Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 29. ΑΓΙΟΙ ΔΕΚΑΤΕΣΣΕΡΙΣ ΜΑΡΤΥΡΕΣ ΒΟΥΛΓΑΡΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΘ΄!!
ΜΑΡΤΥΡΕΣ 14 ΒΟΥΛΓΑΡΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς Ὀκτωήχου καὶ γ΄ τῶν Ἁγίων. Ἦχος πλ. δ΄. Τὴν ἔνδοξον καὶ ἄχραντον.
Τοὺς Μάρτυρας ὑμνήσωμεν, ὡς εὐκταίαν ἀμοιβήν, εἰληφότας ἐκ Θεοῦ, Βασιλείαν ἐν οὐρανοῖς, εὐπρεπεῖ χαιρετισμῷ προσφθεγγόμενοι· χαῖρε στράτευμα θεῖον, τοῦ Βασιλέως Χριστοῦ· χαῖρε στῖφος ὡραῖον τοῦ πιστοτάτου λαοῦ· χαῖρε δῆμος ἅγιος, καθαιρέται πλάνης ἐχθροῦ, οἱ πρεσβεύοντες ἀεὶ ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Τὰ σώματα προέμενοι, ὡς θυσίαν τῷ Θεῷ, τὰς ψυχὰς ὑμῶν σοφοί, ἐφυλάξατε ἀσινεῖς, ἐπὶ γῆς βαρβαρικῆς θανατούμενοι, ἀπεῤῥάγητε κόσμου, συναφθέντες ἀεί, ἀσεβόθυτον θῦμα οὐ προσήκασθε, ἄλλη χρηματίσαντες, Μακκαβαῖοι ὡς ἀληθῶς, δὶς ἑπτάριθμοι ὑμῖς μεθ’ ὧν αἰτήσασθε σεπτοί, εἰς τὸ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον. Ὢ τοῦ παραδόξου θαύματος
Χαῖρε παλάτιον ἔμψυχον, περιστερὰ λογική, χαῖρε πόλις τοῦ Κτίστου σου, χαῖρε καταφύγιον, τῶν πιστῶν καὶ προπύργιον, ἡ προστασία, τῶν πεποιθότων ἐν σοί, καὶ σωτηρία, καὶ ἀπολύτρωσις, χαῖρε ἡ γέφυρα, πάντας ἡ μετάγουσα, πρὸς οὐρανόν, χαῖρε παντευλόγητε, ἁγία Δέσποινα.
Ἢ Σταυροθεοτοκίον, ὅμοιον
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.











ΟΡΘΡΟΣ

Ὁ Κανὼν τῶν Ἁγίων. Ἦχος πλ. δ΄.
ᾨδὴ α΄. Ἦχος β΄. ᾌσωμεν τῷ Κυρίῳ ᾆσμα καινόν.
Νεολαμπεῖς ἀστέρας ἐν τῇ νυκτί, ἐμφαίνοντας τοῦ βίου, τοὺς ὑπερλάμπρους Μάρτυρας, ὁρῶντες ἀνυμνήσωμεν, δικαιοσύνης Χριστόν, τὸν ἄδυτον ἥλιον.
Ὑπὲρ ἐνθέου νόμου νεανικῶς, κατὰ τοὺς Μακκαβαίους, ἐνηθληκότες Μάρτυρες, Χριστὸν οὐκ ἐξηρνήσασθε, ἀλλὰ σφαγέντες, σὺν τούτοις ἅμα χορεύετε.
Θεοτοκίον.
Καὶ παρθενεύεις ἅμα καὶ γαλουχεῖς· ἄῤῥητον τὸ θαῦμα! Πλὴν γὰρ ἀνδρὸς συνέλαβες, καὶ τίκτεις βρέφος ἅγιον, Θεὸν τῶν ὅλων, Ὅνπερ ἐξιλέου μοι Δέσποινα.

ᾨδὴ γ΄. Στερέωμά μου Σωτήρ, ὑπάρχων.
Ὡς νομοκράτας τοὺς Ἀθλοφόρους, ἄλλους Μακκαβαίους ὑμνήσωμεν, διπλασίου μὲν ἐν ψήφῳ, ὡς λάμψαντας ἐν τῇ χάριτι, ἰσοκλεῶν στεφάνων τε δειχθέντα σαφῶς.
Συμμορφωθέντες ἐν τῷ θανάτῳ, καὶ συμβασιλεύετε Ἅγιοι, τῷ Δεσπότῃ τῶν ἁπάντων, μεθ’ οὗ ἀεὶ ἀγαλλόμενοι, πρεσβείαν ἀδιάλειπτον ποιεῖσθε ἡμῖν.
Θεοτοκίον.
Ὁρῶν τὸ θαῦμα τοῦ τοκετοῦ Σου, φρίττω τὸ μυστήριον ἄχραντε, ὅτι Λόγον ἐν γαστρί Σου, ἐχώρησας τὸν ἀχώρητον, παρθένος καὶ κυήσασα καὶ μείνασα.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ Θεῷ πρὸ αἰώνων ὄντες γνωστοί, εἰς αὐτοῦ μαρτυρίαν ἐπὶ καιροῦ, αἰχμάλωτοι ἤχθητε, εἰς γῆν βάρβαρον Ἅγιοι, καὶ φαγεῖν μὴ πεισθέντες, τροφὴν εἰδωλόθυτον, τὰς κεφαλὰς τμηθῆναι, προείλεσθε Μάρτυρες· ὅθεν ἐν τῷ κόσμῳ, ἐξηγείρατε κέρας, ἡμῖν ἑδραιότητος, κατὰ πίστιν ἀκράδαντον, τεσσαρεσκαίδεκα Μάρτυρες, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Ἢ Σταυροθεοτοκίον.
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ᾨδὴ δ΄. Ἐξ ὄρους κατασκίου.
Εἰς γῆν βαρβαρικήν, αἰχμάλωτοι ἀχθέντες, ζωὴν ἀθλητικὴν οἱ Μάρτυρες ἐξεῦρον, μὴ μετασχόντες ἀθέων ἀλισγημάτων, ἀλλὰ τρυφῶντες τὰ αἰώνια.
Ἐν μέσῳ ἀσεβῶν, οἱ Ἅγιοι παρόντες, ὡς ἐν κιβωτῷ τῇ πίστει σεσωσμένοι, ψυχολεθρίαν ἐξέφυγον παρανόμων, τῆς ἀσεβείας ὑπερπλέοντες.
Θεοτοκίον.
Σὺ ἐν τοῖς Ἁγίοις, εἶ ὑπεραγία, καὶ ἐν τοῖς ἀξίοις ὑπεραξία, ὅτι Θεὸν τὸν τῶν ὅλων τίκτεις καὶ φέρεις, περιγραφόμενον χερσί Σου Ἁγνή.

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.
Ἐν τῇ νυκτὶ τῆς πλάνης, ὡς οὐρανὸς ἐν τοῖς ἄστροις οἱ Ἀθληταί, φρυκτωροῦντες θεαυγῶς, τὸν περίγειον κόσμον, ἀπομειοῦσι πᾶσαν εἰδώλων αὐχμήν.
Ἐπὶ τῆς γῆς βαρβάρων, ὅτι ἠγείρατε κέρας, χριστιανοῖς Χριστοῦ Ἀθληταί, κατὰ χρέος ἐν ὕμνοις, ἀνευφημοῦμεν καὶ στεφανοῦμεν ὑμᾶς.
Θεοτοκίον.
Καθικετεύομέν Σε, παρθενομῆτορ Μαρία, τὴν Σὴν καὶ νῦν ἱκεσίαν φοβεράν, ὑπὲρ Οὗ αἰτοῦμεν, κινεῖν ἀξιοῦν τῷ Σῷ Υἱῷ καὶ Θεῷ.

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου.
Ἐν αἵματι ὑμῶν μαρτυρικῷ, βασίλειον ἔνδυμα, ἀμφιασάμενοι, συνευφραίνεσθε σοφοὶ εἰς αἰῶνας Χριστῷ.
Τοὺς πόθῳ τὰ μνημόσυνα ὑμῶν, τελοῦντας μακάριοι, συγκοινωνεῖν ὑμῖν δόξης, τῆς ἐπουρανίου ὑπερεύξασθε.
Θεοτοκίον.
Τὸ ἄνθος τὸ ἐκ ῥίζης Ἰεσσαί, Σὺ εἶ Κόρη ἄχραντε, ἐν ᾧ ἀνεπαύσατο, ὀσφρανθείς Σου τῆς ἁγνείας ὁ Δεσπότης Χριστός.





Συναξάριον
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δεκατεσσάρων Μαρτύρων τῶν ἐν Βουλγαρίᾳ, μαρτυρησάντων κατὰ τὰ ἔτη 814-815 μ.Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Κασσιανοῦ τοῦ Ῥωμαίου.
Ἔνθεν μεταστὰς Κασσιανὸς πρὸς νόας,
Θείας νοητῶς κασσίας ἀποπνέει.
Εἰκάδα ἀμφ᾽ ἐνάτην θάνε Κασσιανὸς μεγαθύμων.
Οὗτος ἦν ἐκ πόλεως Ῥώμης, περιφανῶν καὶ λαμπρῶν γονέων ὑπάρχων υἱός. Ἐν ἀρχῇ οὖν τοῦ βίου αὐτοῦ πολὺν πρὸς τοὺς λόγους ἐκτήσατο ἔρωτα. Τῇ οὖν περὶ τούτους σπουδῇ, καὶ τῆς φύσεως ὀξύτητι, πᾶσαν ἑλληνικὴν παιδείαν μετῆλθε, φιλοσοφίαν τε καὶ ἀστρονομίαν εἰς ἅπαν ἐκμελετήσας. Καλῶς δὲ καὶ τὴν θείαν Γραφὴν ἐκμαθών, καὶ εἰς τὸ ἄκρον τῆς περὶ αὐτὴν ἐλάσας γνώσεως, καὶ ἐν ἁγνείᾳ καὶ καθαρότητι τὸν βίον κοσμήσας, ἀπαναστὰς τῆς πατρίδος, καὶ τὴν σκήτην καταλαβών, τὸν μονήρη βίον ὑπέρχεται. Καὶ ἐκδοὺς ἑαυτὸν μοναστηρίῳ, πᾶσάν τε ὑπακοὴν ἐξασκήσας, καὶ πᾶσαν σκληραγωγίαν ἐκεῖθεν ἐκμαθών, καὶ ἑαυτὸν ἐθίσας, εἰς ἄκρον τε διακρίσεως ἐκ τῆς ἄκρας ὑπακοῆς φθάσας, ἐπὶ τὴν ἡσυχίαν ἔρχεται. Χρόνους δὲ πλείστους πεποιηκώς, καὶ πάσῃ σκληραγωγίᾳ ἑαυτὸν ἐκτήξας, πρὸς πλείονα πεῖραν καὶ γυμνασίαν ἐχώρησεν.
Ἀναστὰς οὖν ἀπὸ τῆς ἡσυχίας, ἀμείβει πάντα τὰ μοναστήρια, τῆς τε Αἰγύπτου πάσης καὶ Θηβαΐδος, καὶ τὸ τῆς Νιτρίας ὄρος, Ἀσίας τε καὶ Πόντου, Καππαδοκίας τε καὶ πάσης Ἀνατολῆς. Ἀνεμάξατο δὲ πάντων τοὺς βίους, καὶ τύπους, καὶ ἀγωγάς, ὡς μηδὲ κηρὸς τῶν δακτυλίων τοὺς τύπους ἐκμάττεται. Καὶ δηλοῦσι ταῦτα αἱ παρ’ αὐτοῦ συγγραφεῖσαι διατυπώσεις, πάσης ἀκριβείας καὶ σοφίας καὶ ὠφελείας οὖσαι πεπληρωμέναι, καὶ ἄλλαι ὅσαι παρ’ αὐτοῦ συνεγράφησαν, καὶ συνετέθησαν διδασκαλίαι. Ἃς εἴ τις ἐπεσκεμμένως καὶ ἠκριβωμένος διέλθῃ, πολλὴν ἐκ τούτων γνώσεται. Οὕτως οὖν βιοὺς ὁ θεῖος οὗτος ἀνήρ, καὶ οὕτω πολιτευσάμενος, πρὸς τὰ ἐκεῖθεν μετέβη μονάς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεωργίου τοῦ Ὁμολογητοῦ, ἐπισκόπου Δεφέλτου.
Οὗτος, κατὰ τὸν 7ον αἰῶνα ζήσας, πολέμιος ἀνεδείχθη τῶν αἱρετικῶν Μονοθελητῶν. Διδάξας τὴν Ὀρθόδοξον πίστιν, πολλὰ ὑπέμεινε ἀπὸ τοὺς Σκύθας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερμανοῦ τῆς Ντομπρουζίας, τοῦ Ῥουμάνου.
Οὗτος, ἐγεννήθη περὶ τῷ 358ῳ ἔτει. Ἐκοιμήθη κατὰ τὰ ἔτη 405-415.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, Μητροπολίτου Ῥοστώβ τῆς Ῥωσσίας.
Οὗτος, ἐκοιμήθη ἐν εἰρήνῃ ἐν ἔτει 1772.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.






ᾨδὴ ζ΄. Τῶν Χαλδαίων ἡ κάμινος.
Ἐν βαρβάροις αἰχμάλωτοι, ἀχθέντες ὡς οἱ παῖδες, καὶ ἀθλήσεως αἵματι, τὴν πλάνην ἐσβεκότες, οἱ Μάρτυρες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῆς ἀγάπης τοῦ κτίσαντος, μηδὲν προτιμηκότες, τὰς ψυχὰς ὑμῶν Ἅγιοι, ἐκτήσασθε ἀθλήσει, τοῖς παισὶ συμψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἐν γαστρί Σου ἐχώρησας, τὸν ἀχώρητον Λόγον· ἐκ μαζῶν Σου ἐθήλασας, τοῦ κόσμου τὸν τροφέα· ἀγκάλαις ἐβάστασας, τὸν συνοχέα ἡμῶν, Θεογεννῆτορ ἁγνή.

ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες παῖδες ἐν καμίνῳ.
Ἡ θεοστράτευτος φάλαγξ τῶν Μαρτύρων, τοῖς τῆς ἀθλήσεως ὅπλοις, τοὺς παλαιμναίους κατήσχυναν, τὰ βραβεῖα τῆς νίκης, θεόθεν δεξάμενοι.
Ὁ οὐρανὸς ὑμᾶς εἶδε μαρτυροῦντας, καὶ τῇ μαχαίρᾳ σφαγέντας· ἡ γῆ ἀνύμνησε μάκαρες, καὶ ἡμεῖς εὐλογοῦντες, ὑμνοῦμεν τὸν Κύριον.
Θεοτοκίον.
Σὺ καὶ παρθένος καὶ μήτηρ ἀνεδείχθης, κυοφοροῦσα ἀνάνδρως, Θεὸν τῶν ὅλων ἡ πάναγνος· ἀλλ’ Αὐτὸν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους Σου.

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα.
Ἄλλους ἀπλανεῖς ὑμᾶς ἀνυμνοῦμεν ἀστέρας, ἐν πεπλανημένῳ λαῷ, αὐγάσαντας τὴν πίστιν, ἀπλανῶς Ἀθλοφόροι Κυρίου, καὶ καταφωτίζοντες τὰ πέρατα.
Τὴν τῶν Μακκαβαίων ζηλώσαντες εὐνομίαν, ὑπὸ παρανόμου χειρός, ἀνῃρέθητε ξίφει, ἀλισγήμασι μὴ χρανθέντες ἀθέοις, νέοι Χριστομάρτυρες γενόμενοι.
Τὸ τρισσοφαὲς Κύριε τῆς Σῆς μοναρχίας, ἐκφαντορικαῖς λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχεδοῦς ἐπιστρέφει, πρὸς ἑνωτικὴν ἡμᾶς ἐκπλήρωσιν.
Θεοτοκίον.
Σὺ ἡ τὰς αἱρέσεις ἁγνὴ ἀεὶ τροπουμένη, καὶ Νεστόριον ῥήξασα, κατὰ Σοῦ βλασφημοῦντα, αὐτὴ καὶ νῦν τοὺς ἐχθροὺς τῆς εἰκόνος, Σοῦ καὶ τοῦ Υἱοῦ Σου ἐκπολέμησον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου