Παρασκευή 13 Ιουλίου 2018

ΜΑΡΤΙΟΣ 4. ΟΣΙΟΣ ΓΕΡΑΣΙΜΟΣ ΙΟΡΔΑΝΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ, ΕΤΕΡΟΝ ΚΑΝΩΝ, & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΡΤΙΟΣ Δ΄!!

ΓΕΡΑΣΙΜΟΣ ΟΣΙΟΣ ΙΟΡΔΑΝΙΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ θεόφρον Γεράσιμε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος, τῷ παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως, τῷ λογισμῷ σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος. (Δίς)

Ὅσιε Πάτερ Γεράσιμε, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες, ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε, καὶ Μοναστῶν, στίφη προσενήνοχας, Χριστῷ σῳζόμενα. (Δίς)

Πάντα τὸν βίον διήνυσας, ἐν ἡσυχίᾳ πολλῇ, καὶ ἐν πένθει καὶ δάκρυσι, Μοναστῶν γενόμενος, ἀλείπτης διὰ πίστεως, ἀκτημοσύνῃ κατακοσμούμενος, καὶ ἐγκρατείᾳ ὡραϊζόμενος, ξένος καὶ πάροικος, ἐπὶ γῆς δεικνύμενος· ὅθεν καλῶς, εὗρες τὴν ἀπόλαυσιν, θεομακάριστε.

 

Ἥλιον ὥσπερ πολύφωτον, τῶν ἀρετῶν τῷ φωτί, καὶ θαυμάτων ταῖς λάμψεσι, εὑρηκὼς Γεράσιμε, ἐν ἐρήμῳ διώδευσας, καὶ τοῖς θηρίοις συνδιαιτώμενος. Τούτους προστάξας, εἰς τὸ δουλεύειν σοι, ὡς θαυμαστὸς Θεός, ὑπάρχει ὁ Κύριος, ὁ θήρας νῦν, ὥσπερ λογικοὺς βροτούς, καθυποτάξας σαφῶς.

 

Δόξα. Ἦχος δ΄.

Ὅσιε Πάτερ, παμμακάριστε Γεράσιμε, τῇ θείᾳ τοῦ παναγίου καταληφθεὶς Πνεύματος, πανσόφως τὰ τῆδε ὡς ἐπίκηρα κατέλιπες, καὶ τὸν Σταυρόν σου ἐπ’ ὤμων ἀράμενος, τῷ καλοῦντί σε θερμῶς ἠκολούθησας, Χριστῷ εἰς οὐρανοὺς λαμπροτάταις τῶν ἀρετῶν, ἀναπτὰς πτέρυξιν ἀοίδιμε· ἐκτενῶς οὖν Χριστῷ ἐκδυσώπει ὑπὲρ τῶν πίστει τελούντων τὴν παναγίαν σου κοίμησιν.

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

 

 

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Λιτή. Ἦχος α΄.

Ὅσιε Πάτερ θεοφόρε Γεράσιμε, μεγάλως ἠγωνίσω ἐν τῇ προσκαίρῳ ζωῇ, ἐν ὕμνοις καῖ νηστείαις καὶ ἀγρυπνίαις· ἡσυχαστικῶς τὸν βίον ἐξετέλεσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, παρ’ Αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν. Καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων χωρεῖς παριστάμενος, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν σεβάσμιον μνήμην σου.

 

Ἦχος β΄.

Ἀναχωρητῶν γυμνάσιον, συγκροτήσας ἐν Ἰορδάνῃ, Πάτερ Γεράσιμε. Εὐσεβείας γὰρ καρπούς, ἐν αὐτῷ ἐνδειξάμενος, ῥωμαλέως ἰατρεύεις δι’ αὐτῶν τὰς ἀσθενείας τῶν παθῶν. Λέοντα γὰρ ἡμέρωσας καὶ τὸν ἀδελφὸν ἐκ νεκρῶν ἀνέστησας· δι’ ὃ πρὸς αὐτὸν βοήσωμεν· χαίροις, τῶν ἀναχωρητῶν ὑπογραμμός, καὶ τῶν μιγάδων ἡ δόξα· χαίροις, πολιοῦχε τοῦ Ἰορδάνου, καὶ τῆς σῆς Λαύρας τὸ καύχημα.

 

Ὅσιε Πάτερ ἐκ βρέφους τῷ φόβῳ τοῦ Θεοῦ στοιχειωθείς, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος. Καὶ παρ’ Αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων. Νῦν δὲ τῶ θείῳ Φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Πάτερ Γεράσιμε.

 

Ἦχος δ΄.

Ὅσιε παμμακάριστε Γεράσιμε, ἀσκήσεως γενόμενος ἐνδιαίτημα καὶ Θεῷ εὐηρέστησας μέγας ὡς εἰκὸς ἐν Ὁσίοις ἐχρημάτισας Πατράσι. Δι’ ὃ ἐθαυμαστώθης ἐκ Θεοῦ, καὶ ἐξ ἀνθρώπων ἔτυχες δόξης. Λέων σε ᾐδέσθη τὰ τῆς φύσεως ἀποβαλλόμενος, ἡμεῖς δὲ σοὶ τὸν ὕμνον προσάδοντες, ἐκτενῶς βοῶμεν· Κύριε, ὁ θαυμαστώσας τοὺς Ὁσίους Σου, ταῖς αὐτῶν ἱκεσίαις ἐλέησον ἡμᾶς.

 

Δόξα. Ἦχος πλ. β΄.

Παναοίδιμε Πάτερ, ὁσιώτατε Γεράσιμε, Ὁσίων καύχημα, ἀσκητῶν ἐγκαλλώπισμα, ἐξ ἁπαλῶν ὀνύχων, τὴν τῆς ἀρετῆς προελόμενος τρίβον, εἰς τὴν αὐτῆς ἀνέδραμες ἀκρότητα, ὡς ἄγγελος ἐπὶ γῆς βιοτεύσας. Δι’ ὃ ἐν τοῖς οὐρανοῖς σὺν Ἀσωμάτοις συναγαλλόμενος, ὡς τὸν βίον αὐτῶν, ἐν σώματι μιμησάμενος· ἐκτενῶς σὺν αὐτοῖς ἱκέτευε, Χριστὸν τὸν Θεόν, τοῦ ῥυσθῆναι ἡμᾶς, ὁρατῶν καὶ ἀοράτων δυσμενῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ἀσκητικῶν ἀληθῶς, ἀγωνισμάτων ὁ κανὼν ὁ εὐθύτατος, Σταυρὸν γὰρ ἐπ’ ὤμων ἄρας, ἀκολουθῶν τῷ Χριστῷ, ἐν τῷ Ἰορδάνῃ προσεχώρησας· ἐν ᾧ κατεπάτησας, τῆς σαρκὸς τὰ σκιρτήματα, ταῖς ἀρεταῖς δέ, τὴν ψυχὴν κατελάμπρυνας, καὶ πρὸς ἔνθεον, ἀνεπτέρωσας ἔρωτα· ὅθεν τὴν σεβασμίαν σου, τελοῦντες πανήγυριν, τυχεῖν Γεράσιμε θείας, φιλανθρωπίας αἰτούμεθα, Χριστὸν Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ἄνθραξ, ὡς φωτοφόρος πυρί, προσομιλήσας γὰρ τὸ Πνεῦμα Γεράσιμε, τῇ ποίμνῃ τῇ θείᾳ μάκαρ, καταλαμπρύνων ψυχάς, τῶν πρὸς σὲ φοιτώντων ὁσιώτατε· πρὸς φῶς ὁδηγῶν αὐτούς, τὸ ἀνέσπερον ἄριστε, ἐρημικοῖς δέ, δροσιζόμενος ἄνωθεν, θείᾳ χάριτι, κατεμάρανας ἄνθρακας· ὅθεν καὶ τὸν τῆς νίκης, σοὶ δεδώρηται στέφανον, Πάτερ τῆς θείας, δικαιοσύνης ὁ πρύτανις· Χριστὸν Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Κλίμαξ, οὐρανομήκης σαφῶς, ἡ πολιτεία σου Γεράσιμε δέδεικται, δι’ ἧσπερ πρὸς ὕψος ᾔρθης, καὶ τῷ Δεσπότῃ Χριστῷ, ὁμιλεῖν παμμάκαρ κατηξίωσαι, τὸν νοῦν ἐλλαμπόμενος, ταῖς ἐκεῖθεν ἐλλάμψεσι, μαρμαρυγαῖς δέ, ταῖς Αὐτοῦ φωτιζόμενος, τὴν ἰσάγγελον, ἐκομίσω φαιδρότητα· ᾯ καὶ νῦν παριστάμενος, ἱκέτευε Ὅσιε, τοὺς ἐκτελοῦντας τὴν θείαν, καὶ πανσεβάσμιον μνήμην σου· σὺν σοὶ παραστῆναι, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος γ΄.

Ἑορτὴ σεβάσμιος καὶ φαιδρά, τοῦ θεόφρονος ἡμῖν ἐπέλαμψε Γερασίμου, οὗ τῶν πνευματικῶν ἀγώνων ὀσμή, τῶν πιστῶν κατευωδιάζουσα ψυχάς, ἐν καιρῷ τῆς ἐγκρατείας, πρὸς πνευματικοὺς θαυμασίως προτρέποντες ἀγῶνας, πρὸς αὐτὸν οὖν βοήσωμεν· ἁγιώτατε Πάτερ, ἀξίωσον ἡμᾶς εὐμαρῶς, τὸ τῆς νηστείας διανῦσαι στάδιον, καὶ αἰωνίου τεύξασθαι χαρμονῆς, πρὸς Κύριον πρεσβείαις σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Χριστῷ ἐκ νεότητος ἀκολουθήσας πιστῶς, ζωὴν τὴν ἰσάγγελον ἐπολιτεύσω σαφῶς, Γεράσιμε Ὅσιε. Σὺ γὰρ ἐν Ἰορδάνου, διελάμψας τῇ χώρᾳ, θήρα καθυποτάσσεις, τῇ στεῤῥᾷ σου ἀσκήσει. Χριστὸς γὰρ Ὃν ἐδόξασας, λαμπρὸς σὲ ἐθαυμάστωσε.

Δόξα. Ὅμοιον.

Ἀσκήσας Γεράσιμε ἐν Ἰορδάνῃ στεῤῥῶς, τὸν καύσωνα ἔφερες ἐν καρτερίᾳ σοφέ, καὶ πᾶσαν κακοπάθειαν, λέων σοι ὑπετάγη, καὶ ἐκόμιζεν ὕδωρ, νεκρὸν ἐγείρεις, ἀδελφὸν παραδόξως· δι’ ὃ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς προσβολὰς τῶν παθῶν, δι’ ἐγκρατείας καὶ στεῤῥᾶς ὑπομονῆς ἀληθῶς, καὶ καταισχύναντα αἰσχρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις, καὶ νῦν πρεσβεύει τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Πολυτρόπως Παρθένε Χριστὸν παρόργισα, διανοίᾳ καὶ λόγῳ ἔργοις καὶ πράξεσι, καὶ φοβοῦμαι τὸ ἐκεῖ φρικτὸν μυστήριον· ἀλλὰ προφθάσασα ταχύ, ἐκλύτρωσαί με τῶν δεινῶν, τῇ μητρικῇ Σου πρεσβείᾳ, καὶ πρὸς Θεὸν παῤῥησίᾳ, τὸν Σὸν ἱκέτην Θεογεννήτρια.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ἐκόσμησας ψυχήν, ἀρετῶν ἐργασίᾳ, Γεράσιμε σοφέ, βιοτεύσας ὁσίως, ὡς πρᾷος καὶ ὡς ἄκακος, καὶ ποιμὴν ἀληθέστατος, πορευόμενος, κατὰ τὸν νόμον Κυρίου· Ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, Παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, Παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας, καὶ Παρθένον Σε, ὁμολογοῦμεν Παρθένε, καὶ ἐλπίζομεν, ἐν Σοὶ Παρθένε σωθῆναι, παρθένων τὸ καύχημα.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμεορν.

Τῷ φωτὶ λαμπόμενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν Ἰορδάνῃ διδαχαῖς, καταφωτίζων Γεράσιμε, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας σοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, Σὲ Κόρη πανύμνητε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, Ὁσιακόν.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

 

 

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τῶν ἀσκητῶν ἡ καλλονή, καὶ τῶν μιγάδων ἡ δόξα, τὸ κλέος τῶν Πατέρων, καὶ τῶν ἐγκλείστων ἀντιλήπτορα μέγιστον, συνελθόντες σήμερον, ἀσκητικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες· χαίροις, ὁ τῆς ἐρήμου στῦλος, καὶ βάσις ἀσφαλής, καὶ σῆς Λαύρας τὸ καύχημα· χαίροις, τὸ φῶς τὸ ὑπέρλαμπρον, ὁ τὴν ἑώαν ἅπασαν διαλάμπων τοῖς θαύμασι· χαίροις, τῶν πενθούντων ἡ θεία χαρμονή, καὶ τῶν ἐν σπηλαίοις ὁδηγός τε καὶ προστάτης. Καὶ νῦν, Γεράσιμε ἔνδοξε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ἐκτελούντων, τὴν πανέορτον μνήμην σου.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου.

ᾨδὴ α'. Ἦχος δ'. ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου

Ὅπλον κατὰ πάσης τῆς μεθοδείας, τοῦ ἀλλοτρίου κραταιόν, την νηστείαν ἔχοντες, γενναίως πατήσωμεν, τὰ τούτου μηχανήματα.

Ἐλλάμψει τοῦ Πνεύματος θεοφόρε, καταυγασθείς, τὰ νοητὰ τῆς ψυχῆς σου ὄμματα, πρὸς φῶς ἐνητένισας, δι' ἀρετῆς τὸ ἄδυτον.

Τῶν παρόντων Πάτερ δι' ἀκτησίας, τὸ γεηρὸν ἀποβαλὼν ἄχθος ὡς ἀσώματος, Γεράσιμε ἤνυσας, τὸν δρόμον τῆς ἀσκήσεως.

Θεοτοκίον

Γῆθεν πρὸς οὐράνιον πολιτείαν, ἡμᾶς ἀνείλκυσεν Ἁγνή, ὁ ἄχραντος τόκος σου, νηστείας ταῖς πτέρυξιν, εἰς οὐρανοὺς ἀναγαγὼν ἡμᾶς.

 

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. ᾨδὴ α’. Ἦχος πλ. β΄. Κύμματι θαλάσσης

Δέξαι ἐκ χειλέων, ἀσώτων τὸν ὕμνον, Πάτερ Γεράσιμε, μοναστῶν καύχημα, ἐκ ψυχῆς τε καὶ πόθου, καὶ παθῶν με θεράπευσον, ὁ θεραπεύσας τὸν πόδα, ἐν Ἰορδάνῃ τοῦ λέοντος.

Ὅλος ἀπὸ βρέφους, Θεῷ ἀνατέθης, Πάτερ Γεράσιμε, μακαριώτατε, ἐν Ἰορδάνῃ ἀσκήσας, πρὸς ἀγῶνας ηὐτομόλησας, τὸν παλαμναῖον ἔνδοξε, τελείως κατεπάτησας.

Φέγγε ἀνεσπέρῳ λαμπόμενος, μάκαρ τοῦ θείου Πνεύματος, φωτίζεις ἅπαντας, τοὺς προστρέχοντας ἐν πίστει, καὶ ἀγάπῃ Πάτερ ἔνδοξε· κἀμὲ νῦν φώτισον, Γεράσιμε πρεσβείαις σου.

Θεοτοκίον

Ἡ τῶν ἀνελπίστων, ἐλπὶς καὶ προστάτις ἡ ἀκαταίσχυντος, τὰς οὐρανίους πύλας μοι, διανοίξασα προσάγαγε, τῷ Υἱῷ Σου Δέσποινα, καὶ σῶσόν με τὸν ἄθλιον.

 

 

 

 

ᾨδὴ γ'. Ἐν Κυρίῳ Θεῷ μου

Τῶν παθῶν τὰ θηρία, διὰ νηστείας ἀποκτείναντες, Χριστῷ δι' ἀπαθείας, καὶ καθαρότητος ἐγγίσωμεν.

Πρὸς τὸν ἄϋλον πόθον, τὸν τοῦ Κυρίου, Πάτερ Ὅσιε, ἀεὶ ἐνατενίζων, ὕλης προσκαίρου κατεφρόνησας.

Τὸν Χριστὸν ἐν τῇ γλώσσῃ, ἔχων ἀεὶ Πάτερ Γεράσιμε, τὸ ἀληθὲς τῶν λόγων, διεβεβαίου ἐν τοῖς θαύμασι.

Θεοτοκίον

Ἐν νηστείαις καὶ πόνοις, τὸ ἀσθενὲς ἡμῶν τῆς φύσεως, ῥωννύουσα Παρθένε, κατὰ παθῶν τοῦτο ἐνίσχυσον.

 

Ἕτερος. Σὲ τῶν ἐπὶ ὑδάτων.

Ἔχει σε πᾶς ὁ κόσμος Γεράσιμε, προστάτην ἐν κινδύνοις, καὶ πᾶς πιστὸς ὑμνεῖ σε, καὶ πᾶς μονάζων δοξάζει σε, ἐξόχως δὲ ἡ ποίμνη σου, βλέπουσα πάντοτε, τοὺς ὑπερφυεῖς ἀγῶνάς σου.

Λύσας τῆς προσπαθείας τὰ θήρατρα, πατρίδος ἐπισήμου, τῶν γονέων φίλτρον, εἰς οὐδὲν λογισάμενος, μόνῳ Θεῷ ὠκειώσας, Πάτερ Γεράσιμε, μοναζόντων ἀγαλλίαμα.

Βλέψον οὐρανόθεν, καὶ ἴδε σου τὰ τέκνα ἀθροισθέντα, ἐν τῇ σεπτῇ σου Λαύρᾳ, ἐκ ψυχῆς σοὶ προσπίπτοντα, τὰ τούτων αἰτήματα εὐσπλάγχνως πλήρωσον, Πάτερ ἔνδοξε Γεράσιμε.

Θεοτοκίον

Δέσποινα Θεοτόκε Μητρόθεε, σῷζε τοὺς Σὲ ὑμνοῦντας, καὶ πάσης ἄλλης ζάλης, ἀραβικῆς γὰρ κακώσεως, ὡς ἀγαθὴ ἐκλύτρωσαι, ἡμᾶς τοὺς δούλους Σου, ὡς οὖσα προστάτις ἡμῶν.

 

Κάθισμα. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.

Τὴν κλίμακα τῶν θείων ἀρετῶν διανύσας, πρὸς νοητῆς θεωρίας ἀνελήλυθας ὕψος, καὶ θείων μυστηρίων τοῦ Χριστοῦ, ἐμφάσεις ὑπεδέξω καθαράς, διὰ τοῦτο, θεοφόρε, σὲ εὐσεβῶς τιμῶμεν καὶ βοῶμεν· Δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Θεοτόκε σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἀπὸ παθῶν, πειρασμῶν τε καὶ κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ καὶ βοῶντας· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

 

 

 

ᾨδὴ δ'. Τῆς σῆς ἐπὶ τῆς γῆς παρουσίας

Τῆς σῆς ἐν τοῖς βροτοῖς εὐσπλαγχνίας, Χριστὲ ὁ Θεός, δεῖγμα παρέσχου τὸν καιρὸν τῆς ἐγκρατείας Σωτήρ, δι' οὗ ψυχὰς καὶ σώματα καθαίρεις, καὶ ἁγιάζεις τῶν δούλων σου.

Τῶν ἀρετῶν τὴν κλίμακα ἀνύσας Σοφέ, μυστικωτέρας θεωρίας, ἠξίωσαι· διὸ καὶ χάριν εἴληφας ὁρᾶν, καὶ πρὸ καιροῦ τὰ ἐσόμενα.

Ἱδρῶσι τῶν ἀγώνων σου τῶν ἐνθέων, τὴν ἄγονον κατήρδευσας ἔρημον, καὶ καρποφόρον ἔδειξας, ἀνθρώπους τῷ Χριστῷ συγκομίζουσαν.

Θεοτοκίον

Ὡς στήριγμα Πιστῶν δεδομένη, Παρθένε ἁγνή, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος, δύναμιν ἐν τῷ καιρῷ περίζωσον, ἡμᾶς τῆς ἐγκρατείας ὑμνοῦντάς σε.

 

Ἕτερος. Τὴν ἐν Σταυρῷ Σου θείαν κένωσιν.

Ὑπερεκπλήττει πᾶσαν ἔννοιαν, τῶν ἄθλων τῶν σῶν ὦ Πάτερ καρτερία, ἡ στένωσις τῆς κέλλης σου, καὶ ὁ συγκλεισμὸς σὺν τῇ πείνῃ καὶ δίψῃ καὶ λύπῃ Ὅσιε.

Φύλαξ καὶ σκέπη καὶ ὀχύρωμα, καὶ προστάτης θερμός, τῶν μοναχῶν ἐδόθης, παρὰ Θεοῦ Γεράσιμε, φύλαξον ἐκ κινδύνων καὶ νῦν, τὴν ποίμνην σου, Πάτερ πανθαύμαστε.

Ἐν πειρασμοῖς καὶ περιστάσεσι, τοὺς σοὺς δούλους ἀεί, τοὺς σὲ προσκαλουμένους μὴ παρίδῃς Ὅσιε· ἀλλ’ ὡς συμπαθὴς πᾶσι, δίδου συνήθως τὰ καταθύμια.

Θεοτοκίον

Δεξαμένη ἐν τῇ μήτρᾳ Σου, τῆς Θεότητος πῦρ ἁγνή, καὶ μὴ φλεχθεῖσα, πυρός με Κόρη λύτρωσαι, δέξαι δὲ ἡμᾶς, καὶ τῆς θείας ἐκείνης ζωῆς ἀξίωσον.

ᾨδὴ ε'. Ὁ ἀνατείλας τὸ φῶς

Τῆς χαμαιζήλου ἡμᾶς, προσπαθείας οἰκτίρμον, νηστείᾳ, ἀφαρπάσας, πρὸς τὸ ὕψος ἕλκυσον, Ἰησοῦ τῆς σῆς ἀγαπήσεως.

Τῶν προσευχῶν ταῖς προσβολαῖς, παρατάξεις δαιμόνων, κατέτρωσας γενναίως, καὶ Χριστὸν Γεράσιμε, σὺ ἀνύμνεις Υἱὸν τοῦ Θεοῦ.

Τὴν τῶν παθῶν διασχών, θεοφόρε ὁμίχλην, φωτὶ τῷ τῆς ἁγνείας, καὶ τῆς καθαρότητος, νοητῶς ἐπλησίασας.

Θεοτοκίον

Ῥύπου ἡμᾶς νοητοῦ, διὰ τῆς ἐγκρατείας, ἐκπλύνασα Παρθένε, καθαροὺς παράστησον, δοξολογεῖν τὸν Υἱὸν τοῦ Θεοῦ.

 

Ἕτερος. Θεοφανείας Σου Χριστέ.

Οἰκοδομῶν τὸν ἱερὸν οἶκον τῆς ἀρετῆς ὦ μακάριε, καὶ ναὸν γὰρ Πάτερ, ὑπερπανθαύμαστον, τῇ μητρὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, λίθους δὲ τιμίους, τοὺς γάρ σου μαθητάς, προσανέθου τῇ Λαύρᾳ, ξένον κειμήλιον.

Φαεινοτάταις ἀστραπαῖς, τῶν διδαχῶν Πάτερ κατεφώτισας, οὐ Λυκίας μέρος τὸ βραχύτατον, οὐ τοῦ Ἰορδάνου, ὃν ὤκησας, ἀλλὰ πᾶσαν ὡς ἀληθῶς ἑώαν, Ὅσιε ἤστραψας τῷ βίῳ, τῷ λόγῳ καὶ τῇ ἀσκήσει, ἣν ὑπέμεινας.

Ὑποπιάζων τῆς σαρκός, καὶ τὰ τοῦ νοῦ χαλινῶν σκιρτήματα, τοῦ θηρὸς τὸν πόδα ἐθεράπευσας, καὶ τὸν ἀδελφὸν ἐκ νεκρῶν ἀνέστησας, καὶ ἀσπασάμενος αὐτόν, εἶπες αὐτῷ· τέκνον, ὡς καὶ πρὶν πάλιν κοιμήθητι.

Θεοτοκίον

Ποία γλῶσσα ἐξειπεῖν, Παρθένε τὸ ἐπὶ Σοὶ μυστήριον, ὁ τῶν ὅλων Κύριος καὶ Πλάστης μου, πλαστουργεῖται θέλων νηδύϊ Σου, ὢ τοῦ θαύματος τοῦ καινοῦ! ὁ ἀγαθότητι στήσας τοὺς αἰῶνας, δανείζεται γὰρ ἐκ Σοῦ Ἀδὰμ τὸ φύραμα.

ᾨδὴ ς'. Ὡς Ἰωνᾶν τὸν Προφήτην

Τῆς ἐγκρατείας τῇ αἴγλῃ, ἐλλαμφθέντας ἡμᾶς καταξίωσον, ἰδεῖν τῆς ἐγέρσεως Σῶτερ, τῆς σῆς τὴν θείαν δόξαν καὶ τὴν λαμπρότητα.

Ὡς ἑωσφόρος ἐκλάμψας, ἐν τῷ σκότει τοῦ βίου Γεράσιμε, ἀνθρώπους εἰς φῶς πολιτείας, Ἀγγέλων ἀσωμάτων ἐχειραγώγησας.

Τῇ εὐχῶν βακτηρίᾳ, κεφαλὰς νοουμένων συνέθλασας, θηρῶν παναοίδιμε Πάτερ, καὶ θήρας τῆς ἐκείνων ἀνθρώπους διέσωσας.

Θεοτοκίον

Γνόντες τῶν πάντων Δεσπότην, διὰ σοῦ Θεοτόκε, ἐρρύσθημεν πλάνης τῶν εἰδώλων, καὶ πόθῳ, κυρίως σε Μητέρα Θεοῦ δοξάζομεν.

 

Ἕτερος. Συνεσχέθη ἀλλ’ οὐ κατεσχέθη.

Ἐν τῇ θείᾳ μνήμῃ σου παμμάκαρ, πόθῳ ἀθροισθέντες, ἡμεῖς πιστῶς σοι ἐξαιτοῦμεν, πάντων πλήρωσον τὰς παρακλήσεις, σβέσον ταῖς πρεσβείαις σου, παρεχόμενος πᾶσιν γαλήνην, χάριν καὶ ἔλεος, ῥῦσαι δὲ ἡμᾶς καὶ ἐκ τῶν πειρασμῶν, Πάτερ Γεράσιμε.

Καθηλώσας φόβῳ σου τὰς σάρκας Πάτερ, θεράπων τοῦ Χριστοῦ, κατέκλεισας ὅλον σεαυτὸν ἐν σμικροτάτῃ κέλλῃ τὸν νοῦν ἐτήρησας, Πάτερ Γεράσιμε, τῶ γὰρ κρείττῳ νίκας, ὑποτάξας δὲ τὸ χεῖρον, Ὅσιε πνεύματι, λαμπρὸν καὶ θεῖον ἀνεδείχθης ἐνδιαίτημα.

Τοῦ θανάτου θέμενος τὴν ὥραν, Πάτερ ἡμέρας καὶ νυκτός, τροφὴν ἡγήσω πεῖναν, τὴν ταπείνωσιν καὶ ἀδοξίαν, πλοῦτον, δόξαν γένους τὴν ἀφάνειαν, λαμπρότητα τὴν σωφροσύνην, στάσιν παννύχιον, γνῶσιν πνευματικήν, φόβον εἰς Θεὸν καὶ καθαρότητα.

Θεοτοκίον

Ὡς λιμένα τῇ θείᾳ Σου σκέπῃ, πάντες εἰσέλθωμεν Ἁγνή, οἱ ἐν βυθῷ πταισμάτων, ἐν τῇ θείᾳ Σου μνήμῃ Παρθένε, ῥῦσαι κινδύνων χαλεπῶν τοὺς δούλους Σου, χεῖρα ἄνοιξον τῆς Σῆς πρεσβείας, ἄχραντε Δέσποινα, καὶ πρὸς θείαν ζωὴν ἴθυνον ἡμᾶς, τοὺς προσκυνοῦντάς Σε.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Ὡς Ἰορδάνου οἰκιστὴν καὶ πολιοῦχον, καὶ ἀναχωρητῶν ὑπογραμμὸν καὶ τῶν μιγάδων, εὐφημοῦμέν σε ἡ ποίμνη σου θεοφόρε· ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρων ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἵνα κράζομεν· χαίροις Πάτερ Γεράσιμε.

Ὁ Οἶκος.

Στόμα συνέσεώς μοι, παράσχου ὁ προάναρχος Λόγος, βούλομαι ὑμνεῖν τὸν Σὸν θεράποντα Γεράσιμον· ἔχεις γὰρ πλοῦτον εὐσπλαγχνίας, ἐν ἀπείρῳ Χριστέ μου, πελάγει τῶν Σῶν κριμάτων ἵνα κἀγὼ τῆς ψυχῆς τὸ ζοφῶδες καθαρθῆ, τὸν νοῦν δὲ πᾶσαν κηλίδα ἀποσμήξας καὶ ναὸς ἁγιάσματος τοῖς θείοις ἔργοις γενόμενος, ἐπαξίως βοήσω τῷ Σῷ Ὁσίῳ· Χαίροις, Πάτερ Γεράσιμε.

 

Συναξάριον.

Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ Ἰορδανίτου

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ ἐν τῷ ὄρει τῷ Μωσεῖ συλλαλήσας

Δι' ἐγκρατείας ἀναβάντες πρὸς ὄρος, ἐνθέου πολιτείας καὶ σωφροσύνης, τὸν φωτοδότην Κύριον, νοητῶς ἐνοπτρισώμεθα.

Ἐν ἀκηράτοις ἀρετῶν παραδείσοις, χορεύσας θεοφόρε, ἄνθη θαυμάτων, ἐδρέψω πᾶσιν ἄφθονον, τούτων χάριν δωρούμενος.

Τὴν κατ' εἰκόνα θεοφόρε ἀξίαν φυλάττων, φοβερὸς ἀνημέροις θηρσίν, ἐδείχθης ᾄδων ἀπαύστως τῷ Θεῷ εὐχαριστήρια.

Θεοτοκίον

Ἰσχὺν καὶ κράτος κατ' ἐχθρῶν νοουμένων, νηστείᾳ καὶ ἀγῶσι Θεοκυῆτορ, ἡμᾶς αἰνοῦντας Ἁγνή, καὶ ὑμνοῦντάς σε περίσωσον.

 

Ἕτερος. Οἱ παῖδες ἐν Βαβυλῶνι.

Ναὸν γὰρ ἐδομήσω, καὶ πηγὴν ἁγιάσματος, τῇ Παρθενομήτορι, καὶ λαὸν πολύν, Πάτερ συνήγαγες, βιωτικοῦ γὰρ κλύδωνος καὶ ἐκ παθῶν αὐτοὺς ἠλευθέρωσας.

Νεώσας διὰ νηστείας, τὴν τῆς καρδίας ἄρουραν, σπόρον θεῖον ἐν γῇ, τῶν δακρύων ἐγκατέσπειρας Ἅγιε, καὶ νῦν χαίροις γηθόμενος, εἰς αἰῶνα τὸν ἀπέραντον.

Ὑπὸ τὸν γνόφον εἰσῆλθες, διὰ νηστείας Πάτερ θαυμαστέ, καὶ ἀκοῦσαι φωνῆς τοῦ Θεοῦ, ὡς Μωϋσῆς ὁ πανάριστος, νέου λαοῦ προστίθεσθαι, ἐν Ἰορδάνῃ Πάτερ Ὅσιε.

Θεοτοκίον

Νόμου λαθοῦσα ὦ Κόρη, τοῦ τῆς φύσεως τέτοκας, τὸν Υἱὸν τοῦ Θεοῦ, ἰησοῦν μου, καὶ τοῦ νόμου τὸν Κύριον, τὸν Ποιητὴν τῆς κτίσεως, καὶ τῶν Ἀγγέλων ἀρχαιότερον.

ᾨδὴ η'. Τὸν Βασιλέα Χριστόν

Ὁ Βασιλεὺς τοῦ παντός, Δέσποτα Κύριε, καὶ ἡμᾶς βασιλεῦσαι, παθῶν καὶ ἡδονῶν τῶν σαρκικῶν, ὡς ἀγαθός, διὰ νηστείας καὶ πόνων ἀξίωσον, ἵνα σε εὐλογῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν Βασιλέα Χριστόν, ἐν τῇ καρδίᾳ σου ἀπὸ βρέφους θεόφρον δεξάμενος, χαρίτων τῶν αὐτοῦ, καὶ ἐπιλάμψεων θείων ὤφθης, καταγώγιον τερπνόν, τοῦτον δοξάζων ἑκάστοτε.

Ἐν τῇ φλογὶ τῶν παθῶν Πάτερ Γεράσιμε, μηδαμῶς σε φλεχθέντα, δρόσος ἡ τῶν χαρίτων τοῦ Χριστοῦ ἐξ οὐρανοῦ, ὅλον κατήρδευσε πόθῳ, τοῦτον ἀνυμνοῦντα, ἐκτενῶς Θεὸν τῶν ὅλων.

Θεοτοκίον

Ὁ σαρκωθεὶς ἐκ τῶν σῶν, ἄχραντε Δέσποινα, παναγίων αἱμάτων, αὐτὸς ἀποκαθαίρει μολυσμῶν σαρκικῶν, διὰ νηστείας καὶ πόνων ἡμᾶς δυναμῶν, ταῖς σαῖς ἀπαύστοις ἱκεσίαις Θεοτόκε Παρθένε.

 

Ἕκστηθι φρίττων.

Ὄρος Σιὼν τὸ τοῦ Θεοῦ, ὃ γὰρ κατώκησας σταλαξάτω γλυκασμόν, ῥηξάτω δὲ φωνὴν ἡ ἔρημος, ἡ οὐκ εὐθήνουσα πρίν, τοῖς τέκνοις τοῖς σοῖς κεκαλλωπισμένη· χαίρει καὶ Ἰορδάνης ἐν τῇ μνήμῃ σου Πάτερ, ὁ δὲ λέων στυγνάζει, καὶ μὴ ὁρῶν σε θνήσκει.

Φάνηθι πᾶσι βοηθός, τοῖς σὲ αἰτοῦσι, μοναστῶν κορωνίς, παρέχων τοῖς νοσοῦσιν ἴασιν, τοῖς ἀθυμοῦσι χάριν, τοῖς τέκνοις τοῖς σοῖς, Πάτερ εἰρήνην, τοῖς ἀσκηταῖς γαλήνην, ἀγάπην τοῖς διακονοῦσι, καὶ τὴν Λαύραν φύλαξον ἕως τέλους.

Ἥλιος ἄλλος παμφαής, φωτίζει ἅπαντα τὰ πληρώματα τῆς γῆς, καὶ ῥῶσιν ἀσθενοῦσιν δίδως, καὶ ἐκδιώκεις παθῶν τὸν ζόγον, καὶ ψυχῆς ἀβλεψίαν· δι’ ὃ ἐκδυσωποῦμεν καὶ ἡμεῖς, τὰ σὰ τέκνα, φώτισον λιταῖς σου, Γεράσιμε παμμάκαρ.

Θεοτοκίον

Ἵλεων αἴτησαι ἡμῖν, καὶ εὐδιάλλακτον, τὸν Υἱόν Σου καὶ Θεόν, γενέσθαι ἁγνὴ τοῖς ἱκέταις Σου, καὶ συντήρησον ἡμᾶς ἀπὸ πάσης προσβολῆς ἐναντίας, καὶ τὸ τῆς Ἄγαρ θράσος, καταβαλεῖν ἐν τάχει, ἵνα Σὲ ὑμνοῦμεν, τὴν κεχαριτωμένην.

 

ᾨδὴ θ'. Τὸν ἄσπορον τόκον σου

Ὁ πλοῦτος τῆς χάριτος, τοῦ Ἁγίου Πνεύματος εἰς πάντας προστίθεται, τοὺς πόνοις ἐγκρατείας τοῦτον συλλέγοντας.

Τὴν ἄϋλον Ὅσιε, ὑλικῷ ἐν σώματι, ζωὴν καὶ πολιτείαν διήνυσας, δοξάζων τὸν δυναμοῦντά σε Κύριον.

Ὅλην σου τὴν ἔφεσιν, τῆς ψυχῆς Γεράσιμε, πρὸς μόνα τὰ ἄφθαρτα ἔχων, κατηξιώθης ὧν ἐπόθησας.

Σὺν Ὁσίοις Ὅσιε, Χριστῷ παριστάμενος αὐτὸν καθικέτευε, ὑπὲρ τῶν ἐκτελούντων τὴν θείαν μνήμην σου.

Θεοτοκίον

Ὕπερθεν ἐκλάμπουσα, ἡ σὴ χάρις Δέσποινα, φωτίζει τοὺς σὲ ἀκαταπαύστως, Θεομῆτορ μεγαλύνοντας.

 

Ἕτερος. Μὴ ἐποδύρου μου Μῆτερ.

Ἀσκητῶν ἀκρότης καὶ μιγάδων ἡ δόξα, τῶν μοναστῶν ἡ κορωνίς, Γεράσιμε σοφέ, βλέψον ἐξ οὐρανόθεν σὺν τῷ καλῷ μαθητῇ Σαββατίῳ τῷ κλεινῷ, σὺν Νίκωνι καὶ Συμεὼν καὶ Ἰωάννῃ, τὴν λύσιν ἡμῖν αἴτησαι.

Ἐπὶ τῷ ξένῳ σου βίῳ τῶν Ἀγγέλων αἱ τάξεις καταπλαγεῖσαι, τῇ κοιμήσει κατῆλθον τῇ σῇ, καὶ τὴν θείαν ψυχήν σου κατησπάζοντο· ἐν χερσὶ δὲ λαβόντες, Κυρίῳ τῷ Θεῷ ταύτην ἔφερον, τὰ νικητήρια ψάλλοντες.

Φωτὶ ἀΰλῳ τῷ θείῳ παρεστὼς τῇ Τριάδι, τῶν μαθητῶν σου μέμνησο ἀεί, τῶν κατοικούντων ἐν τῷ οἴκῳ σου· αἴτησαι πταισμάτων τὴν ἄφεσιν, λύτρωσον αὐτοὺς ἐκ τῶν παθῶν, καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον

Φῶς ἡ τεκοῦσα τὸ θεῖον, τὴν ψυχήν μου τακεῖσαν, ἐν ἡδοναῖς, τὰς σειρὰς διάλυσον ἁγνή· καὶ τοῦ ἐξωτέρου σκότους με λύτρωσαι, πυρὸς τοῦ ἀσβέστου καὶ σκώληκος πικροῦ, ὅπως πιστῶς ὑμνῶ Σε, εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαὐτόν, ἐν τῇ ἐρήμῳ τῇ θείᾳ, Πάτερ τοῦ Ἰορδάνου· ὅθεν ὡς ἄϋλος ἀνεδείχθης, Γεράσιμε θεοφόρε.

Ἕτερον. Ὅμοιον.

Ἐπιφανεὶς Γεράσιμε, ἀνέστησας παραδόξως, τὸν τεθνεῶτα ἀδελφόν, θαῦμα μέγιστον δείξας, καὶ λέοντα ἡμέρωσας, Χριστοῦ θεράπων ὡς μέγας.

Θεοτοκίον

Καὶ Σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μὴ μοῦ ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ Σε Παρθένε, βοήθησόν με ἐν τάχει.

 

 

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ καρτερῶν, ὁ γενναῖος Γεράσιμος, τὸν ἐχθρὸν κατήσχυνεν, ἐξαισίως ἐν θαύμασιν, νεκρὸν ἐγείρει καὶ κατασπάζεται, ἄγριον θῆρα ἥμερον δείκνυσιν· ὢ κράτος ἄμαχον, ὢ τεθαυμάστωται ὁ ἀσκητής, ἀλλὰ ταῖς εὐχαῖς Αὐτοῦ, σῶσον ἡμᾶς ὁ Θεός.

 

Ὅσιε Πάτερ Γεράσιμε, ἐν Ἰορδάνῃ οίκῶν, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ ἄφθαρτα, τοῦ γὰρ δολίου ἐχθροῦ οὐκ ἔπτηξας, τὰς ἐκφοβήσεις ἐν τῇ καλύβῃ οίκῶν· ὢ θείων πράξεων, Σου σεπτοῦ θεράποντος οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος.

 

Ὅσιε Πάτερ Γεράσιμε, ἐν Ἰορδάνῃ οἰκῶν, γενναίως ἐβάστασας τὸν ἀφόρητον καύσωνα, τὰς σκνίπας καὶ τοὺς κώνωπας, διὰ τὴν μέλλουσαν ἀνταπόδωσιν, ἐθεώρεις ταῦτα ὡς ἀνυπόστατα· ὢ ἐγκαλλώπισμα, ἀσκητῶν ἀοίδιμε, σὲ ὁ Χριστὸς χαίρων ὑπεδέξατο, εἰς τὰς ἀΰλους μονάς.

 

Ὅσιε Πάτερ Γεράσιμε, δι’ ἀρετῆς γεγονώς, θαυμαστός τε καὶ ἔνδοξος, λέοντα ἡμέρωσας, καὶ νεκρὸν ἀνέστησας, καὶ ἐν ἐρήμῳ ὥσπερ ἐν πόλει οἰῶν, τὰς τῶν δαιμόνων ὤλεσας φάλαγγας· ὢ τοῦ χαρίσματος, τοῦ ἐν σοὶ μακάριε, δι’ οὗ σαφῶς, πᾶσαν κατεπάτησας, τὴν τῶν δαιμόνων ὀφρύν.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε πιστῶν ἡ ὁμήγυρις, δεῦτε εὐφημήσωμεν, Γεράσιμον τὸν ἀεισέβαστον, ἐπὶ τῇ μνήμῃ αὐτοῦ. Οὗτος γὰρ θεοπρεπῶς, τὰ τῇδε καταλιπών, καὶ τὸν Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, τῷ Χριστῷ ἐμφρόνως ἠκολούθησε, τὴν τῶν ἀρετῶν ἐλάσασς ἀκρότητα· Ἄγγελοι, μετ’ εὐφροσύνης κροτήσαντες ὕμνον τῷ Δεσπότῃ γηθοσύνως προσήγαγον, τὸν Ὅσιον ἐνισχύσαντα, ἀγγελικὸν ἐν γῇ βίον διανῦσαι. Πρὸς Ὃν βοήσωμεν· ὑπεράγαθε Κύριε, λιταῖς θεράποντος οἴκτιρον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Χαίροις τῶν Πατέρων ἡ καλλονή, χαίροις τῶν Ὁσίων κανὼν θείος ἐν ἀρετῇ, χαίροις Ἰορδάνου, ὡράϊσμα καὶ κλέος, καὶ τῆς σῆς ποίμνης, Πάτερ Γεράσιμε.

***

 

Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Γερασίμῳ τὸν αἶνον, ὡς στέφος πλέκω. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.

Γέρας ἀθανασίας, καὶ τῆς ἀφθαρσίας θεῖον στέφανον, καλῶς ἠγωνισμένῳ, ὁ Χριστός σοι παρέσχε Γεράσιμε.

Ἔχων τὸν φωτοδότην, τῶν σῶν υπακούοντα δεήσεων, τῶν δαιμόνων τὸ σκότος, ἀπεμείωσας Πάτερ Γεράσιμε.

Ῥείθροις τῶν σῶν δακρύων, ὥσπερ δένδρον Πάτερ ἀρδευόμενος, καρποὺς ἀθανασίας, προηγάγου θεόφρον Γεράσιμε.

Θεοτοκίον.

Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένη τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ λόγον τεκοῦσα ὑμνοῦμέν Σε.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Σταύρωσιν ἑκούσιον, τῷ υπομείναντι Ὅσιε, ἀκολουθῶν, ὅλως ἐσταυρώθης, τῷ βίῳ καὶ τοῖς πάθεσιν.

Ἴσχύσας σθενούμενος, παντουργικῷ σοφὲ Πνεύματι, τοῦ ἰσχυροῦ, πάσας τὰς παγίδας, συμπατῆσαι Γεράσιμε.

Μέτριον τὸ φρόνημα, ἐν ταπεινῷ σοφὲ πνεύματι, σὺ ἐσχηκώς, πάθη  ψυχοφθόρα, παντελῶς ἐταπείνωσας.

Ὥσπερ μέγας ἥλιος, ταῖς τῶν θαυμάτων σου λάμψεσιν, φωταυγεῖς, πάντων τὰς καρδίας, τῶν πιστῶς εὐφημούντων σε.

Θεοτοκίον.

Τέτοκας πανάμωμε, τὸν τῷ Πατρὶ Υἱὸ σύνθρονον, καὶ συμφυῆ, πᾶσι τὰς εἰσόδους, τῆς ζωῆς ὑποδείξαντα.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Οἶκος γέγονε πνεύματος, ἡ πεφωτισμένη Πάτερ καρδίᾳ σου· ὅθεν βρύεις τὰ χαρίσματα, θεραπεύων νόσους θείᾳ χάριτι.

Νόμῳ θείῳ πειθόμενος, Πάτερ ἐκ νεότητος ἠκολούθησας, τῷ Κυρίῳ ἀσπασάμενος, Ἀσωμάτων βίον μετὰ σώματος.

Αἱ πορεῖαί σου Ὅσιε, πρὸς σωτηριώδεις τρίβους εὐθύνθησαν, ὁδηγίᾳ θείου Πνεύματος, τοῦ ἐν σοὶ ὁσίως κατοικήσαντος.

Θεοτοκίον.

Ἰησοῦν τὸν φιλάνθρωπον, Ὃν ἀνερμηνεύτως ἐκυοφόρησας, ἐκδυσώπει παναμώμητε, τοῦ σωθῆναι πάντας τοὺς ὑμνοῦντάς Σε.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Νοΐ κεκαθαρμένῳ δεχόμενος, τὰς ἐλλάμψεις, τοῦ Ἁγίου Πνεύματος, φῶς μοναστῶν ἐχρημάτισας.

Ὁ βίος σου τῇ βίᾳ τῆς φύσεως, διαλάμπων, ἄγγελον ἐπίγειον, μετὰ σαρκός σε ἀνέδειξεν.

Ναμάτων ζωηῤῥύτων τοῦ Πνεύματος, πεπλησμένος, ποταμοὺς ἀνέβλυσας, Πάτερ θαυμάτων Γεράσιμε.

Θεοτοκίον.

Ὡς ὄμβρος ἐπὶ Σὲ καταβέβηκεν, Θεοτόκε, ὁ Λόγος σαρκούμενος, εἰς φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Σαρκός σου τὸ ἀσθενές, τῇ δυναστείᾳ ῥωννύμενος, τοῦ ἐκ Παρθένου ἡμῖν, ἁγνῆς ἀναλάμψαντος, πᾶσαν ἐταπείνωσας, δυναστείαν Πάτερ, δυσμενῶν καθάπερ ἄσαρκος.

Συντρίψας τῶν νοητῶν, λεόντων μύλας ἐν χάριτι, ὑπέταξας αἰσθητῶν, ὁρμήματα Ὅσιε· ὅθεν καθυπείκει σοι, λέων ὡς ποιμένι, εὐπειθῶς διακονούμενος.

Τὸν βίον ἀγγελικόν, τὸ φρόνημα Πάτερ μέτριον, κτησάμενος ἐν Χριστῷ, πρᾶος ἐχρημάτισας, καὶ νῦν κατεσκήνωσας, ἐν γῇ τῶν πραέων, χαρμονῆς θείας πληρούμενος.

Θεοτοκίον.

Ἐσκήνωσεν ἐπὶ Σοί, Πατρὸς ἁγνὴ τὸ ἀπαύγασμα, καὶ γεννηθεὶς ἐν σαρκί, τὸν κόσμον ἐφώτισεν, καὶ σκότους ἐῤῥύσατο, τῆς πολυθεΐας· διὰ τοῦτο ἀνυμνοῦμέν Σε.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Φῶς ἀνατέταλκέ σοι Πάτερ, καὶ ἡ σύζυγος ἡ τούτου εὐφροσύνη, οὐρανίαις σκηναῖς, ἀεὶ αὐλιζομένῳ, καὶ μελῳδοῦντι· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὄμβροις δακρύων ἀρδευθείς σου, θεοφόρε τὴν καρδίαν ἐναρέτους, ἐκβλαστάνειν καρπούς, δι’ ὧν τρυφὴν τὴν ἄνω, εἰς τοὺς αἰῶνας εἴληφας, μετὰ πάντων τῶν Ὁσίων.

Στόματι φέρων ὑμνῳδίαν, ἐν μιμήματι ἀπαύστως τῶν Ἀγγέλων, εν ἀγρύπνῳ νοΐ, Γεράσιμε ἐβόας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Πῦρ οὐδαμῶς Σε Θεοτόκε, τῆς θεότητος κατέφλεξε Παρθένε· Σὲ γὰρ βάτος ποτέ, εἰκόνιζεν ἐν ὄρει, φλογιζομένην πάντοθεν, μηδαμῶς δὲ καιομένην.

 

 

 

ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες Παῖδες ἐν καμίνῳ.

Λελαμπρυσμένος παρέστης τῷ Δεσπότῃ, ἀσκητικαῖς ἀγλαΐαις, θαυματοφόρε Γεράσιμε, καὶ ταῖς τῶν Ἀσωμάτων, χορείαις ἠρίθμησαι.

Ἐν ἀκακίᾳ τὸν βίον διανύσας, τοῦ πονηροῦ τὴν κακίαν, ὁλοσχερῶς ἐταπείνωσας, ἀσκητῶν ὡραιότης, θεόφρον Γεράσιμε.

Καταστολὴν ἀφθαρσίας ἐνεδύσω, τῇ τῶν παθῶν ἀπεκδύσει, Πάτερ θεόφρον Γεράσιμε, καὶ νυμφῶνος ἐνθέου, ἀξίως ἐπέτυχες.

Θεοτοκίον.

Ὡς εὐωδέστατον ῥόδον εὑρηκώς Σε, ἐν ταῖς κοιλάσι τοῦ βίου, ὁ ὑπερούσιος πάναγνε, διὰ Σοῦ εὐωδίαν, τῷ κόσμῳ διέπνευσεν.

 

ᾨδὴ θ΄. Ἔφριξε, πᾶσα ἀκοή.

Ἴχνεσιν, πάντων τῶν καλῶς, ἐπὶ γῆς διοδευσάντων ἑπόμενος, ἀγάπην ἔσχηκας, πίστιν ἐλπίδα μέτριον φρόνημα, καὶ ἀδιάλειπτον εὐχήν, ἐγκράτειαν ἄφατον, Πάτερ Γεράσιμε, ἐντρυφῶν ταῖς καθαραῖς ἀναβάσεσιν.

Ὢ θαῦμα· πῶς ὡς λογικός, καθυπείκει σοι ὁ θὴρ τῷ κελεύσματι, τῷ σῷ Γεράσιμε, σὺν προθυμίᾳ διακονούμενος, Θεοῦ δοξάζοντος τὸν σόν, βίον τὸν ἰσάγγελον, σημείοις Ὅσιε, καὶ ἀπείροις τεραστίοις καὶ θαύμασιν.

Στήριγμα, ὤφθης μοναστῶν, καὶ σιγῶσα θεοφόρε παραίνεσις· τὴν στενοτάτην γάρ, τῆς ἐγκρατείας τρίβον διώδευσας, θείαις ἐλπίσι τὴν ψυχήν, ἀεὶ πλατυνόμενος· ὅθεν εὐρύχωρον, ἐν σκηναῖς τῶν ἐκλεκτῶν εὗρες οἴκησιν.

Ἤνθησας, Πάτερ ἐν αὐλαῖς, τοῦ Θεοῦ ἡμῶν ὡς φοῖνιξ ὑψίκομος, καὶ ὡς κυπάρισσος, ἐμεγαλύνθης θείαις ὑψώσεσιν· ὅθεν τὴν μνήμην σου πιστῶς, πάντες ἑορτάζομεν, ἐν ᾗ δεόμεθα, πειρασμῶν ἡμᾶς παντοίων περίσῳζε.

Θεοτοκίον.

Φέρουσα, τὸν Ἐμμανουήλ, ἐν ἀγκάλαις Σου ἁγνὴ ὥσπερ νήπιον, θεοχαρίτωτε, ἐβόας· τέκνον ἐμὸν γλυκύτατον, πῶς ἐπιδώσω Σοι μαζόν, τρέφοντα τὰ σύμπαντα; Πῶς σπαργανώσω Σε, τὸν ομίχλῃ σπαργανοῦντα τὴν θάλασσαν;

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

(Ὑπὸ Χαραλάμπους Μπούσια)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀσκητικοῖς εὐαρεστήσας καμάτοις, τῷ Λυτρωτῇ καὶ Βασιλεῖ τῶν ἁπάντων, Γεράσιμε τρισόλβιε ἀζύγων φωστήρ, χάριν θείαν εἴληφας παρ’ Αὐτοῦ ἀπελαύνειν, τῶν ἀνευφημούντων σε ἀῤῥωστίας παντοίας, καὶ χορηγεῖν κατ’ ἅμφω δαψιλῶς, ὑγείαν πᾶσι ψυχῆς τε καὶ σώματος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Γέρας Ἰορδάνου, Γεράσιμε, πόνων ῥύου με. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Γεράσιμε Ὅσιε ἀσκητά, ὁ ἐν Ἰορδάνῃ, ἐνασκήσεως καλιάν, περίκληστον πήξας ῥύου πόνων, τὸν ἐκζητοῦντα σὴν χάριν ἱκέτην σου.

Εὐπόρων γονέων καὶ αὐστηρῶν, τοῖς ἤθεσι τόκε, ἐκ νεότητος τὸν Χριστόν, ποθήσας Γεράσιμε ἐπώφθης, τῆς θειας χάριτος σκεῦος ἀτίμητον.

υπώδη καὶ ῥάθυμον βιοτήν, μισήσας ἀσκήσει, ᾐναλώθης θεοτερπεῖ, καὶ νῦν τοῦ ἀνῦσαι ῥαθυμοῦντας, Χριστῷ πρεσβεύεις ὁδὸν ἐγρηγόρσεως.

Θεοτοκίον.

παύστως ὑμνοῦντές σε οἱ πιστοί, ὡς ἅγιον ὄρος, θεοδάβιστον καὶ τερπνόν, Παρθένε ἁγνὴ σοὶ ἐκβοῶμεν· πρὸς κορυφὰς ἀρετῶν πάντας ἕλκυσον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Σελαγεῖς πολιτείας, τῆς σῆς βολαῖς ἅπαντας, τοὺς ἐν ἐρημίαις βιοῦντας, μάκαρ Γεράσιμε, καὶ τοὺς ἐν κώμαις πιστῶς, σὲ ἀσιγήτως τιμῶντας, ὡς φανὸν ἀσκήσεως, πυριφλεγέστατον.

σθι πάντων ἀκέστωρ, τῶν τῆς ψυχῆς ἔρημον, πόθῳ ἐκζητούντων πληρῶσαι, ἔργοις χρηστότητος, ὁ ἐν ἐρήμῳ μακράν, τὰς ἀρετὰς γεωργήσας, ἀσκητὰ Γεράσιμε, Πνεύματος χάριτι.

τὸν λέοντα ζεύξας, καὶ τὴν αὐτοῦ ἔμφυτον, ὅλβιε ὁρμὴν ὑποτάξας, τοῖς σοῖς προστάγμασι, τὰς ὥσπερ θῆρας ὁρμάς, ἐμοῦ σπαράξαι ζητούσας, τὴν ψυχὴν ὑπόταξον, καὶ τάχος σῶσόν με.

Θεοτοκίον.

ῶσιν δίδου Παρθένε, Μῆτερ Θεοῦ ἄφθορε, τοῖς σὲ γηθοσύνως ὑμνοῦσι, καὶ ἐκβοῶσί σοι· Χαῖρε ἡμῶν χαρμονή, καὶ ἱλαστήριον θεῖον, ἡ τὸν Πανοικτίρμονα, Κύριον τέξασα.

Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν καὶ μέγαν ἀντιλήπτορα, κεκτήμεθά σε ἀζύγων ἀκροθίνιον, ἀσκητὰ Γεράσιμε, Ἰορδάνου οἰκῆτορ θεσπέσιε, καὶ ἐκ δεινῶν λυτρούμεθα ταχύ, οἱ ἐν πίστει τὴν μνήμην σου γεραίροντες.

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Δωρεαῖς θείου Πνεύματος, προικισθεὶς Γεράσιμε ὤφθης τέμενος, ἐγκρατείας ἱερώτατον, καὶ ταμεῖον πάνσεπτον ἰάσεων.

πολαύοντες πάντοτε, τῆς πρὸς τὸν Σωτῆρα θερμῆς πρεσβείας σου, χαῖρε Ὅσιε βοῶμέν σοι, Ἰορδάνου οἶκε θεοφρούρητε.

Νίκας δίδου ἑκάστοτε, καθαιρέτα ἔνδοξε τοῦ ἀλάστορος, τοῖς σὲ ὕμνοις ἀναμέλπουσι, κατὰ τῶν ἐκείνου ἐπιθέσεων.

Θεοτοκίον.

ρος ἅγιον σύσκιον, καὶ δασὺ ἐπώφθης Παρθένε ἄχραντε, ὁ Χριστὸς ὁ πάντων Κύριος, καὶ Θεὸς ἡμῶν μόνος διώδευσεν.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

δωρ ἀσκηταῖς, Ἰορδάνην ὅν ἐκάλεσας, τὸν σὸν λέοντα προσέταξας σοφέ, μεταφέρειν ξένον θαῦμα ὦ Γεράσιμε.

Γέρας ἱερόν, μονοτρόπων οὖς εὐήκοον, καὶ κρηπίδωμα ἁγνείας ἀῤῥαγές, ταῖς λιταῖς τῶν ἱκετῶν σου κλῖνον τάχιστα.

ν ταῖς συμφοραῖς, σὲ θερμὸν προστάτην κέκτημαι, ὁ εἰς σὲ θαυμάτων θεῖε ποταμέ, τὰς ἐλπίδας ἀποθέμενος Γεράσιμε.

Θεοτοκίον.

ῦσαι ἐκ δεινῶν, Μητροπάρθενε Παντάνασσα, τοὺς τιμῶντάς σε ὡς ῥύακα πιστοῖς, βιοτὴν τὴν αἰωνίζουσαν βλυζάνοντα.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

πέριττον, πολιτείαν ἤνυσας, ἐν ἀγόνῳ καὶ ἀνίκμῳ ἐρήμῳ, καὶ ἀρετῶν ἀνελθὼν τὰς βαθμίδας, πρὸς νοητὸν ὕψος ἤρθης Γεράσιμε, πρὸς ὅ πρεσβεύεις καὶ ἡμᾶς, προσευχῇ καὶ νηστείᾳ ἀνέρχεσθαι.

Συνεῖναί με, τὸν σὲ ἀναμέλποντα, καὶ ποθοῦντά σε εὐδόκησον Πάτερ, σοὶ τῷ ὀφρὺν κατατρώσαντι πλάνου, ταῖς πρὸς Θεὸν προσευχαῖς σου Γεράσιμε, ἀναβοῶ σοι ἐκ βυθοῦ, ἀπωλείας ὁ τάλας ἱκέτης σου.

δρῶσί σου, τοῖς πολλοῖς Γεράσιμε, ἐγεώργησας τὴν ἄγονον χθόνα, τοῦ Ἰορδάνου καὶ ἔδειξας ταύτην, μεστὴν καρπῶν οὓς Χριστῷ συνεκόμισας, καὶ νῦν Αὐτῷ ὑπὲρ ἡμῶν, ἱκετεύεις τῶν πίστει τιμώντων σε.

Θεοτοκίον.

Μεσίτριαν, θερμοτάτην ἔχομεν, πρὸς τὸν Κύριόν σε Μῆτερ Ἁγία, ὅτι Αὐτὸν ἐν ταῖς θείαις χερσί σου, ταῖς ἀμωμήτοις ἀκόπως ἐβάστασας, Παρθένε καύχημα βροτῶν, καὶ σεπτὸν οἰκουμένης ὡράϊσμα.

Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐν Ἰορδάνῃ λιτῶς διαιτώμενος, καὶ μονοτρόπων ἀλείπτης γενόμενος, κατηύγασας πάντας σῇ χάριτι. Διό σοι κράζω· κἀμοῦ ζόφον σκέδασον, ὁσίαις αὐγαῖς σου Γεράσιμε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...

Ὅσιε Γεράσιμε, Ἰορδανῖτα τῷ Κτίστῃ, μόνῳ Παντοκράτορι, βίον τὸν σὸν θέμενος, πρὸς ἀσκήσεως, τρίβους ἐχώρησας, καὶ κατεσκήνωσας, ἐν ἐρήμῳ ἥν ἡγίασας, ὄμβροις δακρύων σου, ὀχετοῖς πανσέπτων ἰδρώτων σου, πόνοις τοῖς νυχθημέροις σου, καὶ ταῖς προσευχαῖς ταῖς ἀδιαλείπτοις, ὅθεν καὶ θαυμάτων, ἐπώφθης πολυχεύμων ποταμός, ἀρδεύων μάκαρ τοὺς στένοντας, καὶ ἐν πόνοις πέλοντας.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

ν τῇ φλογὶ ἀμπλακημάτων, μηδαμῶς σὺ ὦ Γεράσιμε ἐφλέχθης, ἀλλ’ ἡ δρόσος Χριστοῦ κατήρδευσέ σε ὅλον, ἀπαύστως ἀναμέλποντα, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Πόνοις ζωῆς σου ἐναρέτου, σεαυτὸν καθάρας πάντων τῶν γηΐνων, ἐκ Χριστοῦ τοῦ Θεοῦ ἐδέξω θείαν χάριν, παρέχειν τοῖς τιμῶσί σε, ὦ Γεράσιμε τὰ κρείττω.

λην τὴν ἔφεσιν ψυχῆς σου, πρὸς τὰ ἄφθαρτα τρισμάκαρ μόνον ἔχων, τοῖς Ὁσίων χοροῖς ἐπέτυχας συνεῖναι, και τοῖς σὲ μακαρίζουσι, βίον ἄπονον παρέχειν.

Θεοτοκίον.

Νεῦσον ἡμῶν τὰς ἱκεσίαις, Ὑπερύμνητε δοχεῖον τοῦ ἀστέκτου, καὶ ἐκ βλάβης δεινῶν ἀπάλλαξον καὶ πόνων, τοὺς μέλποντας τὸν τόκον σου, εὐλαβῶς εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

ς ἑωσφόρος, ἐν τῇ ἐρήμῳ ἐκλάμψας, τοὺς κειμένους ἐν σκοτείᾳ σοὺς ἱκέτας, ἴθυνον ταχέως, πρὸς φῶς τῆς σωτηρίας.

Νῦν τοῦ Κυρίου, μάκαρ Γεράσιμε δόξαν, καθορῶν σὺν τῶν Ἀγγέλων ταῖς χορείαις, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων.

άβδῳ ἁγίᾳ, τῆς σῆς θερμῆς προστασίας, πρὸς νομὰς ὁδήγει πάντας ὥσπερ ἄρνας, τῆς ἀθανασίας, Γεράσιμε θεόφρον.

Θεοτοκίον.

μνῶν σε Κόρη, ὡς τοῦ Σωτῆρος μητέρα, ἀσιγήτως ἀνακράζω σοι τὸ Χαῖρε, καὶ ταῖς σαῖς πρεσβείαις, ταῖς ῥυπτικαῖς προστρέχω.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

σίοις συγχορεύων, Ἰορδάνου κλέος, ὑπὲρ ἡμῶν θεοφόρε Γεράσιμε, τῶν σὲ τιμώντων δυσώπει τὸν πολυεύσπλαγχνον.

μνοῦντες Ἰορδάνου, τοῦ θηρὸς σωτῆρα, τὸν θαυμαστὸν ἐν Ὁσίοις Γεράσιμον, αὐτοῦ ταῖς θείαις πρεσβείαις ἡμεῖς προστρέχομεν.

Μανίας πάσης ῥύου, τοὺς σὲ εὐφημοῦντας, τοῦ παλαμναίου αὐτοῦ τὴν σκοτόμαινα, ὁ ἀγρυπνίαις παννύχοις λύσας καὶ δάκρυσιν.

φάπλωσον σὴν σκέπην, θεῖε ὑφηγῆτορ, τῶν μοναστῶν ἐφ’ ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ καθοδήγει πρὸς τρίβους μακαριότητος.

Θεοτοκίον.

Χαρᾶς ἀδιαδόχου, πλήρωσόν με Μῆτερ, ἡ τὴν χαρὰν τῶν ἁπάντων κυήσασα, τὸν ζωοπάροχον Κτίστην, Χριστὸν τὸν Κύριον.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἰορδάνου ὁ πολιστής, χαίροις τῶν Ὁσίων στῦλος ὄντως φωτοειδής, χαίροις ὁ δαμάσας, ὁρμὴν θηρὸς ἀγρίαν, Γεράσιμε θεόφρον, σκεῦος τῆς χάριτος.

Χαίροις τῆς Λυκίας κλεινὲ βλαστέ, καὶ τῆς Ἰορδάνου, ἐρημίας φῶς τηλαυγές, χαίροις μονοτρόπων, Γεράσιμε ἀλεῖπτα, καὶ βρύσις ἰαμάτων, ὄντως ἀείῤῥοε.

Βίον διανύσας ἀσκητικόν, καὶ τὸν νοῦν καθάρας, τῶν ἡδέων καὶ γεηρῶν, ὤφθης ἐγκρατείας, καὶ σωφροσύνης κέρας, Γεράσιμε ἀζύγων, ἔμπνουν θησαύρισμα.

Γέρας ἐκομίσω τῶν ἀρετῶν, τῇ σῇ θεαρέστῳ, ἐνασκήσει καὶ ἀγωγῇ, σέμνωμα ἐρήμου, καὶ Ἰορδάνου κλέος, Γεράσιμε θεόφρον, στῦλε χρηστότητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, οἱ θλιβόμενοι δεινῶς, ἐξ ἀῤῤωστημάτων παντοίων, καὶ ἀλγηδόνων πολλῶν, πίστει προσκυνήσωμεν, σεπτὸν Γεράσιμον, Ἰορδάνου ἀγλάϊσμα, καὶ γέρας ἀζύγων, πόθῳ δὲ προστρέξωμεν, τῇ ἀντιλήψει αὐτοῦ, ὅτι ῥεῖθρα βλύζει Νειλῷα, καὶ ἰᾶται νόσους ποικίλας, τῶν αὐτὸν μελπόντων θείοις ᾄσμασι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου