ΧΑΙΡΕΤΙΣΜΟΙ
ΕΙΣ ΤΟΝ ΠΑΝΑΓΙΟΝ ΤΑΦΟΝ
(Ἐκ τοῦ· ΣΙΩΝΙΤΙΣ ΥΜΝΩΔΟΣ Ἤ ΜΕΛΩΔΙΚΟΙ ΚΑΙ ΘΕΙΟΙ ΥΜΝΟΙ
Οὕς ψάλλομεν περιερχόμενοι
καὶ λιτανεύοντες εἰς τὰ ἐντὸς τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως πανσέβαστα
Προσκυνήματα καὶ θεῖα Παρεκκλήσια.
Ἐν Ἱεροσολύμοις. Ἐκ τοῦ
Τυπογραφείου τοῦ Παναγίου Τάφου. 18592.)
Κοντάκιον.
Ἦχος πλ. δ΄.
Τῷ
ζωοδόχῳ καὶ σεπτῷ Κυρίου μνήματι, νῦν παρεστῶτες εὐλαβείᾳ οἱ ἀνάξιοι, σὺν
Ἀγγέλοις προσαγάγωμεν θείους ὕμνους, ἵν’ ὡς ἔχον ἁγιότητα ἀσύγκριτον, ἁγίασῃ
καὶ ἡμᾶς τούτῳ προσπίπτοντας, καὶ κραυγάζοντας· Χαῖρε μνῆμα τρισόλβιον.
Ἄγγελοι
ἀοράτως ᾀεὶ φόβῳ κυκλοῦσι Χριστοῦ τὸν παμμακάριστον Τάφον (ἐκ γ΄), καὶ τοῦτον ὡς θρόνον
θεοπρεπῆ καὶ πηγὴν φωτὸς βλέποντες, ἐξίστανται καὶ ἵστανται, μελῳδοῦντες πρὸς
αὐτὸν τοιαῦτα·
Χαῖρε,
Χριστοῦ ὁλόφωτον μνῆμα·
χαῖρε,
ἐχθροῦ νοητοῦ τὸ πῆμα.
Χαῖρε,
γῆς ἁπάσης τὸ μόνον ἀπάνθισμα·
χαῖρε,
Ὀρθοδόξων πάντων τὸ ἀγλάϊσμα.
Χαῖρε
τράπεζα βαστάζουσα, ὥσπερ θῦμα τὸν Χριστόν·
χαῖρε
κρήνη ἡ βλυστάνουσα, τοῖς πιστοῖς τὸν ἱλασμόν.
Χαῖρε,
ὅτι ἐν μέσῳ οἰκουμένης τυγχάνεις·
χαῖρε,
ὅτι τῆ δόξῃ οὐρανὸν ὑπερβάλλεις.
Χαῖρε,
ζωῆς ἀθανάτου κάτοχε·
χαῖρε,
πηγὴ ἀφθαρσίας πάροχε.
Χαῖρε,
ἐν ᾧ ἐκηδεύθη ὁ Κτίστης·
χαῖρε,
δι’ οὗ ἐφωτίσθη ἡ κτίσις.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Βλέπων
Ἀριμαθαίας ὁ βλαστός, ὅτι ἔχει ἀδήλως τὸ ἄφευκτον χρεὼν τοῦ θανάτου, ἐν τῷ κήπῳ
τάφον ἑαυτῷ καινὸν ἡτοίμασεν, ἀλλ’ ἐκ τοῦ Σταυροῦ σε νεκρὸν καθελών, Κύριε,
σεπτῶς ἐν αὐτῷ σπεύδει κηδεῦσαί σε, βοῶν σοι πόθῳ·
Ἀλληλούϊα.
Γνώσει
θείᾳ ἐπέγνω Ἰωσήφ, ὁ εὐσχήμων, τὸ μέγας τῆς σταυρώσεως ἔργον. Διὸ καὶ Πιλάτῳ
προσελθὼν ἔφησε· Δός μοι τὸ ἄχραντον τοῦ Κυρίου σῶμα. Ὡς δὲ ᾐττήσατο καὶ ἔλαβε,
τῷ καινῷ μνημείῳ ἐναπέθετο, κραυγάζων πρὸς τὸν Τάφον οὕτω·
Χαῖρε,
παθῶν τοῦ Σωτῆρος τέλος·
χαῖρε,
πιστῶν χαρμόσυνον μέλος.
Χαῖρε
ἀφθαρσίας, βροτῶν ἐργαστήριον·
χαῖρε
ἀνταρσίας, ἐχθρῶν ἀμυντήριον.
Χαῖρε
οὐρανὲ ἐπίγειε, Θεοῦ θρόνον ἐκτυπῶν·
χαῖρε
τόπε ἐπουράνιε, ὅν Θεὸς ὤφθη οἰκῶν.
Χαῖρε,
ὅτι ὑπάρχεις ἡ ζωήῤῥυτος κρήνη·
χαῖρε,
ὅτι ἐγένου τοῦ Χριστοῦ θεία κλίνη.
Χαῖρε,
Σιὼν τῆς ἄνω, ἀνάκτησις·
χαῖρε
πιστῶν, βεβαία ἀνάκλησις.
Χαῖρε
κρατήρ, πλήρης θεολογίας·
χαῖρε
λυτήρ, πάσης ἀμφιλογίας.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Δύναμίν
σου τὴν θείαν Ἰωσὴφ κεκτημένος ἀπέβαλε τὸν φόβον Ἑβραίων. Καὶ Σταυροῦ τὸ σῶμα
τὸ σὸν καθελών, σὺν τῷ Νικοδήμῳ σμυρναλόη Χριστὲ ἤλειψε. Μεθ’ οὗ σεπτῶς
κηδεύσας σε, ἔψαλλεν ἐν πόθῳ·
Ἀλληλούϊα.
Ἔχουσα
ἡ Παρθένος, ἐν ψυχῇ τὴν ῥομφαίαν τῆς λύπης, Συμεὼν ὡς προέφη, τῷ τάφῳ τοῦ Υἱοῦ
παρεστῶσα γοερῶς ἔκλαιε, καὶ τοῦτον καταβρέχουσα τοῖς δάκρυσιν, ἐπεβόα ταῦτα·
Χαῖρε,
δι’ οὗ ἡ χαρὰ προῆλθε·
χαῖρε,
δι’ οὗ ἡ φθορὰ παρῆλθε.
Χαῖρε,
εὐσεβῶν βάσις τε καὶ στήριγμα·
χαῖρε,
δυσσεβῶν πτῶσίς τε καὶ σύντριμμα.
Χαῖρε
Τάφε παμμακάριστε, τοῦ Υἱοῦ μου τοῦ Χριστοῦ·
χαῖρε
θάλαμε τερπνότατε, τοῦ Νυμφίου νοητοῦ.
Χαῖρε,
καὶ γὰρ συνέσχες τὸν συνέχοντα πάντα·
χαῖρε,
οὐ γὰρ κατέσχες τὸν συνέχοντα πάντα.
Χαῖρε
ἀστήρ, ἐκφαίνων τὸν ἥλιον·
χαῖρε
φωστήρ, αὐγάζων ὑφήλιον.
Χαῖρε
πυρὸς ἀπροσίτου, δοχεῖον·
χαῖρε
φωτὸς ἀνεσπέρου, ταμεῖον.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Ζάλην
ἔχουσαι λύπης μυροφόροι γυναῖκες, οὐκ ἤθελον τοῦ τάφου ἀποστῆναι. Τὴν χαρὰν γὰρ
ἐν ἑαυτῷ ἔκρυπτε, διὸ καὶ παννύχιον συνθρηνεῖ τῇ μητρὶ τοῦ Ἰησοῦ ἔσπευδον, ἀλλ’
ἵνα κατὰ νόμον σαββατίσωσιν, ὑπέστρεψαν βοῶσαι οὕτως·
Ἀλληλούϊα.
Ἤκουσαν
χριστοκτόνοι, σοῦ Χριστὲ προειπόντος αὐτοῖς, ὡς ἐκ νεκρῶν ἐγερθήσῃ, καὶ
δραμόντες πρὸς Πιλάτον, ᾔτησαν σὸν Τάφον σφραγισθῆναι, καὶ τῇ κουστωδίᾳ
τηρηθῆναι, ἀλλ’ ἡμεῖς τούτῳ παριστάμενοι, ἐκβοῶμεν πόθῳ·
Χαῖρε,
τὸ μεῖζον προσκυνημάτων·
χαῖρε,
τὸ βλύζον ῥεῖθρα θαυμάτων.
Χαῖρε
κλονουμένων, ἀκλόνητον ἕρεισμα·
χαῖρε
Ἐκκλησίας, τὸ ἄσειστον ἕδρασμα.
Χαῖρε
κράτος τῆς θεότητος, ἀπαστράψαν ὑπὸ γῆν·
χαῖρε
πλήρωμ’ ἁγιότητος, ἁγιάσαν πᾶσαν γῆν.
Χαῖρε,
τοὺς κοπιῶντας ἁγίους, ὁ στηρίζων·
χαῖρε,
πεφορτισμένους πιστούς, ἀνακουφίζων.
Χαῖρε,
δι’ οὗ Ἑβραῖοι ἐξώσθησαν·
χαῖρε,
δι’ οὗ ἔθνη ἐκληρώθησαν.
Χαῖρε,
τοῦ ᾅδου ἧττα καὶ πικρία·
χαῖρε,
τῶν βροτῶν πάντων σωτηρία.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Θεομάχοι
ὀφθέντες, χριστοκτόνοι ὑπῆρξαν τῷ φθόνῳ οἱ λαοὶ τῶν Ἑβραίων. Οἵ καὶ
σφραγίσαντες τὸν Τάφον, κύκλῳ σε κουστωδίᾳ ὡς νεκρὸν ἐφύλαττον, καὶ πλάνον
ἐδυσφήμουν σε μακρόθυμε, μὴ συνέντες λέγειν·
Ἀλληλούϊα.
Ἴδον
φῶς οἱ τηροῦντες, οὐρανόθεν ἀστράψαν, ἀῤῥήτως ἐν τῷ Τάφῳ Κυρίου. Καὶ τὸν λίθον
ἐκ τούτου σεισμῷ ἀποκυλισθέντα θεασάμενοι, ἐξέστησαν καὶ ἔφριξαν ὡς νεκροὶ
γενόμενοι. Τῷ δὲ Τάφῳ Κεντηρίων ἔφη·
Χαῖρε,
ἡ δόξα τῶν σωζομένων·
χαῖρε,
ἐλπὶς τῶν ἀπηλπισμένων.
Χαῖρε,
χριστωνύμου λαοῦ τὸ κραταίωμα·
χαῖρε,
πενομένων ἀκένωτον δώρημα.
Χαῖρε
ὅτι ἐγκατῴκισται, ἡ θεότης ἐπὶ σοί·
χαῖρε
ὅτι ἐγκαλλώπισται, τῆς Σιὼν βάρις ἐν σοί.
Χαῖρε
ὁ πάντα, ῥύπον ἐκ ψυχῶν ἀποπλύνων·
χαῖρε
ὁ πάντα, βέλη τοῦ ἐχθροῦ ἀπαμβλύνων.
Χαῖρε,
δι’ οὗ ἐλύθη κατάκρισις·
χαῖρε,
δι’ οὗ ἐδείχθη ἀνάστασις.
Χαῖρε,
ἐν ᾧ εὐσεβεῖς βεβαιοῦνται·
χαῖρε,
ἐν ᾧ δυσσεβεῖς καθαιροῦνται.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Κήρυκες
γεγονότες οἱ τηροῦντες τὸν Τάφον, ὑπέστρεψαν εἰς πόλιν ἁγιαν, ἀπαγγέλλοντες
τρανῶς Ἰουδαίοι ἅπασιν, ἅπερ ἐν τῷ Τάφῳ ἐναργῆ εἶδον θαύματα, ἀλλ’ αὐτοὶ κενὰ
πάλιν φθόνῳ ἐμελέτησαν, καὶ οὐ συνῆκαν λέγειν·
Ἀλληλούϊα.
Λάμψας
ἀπὸ τοῦ Τάφου φωτισμὸν εὐφροσύνης, ἐδίωξας τὸ σκότος τῆς λύπης. Καὶ γὰρ ἀναστὰς
τριήμερος, πᾶν Σῶτερ ἀπὸ γῆς ἀφεῖλες δάκρυον, ἡμεῖς δ’ οἱ φωτισθέντες τῷ σῷ
Τάφῳ χαρμοσύνως ἐκβοῶμεν ταῦτα·
Χαῖρε
χαρά, γένους τῶν ἀνθρώπων·
χαῖρε
φθορά, ἐχθρῶν πολυτρόπων.
Χαῖρε
τῶν ἐν νόσοις, ἴαμα σωτήριον·
χαῖρε
τῶν ἐν ἅδου ψυχῶν, ἱλαστήριον.
Χαῖρε
σοὶ γὰρ ἐνεδύθημεν, γυμνωθέντες τῷ Ἀδάμ·
χαῖρε
σοὶ γὰρ ἠφθαρτίσθημεν, νεκρωθέντες τῷ Σατάν.
Χαῖρε,
ὅν περ τὸ κῆτος Ἰωνᾶ, εἰκονίζει·
χαῖρε,
ὅν περ ὁ λάκκος Ἰωσήφ, σαφηνίζει.
Χαῖρε
χωλῶν, σφυρὰ ἀνορθούμενος·
χαῖρε
καλῶν, πλημμύραν δωρούμενος.
Χαῖρε,
πληρῶν εὐσεβεῖς εὐωδίας·
χαῖρε,
ζωγρῶν δυσσεβεῖς ἐξ ἁγνοίας.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Μάτην
οἱ τῶν Ἑβραίων ἐμελέτησαν δῆμοι, τὴν ἔγερσιν Χριστοῦ ἀθετῆσαι. Εἰ γὰρ καὶ ἱκανὰ
τοῖς στρατιώταις ἔδωκαν ἀργύρια, ἀλλ’ ὁ Λογγῖνος ταύτην τρανῶς ἐκήρυττεν,
ἀφόβως κράζων·
Ἀλληλούϊα.
Νέαν
ἔδειξεν χάριν, ἀναστὰς ἐκ τοῦ Τάφου, Χριστὸς ἡμῖν τοῖς ὑπ’ αὐτοῦ φωτισθεῖσι,
νεκρῶν προσδοκᾷν ἀνάστασιν, ζωὴν τ’ αἰῶνος μέλλοντος, καὶ φῶς ἄληκτον. Οὗ περ
τὸν Τάφον βλέποντες, ἐν πόθῳ μελῳδοῦμεν οὕτω·
Χαῖρε,
ἀνάστασις πεπτωκότων·
χαῖρε,
ἡ ἄφεσις ἐπταικότων.
Χαῖρε
ὁ πηγάζων, πᾶσι τὴν εὐσέβειαν·
χαῖρε
ὁ σκεδάζων, ἐθνῶν τῆν δυσσέβειαν.
Χαῖρε
ὅτι ἐμπιπλώμεθα, ἐν σοὶ πᾶσιν ἀγαθοῖς·
χαῖρε
ὅτι ποτιζόμεθα, τῶν χειμάῤῥων σῆς τρυφῆς.
Χαῖρε
ὅν εἰκονίζει, ἡ σεπτὴ κολυμβήθρα·
χαῖρε
οὗ περ ἐκβλύζει, τῶν χαρίτων τὰ ῥεῖθρα.
Χαῖρε,
ἐν ᾧ ἐτάφη ἀθάνατος·
χαῖρε,
δι’ οὗ ἠλάθη ὁ θάνατος.
Χαῖρε,
δι’ οὗ φωταυγεῖται ἡ κτίσις·
χαῖρε,
δι’ οὗ προσκυνεῖται ὁ ῥύστης.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Ξένον
θαῦμα ἰδοῦσαι, ἐξενίζοντο λίαν πρωὶ αἱ Μυροφόροι ἐλθοῦσαι, ὁ γὰρ πρὸς τῇ θύρᾳ
ὤν τοῦ Τάφου μέγας σφόδρα λίθος, τῷ φρικτῷ σεισμῷ ἀποκεκύλισται. Ἄγγελος δ’ ἐν
τούτῳ ἐπεκάθητο, ταύταις βοῶν τό·
Ἀλληλούϊα.
Ὅλος
χαρὰ ὑπάρχων, καὶ πηγὴ εὐφροσύνης, τό· Χαίρετε Μυροφόροι, ἔφης. Αἱ δὲ τοὺς σοὺς
παναχράντους πόδας κρατήσασαι, σεπτῶς ἐν δάκρυσιν ἠσπάζοντο, καὶ πόθῳ πρὸς τὸν
Τάφον εἶπον·
Χαῖρε,
παράκλησις τῶν πενθούντων·
χαῖρε,
ἡ ῥῶσις τῶν ἀσθενούντων.
Χαῖρε
Ἀποστόλων, παγκόσμιον κήρυγμα·
χαῖρε
ὑμνογράφων, φωτισμὸς καὶ στήριγμα.
Χαῖρε,
ὅτι τὴν Ἀνάστασιν τοῦ Χριστοῦ διατρανοῖς·
χαῖρε,
ὅτι τὴν κατάπτωσιν τοῦ Ἀδὰμ ἐπανορθοῖς.
Χαῖρε
τῶν ἀπιστούντων, ὁ ταχὺ ἀναιρέτης·
χαῖρε
τῶν δυσπιστούντων, ὁ γλυκὺς ὁδηγέτης.
Χαῖρε,
ἐν ᾧ εὐσεβεῖς ἀγείρονται·
χαῖρε,
δι’ οὗ καὶ νεκροὶ ἐγείρονται.
Χαῖρε
χαρά, ὑλικῶν καὶ ἀΰλων·
χαῖρε
ἀρά, ἐθνικῶν καὶ βεβήλων.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Πᾶσα
τάξις Ἀγγέλων κατεπλάγη ἰδοῦσά σε Σῶτερ, ἐν τῷ Τάφῳ ὑπνοῦντα. Τῇ δὲ τρίτῃ ἡμέρᾳ
ἀναστάντα θεοπρεπῶς βλέψασα, βροτοῖς τε τὸν παράδεισον ἀνθ’ ᾅδου δωρησάμενον,
ἔψαλλε βοῶσα·
Ἀλληλούϊα.
Ῥήματα
τῶν ἐν Τάφῳ καθημένων Ἀγγέλων ἀκούσασαι Μυροφόροι κόραι, ὡς Τάφου ἐξανέστης
λεγόντων, ἅπασαι Σωτήρ, χαρᾶς ἐπλήσθησαν, καὶ τούτῳ προσεφώνουν πόθῳ·
Χαῖρε,
τὸ κῦδος θεολογίας·
χαῖρε,
ὁ πλοῦτος Σιὼν ἁγίας.
Χαῖρε,
τῶν Ἀγγέλων θαῦμα πολυΰμνητον·
χαῖρε,
τῶν δαιμόνων τραῦμα πολυθρήνητον.
Χαῖρε
σάλπιγξ ἐκτρανώσασα, εὐσεβείας τὴν ἰσχύν·
χαῖρε
θάλασσα ποντίσασα, ἀσεβείας τὴν πληθύν.
Χαῖρε,
ὅν περ τὰ στίφη τῶν Ἀγγέλων κυκλοῦσι·
χαῖρε,
ὅν περ τὰ πλήθη τῶν βροτῶν προσκυνοῦσι.
Χαῖρε,
δι’ οὗ ὁ πεσὼν ἀνίσταται·
χαῖρε,
ἐν ᾧ ἡ Ἄγαρ ἐξίσταται.
Χαῖρε
λυτήρ, τῶν δεινῶν παθημάτων·
χαῖρε
δοτήρ, θεϊκῶν χαρισμάτων.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Σῶσαι
θέλων ἐξ ᾅδου τῶν ἀνθρώπων τὸ γένος, κατῆλθες τῇ ψυχῇ μέχρι τούτου. Καὶ τὰ μὲν
καταχθόνια, τῇ ἀστραπῇ τῆς σῆς θεότητος, φωτὸς ἐπλήσθησαν, οἱ δὲ ῥυσθέντες
ἅπαντες σὺν Προφήταις καὶ Δικαίοις ἔψαλλον, βοῶντες οὕτως·
Ἀλληλούϊα.
Τάφῳ
ὁ Ἰωάννης, σὺν τῷ Πέτρῳ δρομαῖοι ἐπέστησαν πρωὶ ἐν σκοτίᾳ, καὶ διὰ τοῦ ἐν αὐτῷ
θείου φωτὸς ἰδόντες τὰ ὀθόνια, καὶ τὸ σουδάριον χωρὶς τούτων, ἔνδον κείμενα,
χαρᾶς πολλῆς ἐπλήσθησαν θαυμάσαντες, καὶ πρὸς τοῦτον εἶπον·
Χαῖρε,
ψυχρὰς καρδίας θερμαίνων·
χαῖρε,
ὁδοὺς πιστοῖς ὑπεμφαίνων.
Χαῖρε,
ὁ πληρώσας φωτὸς θείου σύμπαντα·
χαῖρε,
ὁ τρανώσας εὐσεβείας τὰ σήμαντρα.
Χαῖρε
ἔσοπτρον οὐράνιον, θεῖον φῶς ἀντανακλῶν·
χαῖρε
γνῶσιν ὁ δωρούμενος, γνώσεων θεαρχικῶν.
Χαῖρε
ὁ διανοίας, τῶν ἐν σκότει φωτίζων·
χαῖρε
ὁ τὰς καρδίας, τῶν ἐν δίψει δροσίζων.
Χαῖρε,
δι’ οὗ πάντα ἐκαινίσθησαν·
χαῖρε,
δι’ οὗ τύποι κατηργήθησαν.
Χαῖρε,
ἐν ᾧ ἐμωράνθη σοφία·
χαῖρε,
ἐν ᾧ ἐσοφίσθη μωρία.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Ὕμνον
ὄρθου βαθέος σοὶ ὀρθρίζοντες Σῶτερ, προσφέρομεν θερμῶς ἀντὶ μύρων,
προσκυνοῦντες φόβῳ σοῦ τὸν ζωηφόρον Τάφον, βασιλεῦ Ἅγιε, ὅν ἔδειξας ἡμῖν πηγήν,
Λόγε, χαρίτων σου, τοῖς σοὶ βοῶσιν·
Ἀλληλούϊα.
Φωτοφόρον
σὸν Τάφον, ὑπὲρ ἥλιον Σῶτερ, ἀνατείλαντα γῆθεν, ἰδοῦσα ἐν χαρᾷ ἡ Ἑλένη, πεσοῦσα
προσεκύνησε πόθῳ, καὶ θάμβους πλησθεῖσα σὲ ἀνύμνει, ἐκβοῶσα πρὸς τὸν Τάφον
ταῦτα·
Χαῖρε,
χαρὰ καὶ ἐλπὶς τοῦ κόσμου·
χαῖρε,
τὸ φῶς ψυχῆς καὶ νοός μου.
Χαῖρε
ὀρθοδόξων βασιλέων, καύχημα·
χαῖρε
Πατριαρχῶν εὐσεβῶν, στεφάνωμα.
Χαῖρε
ὅτι σὲ κηρύττουσιν, εὐσεβεῖς ἀρχιερεῖς·
χαῖρε
ὅτι σὲ δοξάζουσιν, εὐλαβῶς οἱ ἱερεῖς.
Χαῖρε,
κανὼν καὶ τύπος ἀρετῆς μοναζόντων·
χαῖρε,
σκέπη καὶ τύπος τῶν εἰς σὲ προστρεχόντων.
Χαῖρε
στρατοῦ πιστοῦ, τὸ περίφραγμα·
χαῖρε
ἡμῶν πάντων, τὸ ἐπίγραμμα.
Χαῖρε
νοητῆς ἀμπέλου, τὸ μνῆμα·
χαῖρε
τῆς αὐτῆς, πολύκαρπον κλῆμα.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Χαίρουσα
τῇ εὑρέσει σου, ὦ πάντιμε Τάφε, ἡ θεία βασιλὶς ἡ Ἑλένη, περικαλλῆ μέγιστον ναὸν
περὶ σὲ ἀνῳκοδόμησεν, ἡμεῖς δ’ ἀεὶ κυκλοῦντές σε, τῷ ἐν σοὶ ταφέντι μέλπομεν·
Ἀλληλούϊα.
Ψάλλοντες
γηθοσύνως, ἀνυμνοῦμέν σε πόθῳ, ὦ Τάφε τοῦ Χριστοῦ φωτοδότα, ὁ γὰρ τῷ παντὶ
ἀχώρητος θεάνθρωπος Κύριος, ἐν σοὶ ταφεὶς τριήμερος, ἡγίασεν, ἐδόξασε, καὶ
ἅπαντας ἐδίδαξεν ἐκβοᾷν σοι οὕτω·
Χαῖρε,
ἀῤῥήτου βουλῆς τὸ πέρας·
χαῖρε,
ἀήττητον πιστῶν κέρας.
Χαῖρε
θεολόγων κλεινῶν, ἡ προκήρυξις·
χαῖρε
διδασκάλων σεπτῶν, ἡ κατήχησις.
Χαῖρε,
ὅτι ὁ ἀχώρητος ἐχωρήθη ἔνδον σοῦ·
χαῖρε,
ὅτι καὶ τριήμερος ἐξανέστη ἀπὸ σοῦ.
Χαῖρε
θεογνωσίας ποταμούς, ὁ ἐκχέων·
χαῖρε
θεοσεβείας τὰς πηγάς, ὁ προχέων.
Χαῖρε
λαῷ ἐν βαρεῖ, αἰνούμενος·
χαῖρε
πιστῷ ἱερεῖ, ὑμνούμενος.
Χαῖρε,
πιστοῖς κλείσας ᾅδου τὸ χάσμα·
χαῖρε,
αὐτοῖς γεγονὼς καινὸν ᾄσμα.
Χαῖρε
Μνῆμα τρισόλβιον.
Ὤ
Θεοῦ Θεὲ Λόγε, ὁ ἀχώρητος φύσει ἐν πάσῃ Ζωοδότα, τῇ κτίσει, πῶς τούτῳ ἐχωρήθη
τῷ Τάφῳ; (ἐκ
γ΄) Ἀλλ’ οὖν τὰς λιτὰς ἡμῶν πρόσδεξαι εὔσπλαγχνε καὶ αἰωνίου
λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας·
Ἀλληλούϊα.
ΠΑΡΑΚΛΗΣΙΣ
ΕΙΣ ΤΟΝ ΠΑΝΑΓΙΟΝ ΤΑΦΟΝ
(Ἐκ τοῦ· ΣΙΩΝΙΤΙΣ ΥΜΝΩΔΟΣ
Ἤ ΜΕΛΩΔΙΚΟΙ ΚΑΙ ΘΕΙΟΙ ΥΜΝΟΙ
Οὕς ψάλλομεν περιερχόμενοι
καὶ λιτανεύοντες εἰς τὰ ἐντὸς τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως πανσέβαστα
Προσκυνήματα καὶ θεῖα Παρεκκλήσια.
Ἐν Ἱεροσολύμοις. Ἐκ τοῦ
Τυπογραφείου τοῦ Παναγίου Τάφου. 18592.)
Εὐλογήσαντος τοῦ Ἱερέως,
λέγομεν τὸν ΡΜΒ΄ ψαλμόν. Εἶτα τό· Θεὸς Κύριος. Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Μετὰ
θερμῆς καὶ εὐλαβοῦς κατανύξεως, τῷ ζωοδόχῳ σου Χριστὲ Τάφῳ, σήμερον παρίσταμαι
καὶ δέομαι θερμῶς · Δέσποτα ἐλέησον, κἀμὲ τὸν πλανηθέντα, ἥμαρτον συγχώρησον,
ὡς Θεὸς ἐλεήμων, μὴ ἀποστρέψῃς σὸν δοῦλον κενόν, ὁ δι’ ἐμὲ ταφὴν καταδεξάμενος.
Δόξα.
Καὶ νῦν.
Οὐ
σιωπήσομέν ποτε Ζωοδότα, τὴν εὐσπλαγχνίαν σου λαλοῦντες οἱ ἀνάξιοι, ἥν πρὸς
ἡμᾶς ἐξέχεας ὡς ὑπεράγαθος, σταύρωσιν καὶ θάνατον, ὑποστὰς Ἰησοῦ μου, Τάφῳ
παροικήσας δέ, ἡ ζωὴ τῶν ἁπάντων, ἵνα ζωώσῃς φύσιν τῶν βροτῶν, νενεκρωμένην, τῇ
συμβούλιᾳ τοῦ ὄφεως.
Ὁ
Ν΄ ψαλμός. Καὶ ὁ κανών.
ᾨδὴ
α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἡπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Πανάγιε Τάφε
τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ἡ
φωτοφόρος λαμπρότης τοῦ Ἰησοῦ ἐν σοὶ κατεσκήνωσε, καταυγάζουσα πιστούς, εὐλαβῶς
ἐκ πίστεως θερμῆς προσεγγίζοντας πρὸς σέ, Τάφε πανένδοξε.
Σὺ
ἀνεδείχθης τῷ ὄντι πηγὴ ζωῆς, νεκρὸν εἰσδεξάμενος τὸν ᾀείζωον Χριστόν, τὰς
ἡμετέρας ψυχάς, νεκρωθείσας, ζωῶσαι δεόμεθα.
Πανυπερσέβαστε
Τάφε τοῦ Ἰησοῦ, ψυχῆς παραμύθιον, οἰκουμένης φωτισμός, καύχημα καὶ κλέος
εὐσεβῶν, τοὺς προσκυνοῦντάς σε κινδύνων ἀπάλλαξον.
Θεοτοκίον.
Ἐξ
ἀχράντων αἱμάτων σου, ὦ Ἁγνή, ἀσπόρως συνέλαβες τὸν τῶν ὅλων Ποιητήν, ταφὴν
ὑποστάντα δι’ ἡμᾶς, καὶ ἐξαναστάντα, καὶ κόσμον ζωώσαντα.
ᾨδὴ
γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Ὑπερεκπλήττομαι
ἐν σοί, ὦ Πανάγιε Τάφε, ἐννοῶν σου τὴν χάριν, ἥν ἐδλεξω ἐκ Θεοῦ, ὑπερεκβλύζων
πιστοῖς τὴν χρυσόῤῥειθρον θείαν λαμπρότητα.
Δεδοξασμένε
τοῦ Χριστοῦ καὶ τρισόλβιε Τάφε, λαβὼν ἐν τοῖς σοῖς κόλποις τοῦ φωτὸς τὸν
χορηγόν, ἐδείχθης πραγματικῶς φωτοφόρος θρόνος τοῦ Παντάνακτος.
Δεῦτε
συνέλθωμεν πιστοί, συγκροτῆσαι χορείαν, τῷ φωσφόρῳ Νυμφίῳ τῶν ἡμετέρων ψυχῶν,
ὡς ἐκ παστάδος λαμπρᾶς, ἐκ Τάφου ἐνδόξως ἀνατείλαντι.
Θεοτοκίον.
Δὸς
Πανάχραντε καὶ ἡμῖν, ἐκ πόθου παρεστῶτι τῷ ζωοδόχῳ Τάφῳ τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ,
ἄφεσιν ἁμαρτιῶν, καὶ πολλῶν κινδύνων ἀπολύτρωσιν.
Κάθισμα.
Τὸν
Τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου,
ἐγένοντο κηρύττοντος, γυναικὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς
καθαιρέτην. Σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία
τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς
ἀπογνώσεως, καὶ πταισμάτων καῖ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ
βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.
ᾨδὴ
δ΄. Χριστός μου δύναμις.
Οἱ
θεῖοι Ἄγγελοι περιεφρούρουν σε, λευκοφόροι ὀφθέντες ταῖς γυναιξίν,
εὐαγγελιζόμενοι τὴν ἐκ νεκρῶν τοῦ Ἰησοῦ τριήμερον ἐξανάστασιν.
Ὡς
ἄλλος ἥλιος πηγάζεις ἔλλαμψιν τοῖς πιστῶς προσιοῦσί σοι, εὐκλεῶς εὐφραίνων τὰ
σύμπαντα, καὶ ἁγιάζων τὰς ψυχὰς ὀρθοδόξων παμμακάριστε.
Τάφε
πανάγιε, τίς διηγήσεται, τὰς πολλὰς καὶ ποικίλας σου δωρεάς, ἅς ἔχεις
πανσέβαστε, τοῦ παμβασιλέως Χριστοῦ χρηματίσας οἰκητήριον.
Θεοτοκίον.
Δοχεῖον
ἄχραντον, ναὸν πανάμωμον, κιβωτὸν παναγίαν, παρθενικὸν τόπον ἁγιάσματος, σὲ
καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.
ᾨδὴ
ε΄. Τῷ θείῳ φέγγει σου.
Μέγα
κειμήλιον ἀληθῶς ἀνεδείχθης τοῦ κόσμου παντός, Τάφε ὑπέρφωτε δέομαι, ταῖς
αὐγαζούσαις σου λαμπηδόσι καὶ ἐμοῦ τὴν ἐσκοτισμένην καρδίαν καταύγασον.
Μόνε
μακάριε Ἰησοῦ, δεῖξον μακαρίους καὶ ἡμᾶς, τοὺς ἀναξίως τὸν οἶκόν σου τοῦτον
κατοικοῦντας, καὶ τὸν πανάγιον Τάφον σου ἀνυμνοῦντας, καὶ σὲ δοξάζοντας.
Δοχεῖον
πάμφωτον τοῦ Χριστοῦ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον δέομαι, καὶ
οὐράνιαν χάριν κατάπεμψον αὐτοῖς, ἀπὸ τῆς ἀνωτάτης θείας λαμπρότητος.
Θεοτοκίον.
Ἰσχὺς
καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου, γεννηθεὶς καὶ σωτηρία ἐγένετο τοῖς
ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾅδου πυλῶν ῥυόμενος, ἐκ Τάφου ἐξανιστάμενος.
ᾨδὴ
στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ὡς
πύρινον στύλον σε καθορῶμεν οἱ πιστοί, ὦ Τάφε πανσεβάσμιε, πρὸς νομὰς ὁδηγοῦντα
τοὺς εὐσεβεῖς τῆς μακαριότητος, ἧς καὶ τύχοιμεν πάντες θείᾳ χάριτι.
Σκέπε
φρούρει φύλαττε, εὐσεβεῖς προσκυνητάς, ὅσοι περ μετὰ πίστεως παρορῶσιν ἐφόδους
τῶν πειρατῶν, καὶ τόπου δυσχέρειαν, ὅπως σε κατελθόντες περιπτύξωνται.
Ἱκέσιον
δέησιν δέξαι, ὦ παμβασιλεῦ, τῶν θερμῶς δεομένων σου, καὶ εἰρήνην παράσχου τῶν
δυσχερῶν ἀπαλλάττων ἅπαντας, πίστει προσιόντας τῷ θείῳ Τάφῳ σου.
Θεοτοκίον.
Νεκροῦται
ὁ θάνατος, καταργεῖται καὶ φθορά, τὸ τοῦ Ἀδὰμ κατάκριμα τῷ καρπῶν σου ὦ
Δέσποινα, προσβαλών. Ζωὴν γὰρ ἐγέννησας, ἐκ φθορᾶς λυτρουμένην τοὺς ὑμνοῦντάς
σε.
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπερβολῇ
τῆς σῆς ἀγαθότητος, Κύριε, ἐνηνθρώπησας Θεὸς ὦν ἀπερίγραπτος, ἵνα τῆς κατάρας
ἐλευθερώσῃς τὸν Ἀδάμ, καὶ ἀπαθανατίσας ὡς ἀγαθός, εἰς τὴν ἀρχαίαν ἐπαναγάγῃς
λαμπρότητα, ἔσπευσας εἰς ὀδύνας, εἰς πάθη καὶ ἀτιμίας, σταυρωθεὶς καὶ ταφεὶς
καὶ ἀναστὰς ἐν δόξῃ τριήμερος.
Προκείμενον: Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς,
ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στ.: Ὁ Θεὸς ἐν τοῖς ὦσὶν ἡμῶν ἠκούσαμεν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Τῇ
μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνή ἔρχεται πρωί, σκοτίας ἔτι οὔσης, εἰς τὸ
μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται
πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητήν, ὅν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει
αὐτοῖς· ᾟραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον
δὲ καὶ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε
πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια. Οὐ μέν τοι
εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ
μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὅ ἧν ἐπὶ τῆς κεφαλῆς
αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητής, ὁ ἐλθὼ πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε
καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ἤδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν
ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
Δόξα
σοι Κύριε, δόξα σοι.
Δόξα: Πάτερ Λόγε Πνεῦμα...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τάφε
παναοίδιμε, σὺ ἀληθῶς ἀνεδείχθης, Θεοῦ τοῦ παντάνακτος, παλάτιον ἔνδοξον καὶ
ὑπέρφωτον, πάσης γῆς καύχημα, τῶν πιστῶν εὔκλεια, Ἀποστόλων ἐγκαλλώπισμα,
Μαρτύρων στήριγμα, πάντων τῶν Ὁσίων διάσωσμα, ἑστῶτων ἡ ἀσφάλεια, καὶ τῶν
πεπτωκότων ἀνόρθωσις, κόσμου σωτηρία, καὶ πάντων τῶν ἐν σκότει φωτισμός. Υἱοῦ
φωτὸς ἡμᾶς ποίησον, τοὺς πίστει τιμῶντάς σε.
ᾨδὴ
ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Εὐλαβῶς
περιπτυσσόμενοι τὸν Τάφον σου, θεαρχικώτατε Ἰησοῦ, ἀνυμνοῦμεν οἱ πιστοὶ
συγκατάβασιν τὴν σήν, πόθῳ ἀνακράζοντες ὁμοῦ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Νεκρὸς
ὑπὸ τοῦ Ἰωσὴφ κατεχόμενος, Δέσποτα Χριστέ μου Ἰησοῦ, τίθεσαι συγκαταβάσει ἐν
μνήματι καινῷ, θρηνοῦντος καὶ κράζοντος θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Καθαγίασον
ψυχάς τε καὶ τὰ σώματα, εὔσπλαγχνε οἰκτίρμον Ἰησοῦ, τῶν σοὶ διαστελλόντων
διαπόντιον ὁδόν, καὶ δὸς μετὰ πίστεως βοᾷν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Θεοτοκίον.
Ἱλαστήριον
τῆς φύσεως σὺ πέφυκας, μόνη Θεομακάριστε. Τὸν ἐπ’ ὥμων γὰρ Χερουβὶμ καθήμενον
Θεόν, ἀγκάλαις βαστάζουσα βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ
η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἀνυμνῶ
Θεῖε Λόγε, τὴν συγκατάβασιν, ᾗ περ ἐχρήσω δι’ ἐμὲ τὸν κατάκριτον, σάρκα
προσλαβών, τῷ θανάτῳ παρέδωκας, ἵνα ἀθανατίσῃς ἐμὲ τὸν τεθνεῶτα.
Τὰ
οὐράνια πάντα ὑπερἐκπλήττονται, νεκρόν σε καθορῶντα, Λόγε, ἐν μνήματι, δόξη δὲ
τῆς σῆς ἐπληρώθη τὰ σύμπαντα, ὅτε ἐξανέστης τριήμερος ἐκ Τάφου.
Λελαμπρυσμένε
Τάφε καὶ θεοδόξαστε, πόσων ἡμῖν χαρίτων γέγονας πρόξενος! Θνήξαντες ποτέ, διὰ
σοὺ νῦν ζωούμεθα, ὅθεν σε τιμῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Χρυσαυγής
σε λυχνία προδιετύπωσε, δεξαμένην ἀφράστως φῶς τὸ ἀπρόσιτον, γνώσει τῇ αὐτοῦ
καταυγάζον τὰ πέρατα, ὅθεν σε ὑμνοῦμεν, Ἁγνή, εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Θεὸν ἀνθρώποις.
Σὺ
ὑπεδέξω νεκρόν, καὶ ἄφωνον, ὅν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, χαριτωθεὶς
ὄντως ὡς ἄλλος οὐρανός, δόξῃ λελαμπρυσμένος, πανυπερσέβαστε Τάφε τοῦ Σωτῆρος,
εὐλαβῶς σε μακαρίζομεν.
Μισθὸν
ἐξ ὕψους εὑρεῖν Πανάγιε, τοὺς εὐλαβῶς ἀσπαζομένους σε καταξίωσον, καὶ τὰ
ζιζάνια πάντα τοῦ πονηροῦ, ξίφει ἠκονημένῳ τῆς θείας χάριτος, ταχέως ἐκκόψας,
ἀβλαβεῖς ἡμᾶς συντήρησον.
Τριὰς
ἀμέριστε καὶ συνάναρχε, μεμερισμένη δὲ ἐν μόναις ταῖς ὑποστάσεσιν, ὑπὲρ νοῦν
καὶ κατάληψιν πᾶσαν κτιστήν, Πάτερ, Λόγε, καὶ Πνεῦμα, στήριξον ἅπαντας, τοὺς ἐν
κατανύξει τὸ σὸν κράτος μεγαλύνοντας.
Θεοτοκίον.
Ῥωσθεὶς
δυνάμει τῇ σῇ καὶ χάριτι, σοὶ τὴν ᾠδὴν προθύμως ἀναμέλπω πανάμωμε, ἀλλὰ ταύτην
πρόσδεξαι Παρθένε ἁγνή, χάριν ἀντιδιδοῦσα σοῦ τὴν πολύφωτον, ἐκ τῶν ἀκηράτων
θησαυρῶν, θεομακάριστε.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. β΄.
Ἀγγελικαὶ
δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία
ἐν τῷ Τάφῳ ζητοῦσα τὸ ἄχραντόν σου σῶμα, ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ’
αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν,
Κύριε δόξα σοι.
Πρὸ τῆς Ἀπολύσεως, εἰς δὲ
τὸν ἀσπασμὸν τοῦ παναγίου καῖ ζωοδόχου Τάφου, ψάλλομεν τὰ παρόντα Τροπάρια. Πρὸς
τό· Ἀπόστολοι ἐκ περάτων.
Δεδοξασμένε
Κύριε, καὶ παμμακάριστε Τάφε, τῆς Ἐκκλησίας τὸ στέφος, καὶ εὐσεβείας τὸ κλέος,
τοὺς προσκυνοῦντάς σε σκέπε, ἀπὸ παντοίων κινδύνων.
Τοὺς
ἐκ ψυχῆς καὶ καρδίας, καταφιλοῦντάς σῶζε, ἀπὸ δεινῶν ἀλγηδόνων, καὶ ἐπηρείας
δαιμόνων, τῇ χάριτί σου ὦ θεῖε, καὶ παναοίδιμε Τάφε.
Ἐξ
ὕψους πάρεχε χάριν, τοῖς ἀνυμνοῦσί σε πόθῳ, πανάγιε τοῦ Σωτῆρος, καὶ θεοφώτιστε
Τάφε. Σὺ γὰρ νεκρὸν ὑπεδέξω, τῆς χάριτος τὸν δοτῆρα.
Θεοτοκίον.
Ἡμεῖς
ἐν σοὶ καυχώμεθα, Θεοτόκε καὶ καὶ πρὸς Θεόν σε, ἔχομεν προστασίαν, ἔκτεινόν σου
τὴν χεῖρα τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις,
βοήθειαν ἐξ ἁγίου.
Δι’
εὐχῶν
ΕΥΧΗ
ΕΙΣ ΤΟΝ ΠΑΝΑΓΙΟΝ ΤΑΦΟΝ
(Ἐκ τοῦ· ΣΙΩΝΙΤΙΣ ΥΜΝΩΔΟΣ Ἤ ΜΕΛΩΔΙΚΟΙ ΚΑΙ ΘΕΙΟΙ ΥΜΝΟΙ
Οὕς ψάλλομεν περιερχόμενοι
καὶ λιτανεύοντες εἰς τὰ ἐντὸς τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως πανσέβαστα
Προσκυνήματα καὶ θεῖα Παρεκκλήσια.
Ἐν Ἱεροσολύμοις. Ἐκ τοῦ
Τυπογραφείου τοῦ Παναγίου Τάφου. 18592.)
Τοῦ
Κυρίου δεηθῶμεν.
Δέσποτα
Κύριε Ἰησοῦ Χριστέ, ἡ ἀρχίφωτος τοῦ Πατρὸς σοφία καὶ δύναμις, ἡ πηγὴ τῆς ζωῆς
καὶ τῆς ἀθανασίας, ὁ διὰ τῆς σῆς ἀφάτου ἐνανθρωπήσεως φωτίσας ἡμᾶς
ἐσκοτισμένους τῇ ἁμαρτίᾳ, καὶ ἀπαθανατίσας νενεκρωμένους τῇ πονηρᾷ συμβουλίᾳ
τοῦ ὄφεως, ὁ σταυρικὸν καὶ ἐπονείδιστον θάνατον δι’ ἡμᾶς ἐν σαρκὶ ὑπομείνας, ὁ
ἐν μνήματι καινῷ ὑπὸ τοῦ εὐσχήμονος Ἰωσὴφ ταφῆναι καταδεξάμενος, καὶ τριήμερος
ἐκ νεκρῶν ἀναστῆναι ἐν δόξῃ εὐδοκήσας, ὡς Θεὸς παντοδύναμος, ἵνα τὴν πεπτωκυῖαν
φύσιν ἡμῶν συνεγείρῃς τῇ τριημέρῳ ἐγέρσει σου, ὁ τὸν πανάγιον καὶ ζωοδόχον σου
Τάφον ὑπεραυγάσας τῇ ὑπερφώτῳ δόξῃ σου, εἰς μαρτύριον τῆς τριημέρου καὶ ἐνδόξου
ἀναστάσεως, ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν καὶ ἀναξίων δούλων σου, καὶ συγχωρήσας
ἡμῖν τὰ ἑκούσια καὶ ἀκούσια ἁμαρτήματα, τείχισον ἡμᾶς ἁγίοις Ἀγγέλοις σου,
περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου, φρούρησον ἡμᾶς τῇ δυνάμει σου, ἔκτεινον
πᾶσιν ἡμῖν χεῖρα βοηθείας.
Μνήσθητι
Κύριε τῶν περιεστώτων προσκυνητῶν τοῦ παναγίου καὶ ζωοδόχου σου Τάφου, καὶ
ἐλέησον αὐτοὺς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, τὰ ταμεῖα αὐτῶν ἔμπλησον παντὸς
ἀγαθοῦ, τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, τὰ νήπια ἔκθρεψον,
τὴν νεότητα παιδαγώγησον, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον,
τοὺς νοσοῦντας ἴασαι, χηρῶν πρόστηθι, ὀρφανῶν ὑπεράσπισον, δὸς πᾶσι τὰ πρὸς
σωτηρίαν αἰτήματα. Μνήσθητι Κύριε τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως αἰωνίου
κεκοιμημένων ἀδελφῶν ἡμῶν, καὶ κατάταξον τὰ πνεύματα καὶ ὀνόματα αὐτῶν ἐν βίβλῳ
ζωῆς, ἐν κόλποις Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ, ἐν χώρᾳ ζώντων, ἐν παραδείσῳ τρυφῆς.
Μνήσθητι Κύριε ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου παντὸς τοῦ λαοῦ σου, τῶν
συμπαρόντων καὶ συνευχομένων ἡμῖν, καὶ πάντων τῶν ἀδελφῶν ἡμῶν, τῶν ἐν παντὶ
τόπῳ τῆς δεσποτείας σου, καὶ πᾶσι χορήγησον τὸ μέγα σου ἔλεος. Σὸν γάρ ἐστι τὸ
ἐλεεῖν καὶ σώζειν ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἠμῶν, καὶ σοὶ τὴν δόξαν, εὐχαριστίαν καὶ
προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ Ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ
ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ᾀεὶ καὶ εἰς τοὺς αίῶνας τῶν αἰῶνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου