ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΕ΄!!
ΑΝΘΙΜΟΣ ΟΣΙΟΣ ΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Βρυαίνης ἡγουμένης, Ἱ. Μ. Παναγίας Βοήθειας Χίου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ὃς δ’ ἂν ποιήσας διδάξῃ μέγας κληθήσεται, εἰς σὲ ἁρμόζει Πάτερ, τὸ τοῦ Εὐαγγελίου, ἐστέγασας ἀπόρους καὶ δυστυχεῖς, ἀδελφοὺς τοῦ Κυρίου σου, καὶ διὰ τοῦτο ἡ Χίος μιᾷ φωνῇ, ἐπαξίως μακαρίζει σε.
Εὔοσμον Ἄνθιμε ἄνθος καὶ σκεῦος τίμιον, πέφυκας ἐν τῷ θείῳ, τοῦ παραδείσου κήπῳ· ἣν γὰρ ἐδέξω χάριν παρὰ Θεοῦ, θείῳ ζήλῳ μετέδωκας, καὶ ποιμενάρχης ἀξίως ἀναδειχθείς, ἐκομίσω στέφος ἄφθαρτον.
Τὸν ἱερὸν Νικηφόρον τύπον ἑλόμενος, μετέβαλες ἀγόνους, καὶ ἐρήμους ἐκτάσεις, δακρύων ταῖς ῥοαῖς σου εἰς εὐανθεῖς, καὶ λειμῶνας θεόφρονας, πνευματικῇ διαθέσει καὶ προσευχαῖς, πρὸς τὴν Παρθένον Πάτερ Ἄνθιμε.
Ἐξέστη πᾶσα ἡ Χίος ἐπὶ τοῖς ἔργοις τοῖς σοῖς, ἐν θάμβει θεωμένη, τὰ θαυμάσια πάντα, ναὸς δὲ τῆς ψυχῆς σου ὁ ἀῤῥαγής, Ὀρθοδοξίας στῦλος γέγονε, τὴν Ἐκκλησίαν κρατύνων ἐκ τῶν ἐχθρῶν, καὶ βελῶν τῶν τοῦ ἀλάστορος.
Δόξα. Ἦχος β΄.
Χαίρει σήμερον ἡ νῆσος Χίος, ἐν τῇ πανσέπτῳ σου μνήμῃ, θεοφόρε Πατὴρ ἡμῶν Ἄνθιμε, καὶ ἀγαλλομένη ἀναπέμπει δόξαν Χριστῷ τῷ Θεῷ, τῷ ἐν ὑστέροις χρόνοις ἐν αὐτῇ ὥσπερ ἀστέρα ἀπλανῆ σε ἀναδείξαντι, καὶ ἀπαύστως βοᾷ σοι· Πάτερ εὐσυμπάθητε, μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦρο ὁ εὐσεβής, λαὸς τῆς νήσου Χίου, συναθροίσθητε πόθῳ, καὶ Ἄνθιμον τὸν νέον, ἐν ὕμνοις καταστέψωμεν.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ῥόδα πανευκλεῆ, καὶ ὡς κρίνα εὐώδη, ἐξήνθησαν ἐν κόσμῳ, αἱ ἀρεταί σου Πάτερ, καὶ πάντας κατεμύρισαν.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Πρόφθασον ἐξελοῦ, ἐκ βλάβης πάσης Πάτερ, πειρασμῶν τε καὶ νόσων, τὴν ποίμνην ἣν συνῆψας, καὶ σκέπε ταῖς σαῖς πτέρυξι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δέχου ὡς ἀγαθή, Παρθένε Θεοτόκε, θεράποντός Σου θείου, Ἀνθίμου τὰς πρεσβείας, καὶ σῶσον ἡμᾶς ἄχραντε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Χορὸς ὁ τῶν Πατέρων εὐμενῶς ὑποδέχθητι, τὸν νέον ἐν τοῖς χρόνοις, καὶ ὑμῶν τὸν ὁμότροπον· τὸ ἄνθος τὸ εὔοσμον Χριστοῦ, τὸν Ἄνθιμον τῆς Χίου, τὸ σεπτὸν ἐγκαλλώπισμα καὶ κλέος καὶ τῆς Μονῆς Βοηθείας δομήτορα, μέγιστον ἀντιλήπτορα πιστῶν, ἐκ γῆς μὲν μεθιστάμενον καὶ σὺν ὑμῖν ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντα.
Δόξα. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τῷ Πατρί σου εὐλαβῶς, τῷ πνευματικῷ ὑπετάγης, καὶ ὥσπερ πρόβατον, ἄκακον ἀνέδραμες, εἰς τὸ Προβάτειον, τοὺς ἐκεῖσε μονάζοντας, πάντας ὑπερέβης, ἐν τοῖς ἀγωνίσμασιν, Ὅσιε Ἄνθιμε· ὅθεν, ἀρετῶν σου τὸ φέγγος, ἤστραψεν ἐκεῖθεν τοῖς πᾶσι, καὶ τὰ κόσμου πέρατα ἐφώτισεν.
Ὅτε, μετεφέρθη ἐν ψαλμοῖς, ἐκ τῆς ταπεινῆς σου καλύβης, ἐπὶ τὴν θείαν Μονήν, δόξῃ ἀπαστράπτουσα, ἡ σεβασμία εἰκών, τῆς ἁγνῆς Θεομήτορος, ἠγάλλετο Πάτερ, πνεύματι καὶ ἔχαιρεν, ἡ ἱερά σου ψυχή, ὅτι, ἐκ παιδὸς τὴν Παρθένον, ἔσχες ἡδονὴν τῆς σῆς γλώσσης, καὶ καθαρωτάτης σου καρδίας τὸ μελέτημα.
Ὅτε, ἐλειτούργεις ἐπὶ γῆς, ἱερεὺς ὑπάρχων Ὑψίστου, Ἄνθιμε πάντιμε, ἔλαμπεν ὡς ἄγγελος, ἡ ἱερά σου μορφή, ἐκ τῆς χάριτος Ὅσιε, τῆς ἔνδον οἰκούσης, νῦν μετὰ Ἀγγέλων δέ, ἐν οὐρανοῖς λειτουργῶν, Πάτερ, μὴ ἐλλίπῃς πρεσβεύων, καὶ ἐκδυσωπῶν τὸν Σωτῆρα, ἵνα σώσῃ πάντας τοὺς τιμῶντάς σε.
Ἕτερα. Ὁ αὐτός. Ποίοις εὐφημιῶν.
Δεῦτε, πνευματικοῖς ἄνθεσι, καταστέψωμεν σήμερον πάντες, τὸν νεοφανῆ ἐν τοῖς θαύμασι, καὶ ταῖς ἀρεταῖς λαμπρυνόμενον, τῶν πιστῶν δὲ τὰς ψυχὰς εὐφραίνοντα, πάσας ἄνθεσι τῆς χάριτος, Ἀγγέλων λάμψεσι, στῦλον τῆς Μονῆς Βοηθείας, μάνδρας τὸν δομήτορα, μοναζόντων παιδευτήν, τῶν Ὁσίων δόξαν, ὃν ἐδόξασεν ὁ Χριστός, τὸν θεῖον καὶ πνευματοφόρον Ἄνθιμον.
Πόθῳ, χρεωστικῷ σήμερον, ἐπαινέσωμεν ἡ Χίος πᾶσα, τὸ τῶν μοναζόντων προπύργιον, τὸ τῆς παρθενίας ἀπάνθισμα, ὀρφανῶν πτωχῶν τε τὸν προστάτην, πασχόντων, καὶ θλιβομένων παραμύθιον, τῶν πενομένων τροφέα, τῶν ἰώμενον πάντων, νόσους τὰς τοῦ σώματος, ψυχῶν τὰ τραύματα, λύχνον εὐφραίνοντα τοὺς πιστούς, τὸν θεῖον καὶ ὑπερθαύμαστον Ἄνθιμον.
Δεῦτε, μοναζουσῶν σπεύσωμεν, αἱ χορεῖαι Μονῆς Βοηθείας, καὶ ἐν εὐλαβείᾳ καὶ δάκρυσι, τῇ σεπτῇ λάρνακι, νῦν προσπέσωμεν τοῦ Πατρὸς ἡμῶν, καὶ ποιμενάρχου, καὶ πόθῳ περικυκλοῦσαι ἐκβοήσωμεν· τὴν ποίμνην σου ταύτην περίσωζε Ἅγιε, ὑπὲρ ἧς ἀμυθήτους ὑπέμεινας ἀγῶνας, καὶ τῆς οὐρανίου Βασιλείας εὐχαῖς σου ἀξίωσον.
Δόξα. Ἦχος α΄.
Ὢ μακάριε Πάτερ, τίς σὲ κατ’ ἀξίαν ἐπαινέσει ἢ τίς ἐξαριθμήσει τῶν χαρίτων σου τὰ πλήθη; Σὺ γὰρ τοὺς μεγίστους πατέρας μιμησάμενος, ἁπάντων τὰς ἀρετὰς ὡς μίαν κατώρθωσας. Διὸ νῦν ἐκείνοις, τῇ ζωοποιῷ καὶ ἀπροσίτῳ Τριάδι παριστάμενος, ἁγιώτατε Πάτερ, πρέσβευε διηνεκῶς, ὑπὲρ τῆς σῆς ποίμνης, καὶ πάντων τῶν ἐκ πόθου τελούντων, τὸ ἱερόν σου μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Βασιλειῶν Γ΄ τὸ Ἀνάγνωσμα (Κεφ. η΄, 22-27)
Ἔστη Σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης Ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; Καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχηται ἐνώπιόν σου πρὸς σὲ σήμερον, τοῦ εἶναι τοὺς ὀφθαλμοὺς ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας· ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον· καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ, καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ αὐτοῖς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄
Τὸ ἱερόν σου μνημόσυνον, Ὅσιε Πάτερ, εἰς τὸν αἰῶνα μένει καὶ τὸ πρᾶον τῆς καρδίας σου, θεράπον Χριστοῦ, Ἄνθιμε μακάριε. Εἰ γὰρ καὶ μετέστης ἐξ ἡμῶν ὁ ποιμὴν ὁ καλός, ἀλλ’ οὐκ ἀπέστης ἀφ’ ἡμῶν τῷ πνεύματι, ἐν ἀγάπῃ Θεῷ παριστάμενος· καὶ σὺν Ἀγγέλοις χορεύων ἐν οὐρανοῖς, μεθ’ ὧν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Χαίρει σήμερον ἡ νῆσος Χίος, ἐν τῇ πανσέπτῳ μνήμῃ, θεοφόρε Πατὴρ ἡμῶν Ἄνθιμε, καὶ ἀγαλλομένη δόξαν Χριστῷ τῷ Θεῷ, τῷ ἐν ὑστέροις χρόνοις ἐν αὐτῇ ὥσπερ ἀστέρα ἀπλανῆ σε ἀναδείξαντι, καὶ ἀπαύστως βοᾶ σοι· Πάτερ εὐσυμπάθητε, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Ἦχος γ΄.
Τὸ μέγα κλέος τῶν ἱερέων, Ἄνθιμον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν. Οὗτος γὰρ ἐπὶ τῆς γῆς, ἐκ παιδὸς τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας καὶ ἔσοπτρον ἀκηλίδωτον φανείς, τὰς τοῦ Ἁγίου Πνεύματος ἀκτινοβόλους ἀστραπὰς εἰσεδέξατο· ἐκεῖθεν καταυγαζόμενος ἑώρα τὰ μελλόντα καὶ ἄπειρος ὢν τῆς ἔξω σοφίας, τὰ βάθη τοῦ Πνεύματος τῇ θείᾳ χάριτι ἠρεύνησε, καὶ πηγὴ θαυμάτων ἔτι ζῶν ἀναδέδεικται. Νῦν δὲ σὺν Ἀσωμάτοις τῷ θρόνῳ παριστάμενος Χριστοῦ, πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Θεοφόρε Πατὴρ ἡμῶν, ὡς κρίνα εὐώδη μυρίζουσιν οἱ πόνοι τῶν ἀγώνων σου. Ἀσκητικῶς γὰρ ἐν ἐγκρατείᾳ καὶ προσευχῇ καὶ ἀγρυπνίᾳ τὴν ψυχήν σου θεοπρεπῶς κοσμήσας, γέγονας συμμέτοχος τῶν Ὁσίων, ἀοίδιμε Ἄνθιμε. Καὶ τῶν θαυμάτων τὴν χάριν πλουτίσας, θεραπεύεις τὰς νόσους τῶν ἀνθρώπων τῇ χάριτι· τῶν δὲ δαιμόνων τὰ πλήθη ἀπελαύνεις πρεσβείᾳ σου, καταυγάζων καὶ φωτίζων τοὺς τιμῶντάς σε.
Δόξα. Ἦχος πλ. β΄.
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ ἠνέῳκταί σοι ἡ πύλη τῆς τῶν οὐρανῶν Βασιλείας. Εἴσελθε οὖν εἰς τὴν χαρὰν τοῦ Κυρίου σου καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε.
Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔχων ὡς θησαύρισμα, καὶ ἱερὸν καταφύγιον, τὴν πανάχραντον Δέσποιναν, τὴν πάντων Βοήθειαν, Ἄνθιμος ὁ νέος, ἤσκησεν ἐνθέως, καὶ ἀνεδείχθη νικητής, κόσμου σαρκός τε καὶ κοσμοκράτορος· νῦν δὲ μετοικισάμενος, εἰς οὐρανοὺς ἐπαγάλλεται, τῶν ἀγώνων ἐπάξιον, κομισάμενος στέφανον.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τίς ἐκδιηγήσεται, τῶν σῶν καμάτων τὸ μέγεθος, καὶ τῶν κόπων καὶ πόνων σου, τὸ κλέος μακάριε καὶ τὰς ἀσθενείας, τοῦ σώματος Πάτερ, καὶ περιστάσεις πειρασμῶν, τῆς σῆς ψυχῆς τε τὸ καρτερώτατον· ἀνθ’ ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ χαρὰν ἀνεκλάλητον, ἀδαμάντινε Ἄνθιμε.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Πλουτοῦμέν σε Ἅγιε, πηγὴν ἐλέους καὶ ἄμισθον, ἰατρεῖον τοῖς πάσχουσι, λιμένα γαλήνιον, τῶν χειμαζομένων, μεσίτην τε πάντων, ἁμαρτανόντων εἰς Θεόν, πρὸς τὴν Παρθένον πρέσβυν θερμότατον· οἱ λόγοι τῶν χειλών σου, καθάπερ ἄνθη πανεύοσμα, καὶ ὡς μῦρον ἡδύπνοον, ἡ σορὸς τῶν λειψάνων σου.
Δόξα. Ἦχος πλ. δ΄.
Ὅτε ἐξεδήμησας, ἁγιώτατε Πάτερ Ἄνθιμε, πρὸς τὸν σὸν Δημιουργὸν καὶ Πλάστην, Χριστὸν τὸν Θεόν, τότε ἅγιοι Ἄγγελοι, τὴν ἱερά σου ψυχὴν ἀνελάμβανον καὶ πρὸς τὰς ἐκεῖσε καταπαύσεις μετὰ δόξης πολλῆς ἀνεβίβαζον. Αἱ χορεῖαι τῶν ἀπ’ αἰῶνος Ἁγίων γηθοσύνως σὲ ὑπεδέξαντο, αἱ δὲ σοῦ μονάστριαι, κυκλοῦσαι θεοφόρον σου σκῆνος, ὀδυρμοῖς δακρύων θρηνοῦσαι ἔλεγον· Πάτερ, μὴ ἐάσῃς ἡμᾶς ὀρφανάς, μὴ ἐπιλάθῃ τῆς ποίμνης σου, ποιμὴν ὁ καλός, παῤῥησίαν ἔχων πρὸς Κύριον, μὴ παύσῃ πρεσβεύων τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Σήμερον, ἡ ἀνύμφευτος Παρθένος, δῶρα θεῖα ὡς ἄνασσα ἐπιβραβεύει ἡμῖν τοῖς πιστοῖς, ᾑρετίσασα κατοικεῖν ἐν τῷ περικαλλεῖ τούτῳ ναῷ. Σεπτὴ γὰρ εἰκὼν ἐφίδρυται ἐνθάδε τῇ Μονῇ, τῆς θεόπαιδος ἁγνῆς. Ταύτῃ οὖν καὶ ἡμεῖς ἱκετεύοντες προσείπωμεν· ὦ χαριτόβρυτος εἰκών, Παναγία Βοήθεια, Μαρία ἀνύμφευτε, σῶσον, χαρίτωσον πανάχραντε, καὶ φρούρει τὴν ποίμνην σου ἁγνή, ἐξ ἐχθρῶν ἀοράτων, ὁρατῶν τε καὶ πάσης ἐπιβουλῆς, τῇ μεσιτείᾳ Σου πανύμνητε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νέον στήριγμα, ὀρθοδοξίας, νεοκόσμητον, ἄνθος ἁγνείας, Νικομηδείας Ανθίμου συνώνυμος, τῶν ἀρετῶν δὲ ἐκείνου ὁμότροπος, νέων Ὁσίων σφραγὶς καὶ ἀγλάϊσμα, Πάτερ Ἄνθιμε, τῆς Χίου πάσης τὸ καύχημα, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Χορὸς ὁ τῶν Πατέρων εὐμενῶς ὑποδέχθητι, τὸν νέον ἐν τοῖς χρόνοις, καὶ ὑμῶν τὸν ὁμότροπον· τὸ ἄνθος τὸ εὔοσμον Χριστοῦ, τὸν Ἄνθιμον τῆς Χίου, τὸ σεπτὸν ἐγκαλλώπισμα καὶ κλέος καὶ τῆς Μονῆς Βοηθείας δομήτορα, μέγιστον ἀντιλήπτορα πιστῶν, ἐκ γῆς μὲν μεθιστάμενον καὶ σὺν ὑμῖν ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὰς θείας ἐντολάς, ἀκριβῶς ἐκτελέσας, ἀγάπης εἰς Θεόν, καὶ στοργῆς τοῦ πλησίον, σαυτὸν ὡς ὁλοκάρπωμα, ὁλοκλήρως προσέφερες· ὅθεν θαύμασιν, ἀντεδοξάσθης ἐν κόσμῳ, θεῖε Ἄνθιμε, καὶ ὡς φωστὴρ καταυγάζεις, ἡμᾶς τοὺς τιμῶντάς σε.
Δόξα.
Ἀκλόνητος φανείς, πειρασμοῖς καὶ ἀγῶσι, ὡς δόκιμος χρυσός, ἐν καμίνῳ θεόφρον, λαμπρύνεις τοὺς πίστει σοι, προσιόντας πανεύφημε· ὅθεν αἴτησαι, ἡμῖν τοῖς τέκνοις σου Πάτερ, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, καὶ βίου διόρθωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῶν ἀρετῶν σου ἡ πολύφωνος σάλπιγξ, καὶ ἡ πληθὺς τῶν ἱερῶν σου θαυμάτων, περιφανεῖ σε ἔδειξεν ἐν Χίῳ τὸ πρίν, νῦν δὲ δοξαζόμενον, σὺν ταῖς ἄνω χορείαις, Ἄνθιμε Πατὴρ ἡμῶν, ἐν παστάδι Κυρίου, ὑπὲρ ἡμῶν μὴ παύσῃ ἐκδυσωπῶν, ἀπαλλαγῆναι, κινδύνων καὶ θλίψεων.
Δόξα.
Ἐν ἰσαγγέλῳ βιοτῇ διαπρέψας, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνέσας, τῷ τῶν ἁπάντων Κτίστην Ἄνθιμε κλεινέ, καὶ τροφεὺς δὲ ἐγένου, ὀρφανῶν καὶ ἀπόρων, καὶ νοσούντων ἄριστος, ἰατρὸς καὶ προστάτης· ὅθεν ἡ Χίος πόθῳ σοι βοᾷ· μὴ ἐπιλάθῃ, τῆς ποίμνης σου Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ ἀπὸ γῆς πρὸς οὐρανοὺς τεταμένη, ἄϋλος κλίμαξ μυστικῶς προετύπου, τὴν λογικὴν καὶ ἔμψυχόν σε κλίμακα, σὺ γὰρ τὸ μεσότειχον, τοῦ φραγμοῦ καθελοῦσα, ἥνωσας πανύμνητε, τὰ τὸ πρὶν διεστῶτα, τὸν οὐρανὸν συνάψασα τῇ γῇ, καὶ τοὺς βροτοὺς τοῖς Ἀγγέλοις ἑνώσασα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ψυχῆς σου τὸ πρᾶον καὶ ἱλαρώτατον, τῆς ἐνθέου σου γλώσσης νᾶμα γλυκύτατον, καὶ τὴν χάριν τοῦ Θεοῦ τὴν ἐπανθοῦσάν σοι, θεωροῦντες οἱ πιστοί, ἐξεπλήσσοντο σφοδρῶς, Ἄνθιμε δόξα Ὁσίων, καὶ εὐλαβῶς ἀνεβόων, ὡς θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἁγιώτατε Πάτερ Ἄνθιμε, τῇ πολιτείᾳ ἰσάγγελε καὶ πιστὲ θεράπον, ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Σωτῆρα Χριστόν, περίσῳζε ἡμᾶς ταῖς εὐπροσδέκτοις πρεσβείαις σου, ἀπὸ παντοίων κινδύνων, ὅτι σοῦ ἐσμεν ποίμνιον.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου β΄.
Ὁ α’ Κανών. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, εὐχαῖς σου θειότατε, Ὅσιε Ἄνθιμε, καὶ ὑμνήσω σου, τὸν βίον θεοφόρε, καὶ τὰ κατορθώματα, τῆς πολιτείας σου.
Καταύγασον δέομαι, θείῳ φωτὶ ταῖς πρεσβείαις σου, τὸν νοῦν μου καὶ χάριν μοι, τοῦ λόγου δώρησαι, καὶ ἀπέλασον, τὸν ζόφον τῆς ψυχῆς μου, ὅπως σου τὰς χάριτας, μέλψω ἐν χάριτι.
Ἄνθος εὐωδέστατον, καὶ θεοδώρητον γέννημα, βλαστὸν ὡς μυρίπνοον, σὲ ἀνεβλάστησε, καὶ ἐθρέψατο, Χίος ἡ μυροβόλος, ἣν Πάτερ ἐδόξασας, τῇ πολιτείᾳ σου.
Ῥόδον ὡς πανεύοσμον, ἐν τῷ λειμῶνι ἐξήνθησας, ὡς ἥλιος πάμφωτος, ἐν τοῖς ὑστέροις καιροῖς, ἐξανέτειλας, φωτίζων τοὺς ἐν σκότει, καὶ κόσμου τὰ πέρατα, μυρίζων Ὅσιε.
Θεοτοκίον.
Παρθένε πανάχραντε, ἀπὸ βρέφους προστάτιδα, φρουρὸν καὶ βοήθειαν, ὁ θεῖος Ἄνθιμος, Σὲ ἐκέκτητο, καὶ γὰρ ὑπνώττοντος αὐτοῦ, Σὺ ἵστασο ἄνωθεν, τοῦτον σκιάζουσα.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀνθίμου, νέου Ὁσίου, τὰ θαύματα γεραίρω.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἄνθος ἐφύη ἐν τῇ Χίῳ, εὔοσμον ἐν τοῖς ὑστέροις καιροῖς, εὐωδίαν πέμπον εἰς τὰ κόσμου πέρατα, Ἄνθιμος ὁ θειότατος, τῆς Μονῆς Βοηθείας, κλεινὸς δομήτωρ καὶ σέμνωμα, νέων τε Ὁσίων στεφάνωμα.
Ναὸς ὑπάρχων τοῦ Ἁγίου Πνεύματος, Ὅσιε Ἄνθιμε, νοός μου τὸ σκότος, εὐχαῖς σου διάλυσον, καὶ φωτισμόν μοι δώρησαι, ἐξυμνῆσαι ἀξίως, τὰ ἄπειρά σου θαυμάσια, ἅτινα ἐν κόσμῳ ἐτέλεσας.
Θαύμασι πλείστοις ἐπλουτίσθης, χάριτι παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὡς ἀντιμισθία Πάτερ, τῶν ἀγώνων σου, ζῶν τε καὶ μετὰ θάνατον, ὅτι οὕτως βραβεύει ὁ πλουσιόδωρος Κύριος, τοὺς αὐτὸν γνησίως λατρεύοντες.
Θεοτοκίον.
Ἱερωτέρα Χερουβεὶμ ὑπάρχουσα, καὶ τῶν σεπτῶν Σεραφείμ, πάντων ὑπερτέρα, Παναγία Δέσποινα, τὸν νοῦν μου φωταγώγησον, καὶ γενοῦ μοι προστάτις, βιοτικαῖς περιστάσεσιν, ὅπως εὐχαρίστως δοξάζω Σε.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Γνωρίσας τὸ ἄστατον τοῦ βίου, μισήσας σαρκὸς τὰς ἡδονάς, μονήρη βίον Ὅσιε, ὡς γνωστικὸς προέκρινας, εὑρὼν σοφὸν διδάσκαλον, τὸν θεοφόρον Παχώμιον.
Ὑπήκοος ἄριστος ἐγένου, ταπείνωσιν ἔσχες ἀληθῆ, τέλεον ἐναπέκοψας, σαρκός σου τὰ θελήματα, τὰς ἀρετὰς ἁπάσας δέ, ὡς μίαν Πάτερ, κατόρθωσας.
Τοὺς πάλαι Πατέρας ἐζηλώσω, ἐσχάτοις ἐν χρόνοις Πάτερ Ἄνθιμε, ἐγκρατείᾳ δάκρυσι, συντόνῳ ἀγρυπνίᾳ, τὸ ἄνθος τῆς νεότητος, καταμαράνας θειότατε.
Ἡρπάγης τὸν νοῦν εἰς ὕψος Πάτερ, ἐκδίωξας τὸν ὕπνον ἀπὸ σοῦ, καὶ θεϊκῆς γλυκύτητος, ἐπλήσθης καὶ ἀκήκοας, τῆς μελῳδίας Ὅσιε, τῶν Ἀσωμάτων ἐν σώματι.
Θεοτοκίον.
Βοήθεια κόσμου καὶ Κυρία, καλύβῃ σμικρᾷ καὶ πενιχρᾷ, οἰκῶν ὁ θεῖος λάτρις Σου, γνησίως Σὲ ἐλάτρευσε, καὶ τὴν σεπτὴν εἰκόνα Σου, θερμῇ καρδίᾳ ἠσπάζετο.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Μέγα βροτοῖς καὶ τολμηρόν, τοῦ ἀριθμῆσαι ἀστέρας, καὶ θαλάσσης τὴν ψάμμον μετρῆσαι· οὕτω Πάτερ, καὶ τὰ σὰ θαυμάσια ἀδύνατον ἐξαριθμῆσαι πάντα, ἃ ἐνεργεῖς καθ’ ἑκάστην ἡμῖν.
Ὄντως μεγίστη πρὸς Θεόν, ἡ παῤῥησία Σου Πάτερ, σωφρονίζεις γὰρ εὐχαῖς σοῦ, ὦ θαῦμα, τὸν ἁλύσεσι διτταῖς δεσμούμενον, καὶ πάσχοντα χαλεπῷ δαιμονίῳ, καὶ τὸν τρόμον πᾶσιν ἐμπνέοντα.
Ὑγείαν Πάτερ, ψυχῶν καὶ τῶν σωμάτων παρέχεις, ἀναργύρως θεραπεύων τὰ πάθη, ὡς ἀνάργυρος κληθείς, καὶ ἰατρὸν πανάριστον, οἱ ἐν νόσοις ποικίλαις, παρὰ Θεοῦ σὲ γινώσκομεν.
Θεοτοκίον.
Νεφέλη τοῦ νοητοῦ, ἡλίου ὑπάρχεις Κόρη, λογικὴ καὶ θεϊκὴ Παναγία· ὅθεν πόθῳ Σοι βοῶ· διάλυσον πανάμωμε, τῆς ψυχῆς μου τὰ νέφη, τὸν φωτοδότην ἡ τέξασα.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡμέρα ἱερά, μυστικῆς πανδαισίας, ἐπέστη νῦν ἡμῖν, τῆς τιμίας σου μνήμης, καθ’ ἣν θεῖε Ἄνθιμε, εἰς οὐρανίους θαλάμους ἀνελήλυθας, σὺν Ἀγγέλοις δοξάζων, Τριάδα τὴν ἄκτιστον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡμέρα μυστική, ἀνεδείχθης Παρθένε, τὸν ἥλιον Χριστόν, καταυγάζουσα πᾶσι, τοῖς ζόφῳ ἀπογνώσεως, καθημένοις Θεόνυμφε· ὅθεν ἅπαντες, οἱ διὰ Σοῦ φωτισθέντες, μακαρίζομεν, χρεωστικῶς ὡς αἰτίαν, βροτῶν ἀναπλάσεως.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ὄμμα τῆς καρδίας πρὸς οὐρανόν, ἔχων ἀτενίζων μακάριε ἔθλιβες, Πάτερ τὸ σαρκίον σου πικρῶς, τοῖς πόνοις τῆς ἀσκήσεως, θείαις θεωρίαις νευρούμενος.
Ἔχων τῷ Πατρί σου πίστιν θερμήν, τῷ πνευματικῷ θεῖε Ἄνθιμε, οὗτός σοι πάντα Παραδείσου τὰ τερπνά, καὶ τὰ δεινὰ τῆς κολάσεως, ὡς ἐν ὀνείρῳ Πάτερ, σαφῶς ὑπέδειξε.
Τίς ἐκδιηγήσεται τὰς μηχανάς, Πάτερ καὶ τὰ ποικίλα φαντάσματα, ἃ ἐνεποίει, ὁ μισόκαλος ἐχθρός, ἵνα τὸν τόνον χαυνώσῃ σου, τῆς ἀρετῆς παμμάκαρ, ἀλλ’ ἐξηπάτηται.
Ἅρματι ὀχούμενος τῶν ἀρετῶν, ὕψει ἀπαθείας ἀνέδραμες, καὶ ἱερέων ἐτμήθης τῇ στολῇ, ἱερουργῶν τῷ Κτίστῃ σου, ἀναιμάκτους θυσίας θεσπέσιε.
Θεοτοκίον.
Ἔρωτι φλεγόμενος Κόρη τῷ Σῷ, ἄχραντε Παρθένε, Παντάνασσα, Μονὴν ἁγίαν καὶ Ναὸν περικαλλῆ, εἰς δόξαν σου ἀνήγειρε, Ἄνθιμος ὁ θεῖος πανύμνητε.
Ἕτερος. Σύ μου ἰσχύς.
Ἔχων ἰσχύν, παρὰ Θεοῦ παντοκράτορος, ἐκδιώκεις, πνεύματα ἀκάθαρτα, ἑπτὰ ἐκ κόρης σαῖς προσευχαῖς, δαιμονιῶντας ἄλλους, πλείους τῶν τεσσαράκοντα, δεινῶς ἐνοχλουμένους καὶ φωνοῦντας ἀτάκτως, ἰατρεύεις τελείως θεσπέσιε.
Ὅλῃ ψυχῇ, ὅλῃ καρδίᾳ πανόσιε, τὴν Μητέρα, τοῦ Θεοῦ ἠγάπησας, καὶ ἐπικλήσει ταύτης θερμῇ, ῥῶσις τοῖς νοσοῦσιν, ἀπαλλαγή τε τοῖς πάσχουσι γέγονας, καὶ πάθος τε καρκίνου ἐθεράπευσας, Πάτερ ἰατρῶν τῇ δυνάμει ἀνίατον.
Ὕδωρ ζωῆς, ὄντως ὑπάρχων ἁλλόμενον, θεοφόρε, πᾶσι τοῖς αἰτοῦσί σοι, ἡ σὴ εὐχή, γέγονε πηγὴ θείων χαρισμάτων, πλείστοις τυφλοῖς ἡ ἀνάβλεψις, μητράσιν ἀτέκνοις, εὐτεκνίαν παρέχων, καὶ πληγὰς ἀνιάτους ἰώμενος.
Θεοτοκίον.
Ὄρος Θεοῦ, χαῖρε Παρθένε πανάχραντε, ὄρος πῖον, χάριτι κατάσκιον, χαῖρε σκηνή, χαῖρε κιβωτέ, χαῖρε ἡ λυχνία, τὸ φῶς τὸ θεῖον βαστάσασα, ἡ δόξα τῶν Ὁσίων, ἡ χαρὰ τῶν δικαίων, εὐφροσύνη πιστῶν καὶ διάσωσμα.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σεμνὸς καὶ ἡσύχιος, ἁπλοῦς ἁγνὸς καὶ ἄκακος, ὅσιος καὶ πρᾶος καὶ ἀνδρεῖος, μέτριος σώφρων, καὶ εὐσυμπάθητος ὤφθης, τῆς Τριάδος γεγονώς, θεῖον οἰκητήριον, καὶ τοῦ Πνεύματος ὄργανον.
Προλέγειν τὰ μέλλοντα, καὶ προορᾶν τὰ πόῤῥωθεν, θαύματα τε βλύζειν καθ’ ἑκάστην, κατηξιώθης, Ὅσιε Ἄνθιμε, ἰάσεις ἀναργύρως ἐκτελῶν, πίστει τοῖς προστρέχουσι, καὶ διώκων τοὺς δαίμονας.
Οὐκ ἔδει καλύπτεσθαι, τὸ φῶς ὑπὸ τὸ μόδιον ὄντως, ὡς ὁ Κύριος προέφη, ἀλλ’ ὡς ἐν λυχνίᾳ ἐξήστραψας, Πάτερ τῶν θαυμάτων σου βολαῖς, καὶ ποιμὴν προβάτων, λογικῶν ἀναδέδειξαι.
Τοῦ ἤθους τὸ κόσμιον, καὶ τὸ γλυκὺ τοῦ λόγου σου, εἵλκυσε ψυχάς, ὥσπερ μαγνήτης, σεμνῶν γυναίων, αἳ ἠκολούθουν σοι, Πάτερ διδασκόμεναι ἐκ σοῦ, ὡς αἱ Μυροφόροι πρίν, τῷ Χριστῷ παμμακάριστε.
Θεοτοκίον.
Μονὴν πανυπέρλαμπρον, εἰς δόξαν Σου ἐδείματο, πόθῳ ὁ Σός, πάναγνε θεράπων, ἵνα ὑμνῆται, καὶ εὐλογῆταί Σου, τὸ μέγα καὶ πᾶσι ποθητόν, ὄνομα πανύμνητε, εἰς αἰῶνα τὸν ἅπαντα.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Συμπαθῶς θεραπεύεις, πόδα ἡλκωμένον βοσκοῦ δεινοῦ πάσχοντος, ὅλον σεσηπότα, καὶ δακρύων ἐπάξιον θέαμα, καὶ ἄλλον ὡσαύτως, βοσκὸν παράλυτον συσφίγγεις, ἐνεργείᾳ εὐχῶν σου πανόσιε.
Ἰατρὸν ἀσθενούντων, ὄντως συμπαθέστατον κόσμῳ δεδώρηται, ὁ Χριστός σε Πάτερ, καὶ πεινώντων τροφέα φιλεύσπλαγχνον, ἔγερσιν πιπτόντων, σωφρονιστὴν ἁμαρτανόντων, ὀρφανῶν τε καὶ πτωχῶν ἀντιλήπτορα.
Ὁ ναὸς Βοηθείας, μάρτυς ἀψευδής ἐστι τῶν θαυμάτων σου, ὁ λαὸς δὲ ἅπας, ὁ τῆς Χίου κηρύττει πληρέστατα, ὅτι σὲ προστάτην, φύλακα ῥύστην, ἰατρόν τε πρὸς Θεὸν πλουτεῖ παναοίδιμε.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, πύργε ἀπροσμάχητε τῶν εὐφημούντων Σε, ἡ παντὶ τῷ γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τὴν ψυχήν μου διάσωσον πάναγνε.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τῇ σῇ σαρκὶ οὐ προσέδωκας, ἀναύπασιν ποσῶς οὐκ ἐνύσταξας, ἕως τὰ πρόβατα, τὰ σὰ εἰς μάνδραν συνήγαγες, προεικονίζων Πάτερ τὴν ἐπουράνιον.
Ὡς κρίνα ὄντως μυρίζουσιν, οἱ πόνοι οὓς Πάτερ ὑπέμεινας, ὑπὲρ τῆς ποίμνης σου, ὡς δὲ ἁγίασμα τίμιον, οἱ σοὶ ἱδρῶτες μάκαρ, ταύτην κατήρδευσαν.
Λιμὴν ἐδείχθης γαλήνιος, ψυχῶν χειμαζομένων καὶ ἄγκυρα, τῶν ὀρφανῶν πατήρ, τροφεὺς πτωχῶν συμπαθέστατος, καὶ τῶν παρθένων σκέπη καὶ τεῖχος Ἅγιε.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε Θεόνυμφε, πρεσβείαις τοῦ κλεινοῦ Σου θεράποντος, ἣν Σοὶ ἀνήγειρε, Μονὴν ἐνταῦθα πανύμνητε, ἀπὸ παντοίας βλάβης φύλαττε Δέσποινα.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Τύπῳ σῆς θείας μορφῆς, καὶ σῆς εὐχῆς ἐπικλήσει, ἐκ κλύδωνος φοβεροῦ, θαλάσσης ὁ πλοίαρχος, λυτροῦται πρεσβείαις σου, καὶ τὸ πλοῖον Πάτερ, παραδόξως διασώζεται.
Ἐχινοκόκκου δεινή, ἀσθένεια θεραπεύεται, πασχούσης εὐλαβῶς, πιούσης τὸ ἔλαιον, ὃ Πάτερ ηὐλόγησας, καὶ πληροῦνται θάμβους, ἰατροὶ Θεὸν δοξάζοντες.
Θαῦμα ὁ βίος ὁ σός, ὁ λόγος θαυμασιώτερος, ἡ γλῶσσά σου φωταυγής, τὸ στόμα θεόσοφον, Πάτερ ἁγιώτατε, ὁ δὲ νοῦς σου μάκαρ, τοῦ Θεοῦ κατοικητήριον.
Θεοτοκίον.
ᾈσμάτων ᾆσμα Σὺ εἶ, θεοχαρίτωτε Δέσποινα, Ἀγγέλων ἡ καλλονή, βροτῶν ἡ ἀνάπλασις, ἡ στάμνος ἡ πάγχρυσος, τῆς ζωῆς τὸ μάννα, ζωῆς θείας με ἀξίωσον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν τοῦ Δεσπότου μιμητὴν καὶ θεῖον Ἄνθιμον, νεοφανῆ ὥσπερ ἀστέρα ἀναλάμψαντα, ἐν τῇ Χίῳ καὶ ἐγείραντα Μονὴν ἐκ τοῦ μὴ ὄντος, τὸν ποιμενάρχην καὶ προστάτην ἡμῶν μέγιστον, κατὰ χρέος εὐφημοῦμέν σε τὰ σὰ τέκνα, πόθῳ κράζοντα· Χαίροις, Πάτερ ἁγιώτατε.
Ὁ Οἶκος.
Ἄγγελος ἐξ ἀνθρώπων, ἐκ Θεοῦ ἐδωρήθης, ἡμῖν τοῖς γεηροῖς θεῖε Πάτερ· ἐν ἐσχάτοις γὰρ χρόνοις, ὥσπερ ἥλιος ἔλαμψας, φωτίζων τὰς ψυχὰς τῶν προστρεχόντων σοι· διό σοι κραυγάζομεν τὰ τέκνα σου πιστῶς τοιαῦτα·
Χαῖρε, ὁ γόνος τῆς νήσου Χίου·
χαῖρε, τὸ θρέμμα ταύτης καὶ κλέος.
Χαῖρε, τῆς πατρίδος ἁπάσης τὸ καύχημα·
χαῖρε, τῆς Ἱερᾶς Μονῆς σου θησαύρισμα.
Χαῖρε, ὄτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ·
χαῖρε, ὅτι σὺ ἐβάδισας τῶν Ἁγίων τὴν ὁδόν.
Χαῖρε, ἰατρὲ νοσημάτων ἀνάργυρε·
χαῖρε, διῶκτα δαιμονίων ταχύτατε.
Χαῖρε, μοναζόντων πρόξενε σωτηρίας·
χαῖρε, τῶν θλιβομένων τρόπε παρηγορίας.
Χαῖρε, Ἄνθιμε, ἄνθος νοητοῦ παραδείσου·
χαῖρε, εὔοσμον μῦρον, Πνεύματος παναγίου.
Χαίροις, Πάτερ ἁγιώτατε.
Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἀνθίμου τοῦ Βαγιάνου τοῦ ἐν Χίῳ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐξεχύθη σου ἡ χάρις ἐν τοῖς χείλεσι πλουσία ἄνωθεν, Ἄνθιμε Πάτερ ἡμῶν· διὸ οἱ ὁρῶντές σε πάντες ἐξίσταντο, καὶ ἐκραύγαζον· πόθεν τοσαῦται χάριτες, καὶ ἡ ἔνθεος σοφία.
Θεοκίνητον καθάπερ Πάτερ ὄργανον ὤφθη τὰ χείλη σου, καὶ ὥσπερ πλῆκτρον, ἡ σὴ γλῶσσα ἀναδέδεικται, σεπτὰ διδάγματα, μελῳδοῦσά τε, καὶ τὰς ψυχὰς ἑλκύουσα, ὥσπερ ἄλλος τις μαγνήτης.
Οὐκ ἰσχύομεν τοῖς λόγοις διηγήσασθαι τὰ σὰ θαυμάσια, τοὺς δὲ ἀγῶνας στεῤῥέ, οὓς χαίρων κατέβαλες, ὑπὲρ τῆς ποίμνης σου, νοῦς ἀνθρώπινος, οὐκ ἐννοῆσαι δύναται· διὸ πόθῳ σε τιμῶμεν.
Θεοτοκίον.
Ἀπειρόγαμε τὴν ποίμνην ταύτην φύλαττε ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, ἣν πόθῳ συνήθροισεν, ὁ θεῖος λάτρις Σου, αὐτοῦ πρεσβείαις ἐν οὐρανοῖς συνάγαγε, ἐν μοναῖς ταῖς αἰωνίοις.
Ἕτερος. Παῖδες Ἑβραίων.
Ὕψωσας χεῖράς σου ὁσίας, καὶ εὐχὰς ταπεινάς, πρὸς τὸν Θεὸν τῶν ὅλων, καὶ δὶς ὑετὸν κατέπεμψεν, ὁ Πλάστην ἐπὶ τὴν νῆσον ἅπασαν, τῇ θερμῇ σου μεσιτείᾳ.
Μέγιστον κίνδυνον προβλέπων, ἔσπευσας φωνῆσαι τοὺς ἐργάτας, καὶ τοῦ ὄρους κατακρημνιζομένου, τούτους θανάτους ἔσωσας, θεϊκῇ σου προοράσει.
Ἅπασα Χίος εὐφημεῖ σε, ἀπολαύουσα τῶν εὐεργεσιῶν σου, καὶ εἰς πᾶσαν τὴν γῆν, ὡς ἀστραπὴ ἐκλάμπει, Ἄνθιμε παμμακάριστε, τῶν θαυμάτων σου ὁ φθόγγος.
Θεοτοκίον.
Τίθημι πᾶσαν τὴν ἐλπίδα, τῆς ζωῆς μου εἰς Σὲ Παρθενομῆτορ· μὴ παρίδῃς με, ἀλλ’ οἴκτειρον καὶ σῶσον, καὶ τῆς ἐκεῖ με λύτρωσαι, αἰωνίου καταδίκης.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νέος οὐρανὸς ἐν γῇ ὡράθης, τὸν Κύριον ὥσπερ ἥλιον παμμέγιστον, Πάτερ ἁγιώτατε, ἔχων ἐν τοῖς στέρνοις σου, ὡς δὲ σελήνην, πάμφωτον ἀργυραυγίζουσαν, τὴν ἄχραντον Παρθένον, καὶ ὡς λαμπροὺς ἀστέρας, τὰς θείας διδαχάς σου.
Ὅλον σου τὸν βίον διανύσας, ἐν κόποις καὶ κακουχίαις ταῖς τοῦ σώματος, ἔφερες τοῖς ὤμοις σου, Πάτερ ἀγαλλόμενος, τὸν τοῦ Σωτῆρος Ἅγιε, σταυρὸν καὶ ἔκραζες· τὸν Κύριον, ποθήσατε τέκνα, ἵνα καὶ συζῆτε, αὐτῷ εἰς τοὺς αἰῶνας.
Μάννα ἐπουράνιον ἐδείχθης, τοῖς πᾶσι τὰ πάντα προσγινόμενος, πυρὸς γὰρ τῆς ἀγάπης σε, ἔνδον καταφλέγοντος, τὰ τοῦ Δεσπότου σπλάγχνα τὰ εὐσυμπάθητα, ἐμιμήσω· ὅθεν ἀμαράντινός σοι, ἡτοίμασται Πάτερ ὁ στέφανος.
Ἴσον σου τὸν δρόμον ἐκτελέσας, Ὁσίοις τε καὶ Ἱεράρχαις καὶ Δικαίοις, ἴσα καὶ τὰ ἔπαθλα, ἀπεδέκχῃ ἐν οὐρανοῖς τῶν πόνων σου, ὄντως ἐπάξια, σὺν τούτοις συγχορεύων ἀπαύστως· σὲ ἐκδυσωποῦμεν, ἡμῶν μὴ ἐπιλάθη.
Θεοτοκίον.
Ἔχων Σὲ κραταίωμα καὶ σκέπην, καὶ μέγα ἐν περιστάσεσι προπύργιον, τεῖχος καὶ ὀχύρωμα, Δέσποινα Θεόνυμφε, ὁ Σὸς θεράπων ἄχραντε, ὡς ῥόδον ἤνθησε, καὶ κόσμον εὐωδίασε πάντα, Ἄνθιμος ὁ θεῖος, ἡμῶν ὁ ποιμενάρχης.
Ἕτερος. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἀλογίας ἡ φύσις τῷ σῷ λόγῳ, μεταβάλλεται εἰς λογικὴν θεόφρον, οἱ βλέποντες δὲ πάντες ἐξεπλήσσοντο, τῇ γὰρ ἀρετῇ σου, καὶ ἄλογον ζῷον, ὡς λογικὸν ὑπείκει.
Γέρα θεῖα τῶν ἱερῶν σου πόνων, ἐκ Θεοῦ εἰληφώς, ποιεῖν θαυματουργίας, ἔτι ὑπάρχων θεοφόρε, ἐν τῷ σώματι, νῦν δὲ μετ’ Ἀγγέλων, χορεύων καὶ Δικαίων, ἡμῶν μὴ ἐπιλάθῃ.
Ἐκ Θεοῦ σοὶ ἐδόθη ἐξουσία, καὶ ἐπάταξας ὄφεις τε καὶ σκορπίους, τους νοητούς, καὶ αἰσθητόν, πανεύφημε, ὄφιν ὁ σὸς λόγος, ἀκίνητον κρατήσας, νεκρὸν ἀποδεικνύει.
Θεοτοκίον.
Ῥῦσαι τότε Μαρία Θεοτόκε, τοὺς Σοὺς δούλου, ἡνίκα ὁ Υἱός Σου, ἔλθῃ τοῦ κρῖναι κτίσιν ἅπασαν, καὶ διαχωρίσαι, πάντας ἀπ’ ἀλλήλων, δικαίους καὶ ἀδίκους.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ηὔγασαν φαιδρῶς, καθάπερ ὁ ἥλιος, πόνοι καὶ μόχθοι σου καὶ τὰ κατορθώματα, ἅπερ εἰργάσω ἐπὶ γῆς, πανεύφημε· δι’ ὧν Χριστὸς ἀμείβων σε, λαμπρῶς ἐδόξασε, βιοτεύων ἔτι ἐν τῷ σώματι, καὶ πασῶν τῶν χαρίτων ἐνέπλησε.
Εἰργάσω καλῶς τὸ τάλαντον Ὅσιε, ὅπερ ἀπείληφας, ἐκ χειρὸς τοῦ Κτίστου σου, καὶ τοῖς ἱδρῶσί σου ὑπερηύξησας· διὸ βοᾷς πρὸς Κύριον ἐν παῤῥησίᾳ πολλῇ· ἐν χαρᾷ σου Δέσποτα, εἰσάγαγε, σὺν ἐμοὶ καὶ τὰ τέκνα μου δέομαι.
Δέχου τὴν ᾠδήν, Πάτερ ἁγιώτατε, ἥν σοι προσάγομεν, δῶρον ὡς ἐλάχιστον, τοῦ πολλοῦ χρέους, ὃ πρὸς σὲ ἔχομεν, καὶ τὴν θερμὴν ἀντίληψιν καὶ προστασίαν σου, τὰ σὰ τέκνα μὴ ὑστερηθείημεν, ὡς ἡμῖν καθυπέσχου θειότατε.
Ὥσπερ ὁ Χριστός, τῆς χήρας ἐδέξατο, μικρὸν τὸ ἔλεος, οὕτω Πάτερ Ἅγιε, καὶ τὸ παρόν μου δέχθητι πόνημα, τὸ εὐτελὲς καὶ ἄτεχνον, ὃ σοὶ ἀνέθεσα, καὶ ἀντίδος θείαν εὐλογίαν σου, καὶ ψυχῆς σωτηρίαν καὶ ἔλεος.
Θεοτοκίον.
Ἅπας γηγενής, θαυμάζει πανάχραντε, τὰ μεγαλεῖά Σου, Μῆτερ ἀειπάρθενε, καὶ τῶν θαυμάτων σου τὸ ἀπέραντον, τὴν δὲ σεπτὴν εἰκόνα σου καὶ χαριτόβρυτον, ἡ Μονή Σου τέρπεται κατέχουσα, καὶ γεραίρει τὸν ταύτην ἐγείραντα.
Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ἀκούσασα γυνή τις τὴν πρὸς Θεὸν ἐκδημίαν σου Πάτερ, ἔσπευσε πρὸς τὸ σεπτὸν σκῆνός σου, καὶ κλαίουσα ἀνεκραύγαζε, μέγιστον καλοῦσά σε ἰατρόν· ἐν ταύτης γὰρ τῷ οἴκῳ, ἑπταρίθμους νοσοῦντας, πρὸς τὴν ὑγείαν ἐπανήγαγες.
Ἰάτρευσον παντοίων καὶ χαλεπῶν, ἁγιώτατε Πάτερ τὴν ποίμνην σου, ὡς συμπαθής, νόσων τῶν σωμάτων καὶ τῶν ψυχῶν, εὐχαῖς ταῖς εὐπροσδέκτοις σου, ὅπως ὑμνοῦσα, γηθοσύνως γεραίρῃ, χαρμοσύνως καὶ εὐφροσύνως μεγαλύνῃ σε.
Ῥυσθείημεν κολάσεως διὰ σοῦ, πανσεβάσμιε Πάτερ δεόμεθα, καὶ εὐλαβῶς, μνήμην σου τελοῦμεν τὴν ἱεράν, τὴν τῶν πταισμάτων ἄφεσιν, τὴν τῶν χαρισμάτων διανομήν, τὴν θείαν προστασίαν, ψυχῶν τὴν σωτηρίαν, ταῖς σαῖς εὐχαῖς ἀπεκδεχόμενοι.
Θεοτοκίον.
ᾨδὰς σοὶ εὐχαρίστους Κόρη ἁγνή, Σοὶ προσφέρομεν ἄχραντε Μῆτερ Θεοῦ, ὅτι διασώζεις ἡμᾶς ἀεί, ἐκ πάσης περιστάσεως, τρέφεις τε καὶ θάλπεις καὶ προνοεῖς· ἀλλὰ δεόμεθά Σου, καὶ θείας Βασιλείας, μετὰ τὸ τέλος καταξίωσον.
Ἐξαποστειλάρια. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὰ στίφη τῶν μοναζόντων, τῶν ἱερέων ὁ χορός, καὶ ἡ πληθὺς φιλεόρτων, τὸν θεῖον Ἄνθιμον φαιδρῶς, τὸ νεοκόσμητον ἄνθος, ᾠδαῖς ὑμνήσωμεν πάντες.
Ὑπέρμαχον σὲ πλουτοῦμεν, καὶ ἀντιλήπτορα θερμόν, ἐν θλίψεσι καὶ ἐν νόσοις, μέγιστον πρέσβυν πρὸς Θεόν, πανυπερσέβαστε Πάτερ· διό σε ἀνευφημοῦμεν.
Θεοτοκίον.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.
Αἶνοι. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς νήσου Χίου βλαστός, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ νέον καύχημα, τὸ κλέος τῶν μοναζόντων, μοναζουσῶν στηριγμός, ἱερέων δόξα καὶ εὐπρέπεια, ἀστὴρ ὁ πολύφωτος, ὃς ἐν κόσμῳ ἐξήστραψε, τόνδε τὸν χῶρον, οὐρανὸν ἄλλον δεύτερον, καὶ ἠφάνισε, τὴν δαιμόνων σκοτόμαιναν· ἄνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, τῆς ἀπροσίτου Τριάδος τὸ ἱερὸν οἰκητήριον, Χριστὸν ἐκδυσώπει, ἐλεῆσαι ἡμᾶς πάντας, Πάτερ δεόμεθα.
Χαίροις, εὔοσμον ἄνθος Χριστού, τῶν ἀρετῶν τὸ ὑψηλὸν ἐνδιαίτημα, ὁ οἶκος τῆς πράξεώς τε, καὶ θεωρίας ὁμοῦ, ταπεινοφροσύνης τὸ κειμήλιον, εὐχῆς ἐργαστήριον, ἀενάου γλυκύτατον, πλήρης σοφίας, Ἰησοῦ τὸ μελέτημα, τῆς πραότητος, τὸ τερπνότατον ἄγαλμα· ἥλιε διακρίσεως, πηγὴ κατανύξεως, διπλῆς ἀγάπης ταμεῖον, τῆς πρὸς Θεὸν καὶ τὸν ἔγγιστα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Χαίροις, ὁ ἐν ὑστέροις καιροῖς, Θεοῦ προνοίᾳ ἀναλάμψας τοῖς πέρασι, ὁ ῥύστης ὁμοῦ καὶ φύλαξ, καὶ ἀντιλήπτωρ θερμός, ὁ παρέχων πᾶσι τὴν βοήθειαν, ἀεὶ γὰρ πλουτοῦμέν σε, ἰατρὸν ἀκαταίσχυντον, ἐπίκουρόν τε, συμπαθῆ ἐν ταῖς θλίψεσι, διασώζοντα, ἐκ ποικίλων κακώσεων· φρούρει ἐκδυσωποῦμέν σε, ὦ Πάτερ θειότατε, τὴν νῆσον ταύτην καὶ πάντας, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, ἐκ πάσης ἀνάγκης, καὶ Χριστὸν ἐκδυσώπει ὑπὲρ τῆς ποίμνης σου.
Οἶκον τῶν ἱερῶν ἀρετῶν, προκαταστήσας σεαυτὸν θεῖε Ἄνθιμε, τὸν θεῖον τῆς Θεοτόκου, καὶ Βοηθείας ναόν, λαμπρῶς ἀνεγεῖραι κατηξίωσαι, Μονὴν πανυπέρλαμπρον, ἀρετῆς παιδευτήριον, οἰκοδομῆσαι, τῶν παρθένων εἰς οἴκησιν, ἐναρξάμενος, εὐσεβῶς ἐτελείωσας, ἔνθα καὶ τὸ πολύαθλον, κατάκειται σῶμά σου, ὡς θησαυρὸς κεκρυμμένος, πηγὴ θαυμάτων τοῖς χρήζουσι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἀνέτειλεν ἡμῖν, τοῦ θεοφόρου ἡμῶν ποιμενάρχου ἡ σεβάσμιος μνήμη, ὡς ἔαρ ἡδύπνοον, πᾶσιν εὐωδιάζουσα καὶ συγκαλοῦσα πρὸς εὐφροσύνην μυστικήν· ἰδοὺ γὰρ παραγίνεται ἐν μέσῳ ἡμῶν χάριτας νέμων πνευματικάς, ὡς ἥλιος ἐξαστράπτων, ὁ μέγας Πατὴρ ἡμῶν Ἄνθιμος· ὁ θεόσοφος διδάσκαλος, ὁ σὺν τοῖς ἀγραμμάτοις μαθηταῖς μαθητευθείς, καὶ πάντων τῶν φιλοσόφων φιλοσοφώτερος δειχθεὶς τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι· ὁ στῦλος οὐρανομήκης τῶν ἀρετῶν, ὁ ἀποστολικῶν χαρισμάτων ἀξιωθείς, ὁ τὸ βάθος τῆς τοῦ Θεοῦ σοφίας ἐρευνήσας καὶ θεῖον γλυκασμὸν σταλάζων ἐκ τῶν χειλέων αὐτοῦ· ὃς καὶ τὴν ποίμνην συνήγαγεν ταύτην καὶ οἶκον Κυρίου ἀνήγειρε πόθῳ καὶ τῇ Μητρὶ τοῦ Θεοῦ ἀνέθετο, ᾗ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν καὶ ὑπὲρ πάντων τῶν τιμώντων τὴν ἱερὰν αὐτοῦ καὶ πανσέβαστον κοίμησιν.
Καὶ νῦν. Θεοτοκίον.
Σήμερον, συγκαλεῖται ἡμᾶς ἡ πανύμνητος Παντάνασσα, ἐπὶ τῇ νεύσει τῆς παντίμου αὐτῆς εἰκόνος. Δεῦτε οὖν φιλέορτοι, καὶ τῶν παρθένων ὁ χορός, ᾄσωμεν τῇ πανάγνῳ εὐχαριστήριοις ὕμνοις ἐπὶ τοῖς θαύμασιν αὐτῆς· ναὸν γὰρ καὶ Μονὴν ἤγειρεν ἡμῖν· ὅθεν βοήσωμεν εὐχαρίστως, ἡ ἐλπὶς καὶ ἡ βοήθεια ἡμῶν, ἐλέησον διὰ τῆς χαριτοβρύτου σου εἰκόνος τὴν ποίμνην σου. Ἡμεῖς γὰρ λαός σου καὶ πρόβατα νομῆς σου, σῶσον ἡμᾶς πανάχραντε, διὰ τοῦ τόκου σου.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας νέε ἀστήρ, δόξα μοναζόντων, εὐφροσύνη μοναζουσῶν, πατέρων λαμπρότης, ὁ πλήρης χαρισμάτων, τὸ κλέος τῆς σῆς ποίμνης, ὦ Πάτερ Ἄνθιμε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου