Δευτέρα 9 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 7. ΟΣΙΟΣ ΛΟΥΚΑΣ ΕΝ ΣΤΕΙΡΙῼ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΥ 7!!
ΛΟΥΚΑ ΟΣΙΟΥ ΤΟΥ ΕΝ ΣΤΕΙΡΙΩ
ΑΚΟΛΟΥΘΙΑ.
 (Προσκυνητάριον τῆς ἐν τῇ Φωκίδι Μονῆς τοῦ Ὁσίου Λουκᾶ. Κρεμοῦ Γεωργίου, Ἀθήνα 1874)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄. Προσόμοια Στιχηρά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Προφρόνως συνέλθωμεν οἱ πιστοί, Λουκᾶ τοῦ θεόφρονος, συνεορτάσαι τὴν κοίμησιν, ὁ γὰρ Θεὸς ἡμῶν, ἐν τῇ μνήμῃ τούτου, παρέχει δωρήματα, τοῖς πᾶσι καὶ δεινῶν ἀπολύτρωσιν, κατακαμπτόμενος, ἐν ἐλέει ταῖς λιταῖς αὐτοῦ, ὅς πρεσβεύει ὑπὲρ τῶν ὑμνούντων αὐτόν.

Προκρίνας τὰ μένοντα σοφῶς, τῶν ῥευστῶν ἀείμνηστε, ἐν οὐρανοῖς συναπήλαυσας, ἀΰλοις τάξεσι, Λουκᾶ θεοφόρε, τῆς χαρᾶς τῆς κρείττονος. Διόπερ ὡς Θεῷ παριστάμενος, τοῦτον ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Θεράπων καὶ δόκιμος Χριστοῦ, καὶ θερμὸς τῷ Πνεύματι, ἐπὶ τῆς γῆς ἀναδέδειξαι, θεομακάριστε, ἐντολὰς γὰρ θείας, ἀκριβως ἐφύλαξας. Διὸ συγκληρονόμον σε ἔδειξε, Λουκᾶ θεσπέσιε, τῶν ἀῤῥήτων ἀγαθῶν αὐτοῦ, βασιλείας οὐρανῶν τῆς κρείττονος.

Πραότητος γνώμην ἀψευδής, ἀκτησίας αὖθίς τε, καὶ κατανύξεως πέφηνας, κανὼν μακάριε, ἡσυχία τύπος, ἀκριβὴς καὶ μέτριος, καὶ πάσης ἀρετῆς ἄλλης ἔμπλεως. Διὸ ἱκέτευε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β΄.
Δαβιτικῶς ὥσπερ φοίνιξ, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐξήνθησας, ἡγιασμένε Λουκᾶ, καὶ ὡσεὶ κέδρος ἐπλήθυνας, ἡ ἐν τῷ Λιβάνῳ τοὺς φοιτητάς σου, οὕς περιφρούρει καὶ σκέπε ἀπὸ βλάβης παντοίας. Σὲ γὰρ κεκτήμεθα πρὸς Θεὸν παῤῥησίαν, καύχημα καὶ σκέπην καὶ ἀσφαλὲς προπύργιον. Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

Εἰς τὸν στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὁ ὑπερόπτης τῶν κάτω καὶ παρεπίδημος, ὁ ἐραστὴς τῶν ἄνω, καὶ ἐρημοπολίτης, Λουκᾶς ὁ θεοφόρος πάντας ἡμᾶς, ἑορτάσαι προτρέπεται, τῆς πρὸς Θεὸν ἐκδημίας αὐτοῦ πιστῶς, τὴν ἡμέραν τὴν σωτήριον.

Στ.: Τίμιος ἐναντίον Κυρίου...
Ἔξω σαρκὸς καὶ τοῦ κόσμου ταῖς ἀρεταῖς γεγονώς, καὶ δι’ αὐτῶν δοξάσας, ἐπὶ γῆς διὰ βίου, τὸν Κύριον τῆς δόξης Πάτερ σοφέ, κατ’ ἀξίαν δεδόξασαι, καὶ ἰαμάτων ἐδείχθη θεία πήγη, παρ’ Αὐτοῦ Λουκᾶ θεόληπτε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Μέτριος ἄκακος πρᾷος ἁπλοῦς ἡσύχιος, ὡς χρηματίσας Πάτερ, ὑπὲρ ἄνθρωπον ὄντως, καὶ ἄϋλος ἐν ὕλῃ οἶκος Θεοῦ, καθωράθης ἐπάξιος, τὰς ἐξ Αὐτοῦ προϊούσας σοι δωρεάς, συμπαθῶς διαπορθμεύων ἡμῖν.

Δόξα. Ἦχος πλ. β΄.
Τοὺς μεγάλους σου καμάτους, εὐφημοῦμεν Λουκᾶ Πατὴρ ἡμῶν, δι’ ὧν ἐπαξίως τῷ Θεῷ εὐηρέστησας. Πάσης γὰρ τῆς προσκαίρου ζωῆς τὸ ἄστατον οὐδὲν ἡγησάμενος, τὴν οὐράνιον ἐπόθησας τοῦ Δεσπότου βασιλείαν, Χριστὸν μόνον ἑλόμενος, τόν σε δοξάσαντα μακάριε.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος...

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ἐκ νεότητος ἀναλαβόμενος, πορείαν διήνυσας, στενὴν καὶ ἐπίπονον, μακρύνας ἐν ὄρεσιν· ὅθεν αὐλιζόμενος εἰς εὐρύχωρον πλάτος, δόξης και βασιλείας, τοῦ Θεοῦ καὶ Σωτῆρος, Λουκᾶ θεομακάριστε, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...

Ἀπόλυσις.








ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Προοιμιακός, μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τῆς ἑορτῆς γ΄. Ἦχος α'. Γερμανοῦ Πατριάρχου.
Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ἐν τῷ ναῷ ἀγάλλῃ; τίνι κράζεις καὶ βοᾷς; Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρά μου· Οὗτός ἐστιν, ὁ ἐκ Παρθένου τεχθείς, οὗτός ἐστιν ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.

Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, Μωσῆς νομοθετοῦντα, προεώρα ἐν Σινᾷ, βρέφος γενόμενον, νόμῳ ὑποταττόμενον. Οὗτός ἐστιν, ὁ διὰ νόμου λαλήσας οὗτός ἐστιν, ὁ ἐν Προφήταις ῥηθείς, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.

Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, Χριστῷ συναντηθῶμεν, καὶ δεξώμεθα αὐτόν, οὗ τὸ σωτήριον ὁ Συμεὼν ἑώρακεν. Οὗτός ἐστιν, ὃν ὁ Δαυΐδ καταγγέλλει οὗτός ἐστιν, ὁ ἐν Προφήταις λαλήσας, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ νόμῳ φθεγγόμενος· Αὐτὸν προσκυνήσωμεν.

Καὶ τοῦ Ὁσίου γ΄. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σοφῶς κατενόησας, ὡς ἐμπαθής τε καὶ δούλη, Λουκᾶ παναοίδιμε, καὶ τοὺς ταύτην παίζουσα μετιόντας ἐστί, μηδαμῶς μένουσα, μετὰ τὴν ἔξοδον, τὴν ἐντεῦθεν πρὸς τὸν Κύριον, ἡ εὐδιάλυτος αὕτη, καὶ ῥοώδης, καὶ πρόσκαιρος, ζωή τε καὶ κατάστασις, ὅθεν καὶ τῆς κρείττονος γέγονας, πρὸς ἥν ἀπευθύνων, ἀγχίνους ὡς κριτής τε καὶ σοφός, βίον καὶ λόγον, καὶ πρᾶξίν τε Χριστῷ εὐηρέστησας.

Σταυρὸν ἐκ νεότητος, ἀναλαβὼν καὶ τὴν τρίβον, Λουκᾶ τὴν ἐπίτομον, καὶ στενὴν διώδευσας ἐμμελέστατα, τῇ σεπτῇ μάλιστα, πειθαρχῶν ἔνδοξε, διατάξει τοῦ καλέσαντος. Διὸ κατάλληλον, εὗρες τῶν καμάτων τὴν ἔκβασιν, καὶ ἄξιον τὸ ἔπαθλον, τὴν ἐν οὐρανοῖς βασιλείαν Χριστοῦ, καὶ τὴν μετὰ πάντων Ἁγίων ἐν φωτὶ διαγωγήν, μεθ’ ὧν ἀπαύστως ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.

Θαύματος ὑπόθεσις, ἅπασιν ἦσθα θεόφρον, καὶ μετὰ τοῦ σώματος, ἐπὶ γῆς τὸ πρότερον καθορώμενος, καὶ σκοπῶν Ὅσιε, καὶ βιῶν ἔνθεα, καὶ τοῖς λόγοις καὶ τοῖς πράγμασι. Μέτριος πρᾶος γάρ, ὤφθης καὶ ἡδὺς καὶ μειλίχιος, καὶ ἄγαν εὐπροσήγορος, καὶ προφητικὸς καὶ ἀπλούστατος, πολλῷ δὲ νῦν μᾶλλον, ἡνίκα πρὸς Θεὸν ἀναδραμών, ἐθαυμαστώθης καὶ ἔλαβες, χάριν τῶν ἰάσεων.



Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Λουκᾶ Πατὴρ ἡμῶν, διὰ γάρ σου τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὀμόσκηνε, καὶ δικαίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ἦχος πλ. δ'. Ἀνδρέου Κρήτης
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.










Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β΄.
Δαβιτικῶς ὥσπερ φοίνιξ ἐν τῷ οἴκῳ Κυρίου ἐξήνθησας, ἡγιασμένε Λουκᾶ, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ τοὺς φοιτητάς σου ἐπλήθυνας, οὕς περιφρούρει καὶ σκέπε ἀπὸ βλάβης παντοίας. Σὲ γὰρ κεκτήμεθα πρὸς Θεὸν παῤῥησίαν, καύχημα καὶ τεῖχος καὶ ἀσφαλὲς προπύργιον. Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰσς ἡμῶν.

Ἦχος γ΄.
Πατέρων ἀγλάϊσμα, καὶ μοναστῶν ἐγκαλλώπισμα, καὶ ἀσκητῶν σεμνολόγημα, πάντων τῶν Ναζηραίων μέγιστον καύχημα, θεῖος κανὼν εἰς ἀρετήν, Λουκᾶ, γεγονώς, καὶ τύπος ἀκριβείας, ὁδηγὸς ἀπλανὴς πρὸς σωτηρίας ὁδόν, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ τοῦ ποιμνίου σου, μὴ παρόψοιο δεινῶς κλονουμένους ἡμᾶς, παντοίαις ἐπιφοραῖς τοῦ δράκοντος, ἀλλὰ πρόστηθι Πάτερ, καὶ λύτρωσον συμφορῶν ἀμέτρων σοὺς δούλους, καὶ ἀξίωσον ἀπρόσκοπτον διατελοῦντας, ζωὴν εὐαρεστεῖν τῷ Χριστῷ.

Ἦχος δ΄.
Πάτερ τρισόλβιε, σὺ τῆς Τριάδος ἱερόν τε καὶ θεῖον γέγονας ἐνδιαίτημα. Ποθήσας γὰρ τὴν ἀρετὴν ἔρωτι θείῳ, τὰ ἐπίγεια πάντα, εἰς οὐδὲν λελόγισαι, καὶ τὸν Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, τῷ Χριστῷ προθύμως ἠκολούθησας, καὶ συμβασιλεύειν ἠξιώθης, Λουκᾶ παμμακάριστε, ἀλλὰ μὴ παύσῃ πρεσβεύειν ὑπὲρ τῶν πίστει εὐφημούντων σε.

Ἦχος πλ. β΄.
Τοὺς μεγάλους καμάτους εὐφημοῦμεν Λουκᾶ Πατὴρ ἡμῶν, δι’ ὧν ἐπαξίως τῷ Θεῷ εὐηρέστησας. Πάσης γὰρ τῆς προσκαίρου ζωῆς τὸ ἄστατον οὐδὲν ἡγησάμενος, τὴν οὐράνιον ἐπόθησας τοῦ Δεσπότου βασιλείαν, Χριστὸν μόνον ἐλόμενος, τόν σε δοξάσαντα μακάριε.

Δόξα. Ἦχος πλ. δ΄.
Καλλωπίζεται πατρὶς ἡ θρεψαμένη σε Πάτερ Λουκᾶ μακάριε, καὶ ἐπαγάλλεται χαρμονικῶς σήμερον ἐν τῇ πανηγύρει, κηρύττουσα τὰ σὰ κατορθώματα, τὸ δὲ σῶμά σου τὸ ἱερόν, ὡς θησαύρισμα κατέχουσα βοᾷ σοι· Μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ τῶν πίστει ἐκτελούντων τὸ ἱερόν σου μνημόσυνον.





Καὶ νῦν. Τῆς ἑορτῆς. Γερμανοῦ, οἱ δὲ Ἀνατολίου
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.

Στιχηρά. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάθη, ψυχῆς τε καὶ σώματος, δι’ ἐγκρατείας σοφέ, καὶ συντόνου ἀσκήσεως, ὑποτάξας ἔφθασας, ἀρετῶν εἰς ἀκρώρειαν, καὶ γνόφον θεῖον, ὥσπερ τὸ πάλαι Μωσῆς, εἰσέδυς δόξαν ἐνοπτριζόμενος, ἥνπερ ἐπόθησας κατιδεῖν θεσπέσιε Πάτερ Λουκᾶ, καὶ Θεὸν ἑώρακας, ὥσπερ ἰδεῖν δυνατόν.

Στ.: Τίμιος ἐναντίον Κυρίου...
Χάριν, μεγίστην εἰσδέδεξαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, κατ’ ἀξίαν τῶν πόνων σου, προορᾶν τὰ μέλλοντα, καὶ προλέγειν σαφέστατα, ἰᾶσθαι νόσους, διώκειν δαίμονας ἐν τῷ καιρῷ δὲ τῆς προσευχῆς ἀπὸ γῆς, ὦ ξένου θαύματος! Εἰς ἀέρα αἵρεσθαι σωματικοῦ, πάχους μὴ κωλύοντός σε παναοίδιμε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Σοί, ὡς δικαίῳ θεσπέσιε, φαιδρὸν ἀνέτειλε φῶς, ὡς εὐθεῖ τῇ καρδίᾳ δέ, εὐφροσύνη ἄληκτος, εἰς αἰῶνα δεδώρηται, τοὺς ἀπεράντους, ἧς σὺν Ἀγγέλων χοροῖς, ἐπαπολαύων καὶ ἡμῶν μέμνησο, τῶν προσφευγόντων σοι, καὶ πιστῶς ὑμνούντων σε τῶν ἀσκητῶν, θεῖον ἐγκαλλώπισμα καὶ ἀκροθίνιον.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ Λουκᾶ πανσεβάσμιε, τὸ τῆς Ἑλλάδος καύχημα, τῶν ἀσκητῶν ὡραιότης, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθλαμοῖς εἰς κόρον, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως σου τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν ἡτοίμασας τοῦ Ἁγίου Πνεύματος καταγώγιον. Ὅθεν καὶ τὰ πόῤῥω, ὡς ἑνεστῶτα προέλεγες, καὶ τῆς ὁμοουσίου Τριάδος θεράπων γενόμενος, τρισόλβιε Πατὴρ ἡμῶν, πρέσβευε ὑπὲρ ἡμῶν ἐκτενῶς πρὸς Κύριον.


Καὶ νῦν. Τῆς ἑορτῆς. Ἀνδρέου Κρήτης.
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ἐκ νεότητος ἀναλαβόμενος, πορείαν διήνυσας, στενὴν καὶ ἐπίπονον, μακρύνας ἐν ὄρεσιν· ὅθεν αὐλιζόμενος εἰς εὐρύχωρον πλάτος, δόξης και βασιλείας, τοῦ Θεοῦ καὶ Σωτῆρος, Λουκᾶ θεομακάριστε, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Δόξα. Τῆς ἑορτῆς.

Εἶτα, τὸ Θεοτόκε Παρθένε, καὶ ἡ εὐλόγησις τῶν ἄρτων. Εἶτα τίθεται ἀνάγνωσις εἰς τὸν βίον τοῦ Ὁσίου. Μετὰ τὴν ἀνάγνωσιν διανέμεται ὁ εὐλογηθεὶς ἄρτος τοῖς ἀδελφοῖς καὶ ἀνὰ ποτήριον οἴνου εὐλογίας χάριν καῖ τιμῆς τοῦ Ἁγίου καὶ οὐχὶ πλέον. Καὶ μετὰ τοῦτο ἀρχόμεθα τοῦ Ἐξαψάλμου.






























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἁπαλῶν ἐξ ὀνύχων Πάτερ σοφέ, ἀκρασίαν μισήσας τὴν βλαβεράν, ἐπόθησας κάλλιστα, τὴν καθόλου ἐγκράτειαν, ἧς καρπὸς ἁγνεία, καὶ ἄκρα ἀπάθεια, δι’ ὧν θεραπεύσας ἐφάνης τὸν κτίσαντα, ὅθεν καὶ τὴν χάριν, παρ’ Αὐτοῦ ἐκομίσω, τοῦ παύειν τὰ νοσήματα, καὶ διώκειν τὰ πνεύματα, ἐξ ἀνθρώπων μακάριε, πρεσβεύων ἐκτενῶς καὶ ἡμᾶς, τοὺς πιστῶς ὑμνοῦντάς σε, φυλάττεσθαι ἀμετόχους παντοίων κακώσεων.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Αὐλῶν ποιμενικῶν.
Ἐτέχθης ἐπὶ γῆς, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ ἀκατάληπτος, χαίρων δὲ ὁ πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις ὅν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Ἤ τὸ Θεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη τὰ δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου. Σὺ γὰρ ὤφθη σκέπη ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα, ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει με, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι. Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Μετὰ τὴν β΄ στιχολογίαν. Ὅμοιον.
Τῷ πυρὶ τῆς ἀγάπης τοῦ Ἰησοῦ, πυρωθεὶς τὴν καρδίαν ὅλον σαυτόν, Αὐτῷ ἀνατέθηκας, τοῖς αὐτοῦ βαίνων ἴχνεσιν, ἐγκρατείας πόνῳ τὸ σῶμα δουλούμενος, τὴν ψυχὴν πιαίνων παννύχοις δεήσεσιν, ὅθεν καὶ τὸν δρόμον, εὐαρέστως τελέσας, λυθείς τε τοῦ σώματος, πρὸς Αὐτὸν ἐξεδήμησας Λουκᾶ θεῖε Πατὴρ ἡμῶν, ἀεὶ ἐν εὐφροσύνῃ τελῶν, Ὁσίων δικαίων Μαρτύρων τε, μεθ’ ὧν πρέσβευε σωθῆναι τοὺς δούλους σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Κατεπλάγη Ἰωσήφ.
Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
Ἤ Θεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτην Σὲ ἔδειξε, τῶν ἀνθρώπων Πανάχραντε. Διὰ τοῦτο πάντες πρὸς Σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως, τῆς ἐκεῖ Σὲ δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι τὴν ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ Σου.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ὅμοιον.
Ἀναβὰς εἰς τὸ ὄρος τῶν ἀρετῶν, καὶ ἀσκήσας ὁσίως Πάτερ Λουκᾶ, τὸν νοῦν ἀνεπτέρωσας ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρὸς πλάτος θεῖον, πανσόφως πτερούμενος, λογισμῷ τελείῳ, ἀνῆλθες μακάριε, ὅθεν τοὺς εἰς βάθος, πειρασμῶν ἐμπεσόντας, ἀνείλκυσας Ὅσιε, ἐνεργῶν τὰ τεράστια, θεοφόρε Πατὴρ ἡμῶν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Κατεπλάγη Ἰωσήφ.
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.
Ἤ Θεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσα Θεὸν σαρκί, πᾶσαι μακαρίζουσι γενεαὶ ἀνθρώπων. Τὸ γὰρ πῦρ ἐσκήνωσεν ἐν σοὶ τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον, ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον Τόκον Σου. πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως τὴν δόξαν σου.

Εἶτα, ἠ ἀνάγνωσις εἰς τὸν βίον τοῦ Ὀσίου.
Οἱ ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Πᾶσα πνοή.
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Ματθαῖον· Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὀ Θεός...
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ Αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων. Νῦν δὲ τῷ φωτὶ καθαρώτερον ἐλλαμπόμενος τῷ θείῳ, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Λουκᾶ Πάτερ Ὅσιε.






Οἱ Κανόνες· πρῶτον τῆς ἑορτῆς μετὰ τοῦ εἱρμοῦ εἰς στ΄· καὶ οἱ δύο κανόνες τοῦ Ἁγίου εἰς η΄. Εἰ δὲ οὐ συμψάλλεται ἡ ἑορτή, ὁ κανὼν τῆς Θεοτόκου πρῶτον, εἶτα τοῦ Ἁγίου.

Ὁ α΄ κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Λουκᾶν γεραίρω, τῶν μοναστῶν τὸ κλέος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὕγρὰν διοδεύσας.
Λαμπτῆρα Χριστός σε φωτοειδῆ, φωτὸς ἀπόῤῥήτου τοῖς ἀΰλοις μαρμαρυγαῖς, αὐγάζοντα πάντων τὰς καρδίας, Λουκᾶ θεόφρον ἀναδείκνυσι.
Ὅλως ἀπὸ βρέφους ἁγιασθείς, Θεῷ ἀνετέθης ἐκ νηδύος ὡς Σαμουήλ, καὶ γνόφον εἰσέδυς τῶν ἀῤῥητων, θεωριῶν ἐλλαμφθεὶς τὴν διάνοιαν.
Ὑπέδυς γενναίως ὡς ἀριστεύς, τὸ στάδιον μάκαρ τῶν ἀγώνων θωρακισθείς, τῇ θείᾳ δυνάμει τοῦ Σωτῆρος, καὶ τὸν ἀντίπαλον ὄφιν κατέῤῥαξας.
Θεοτοκίον.
Κανίζεις τῷ ξένῳ σου τοκετῷ, τῆς φύσεως νόμους ὑπὲρ λόγον καὶ ὑπὲρ νοῦν, ἐν μήτρᾳ Παρθένε συλλαβούσα, τὸν Ποιητὴν ἁπάντων καὶ Κύριον.

Ὁ β΄ Κανὼν τοῦ Ὁσίου Λουκᾶ, ἔχων ἀκροστιχίδα: Λουκᾶν ἐπαινῶ τὸ κλέος τῆς Ἑλλάδος. Ἀμήν.
ᾨδή α' Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Λόγον μοι δίδου θεόπτα παρεστηκώς, θρόνῳ τοῦ Δεσπότου σου, ἀνυμνῆσαι τὴν φαιδράν, καὶ φωσφόρον μνήμην σου Λουκᾶ, διαλύσας τὴν ἀχλὺν τῆς διανοίας μου.
Ὁλοσχερῶς σε ποθήσας ὁ Ἱερός, Σῶτερ πρὸς τὴν ἄσκησιν, ἀπεδύσατο στεῤῥῶς, θλίψεις μόχθους πόνους καρτερῶν, ἀνθ' ὧν εὕρατο τρυφὴν τὴν ἀτελεύτητον.
Ὑπωπιάζων τὸ σῶμα Πάτερ Λουκᾶ, ἐγκρατείᾳ πάντοτε, ἀγρυπνίᾳ συνεχεῖ, κακουχίᾳ πάσῃ τε σοφῶς, τὰς ὁρμὰς τῶν ἐμπαθῶν ἡδονῶν ἔστησας.
Θεοτοκίον
Κυριοτόκε Παρθένε ἡ τὸν Θεόν, ἐν σαρκὶ γεννήσασα, τὸν ἀχώρητον παντί, σαρκωθέντα οἴκτῳ τῶν βροτῶν, τυραννίδος με παθῶν δεῖξον ὑπέρτερον.







ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἄνωθεν ἡ χάρις σοι, ἐπιφοιτήσασα Ὅσιε, τοῦ ἀγαθοῦ Πνεύματος δοχεῖον, ἱερὸν ἀπειργάσατο.
Νέον ὥσπερ ἄλλον σε, Λουκᾶ ἀπόστολον κήρυκα, ἡ τοῦ Θεοῦ νύμφη Ἐκκλησία, κεκτημένη ἀγάλλεται.
Γῆν εἰς πᾶσαν ἔδραμε, τῶν θαυμασίων σου Ἅγιε, ἡ ἀστραπὴ καὶ τῶν ἰαμάτων τηλαυγῶς ἡ ἐνέγεια. Θεοτοκίον.
Θεοτοκίον.
Ἕνα δυσὶ φύσεσι, τὸν ἀπερίληπτον τέτοκας τῆς τριλαμποῦς, Ἄχραντε Τριάδος, πανακήρατος μείνασα.

Ὁ β΄ κανὼν τοῦ Ὁσίου. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Ἀνεπτερώθης τῷ θερμῷ, ἔρωτι τοῦ Σωτῆρος, καὶ γονέων τὸ φίλτρον, ὑπερεῖδες δι' αὐτόν, καὶ γέγονας ὦ Λουκᾶ, ξένος πάντων τῶν τερπνῶν μακάριε.
Ναὸν Κυρίου σεαυτόν, ἀπεργάσασθαι θέλων, ἐρημίας κατῴκεις ὡς ὁ πάλαι Ἠλιού, πρὸς δαίμονας πολεμῶν· ὅθεν εὗρες τέλος τὸ μακάριον.
Ἐν πάσῃ θείᾳ ἐντολῇ, εὐπειθὴς ὡς οἰκέτης, ἀνεδείχθης παμμάκαρ, καλῶς αὐτὰς ἐκτελῶν, καὶ ταπεινῶν σεαυτόν· ὅθεν ὕψος ἔλαβες οὐράνιον.


Θεοτοκίον
Παρθένε Μήτηρ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν Λόγον, ὑπὲρ λόγον ὀφθέντα, δι' ἡμᾶς ὅπερ ἡμεῖς, ἱκέτευε ἐκτενῶς, ἀλογίας πάσης με λυτρώσασθαι.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπὸ βρέφους ποθήσας τὴν ἀρετήν, τῶν ἡδέων ἀπέσχου πάντων σοφέ, νηστείαν καὶ ἄσκησιν, ἀκριβῆ ἐνδεικνύμενος, καὶ μητρὸς τὸν πόθον οὐδὲν ἡγησάμενος, ἐν σεμνείῳ φέρων, σαυτὸν λάθρα δέδωκας. Πάλιν δὲ μηνύει σε Θεὸς τῇ μητρί σου, θρηνούσῃ τὴν στέρησίν σου δικαίως πανάριστε, ᾗ καὶ νῦν συνηδόμενος· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἀνέστης ἐκ νεκρῶν.
Ἐτέχθης ἐκ μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ ἀκατάληπτος φύσει. Χαίρων δὲ ὁ πρεσβύτης ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὅν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.


.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ῥώμῃ Θεοῦ δυναμωθείς, παναοίδιμε τῶν δυνάμεων, φάλαγγας συνέκοψας, καὶ ἡδονῶν ἅπασαν πυράν, καὶ σαρκὸς ὀρέξεις, ἀσκήσει ἐναπεμάρανας. Διό σε συνελθόντες, εὐφημοῦμεν τρισμάκαρ, καὶ τὴν μνήμην σου πίστει δοξάζομεν.
Ἀνατραφεὶς Ἄγγελος ὥσπερ ἐν σώματι, τῶν γηΐνων ἅπασαν διέπτυσας, ἀπατηλὴν δόξαν καὶ ῥευστήν, καὶ τρυφὴν καὶ πλοῦτον, ὡς ὄναρ μάκαρ λελόγισαι, ἐντεῦθεν θεηγόρος, καὶ προφήτης καὶ μύστης, τῶν Θεοῦ μυστηρίων γεγένησαι.
Ἵνα τὸν σόν, ἔρωτα Πάτερ πρὸς Κύριον, ἀναφθέντα ζήλῳ θείῳ πίστεως, ἐναποσβέσῃ ταῖς μηχαναῖς, ὁ ἐχθρὸς ἐπῆλθε, πολυειδῶς ἀλλ’ ἀπέῤῥιπται, καὶ γέλως καθωράθη, συντριβεὶς τοῖς ποσί σου, ἀηττήτῳ δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον.
Ῥῦσαι φθορᾶς, καὶ παγίδων με Δέσποινα, τοῦ δολίου σκέπουσα πρεσβείαις σου, ταῖς πρὸς τὸν σόν, Πάναγνε, Υἱόν, καὶ Θεὸν τῶν ὅλων. Εἰς σὲ γὰρ πᾶσαν ἀνέθηκα τὴν μόνην Θεοτόκον, σωτηρίας ἐλπίδα καὶ πρὸς σὲ καταφεύγω Θεόνυμφε.

Ὁ β΄ τοῦ Ὁσίου Λουκᾶ. Χριστός μου δύναμις.
Ἄκακος Ὅσιος, εὐθὺς καὶ ἥμερος, καὶ ἀκέραιος ὤφθης Πάτερ Λουκᾶ· ὅθεν μεμακάρισαι, παρὰ τοῦ πάντων Ποιητοῦ, καὶ Δεσπότου παμμακάριστε.
Ἰδὼν ὁ φθόνος σε, καλῶς διάγοντα, τὴν ζωὴν ἐξεκαύθη καὶ πειρασμῶν, πλῆθός σοι ἐξήγειρεν, ἀλλ' ἐξηλέγχετο κενὸς λύκος, μάτην τὸ τοῦ λόγου χανών.
Νοὸς εὐθύτητι, τὸν βίον ἴθυνας, πρὸς τὰ κρείττω παμμάκαρ τῶν ἐφετῶν, πάντων τὸ ἀκρότατον, ἐπιποθῶν Πάτερ ἰδεῖν, οὗ εὐστόχως καὶ τετύχηκας.
Θεοτοκίον
Ὡραίαν κάλλει σε, πασῶν εὑράμενος, γυναικῶν ὁ ὡραῖος Κόρη σεμνή, σοῦ τὴν Μήτραν ᾤκησε, καὶ δυσμορφίας με παθῶν, καὶ τοῦ σκότους ἐλυτρώσατο.










ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὡς ἀκλόνητος πύργος, ἔστης ἀπερίτρεπτος αὔραις τοῦ δράκοντος, ὡς στεῤῥὸς ὁπλίτης, ἀντετάξω τοῖς τούτου στρατεύμασι, καὶ εἰς τέλος τοῦτον, καταβαλὼν δυνάμει θείᾳ, τὸν τῆς νίκης ἀπείληφας στέφανον.
Τὸν φιλόξενον τρόπον, Ἀβραὰμ ἐζήλωσας μακαριώτατε, τοὺς ἁπανταχόθεν προσιόντας προθύμως δεχόμενος, καὶ προβλέπων τούτων, καὶ προρῶν τὰς ἐπελεύσεις, ἀνεκήρυττες πᾶσι τρανότατα.
Ὡς Θεοῦ μιμητήν σε πόθῳ μακαρίζομεν Πάτερ θεόπνευστε, ὡς σοφὸν προστάτην, οἰκονόμον ψυχῶν προμηθέστατον, ὡς φωστῆρα θεῖον, καὶ ὁδηγὸν τῶν πλανωμένων, καὶ φρουρὸν τῶν πιστῶν ἀσφαλέστατον.
Θεοτοκίον.
Νεκρωθεῖσα τὴν φύσιν, τὴν τῆς ἀνθρωπότητος τῇ παραβάσει τὸ πρίν, ὡς Θεὸν τεκοῦσα, τῆς ζωῆς ἀρχηγὸν ἀνεζώωσας, Θεοτόκε μόνη, τῶν οὐρανῶν ὑψηλοτέρα, καὶ πρὸς κάλλος τὸ πρῶτον ἀνήγαγες.

Ὁ β΄ τοῦ Ὁσίου Λουκᾶ. Τῷ θείῳ φέγγει σου ἀγαθέ.
Τὴν τῶν καμάτων σου ἀμοιβήν, παρὰ τοῦ πλουσίου Δοτῆρος, ἀπολαβὼν Πάτερ Ὅσιε, πέλαγος θαυμάτων πᾶσιν ἐδείκνυσο, τὰς νόσους ἀφανίζων τῶν προσιόντων σοι.
Οὐ κατενάρκησας τοῦ ἐχθροῦ, Πάτερ ταῖς μυρίαις προσβολαῖς, οὐ κατεπλάγης τὴν ἔπαρσιν, ἔστης δὲ ὡς πύργος στεῤῥὸς ἀκλόνητος, ταπείνωσιν ὡς θώρακα ἐνδυσάμενος.
Καλῶς τελέσας τὸν ἱερόν, βίον σου Παμμάκαρ, καὶ λαβὼν ἀπὸ Θεοῦ τὴν ἀνταπόδοσιν, χάριν ἰαμάτων, τυφλοὺς ἐφώτισας, χωλοὺς καὶ παραλύτους ἀποτελῶν ὑγιεῖς.
Θεοτοκίον
Λαοὶ ὑμνεῖτε τὴν ἀληθῶς, τέξασαν τὸν Λόγον τοῦ Θεοῦ, ἀνερμηνεύτως καὶ μείνασαν, πάλιν μετὰ τόκον Παρθένον ἄφθορον, ὡς πάντων προστασίαν καὶ σωτηρίαν βροτῶν.














ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Μωσέως καὶ Ἠλιού, κατ’ ἴχνος Πάτερ ἐβάδισας, μεταναστεύων ἐν γῇ, σπηλαίοις καὶ ὄρεσιν ἐναποκρυπτόμενος, πρὸς πολλῶν τε αὖθις, σωτηρίαν φανερούμενος.
Ὁ νοῦς σου θεοειδής, ὁ βίος ὅλος ἀσύγκριτος, ὁ λόγος θεοτερπής, ὁ βίος ἰσάγγελος, κανὼν ἀκριβέστατος, ἡ σὴ πολιτεία, ἀρετῆς ἁπάσης δέδεικται.
Νοσοῦντά με χαλεπῶς, καὶ πάθεσιν ἀμαυρούμενον, φωτὶ τῶν σῶν πρεσβειῶν, λαμπρύνας θεράπευσον, ἰατρὸς ὡς ἄριστος, ὡς Θεοῦ θεράπων, ἀσκητῶν ὡς ἀκροθίνιον.
Θεοτοκίον.
Ἀνάρχου Πατρὸς Υἱόν, συνάναρχον ἀπεκύησας, δημιουργὸν τοῦ παντός, Θεὸν ἀναλλοίωτον δι’ ἡμᾶς γενόμενον, καθ’ ἡμᾶς Παρθένε, ἀνεικάστῳ ἀγαθότητι.

Ὁ β΄ τοῦ Ὁσίου Λουκᾶ. Τοῦ βίου τὴν θάλασσαν.
Ἐλύθη ἡ πάλαι σοι, δολιόφρον καθ' ἡμῶν, ἰσχὺς καὶ φροῦδα γέγονε, τὰ πολλά σου σοφίσματα πονηρέ· ἰδοὺ γὰρ ἁπλούστατος, καὶ ἀπόνηρος νέος σε κατέβαλε.
Οὐκ ἔδωκας Ὅσιε, σοῖς βλεφάροις νυσταγμόν, οὐδὲ κροτάφοις ἄνεσιν, ἕως πᾶσαν κατέβαλες μηχανήν, τοῦ πλάνου ποικίλους σοι, πειρασμοὺς καθ' ἑκάστην ἐξεγείροντος.
Σωφρόνως διήνυσας, σοῦ τὸν βίον καὶ καλῶς, φιλοξενῶν ἑκάστοτε, ἐλεῶν τε πλουσίως καὶ δαψιλῶς· διὸ καὶ τετύχηκας, ἀφθαρσίας καὶ δόξης ἀκηράτου Λουκᾶ.
Θεοτοκίον
Τριάδος γεγέννηκας, σὺ τὸν ἕνα σαρκικῶς, Θεοκυῆτορ Πάναγνε, ὑπὲρ νοῦν τε καὶ λόγον· διὸ βοῶ, Τριάδος τῆς θείας με, ταῖς πρεσβείαις σοι δεῖξον οἰκητήριον.














Κοντάκιον. Ἦχος δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁ ἐκλεξάμενος Θεὸς πρὸ τοῦ πλασθῆναί σε, εἰς εὐαρέστησιν Αὐτοῦ, οἷ οἶδε κρίμασι, προσλαβόμενος ἐκ μήτρας καθαγιάζει, καὶ οἰκεῖον ἑαυτοῦ δοῦλον δεικνύει σε κατευθύνων σου Λουκᾶ, τὰ διαβήματα, ὁ φιλάνθρωπος· ᾧ νῦν χαίρων παρίστασαι.
Ὁ οἶκος.
Ὤ Πατέρων ἀρίστη καλλονὴ καὶ σεμνότης, ὦ πάντων ἀσκητῶν κοσμιότης. Χριστοῦ τὰς ἐντολὰς γὰρ πληρώσαντος, πῶς ὑμνήσω τὴν σὴν βιοτήν, ἔνδοξε, μὴ ἔχων λόγων δύναμιν; Ἀλλ’ ὄμως σοι θαῤῥῶν βοήσω·
Χαῖρε, λαμπρὸν μοναζόντων κλέος·
χαῖρε πιστῶν ὁδηγὲ καὶ λύχνε.
Χαῖρε, τῆς ἐρήμου τερπνότατον βλάστημα·
χαῖρε, οἰκουμένης λαμπτὴρ φαεινότατε.
Χαῖρε, ὅτι κατεφρόνησας τῶν ῥεόντων καὶ φθαρτῶν·
χαῖρε, ὅτι τὰ οὐράνια σὺν Ἀγγέλοις κατοικεῖς.
Χαῖρε· τῶν ἀθυμούντων ταχινὲ παρακλῆτορ·
χαῖρε, τῶν ἐν κινδύνοις ποθεινὲ παραστάτα.
Χαῖρε, σεπτὸν δοχεῖον τοῦ Πνεύματος·
χαῖρε, κλεινὸν Χριστοῦ οἰκητήριον.
Χαῖρε, δι’ οὗ δόσις πᾶσα ηὐγάσθη·
χαῖρε, δι’ οὗ ὁ Θεὸς ἐδοξάσθη.
ᾯ νῦν χαίρων παρίστασαι.





















Συναξάριον.
Τῇ ἑβδόμῃ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος ἀσκήσαντος, καὶ καλῶς τελειωθέντος.
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα,
ὅς οὐδὲ νεκρὸς παύεται τῶν θαυμάτων.
Ἑβδοάτῃ Λουκᾶς Φεβρουαρίοιο μετέστη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, ἐπισκόπου Λαμψάκου.
Ἀφῆκε τὸν χοῦν Παρθένιος Λαμψάκῳ,
Λαμπτῆρα πυρσεύοντα φῶς αὐτοῦ μέγα.
Οὗτος ἧν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, υἱὸς Χριστοφόρου, διακόνου τῆς κατὰ Μελιτόπολιν Ἐκκλησίας, γραμμάτων μὲν ἄπειρος, πᾶσαν δὲ πρακτικὴν ἀρετὴν μετιέναι σπουδάζων, καὶ προκάλυμμα τὴν τῶν ἰχθύων ποιούμενος ἄγραν, τοῖς αἰτοῦσιν αὐτῷ μετεδίδου. Τοσαύτη δέ τις ἧν ἡ κρυπτομένη ἐν αὐτῷ εὐσέβεια καὶ ἀρετή, ὡς καὶ χάριν παρὰ Θεοῦ λαβεῖν, δαίμονας ἀπελαύνειν, καὶ παντοίας νόσους ἰᾶσθαι. Ἐπιμέλειαν δε ποιησάμενος τῆς τῶν γραμμάτων μαθήσεως, χειροτονεῖται πρεσβύτερος ὑπὸ Φιλίππου Ἐπισκόπου Μελιτοπόλεως, καὶ αὖθις Ἐπίσκοπος τῆς Λαμψάκου ὑπὸ Ἀχιλλίου Μητροπολίτου Κυζίκου. Πολλὰ δὲ θαύματα ἐκτελέσας, καὶ γὰρ ὑπὸ ταύρου τὸν ὀφθαλμὸν ἀνδρός τινος ἐκκοπέντα ἰάσατο, καὶ μόνῃ σφραγίδι καρκίνου πάθος οὕτω λεγόμενον ἀπό τινος γυναικός διεσκέδασε, καὶ τὸν λυττήσαντα κύνα καὶ κατασχόντα αὐτὸν φυσήματι ἀπενέκρωσε, καὶ τὸν ὑπὸ τῆς ἁμάξης συμπατηθέντα, διαῤῥαγείσης αὐτῷ τῆς γαστρὸς τεθνηκότα αὖθις ἀνεζώωσε. Καὶ ἀπὸ τῆς τοῦ Ἐπιτρόπου δὲ γαμετῆς τὸ ἀκάθαρτον ἀπήλλαξε πνεῦμα, καὶ ἐνεργεῖν τοῖς βαφεῦσι τὰ πρόσφορα παρεσκεύασε, ἀποδιώξας τὸν ἐμφωλεύοντα δαίμονα, καὶ πολλὰ ἕτερα παράδοξα ἐνεργήσας, καὶ περὶ τῶν ἐσομένων προειπών, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Χιλίων Μαρτύρων, καὶ Τριῶν Οἰκετῶν, καὶ Τεσσάρων Προτικτόρων, τῶν ἐν Νικομηδείᾳ μαρτυρησάντων.
Οὗτοι, οἰκέται ὑπῆρχον τῶν τεσσάρων Προτικτόρων, ὑφ’ ὧν κατεσχέθη, ἐκ προστάγματος βασιλικοῦ, ὁ τῆς Ἀλέξανδρέων Ἐπίσκοπος Πέτρος ὁ ἁγιώτατος, καὶ ἀπετμήθη τὴν κεφαλήν. μετὰ γὰρ τὴν τούτου τελευτήν, τῶν Προτικτόρων πιστευσάντων πανοικὶ τῷ Χριστῷ, καὶ μαρτυρησάντων, οἱ τούτων δοῦλοι, τῇ εἰς Χριστὸν πίστει θερμανθέντες, ηὐτομόλησαν πρὸς τὸν βασιλέα Διοκλητιανὸν ἐν Νικομηδείᾳ, σὺν γυναιξὶ καὶ παιδίοις καὶ βρέφεσι. Καὶ ὁμολογήσαντες εἶναι χριστιανοί, καὶ μὴ πεισθέντες ἀρνήσασθαι τὸν Χριστόν, ἀπὸ τοῦ στρατοῦ κατεκόπησαν ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἕξ Μάρτυρες, οἱ ἐκ Φρυγίας, πυρὶ τελειοῦνται.
Μὴ τὴν πυρὸς φρίξαντες ἰσχὺν ἕξ Φρύγες,
Τῇ τῶν Φρυγῶν γῇ πύργος εἰσὶν ἰσχύος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Μοναβάτοις ἀγωνισαμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου, καὶ τῆς συνοδίας αὐτοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαραπίωνος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀπρίωνος, ἐπισκόπου Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου, τοῦ ἐξ Ἀλικιανοῦ Κυδωνιᾶς Κρήτης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Σύνεσει κοσμούμενος, καὶ σωφροσύνῃ, περιαστράπτων φωτί, ὥσπερ ἥλιος ὤφθης, καταφωτίζων κόσμου τὰ πέρατα, καὶ τοῖς Ἀγγέλοις συμψάλλων γηθόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὴν χάριν ἐπλούτησας, τῶν ἰαμάτων ἐξ ἀεννάου πηγῆς, θεραπεύειν τὰς νόσους καὶ άπελαύνειν κακίας τὰ πνεύματα, λεπροὺς καθαίρειν, τυφλοῖς τὴν ἀνάβλεψιν, ἀφθόνως νέμων σοφέ, καὶ μεταστὰς ἀπὸ γῆς.
Ὡς ὄρθρος ὡς ἄδυτος, ἀστὴρ ἐκλάμψας, πᾶσαν κατηύγασας οἰκουμένην, ἀκτῖσι τῶν χαρισμάτων , τοῦ θείου Πνεύματος, ἀποκαλύπτων μελλόντων τὴν δήλωσιν, τὰ κεκρυμμένα πρὸς φῶς ἐξάγων χάριτι.
Θεοτοκίον.
Ναὸς ἁγιώτατος τοῦ θείου Πνεύματος γέγονας, ὑπὲρ φύσιν ἀτρέπτως, ἐν σοὶ τοῦ λόγου κατασκηνώσαντος, καὶ ἐν οὐσίαις δυσὶν ἀναλάμψαντες, ἐκ σοῦ ὑπὲρ νοῦν θεοχαρίτωτε.

Ὁ β΄τοῦ Ὁσίου Λουκᾶ. Οἱ Παῖδες ἐν Βαβυλῶνι.
Ἡ θήκη τῶν σῶν λειψάνων, Λουκᾶ πηγὴ ἀναδέδεικται, ἰαμάτων ἐν ᾗ πᾶς προστρέχων, ἐκλυτροῦται παντοίων παθῶν, σὲ μακαρίζων Ὅσιε, καὶ ἡμῶν τὸν Δεσπότην Χριστόν.
Σημείοις μεγίστοις Πάτερ, ἐδόξασέ σε ὁ Κύριος ὃν ἐδόξασας σύ, διὰ πόνων τῆς ἀσκήσεως πρότερον· Εὐλογητὸς γὰρ ἔκραζες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἐν βίῳ περιφανής τε, καὶ ἐν τοῖς θαύμασι μέγιστος, καὶ ἐν πᾶσι καλοῖς ἀνεδείχθης, ἀπαράμιλλος Ὅσιε, διὸ τῶν πόνων εὕρηκας, ἀμοιβὴν βασιλείαν Θεοῦ.
Θεοτοκίον
Λαὸν καὶ πόλιν σου σῷζε, Θεοκυῆτορ πανάμωμε, προστασία ἡμῶν τῶν ἐν πίστει, ἀδιστάκτῳ βοώντων σοι· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.





ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Τῆς οὐρανίου Ἅγιε, ἀπολαύων φαιδρότητος, καὶ τῆς τῶν Ἁγίων μακαρίας λήξεως, χαρᾶς τε καὶ στάσεως, τῆς τῶν Ὁσίων καὶ Προφητών, ἵλεως ἡμῖν καὶ εὐμενῆ τὸν Δεσπότην, ἀπέργασαι πρεσβείαις, εὐπροσδέκτοις σου ὅπως, σὺν σοὶ τῆς αἰωνόυ ζωῆς ἀξιωθῶμεν.
Ὁλολαμπῆς ὡς ἥλιος, τῷ Θεῷ παριστάμενος, ὑπὲρ τῆς σῆς ποίμνης, ἐκτενῶς ἱκέτευε, κινδύνων καὶ θλίψεων, καὶ τῶν σκανδάλων τοῦ πονηροῦ, τῶν ἐπερχομένων ἀνωτέραν ὀφθῆναι, ἐν σοὶ ἐγκαυχωμένην, καὶ θερμόν σε προστάτην καὶ πρέσβυν κεκτημένη, Λουκᾶ εἰς τοὺς αἰῶνας.
Κατὰ παθῶν ἐνίσχυσον, καὶ ἐχθρῶν ἀοράτων τε καὶ τῶν ὁρωμένων, τὸ πιστόν σου ποίμνιον, φυλάττων ἀκράδαντον, σὺν τῷ ποιμένι καὶ τὸν χορόν, τὸν περικυκλοῦντα τὴν ἁγίαν σου θήκην, καὶ πόθῳ μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Λῦσον ψυχῆς μου πάναγνε, τὴν ζοφώδη κατήφειαν, καὶ τῶν λογισμῶν τὴν καταιγίδα πρᾴϋνον, τὰ νέφη διώκουσα τῆς ἐμπαθοῦς καρδίας μου, καὶ πρὸς μετανοίας ὁδηγοῦσά με τρίβους, σωζόμενός σε ὅπως, ἀνυμνῶ καὶ δοξάζω, τὴν μόνην Θεοτόκον ἀεὶ εὐλογημένην.

Ὁ β΄ τοῦ Ὁσίου Λουκᾶ. Νόμων πατρῴων οἱ μακαριστοί.
Λύμην παντοίου πάθους ἔνδοξε, ἀποδιώκεις Πάτερ Λουκᾶ μακάριε, τοὺς λεπρῶντας ἐξιώμενος, ῥωννύων ἀσθενοῦντας, καὶ παρειμένους λύων τοῦ κατέχοντος δεσμοῦ, καὶ κυλλοὺς καὶ χωλοὺς ὁμοῦ, καὶ τυφλοὺς θεραπεύων. Τὸν Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄπονον εὗρες δόξαν Ὅσιε, πόνους πολλοὺς ὑποίσας καὶ ἀγωνίσματα, ἀγρυπνίαν τῆξιν σώματος, νηστείαν κακουχίαν, χαμαικοιτίαν, πᾶσαν ἄλλην πίεσιν σαρκός, δι' ἀγάπην τοῦ κτίσαντος, ᾧ συνὼν συνευφραίνῃ· αὐτὸν οὖν ἐκδυσώπει σωθῆναι, πάντας τοὺς ἐν πίστει, καὶ πόθῳ σε ὑμνοῦντας.
Διὰ ποικίλων πόνων Ὅσιε, τῶν ἀρετῶν εἰσήχθης εἰς τὴν οὐράνιον, βασιλείαν εὐφραινόμενος, τανῦν εἰς τοὺς αἰῶνας, καὶ τοῦ Δεσπότου πάντοτε τρυφῶν ταῖς καλλοναῖς, σὺν Ἀγγέλοις μελῴδημα τὸν Τρισάγιον ᾄδεις· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οὐκ ἀποστάντα τὸν ἀχώριστον, ἐκ τοῦ πατρῴου κόλπου Ἁγνὴ γεγέννηκας, ἀπειράνδρως ἀνεκφράστως τε, βροτὸν τέλειον ὄντα, ὃν ἐκδυσώπει, δοῦναί μοι ἰσχύν, τῶν πονηρῶν λογισμῶν, προσβολὴν πᾶσαν καταβαλεῖν εἰς τέλος, καὶ θέλημα τὸ θεῖον ἐκείνου, πράττειν καθ' ἑκάστην, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτῳ ὁ οὐρανός.
Ἐξέστησας Ἀγγέλους ἐπὶ τῆς γῆς, ὥσπερ Ἄγγελος πολιτευσάμενος, βίῳ λαμπρῷ, Πάτερ θεοφόρε θαυματουργέ, σαρκὸς ἀπαρνησάμενος, πᾶσαν ἡδυπάθειαν καὶ στοργήν. Διὸ σὺν Ἀποστόλοις, τῷ θεόνῳ τοῦ Δεσπότου, παρεστηκὼς ἡμῶν μνημόνευε.
Ὁ πόθος σε θεόφρον ὁ θεϊκός, ὥσπερ πῦρ ἀναφλέξαι ἐπτέρωσε τὰ νοητά, κάλλη ἐφιέμενον κατιδεῖν, καὶ πρὸς μονὰς κατέστησε, τὰς ἐπουρανίους ἔνθα Λουκᾶ, Ἀγγέλοις συγχορεύων, ὑμνεῖς ἀκαταπαύστως, τὸν θείᾳ δόξῃ σὲ δοξάσαντα.
Σκηνὰς τὰς ὑπερλάμπρους νῦν κατοικῶν, ἔνθα φῶς τὸ ἀνέσπερον Ἅγιε ὁποῦ χοροί, τῶν ἑορταζόντων διηνεκῶς, ὅπου δικαίων τάγματα, μέμνησο τῶν πόθῳ σου τὴν σεπτήν, τελούντων θεοφόρε, Λουκᾶ ἁγίαν μνήμην, καὶ πίστει μακαριζόντων καὶ τιμώντων σε.
Θεοτοκίον.
Συνέλαβες ἀφράστως τὸν τοῦ παντός, συνοχέα πανύμνητε Δέσποινα θαῦμα φρικτόν, σάρκα ἐνδυσάμενον ἐκ τῶν σῶν αἱμάτων, Παναμώμητε, τῶν ὑπεραχράντων ὑπερφυῶς, διὸ σὲ Θεοτόκον, ἀληθῶς καὶ Κυρίως, δοξολογοῦντες μεγαλύνομεν.

Ὁ β ΄τοῦ Ὁσίου Λουκᾶ. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Σοὺς πόνους Πάτερ καὶ ἀγωνίσματα, τίς ἐξειπεῖν δυνήσεται βροτῶν ὧν ἀντάξιον, τὸν μισθὸν ἐκομίσω παρὰ Θεοῦ; γέγονας γὰρ δοχεῖον, τοῦ θείου Πνεύματος· Ὅσιος, εὐθύς, ἀληθινός, δίκαιος, ἄμεμπτος.
Ἁπλοῦν τὸ ἦθος καὶ ἀπονήρευτον, καὶ ταπεινόν, ἐλέους τε μεστὸν πρὸς τοὺς πένητας, καὶ φιλόξενόν τε καὶ φιλέρημον, ἥσυχον πρᾶον ὄντως, Πάτερ ἐνέδειξας· ὅθεν συνετάγης Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Δαυΐδ.
Μοναῖς ἐκείναις ὡς αὐλιζόμενος, ταῖς ὀρεκταῖς καὶ κάλλους θεϊκοῦ ἐμπιπλάμενος, Παραδείσου τε θείου τοῖς ἄνθεσι, νῦν ἐντρυφῶν εἰς κόρον, καὶ ἀγαλλόμενος, μνείαν πρὸς Θεὸν ὑπὲρ ἡμῶν ποιοῦ Πανόλβιε.
Τριαδικόν.
Ἡ μία φύσις ἡ τρισυπόστατος, ἡ τριλαμπὴς οὐσία καὶ ἀχώριστος δύναμις, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, μία Θεότης, σῷζε τοὺς πίστει σε, ἕνα μεγαλύνοντας Θεόν, ἐν χαρακτῆρσι τρισί.
Θεοτοκίον.
Νοεῖν οὐ σθένει σου τὸ μυστήριον, βρότειος νοῦς Παρθένε Θεοτόκε πανύμνητε· πρὸ γὰρ τόκου ἀνάνδρως συνέλαβες, ἔμεινάς τε Παρθένος, καὶ μετὰ κύησιν, τέτοκας δὲ Λόγον τῷ Πατρὶ τὸν συναΐδιον.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Μονάσας ἐκ νεότητος, καὶ τὸν Σταυρὸν ἀράμενος, ἐμάκρυνας ἐν ἐρήμῳ, Λουκᾶ φωστὴρ μοναζόντων, ἐγκρατείᾳ δὲ πάσῃ, τὸ χεῖρον δουλωσάμενος, τῷ κρείττονι θεόληπτε, ὡς ἐφικτὸν συνεκράθης, τῇ ἀπροσίτῳ Τριάδι.
Καὶ τῆς ἑορτῆς.
Πληρῶν σου τὴν ἀπόῤῥητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ μητρὸς ἀπειράνδρου, ἰδὼν δέ σε ἐκραύγαζεν, ὁ πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποινα, Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πατρικὸν φῶς Χριστέ μου.
Ἤ Θεοτοκίον.
Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμῳ πίστει Παρθένε, τῇ Παναχράντῳ καὶ θείᾳ, Εἰκόνι Σου πανάμωμε, ἀφ’ ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, Σὲ Θεοτόκον κυρίως.

Εἰς τοὺς αἴνους. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ θεοφόρος ἡμᾶς νῦν συγκαλεῖται Πατέρων ὁ μέγιστος, Λουκᾶς συνδράμωμεν ὅλῃ, ψυχῇ καὶ καρδίᾳ τε, καὶ διαθέσει, ψαλμοῖς καὶ ὕμνοις πανηγυρίζοντες, καὶ θείως δοξάζοντες τὸν μεγαλύναντα, τὴν ἱερὰν αυτοῦ κοίμησιν, καὶ μυροθήκην, τὴν τῶν λειψάνων λάρνακα δείξαντα. Διὸ τὰ πάθη καὶ τὰ τραύματα, τῶν νοσούντων σαφῶς δραπετεύουσι, καὶ δαιμόνων τὸ στῖφος, τοῖς πιστοῖς ἀποδιώκεται. (Δίς).

Ὅλην ἐκκλίνας τοῦ βίου τὴν ἀπάτην ὅλος τε τοῦ μέλλοντος, Λουκᾶ γενόμενος ὅλην, ἐδέξω τοῦ Πνεύματος, τοῦ παναγίου, χάριν τὴν ἄφθονον καὶ τὰ μένοντα, πάντοτε σκοπούμενος, ἀγχίνους οἷα κριτής, προσκατακτώμενος μάλιστα, τῶν ἐπικήρων πάντων ἠλόγησας, ὅθεν ἔνδοξε, τῆς μακαρίας οὐ διήμαρτες, μετὰ πότμον, καὶ ὄντως ἐφέσεως. Διὸ πρέσβευε Πάτερ, ὑπὲρ πάντων τῶν τιμώντων σε.

Φῶς μὲν δικαιοις ἀνέκλειπτον ὑπάρχει καὶ σὲ δὲ μακάριε, φῶς χρηματίσαντα, καὶ σκότος ὄντως ἐκκλίναντα, τῶν ἑσπερίων, φῶς διεδέξατο τὸ ἀΐδιον, ἰσάγγελον βίον δέ, μεταδιώξας ἐν γῇ, τὴν μετ’ Ἀγγέλων ἐπλούτησας, νῦν θείαν λῆξιν, καὶ τῷ Δεσπότῃ Χριστῷ παρίστασαι, μετ’ εὐφροσύνης τὸν τρισάγιον, σὺν αὐτοῖς ὕμνον ᾄδων ἀλήκτως Λουκᾶ, ᾧ πρεσβεύειν ἀπαύστως, μὴ ἐλλίποις ὑπὲρ πάντων ἡμῶν.





Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου. διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας, παῤῥησίαν ἔχων πρὸς Χριστόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς. Γερμανοῦ
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἤ τό: Θεοτόκε Σὺ εἶ ἥ ἄμπελος...

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου