεῖτε, καρπὸν εἰς τοὺς αἰῶνας.

Ἕτερος. Παῖδας εὐαγεῖς.
Προφῆτα καὶ Πρόδρομε Κυρίου, Ἀπόστολε Βαπτιστὰ ἰσάγγελε, Ἰωάννη ἔνδοξε, Ἀποστόλων πρόκριτοι, σὺν Δωδεκάδι ἅπαντες οἱ Ἑβδομήκοντα, πρεσβεύσατε, σωθῆναι τοὺς πόθῳ, ὑμᾶς κατὰ χρέος, τιμῶντας εἰς αἰῶνας.
Ἡ Μάρτυς τοῦ Χριστοῦ Ἀναστασία, σὺν ἄλλῃ τῇ ὁμωνύμῳ ἀνυμνείσθωσαν, Εὐδοκία ἅμα τε, Θεοδότῃ Μαύρα τε, Θεοκλητὼ ἡ ἔνδοξος, καὶ αἱ ἀνώνυμοι, καὶ ἀμνάδες, τοῦ Κυρίου ἄμωμοι, καὶ ἡμῶν πρεσβευταὶ γεραιρέσθωσαν.
Ὁσία καὶ Μάρτυς τοῦ Κυρίου, γενναία Παρασκευὴ φερώνυμε, σὺν τῇ ὁμωνύμῳ σου, ἐπ’ Ἐπιβατῶν βλάστμα, Γολινδοὺχ Κασδόα τε, Γοβδελαᾷ τῷ στεῤῥῷ, αἱ ἀθλήσει, λάμψασαι πρεσβεύσατε, ὑπὲρ τῶν εὐφημούντων ὑμᾶς.
Θεοτοκίον
Ἄγγελοι Ἀρχάγγελοι Ἀρχαίτε, Δυνάμεις καὶ Ἐξουσίαι Κυριότητες, Θρόνοι Χερουβὶμ φρικτά, Σεραφὶμ ἀθροίσθητε, μετὰ Ἁγίων σήμερον ἐπὶ τῇ μνήμῃ ὑμῶν, σὺν τῇ πάντων, Βασιλίδι δέησιν, τῷ Θεῷ ὑπὲρ πάντων πρεσβεύσατε.
Καταβασία.
Παίδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ', Κανὼν Ἀναστάσιμος.
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν∙ διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».
Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός∙ διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.
Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιὼν ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Τῶν Ἁγίων Πάντων. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐλπίδι καὶ ἀγάπῃ θωρακισθέν, καὶ πιστῶς πεφραγμένον τὸ σύνταγμα, τῶν ἐκλεκτῶν, πάσας τῶν τυράννων τὰς ἀπειλάς, τοὺς αἰκισμοὺς καὶ μάστιγας, χαίροντες ὑπέμειναν εὐκλεῶς, Χριστὸν πεπλουτηκότες, νικοποιὸν ἐν ἄθλοις, τῆς ἀληθείας πρωτομάρτυρες.
Λιμένα σωτηρίας τὸν Βαπτιστήν, Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, σὺν Ἀσκηταῖς, θείους Διδασκάλους, καὶ Ἱερεῖς, Πατριαρχῶν τε σύλλογον, καὶ Ἱερομάρτυρας εὐκλεεῖς, γυναῖκας φιλοθέους, Ὁσίους καὶ Δικαίους, νῦν ἐπαξίως εὐφημήσωμεν.
Πυρὶ δοκιμασθέντες τῶν πειρασμῶν, καὶ τρυφαῖς μὴ θελχθέντες ἀγάλλεσθε, εἰλικρινῶς θρόνῳ τοῦ Δεσπότου φωτοειδεῖ, παρεστηκότες ἔνδοξοι, δῆμος τῶν Ἁγίων ἐν οὐρανοῖς, λυθέντων τῶν ἐσόπτρων, σκιᾶς τε παρειμένης, τῆς ἀληθείας ταῖς ἐμφάσεσι.
Θεοτοκίον
Ὡράθης διεστώτων συναπτική· διὰ σοῦ γὰρ Ἀγγέλοις ὁμόσκηνοι, ἐν οὐρανοῖς, ἄνθρωποι γεγόνασιν ἀληθῶς, καὶ μαρτυροῦσι τάγματα, πάντων τῶν Ἁγίων νῦν σὺν αὐτοῖς, ὑμνοῦντες τὸν σὸν τόκον, Παρθένε Θεοτόκε, ἐν αἰωνίοις μελῳδήμασι.






Ἕτερος. Ἅπας γηγενής.
Δεῦτε εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἐπικροτήσωμεν, ᾄσμασι γεραίροντες, τὴν φαιδροτάτην σεπτὴν πανήγυριν, Ἁγίων Πάντων σήμερον καὶ τὸν δοξάσαντα, ἐπαξίως· τούτους μεγαλύνωμεν, Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον.
Ἄναξ τῶν πιστῶν, Κωνσταντῖνε πρώτιστε, ἅμα Ἑλένη σεμνή, καὶ τοῖς μετὰ σὲ πιστοῖς, καὶ Ὀρθοδόξοις Ἁγίοις Ἄναξι, Μαρκιανῷ Πλακίλλῃ τε, καὶ Πουλχερίᾳ σοφῇ, Θεοδώρα, σὺν Θεοδοσίοις τε, καὶ λοιποῖς ὑμᾶς πόθῳ γεραίρομεν.
Δέσποτα Χριστέ, Ἀγγέλων Ἁγίων Σου, ταῖς προστασίαις σεπταῖς, καὶ τῶν Ἀποστόλων Σου, καὶ τῶν Μαρτύρων καὶ Προφητῶν καὶ λοιπῶν, Ἁγίων Πάντων λιταῖς, πάντας ἐλέησον, τοὺς τιμῶντας, ἐπαξίως σήμερον, τὴν λαμπρὰν αὐτῶν θείαν πανήγυριν.
Θεοτοκίον
Νεύματι τὸ πᾶν, Παρθένε τὸν φέροντα, Θεὸν ἐκύησας, ἄνθρωπον γενόμενον· δι’ εὐσπλαγχνίαν θεοχαρίτωτε, Ὃν ἐκτενῶς ἱκέτευε μετὰ Ἀγγέλων σεπτῶν, καὶ Ἁγίων, ἁπάντων οἰκτεῖραι ἡμᾶς, τοὺς Παρθένον ἁγνήν Σε γινώσκοντας.
Καταβασία.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον. Ἦχος β'. Αὐτόμελον.
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.
Ἐξαποστειλάριον. Τῶν Ἁγίων Πάντων. Γυναῖκες ἀκουτίσθητε.
Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν Σταυρὸν ἀράμενοι, πληθὺς Ὁσίων Πατέρων, σὺν τοῖς χοροῖς τῶν Μαρτύρων, Ἱεραρχῶν ὁμήγυρις, καὶ Γυναικῶν τὸ σύνταγμα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην.
Ἐξαποστειλάριον. Ἕτερον. Ἦχος β'. Τοῖς Μαθηταῖς
Τὸν Βαπτιστὴν καὶ Πρόδρομον, Ἀποστόλους, Προφήτας, Μάρτυρας, Ἱεράρχας τε Ἀσκητὰς καὶ Ὁσίους, Ἱερομάρτυρας ἅμα, φιλοθέους γυναῖκας, καί τους Δικαίους ἅπαντας, καί, Ἀγγέλων τὰς τάξεις χρεωστικῶς, ὕμνοις καταστέψωμεν δυσωποῦντες, τῆς δόξης τούτων τεύξασθαι, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον. Ὅμοιον.
Ὁ ἄνω δοξαζόμενος, θεϊκῶς ὑπ' Ἀγγέλων, κόλπων πατρῴων ἄχραντε, μὴ ἐκστὰς ἀποῤῥήτως, τοῖς κάτω συνανεστράφη, σὺ δὲ ταύτης ὑπῆρξας, τῆς σωτηρίας πρόξενος, ἐξ ἁγνῶν σου αἱμάτων, τούτῳ Ἁγνή, ὑπὲρ λόγον σάρκα δανεισαμένη, ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.

Αἶνοι. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου τέσσερα. Ἦχος πλ. δ΄.
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο∙ ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας∙ φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν∙ ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε∙ διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.

Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων∙ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Πάντων. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὴν τῶν Ἁγίων ἁπάντων φαιδρὰν πανήγυριν, σήμερον ἐκτελοῦντες, εὐσεβούντων τὰ πλήθη, δοξάσωμεν ἐν ὕμνοις τὸν Λυτρωτήν, τὸν αὐτοὺς ἀναδείξαντα, εἰς τὴν ἡμῶν σωτηρίαν ὡς ἀληθῶς, ἀκοιμήτους ἀκλινεῖς πρεσβευτάς.

Τῶν οὐρανίων Ἀγγέλων πιστοὶ τὰ τάγματα, Προφητῶν Ἀποστόλων, καὶ Μαρτύρων τὴν μνήμην, κλεινῶν Ἱεραρχῶν τε καὶ τῶν σεπτῶν, Ἱεροάθλων τὴν ἄθροισιν, καὶ τῶν Ὁσίων ἁπάντων καὶ Γυναικῶν, ταῖς χορείαις ἀνυμνήσωμεν.

Ὥσπερ στερέωμα ἄλλο δείκνυται σήμερον, ὁ θεῖος οὗτος οἶκος, τῶν Ἁγίων ἁπάντων, ὡς ἥλιον ἐν μέσῳ μὲν τὸν Χριστόν, καὶ σελήνην τὴν Δέσποιναν, ὥσπερ δὲ ἄστρα πολύφωτα τοὺς χορούς, κύκλῳ πάντων τῶν Ἁγίων Αὐτοῦ.

Ἕτερα. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Τοὺς Ἁγίους ὁ Κύριος, τοὺς ἐν γῇ ἐθαυμάστωσε· τὰ αὐτοῦ γὰρ στίγματα καὶ παθήματα, ἐν τῇ σαρκὶ ἀνεδέξαντο, ἐν τούτοις κοσμούμενοι, καὶ ταῖς θείαις καλλοναῖς, προφανῶς ἀναθέμενοι, οὓς ὑμνήσωμεν, ὡς ἀμάραντα ἄνθη, ὡς ἀστέρας, ἀπλανεῖς τῆς Ἐκκλησίας, ὡς ἐθελόθυτα θύματα.

Στ.: Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Σὺν προφήταις, Ἀπόστολοι, σὺν Ὁσίοις Διδάσκαλοι, σὺν Ἱερομάρτυσι πάντες Δίκαιοι, καὶ γυναικῶν αἱ ἀθλήσασαι, καὶ πόθῳ ἀσκήσασαι, τῶν Ἁγίων ἡ πληθύς, καὶ Δικαίων τὰ τάγματα, εὐφημείσθωσαν, ἱεραῖς μελῳδίαις, ὡς τῆς ἄνω, βασιλείας κληρονόμοι, ὡς Παραδείσου οἰκήτορες.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Οἱ τὴν γῆν οὐρανώσαντες, ἀρετῶν ἐν φαιδρότητι, οἱ Χριστοῦ τὸν θάνατον μιμησάμενοι, ἀθανασίας τὴν πρόξενον, ὁδὸν οἱ βαδίσαντες, οἱ τὰ πάθη τῶν βροτῶν, χειρουργίᾳ τῆς χάριτος, ἐκκαθάραντες, οἱ ἐν ὅλῳ τῷ κόσμῳ ὁμοψύχως, ἐναθλήσαντες γενναίως, ἀνευφημείσθωσαν Μάρτυρες.

Δόξα. Ἦχος πλ. δ'
Τῶν Ἁγίων Πάντων ὁ χορός, ἐκ πάσης ἡλικίας λαμπρῶς συγκροτηθείς, Χριστοῦ τοῦ ἀρχιποίμενος ὡς ἄρνες, ἀμέμπτῳ βίῳ ἠκολούθησαν τοῖς ἴχνεσι, καὶ τὴν οὐράνιον Ἐκκλησίαν, τέλος ἔδειξαν τῆς οἰκονομίας, οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· ὦ πόλις θεοειδής!, μερὶς περιούσιε, τοῦ κενωθέντος Λόγου, Προφῆται θεόσοφοι, τοῦ Παρακλήτου στόματα. Τῶν Ἀποστόλων πληθύς, αἱ τῶν δογμάτων κρῆναι, οἱ περίδοξοι τῶν Μαρτύρων δῆμοι, Ἱεραρχῶν Ὁσίων καὶ Γυναίων τάξεις, γνωσθέντων τὸ σύστημα, ἀνωνύμων συνέλευσις ἐκτενῶς πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον, Ἦχος β'
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



Μεγαλυνάρια.
Ἐνδοξοι Ἀπόστολοι τοῦ Χριστοῦ, Μάρτυρες Κυρίου, καὶ πανθαύμαστοι Ἀθληταί, Προφητῶν ὁ δῆμος, Ἱεραρχῶν Ὁσίων, ποιήσατε πρεσβείαν, ὑπὲρ ἡμῶν πρὸς Θεόν.
Τοὺς Προφήτας πάντας ἀνευφημῶν, καὶ τοὺς Ἀποστόλους, καὶ Ὁσίους Καθηγητάς, Μαρτύρων τὴν πᾶσαν, ὁμήγυριν συμφώνως, καὶ Πάντας τοὺς Ἁγίους, πόθῳ καὶ φόβῳ ὑμνῶ.
Ἔχοντας ἐξάρχουσαν τὴν Ἁγνήν, Νόες σὺν Προδρόμῳ, Ἀποστόλων θεῖος χορός, Προφητῶν Μαρτύρων, Ἱεραρχῶν Ὁσίων, ὑπὲρ ἡμῶν τὸν Κτίστην, καθικετεύσατε.

































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἁγίων Πάντων τοὺς χοροὺς εὐφημήσωμεν, τῶν Ἀσωμάτων λειτουργῶν τὰ στρατεύματα, καὶ Ἀποστόλων θείων τε Μαρτύρων τοὺς χορούς, τοὺς πρὸ Νόμου ἅπαντας, καὶ ἐν Νόμῳ Προφήτας, Ἱεράρχας ἅμα τε, καὶ Ὁσίων τὸν δῆμον, καὶ Γυναικῶν Ἁγίων τὴν πληθύν, ἀξιοχρέως, αὐτοὺς μακαρίζοντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών. 
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Τριὰς Ἁγία ἱεραῖς ἐντεύξεσι Ἁγίων Πάντων νυνί, Σοὺς ἀχρείους δούλους, οἴκτειρον ἐλέησον, καὶ Βασιλείας ποίησον, κληρονόμους σὺν τούτοις, ὡς ἄν Σε πάντες δοξάζομεν, καὶ μὴ στερηθῶμεν τῆς δόξης Σου.
Ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ πρόκριτοι τῶν Ἀσωμάτων Νοῶν, αἱ νοεραὶ τάξεις, στρατιαὶ οὐράνιαι· μεθ’ ὧν καὶ σὺ πιστότατε, τῆς ἐμῆς ζωῆς φύλαξ, Χριστὸν ἀεὶ ᾯ παρίστασθε, μέμνησθε πρεσβεύειν σωθῆναί με.
Πέτρε καὶ Παῦλε Ἰωάννη πρόκριτε θεολογίας πηγή, καὶ ὁ λοιπὸς ἅπας, Ἀποστόλων σύλλογος, Μαρτύρων καὶ Ὁσίων τε, καὶ Ἁγίων ἁπάντων, Χριστῷ πρεσβεύειν μὴ παύσητε, ὑπὲρ τῆς ἐμῆς συγχωρήσεως.
Θεοτοκίον
Ἐκ στειρευούσης κυηθεῖσα πάναγνε Σὺ παραδόξως γαστρός, τίκτεις Θεὸν Λόγον, ὑπὲρ λόγον ἄφθορος, καὶ μετὰ τόκον μείνασα, τοῦτον ἀεὶ δυσώπει, σὺν τοῖς σεπτοῖς Σου γεννήτορσιν, δοῦναί μοι πταισμάτων συγχώρησιν.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐν τῇ δευτέρᾳ Σου Χριστέ, καὶ φοβερᾷ παρουσίᾳ, σύνταξόν με δεξιοῖς Σου προβάτοις, τῆς εὐκταίαις Σου φωνῆς, καταξιῶν ὡς εὔσπλαγχνος, ταῖς τῶν Ἁγίων Πάντων, πανευπροσδέκτοις δεήσεσι.
Τῆς Θηβαΐδος ὁ βλαστός, ὁ Παῦλος σὺν Ἀντωνίῳ, καὶ Εὐθύμιος συνάμα ὁ μέγας, Θεοδόσιος ὁμοῦ, Σάββας Ἐφραὶμ Εὐθύμιος, καὶ Ἰωάσαφ πάντες, οἱ Ὅσιοι εὐφημείσθωσαν.
Ἐπιθυμίας βλαβερᾶς, θυμοῦ δεινῆς ἀκηδίας, καὶ παθῶν παντοδαπῶν ῥύσασθέ με, Ἱεράρχαι τοῦ Χριστοῦ, Βασίλειε Γρηγόριε, καὶ ὁ χρυσοῦς τὴν γλῶτταν, καὶ πάντες θεῖοι Δίδασκαλοι.
Θεοτοκίον
Ἡ τετοκυία τὸν Χριστόν, Αὐτὸν δυσώπει Παρθένε, σὺν Παρθένοις τε καὶ Μάρτυσιν ἅμα, καὶ Ὁσίαις Γυναιξί, Ματρώνῃ Θεοκτίστῃ τε, καὶ ταῖς λοιπαῖς ἄμνασι, τοῦ οἰκτειρῆσαι καὶ σῶσαί με.
Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους πληθὺς Ἁγίων ἁπάντων, ὅτι τῇ θείᾳ ὑμῶν σκέπῃ, ἀεὶ προστρέχομεν, τοῦ ῥυσθῆναι παντοίας βλάβης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἁγίων πληθὺς ἁπάντων ἡ πανένδοξος, ἡμᾶς τοὺς πιστῶς, τῇ σκέπῃ ὑμῶν προστρέοχντας, ἐκ κινδύνων ῥύσατε, καὶ πάσης δεινῆς κακώσεως, ὑμεῖς γὰρ ἀεὶ τὸ θεῖον εὐμενίζετε, τὴν λύτρωσιν βραβεύοντες.



ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Αἱ στρατιαί, τῶν οὐρανίων Δυνάμεων, σὺν Προδρόμῳ, Προφῆται Ἀπόστολοι, καὶ Ἱεράρχαι πανευκλεεῖς, Μάρτυρες οἱ θεῖοι, Ὁσίων κλίτος Δικαίων τε, καὶ Ἅγιοι Πάντες, πρεσβεύσατε Κυρίῳ, ὑπὲρ πάντων τῶν πίστει τιμώντων ὑμᾶς.
Τῆς ζοφερᾶς, ὄψεως ἐν τῇ ἐξόδῳ μου, τῶν δαιμόνων, ῥύσασθέ με δέομαι, οἱ τοῦ Χριστοῦ θεῖοι Ἀθληταί, Στέφανε ὁ πρῶτος, σὺν Θεοδώροις Γεώργιε, Δημήτριε Ἀρέθα, καὶ οἱ ἐν Σεβαστείᾳ, σὺν αὐτοῖς δὲ καὶ Πάντες οἱ Ἅγιοι.
Ἔργοις κακοῖς, γεγηρακὼς ὁ ἀσύνετος, παροργίζω Σου τὴν ἀγαθότητα, καὶ πᾶσαν διηνεκῶς, λόγοις τε καὶ ἔργοις παραπικραίνω φιλάνθρωπε· ἀλλὰ ταῖς τῆς Μητρός Σου, καὶ τῶν Ἁγίων ἁπάντων, ἱκεσίαις μοι δὸς τὴν συγχώρησιν.
Θεοτοκίον
Πλήν Σου ἁγνή, ἄλλην οὐκ ἔχω βοήθειαν, καὶ ἐκτός Σου, σκέπην οὐκ ἐπίσταμαι, Σύ μου ἐλπίς, Σὺ καταφυγή, Σύ μου εὐεργέτις, Σύ μου ἑτοίμη ἀντίληψις, καὶ Σὲ ἐπικαλοῦμαι, ἀπὸ πάσης ἀνάγκης, ἐξελοῦμαι καὶ σῶσον πρεσβείαις Σου.

ᾨδὴ ε΄. Ἵνα τί μὲ ἀπώσω.
Φοβερά Σου ἡ κρίσις, λίαν καὶ ἀδέκαστος καὶ ἀπαραίτητος, ἀλλὰ καὶ δικαία, καὶ ὁ ταύτης οὐδεὶς ἐξαιρούμενος, μόνον Σὺ ὁ μόνος, ἔχων Χριστὲ τὴν ἐξουσίαν, ταῖς εὐχαῖς τῶν Ἁγίων Σου σῶσόν με.
Τοῦ Χριστοῦ Ἱεράρχαι, σοφὲ Ἀθανάσιε, Πάτερ Νικόλαε, Ἄνθιμε Σπυρίδων, καὶ Παρθένιε Κύριλλε, Λέοντες καὶ πᾶς ἄλλος μύστης, ὑπὲρ ἡμῶν τῶν ἀναξίων, ἱκετεύειν μὴ παύσητε Ἅγιοι.
Οἱ τοῦ Χριστοῦ, τῆς ἁγίας κλῆσιν Ἀναστάσεως, φέρουσαι Μάρτυρες, καὶ Αἰκατερίνα, σὺν αὐταῖς ἡ γενναία Κυριακή, Θέκλα τε καὶ πᾶσαι, διὰ Χριστὸν θανατωθεῖσαι, τὴν νεκράν μου ψυχὴν ἀναστήσατε.
Θεοτοκίον
Ἡ Κυρία τοῦ κόσμου, τὸν κυριευθέντα με τοῖς παραπτώμασι, δοῦλον τοῦ Υἱοῦ Σου, καταξίωσον Κόρη γενέσθαι με, Ὅνπερ ἐκδυσώπει, σὺν τοῖς Ἁγίοις Αὐτοῦ πᾶσι, ἐξαλεῖψαι παθῶν μου τὸ πέλαγος.










ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Πεφωτισμένοι Χριστοῦ, φωτίσατέ με Ἀπόστολοι, τὸν σκοτισθέντα δεινοῖς, κακοῖς καὶ γηράσαντα, αἰσχρῶς τε βιώσαντα, σὺν Ἁγίοις πᾶσι, τὸν Κριτήν μοι εὐμενίσατε.
Σὺν Μιχαὴλ καὶ Γαβριήλ, οἱ τοῦ Θεοῦ Ἀρχιστρατήγοι, καὶ ὁ φρουρῶν με ἀεί, σωτήριος Ἄγγελος, καὶ πάντες Ἀσώματοι, πρὸς μετάνοιάν με, νῦν πρὸ τέλους ἐπιστρέψατε.
Προφῆται πανευκλεεῖς, καὶ θεηγόροι Ἀπόστολοι, τῶν Ἀθλοφόρων χορός, Ἱεράρχαι πάνσοφοι, Ὅσιοι καὶ Δίκαιοι, νῦν ἐκδυσωπεῖτε, λυτρωθῆναί με κολάσεως.
Θεοτοκίον
Τὴν Σὴν Μητέρα Χριστέ, καὶ τοὺς Ἁγίους Σου ἅπαντας, προσδέχου ὑπὲρ ἡμῶν, ἀεὶ δυσωποῦντάς Σε, καὶ δώρησαι ἄφεσιν, τῶν πολλῶν πταισμάτων, καὶ κολάσεώς με λύτρωσαι.
Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους πληθὺς Ἁγίων ἁπάντων, ὅτι τῇ θείᾳ ὑμῶν σκέπῃ, ἀεὶ προστρέχομεν, τοῦ ῥυσθῆναι παντοίας βλάβης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰατροὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, τῶν ἐν ζάλῃ λιμένες γαληνοὶ καὶ ἀχείματοι, Ἅγιοι ἅπαντες, ἱκέτας ἡμᾶς σπεύσατε θεραπεῦσαι ἀεί, τοὺς κατ’ ἄμφω ἀσθενεῖς, καὶ πρὸς ὑμᾶς καταφεύγοντας, στήσατε καταιγίδας, παύσατε τρικυμίας, τῶν ἐπερχομένων ἡμῖν, Κυρίου πιστοὶ θεράποντες.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Κατά Ματθαίον (ι΄ 32-33, 37-38, ιθ΄ 27-30)
Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
Δόξα: Ταῖς τῶν Σῶν Ἁγίων Πάντων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἡλίου φαιδρότερον, νῦν ἐξανέτειλεν ὄντως, ἡ φαιδρὰ πανήγυρις, τοῖς τοῦ κόσμου πέρασι Πάντες Ἅγιοι, μυστικαῖς λάμψεσι, τοὺς πιστοὺς ἅπαντας, χαρμοσύνως καταλάμπουσα, καὶ ἀγλαΐζουσα, ἣν συναθροισθέντες γεραίρομεν, ἐνθέοις μελῳδήμας, καὶ ψαλμοῖς καὶ ὕμνοις καὶ ᾄσμασιν· πιστῶς δυσωποῦντες, πρεσβεύειν τῷ Χριστῷ ὑπὲρ ἡμῶν, Χριστοῦ θεράποντες Ἅγιοι, Πάντες παμμακάριστοι.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Παμμέγιστε Πρόδρομε, σὺν Ἱεράρχαις Ἁγίοις καὶ Ἀσκηταῖς, καὶ τοῖς Μάρτυσι πᾶσι, πρεσβεύσατε ἐπίσης Χριστῷ τῷ Θεῷ, ὅπως μοὶ χαρίσηται πταισμάτων συγχώρησιν, καὶ ἀξιώσῃ τυχεῖν τῆς Παραδείσου τρυφῆς.
Μαρτύρων ὁ ἔξαρχος, Τροπαιοφόρε θεῖε Γεώργιε, καὶ Δημήτριε Θέκλα, Βαρβάρα Αἰκατερίνα τε, ἅμα Μαρίνῃ σὺν πάσαις ταῖς Μάρτυσιν, ὑπὲρ ἡμῶν τὸν Χριστὸν καθικετεύσατε.
Ὁ Μέγας Ἀντώνιος, σὺν Παχωμίῳ ἀνευφημείσθωσαν, καὶ ὁ Σάββας ὁ θεῖος, Εὐθύμιος Θεοδόσιος, σὺν Μακαρίοις Ἐφραίμ, Ἰσαὰκ ὁμοῦ, σὺν τοῖς λοιποῖς ἐπαξίως νῦν εὐφημείσθωσαν.
Θεοτοκίον
Ψυχῆς μου κατάβαλε, Χριστὲ τὸν πόνον καὶ ταύτης οἴκτειρον, τῶν Ἱερομαρτύρων, Ἱεραρχῶν τε καὶ τῶν Ὁσίων Σου, ταῖς μεσιτείαις καὶ τῆς τεκούσης Σε, καὶ δώρησαί μοι πταισμάτων τὴν ἄφεσιν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Νοῦν ἐμπαθῆ καὶ ἄσεμνον, τὸν ἐμὸν ἁγιάσατε, πανηγιασμένοι τοῦ Χριστοῦ Ἀπόστολοι, ὦ Πέτρε Ἰάκωβε, καὶ Ἰωάννη φίλε Χριστοῦ, Παῦλε καὶ λοιποί, τῶν Μαθητῶν τοῦ Σωτῆρος, σὺν τῷ σεπτῷ Προδρόμῳ, καὶ πᾶσι τοῖς Ἁγίοις, Προφήταις καὶ Ὁσίοις, καὶ Μάρτυσι Κυρίου.
Νῦν οἱ πρὸ Νόμου Ἅγιοι, καὶ ἐν Νόμῳ καὶ χάριτι, Δέσποτα Χριστέ, ὑπὲρ ἐμοῦ Σοὶ δέησιν, προσφέρουσιν ἅπαντες, καὶ σὺν αὐτοῖς ἡ θεία πληθύς, τῶν ὑπερκοσμίων, καὶ ἀΰλων ταγμάτων, ὧν ταῖς λιταῖς ἁπάντων, κατοικτείρησον σῶσον, ψυχὴν ἀπεγνωσμένων καὶ κατακεκριμμένην.
Χορὸς ἀζύγων πάντιμε, οἱ ἐν Ἄθῳ ἀσκήσαντες, Πέτρε Ἀθωνῖτα, θεῖε Ἀθανάσιε Παῦλέ τε καὶ Ἰάκωβε, Νήφων Σίμων Ἀκάκιε, Νεῖλε Κοσμᾶ Γρηγόριοι, σὺν τῷ Νήφωνι ἄλλῳ, καὶ τῷ Ἀθανασίῳ, Βυζαντίου Ποιμένες, πρεσβεύσατε σὺν πᾶσιν ἡμᾶς ἐλεηθῆναι.
Θεοτοκίον
Ἰχνηλατεῖν με πάναγνε, τοὺς ὁσίως βιώσαντας, διὰ πολιτείας ἐναρέτου ποίησον, ἐχθροὺς καταράσσουσα, τοὺς ἀφειδῶς με θλίβοντας, καὶ πρὸς τῆς σαρκὸς κατολισθαίνειν τὰ πάθη, ἀπαύστως ἐνοχλοῦντας, ἵνα χαίρων κραυγάζω· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο.
Ἁγίων ἅπας δῆμος Πατριαρχῶν, Προφητῶν Ἀποστόλων Μαρτύρων τε, Ἱεραρχῶν, Ὁσίων ἀνδρῶν τε καὶ γυναικῶν, Χριστὸν ἐκδυσωπήσατε, παῤῥησίαν ἔχοντες πρὸς Αὐτόν, τυχεῖν ἡμᾶς ἐλέους, τοὺς πόθῳ ἐκτελοῦντας, ὑμῶν τὴν μνήμην πανσεβάσμιοι.
Πληθὺς Ἁγίων Πάντων πανευκλεής, οἱ ἐνώνυμοι πάντες ἀνώνυμοι, οἱ πρὸ Χριστοῦ, καὶ οἱ ἐν τῇ χάριτι δαψιλῶς, χαρίσμασι τοῦ Πνεύματος, καταπλουτισθέντες παντοδαποῖς, μετὰ καὶ τῶν ἐν Ἄθῳ, πρεσβεύσατε Κυρίῳ, ὑπὲρ τῶ πόθῳ εὐφημούντων ὑμᾶς.
Τριαδικόν
Ὀρθόδοξος ὑπάρχει Χριστιανός, ὁ προσώποις τρισὶ ἕνα Κύριον, ἕνα Θεόν, καὶ ψυχῇ καὶ γλώσσῃ ὁμολογῶν, τοὺς οὕτω γοῦν πιστεύοντας, καὶ ὁμολογοῦντας Χριστανούς, Τριὰς εὐλογημένη, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τῆς Βασιλείας Σου ἀξίωσον.
Θεοτοκίον
Πανύμνητε Παρθένε Μῆτερ Θεοῦ, τῶν Ἁγίων Ἁπάντων δεήσεσι, πασῶν ὁμοῦ, Γυναικῶν Μαρτύρων Μοναζουσῶν, ὁ ὕμνος οὗτος γένοιτο, τῷ Μονογενεῖ Σου Υἱῷ καὶ Σοί, εὐπρόσδεκτος καὶ τέλος, παράσχου δεξιῶν μοι, ὅπως σωθεὶς ἀεὶ δοξάζω Σε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τῶν Ἁγίων Πάντων θείαν πληθύν, τοῦ Εὐαγγελίου ἀμαράντους θείους καρπούς, δεῦτε ἐπαξίως, τιμήσωμεν ἐν ὕμνοις, ὡς τύτων ταῖς πρεσβείαις, δεινῶν ῥυσθείημεν.
Ἄγγελοι Ἀρχάγγελοι τοῦ Θεοῦ, Πατριάρχαι πάντες καὶ Προφῆται πανευκλεεῖς, Ἀπόστολοι θεῖοι, Μάρτυρες Ἱεράρχαι, σὺν πᾶσι τοῖς Ἁγίοις, ἀνευφημείσθωσαν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς Ἁγίους Πάντας, τῆς Τριάδος τοὺς ἐραστάς, τοῦ Χριστοῦ τοὺς ἄκρους, θεράποντας καὶ φίλους, ἐν ᾄσμασι τιμῶντες, τὴν μνήμην σήμερον.
Ἔχοντες ἐξάρχουσαν τὴν ἁγνήν, Νόες σὺν Προφήταις, Ἀποστόλων θείους χορούς, Ἱερομαρτύρων, Ἱεραρχῶν Ὀσίων, ὑπὲρ ἡμῶν τὸν Κτίστην, καθικετεύσατε.
Τίς μὴ ἐκπλαγείη ἀκουτισθείς, τῶν Ἁγίων Πάντων, τοὺς ἀγῶνας καὶ ἀρετάς, σῶμα γὰρ παραδόντες, ὑπὲρ Χριστοῦ ἀγάπης, Αὐτῷ συμβασιλεύειν, κατηξιώθητε.
Ἔφρυξαν φρυάγματα ζοφερά, πονηρῶν πνευμάτων, τοὺς ἀγῶνας ὑμῶν σοφοί, σάρκα γὰρ φοροῦντες, ἀσάρκους πολεμίους, καθείλετε γενναίως, ἅπαντες Ἅγιοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Τάξεις, τῶν Ἀγγέλων αἱ λαμπραί, ἔνδοξοι Ἀπόστολοι πάντες, γενναῖοι Μάρτυρες, πάνσοφοι διδάσκαλοι καὶ ἱερόαθλοι, τῶν Ὁσίων ὁ σύλλογος, Προφητῶν Δικαίων, Γύναια θεόλεκτα, καὶ πᾶς Ἁγίων χορίς, δέησον πρὸς Κύριον ἅμα, ὑπὲρ τῶν ὑμᾶς εὐφημούντων, ὦ θεομακάριστοι ποιήσατε.
Ἅπαντες οἱ Ἅγιοι Χριστοῦ, τοὺς τὴν σεβασμίαν εἰκόνα, ἀσπαζομένους ὑμῶν, πάσης ἐκλυτρώσασθε βλάβης καὶ θλίψεως, ὁρατῶν ἀοράτων τε, ἐχθρῶν καὶ παντοίων, νοσημάτων Ἅγιοι ψυχῆς καὶ σώματος, ῥύσασθε δεόμεθα ὅπως, ὡς παντοδαποὺς εὐεργέτας, καὶ θεμροὺς προστάτας ὑμῶν σέβομεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου