ΜΑΪΟΥ 4!!
ΠΕΛΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Φιλαρέτου Βιτάλη ἀρχιμανδίτη)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄,
καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες. Ἀκροστιχὶς ὅλων ἕως
τέλους τῶν Προσομοίων:
Φιλάρετος.
Φωτὶ ἐλλαμφθεῖσα
τοῦ Χριστοῦ, Πελαγία πάνσεμνε, θερμῶς Αὐτῷ ἠκολούθησας,
καὶ διετράνωσας, πίστιν τὴν ἁγίαν, ἐνθεαστικώτατα, φωτίζουσα ψυχὰς ὡς
φωτόμορφος, καὶ ἁγιώνυμος. Διὰ τοῦτο σὲ γεραίρομεν, θεαρέστως τιμῶντες τὴν
μνήμην σου.
Ἰάσεως
γέγονας πηγή, Μάρτυς ἀνεξάντλητος, τῶν ἐν ψυχῇ καὶ τῷ σώματι, κινδύνοις
πλείστοις δέ, κατατρυχομένων, καὶ εἰς μέγα πέλαγος, ὀδύνης καὶ δεινῶν ὄντων
πάνσεπτε, ἐκ τοῦ ἀλάστορος. Πελαγία, ὡς
προστρέχουσι, τῷ ναῷ σου παρέχεις ἰάματα.
Λιποῦσα τοῦ
κόσμου τὰ τερπνά, πρὸς ἀγῶνας ἔνδοξε, ἀνδρειοφρόνως ἐχώρησας, καὶ κατενίκησας,
τοῦ Βελίαρ, πάσας μηχανὰς καὶ δέλεαρ, διὸ καὶ Ἀθληφόρος πανθαύμαστος, σὺ ἀναδέδειξαι,
Πελαγία ἀξιΰμνητε, σοῦ τελοῦμεν, τὸ θεῖον
μνημόσυνον.
Ἀσμένως ὑπήνεγκας
σεμνή, πόνους τῆς ἀθλήσεως, καὶ τὰς βασάνους συνέτριψας, διὸ τῆς πίστεως, πρὸς
τὸ σὸν Νυμφίον, ὅν θερμῶς ἠγάπησας, διὸ σοῦ καὶ τὸ αἷμα ἐκχύσασα, Μαρτύρων
καύχημα, Πελαγία θεοτίμητε, συγχορεύεις, ταῖς
ἄνω Δυνάμεσιν.
Δόξα. Ἦχος δ΄.
Ῥημάτων ἀσεβῶν,
καὶ βασάνων αἰκισμούς, τὸ πέλαγος ἀνέτρεψας, Πελαγία
ἀείμνηστε, τῆς γὰρ ἀγάπης τοῦ Χριστοῦ οὐδὲν ἴσχυσε χωρῆσαί σε, ἀλλ’ εἰς
Αὐτὸν πεφοινιγμένη τῷ αἵματι ἀνέδραμες. Ὤ καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Εἴληφας ἀληθῶς,
θεόθεν Πελαγία, τὸν στέφανον τῆς δόξης, ἐνήθλησας
γὰρ ὄντως, ὑπὲρ Χριστοῦ πανεύφημε.
Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριο, καὶ προσέσχες
μου καὶ εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου.
Τίμιος καὶ
σεπτός, ὁ θάνατός σου Μάρτυς, κατέστη διὰ τοῦτο, τιμῶμέν σου τὴν μνήμην, καὶ τὸν
Χριστὸν δοξάζομεν.
Στ.: Καὶ ἔστησεν
ἐπὶ πέτρας τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Ὄλβιος
προφανῶς, Ἁγία ἀνεδείχθης, καὶ θαυμαστὴ ἐν πάσι, διὸ τὰ λείψανά σου, ἐκβρύουσιν
ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σῶζε ἡμᾶς ἀεί,
Θεοκυῆτορ Κόρη, ἀπὸ παντὸς κινδύνου, μετὰ τῆς Πελαγίας,
τῷ Σῷ Υἱῷ πρεσβεύουσα.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Μεσούσης τῆς ἑορτῆς.
Τὸ πέλαγος τῆς ζωῆς, διῆλθες
πανευκλεῶς, Πελαγία Μάρτυς πανεύφημε· ἐν τῇ
πίστει θερμῶς διέπρεψας, τῶν βασάνων εἴληφας τὴν ἐνέργεια· διὸ νῦν τὸν Χριστόν,
ἱκέτευε ὑπὲρ ἡμῶν.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς
τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς καὶ τῆς Ἁγίας. Ἦχος
δ'. Ἔδωκας σημείωσιν
Βάπτισμα τὸ πάνσεπτον, καὶ ἱερὸν καὶ
σωτήριον, Πελαγία ποθήσασα, σπουδῇ ἐπεζήτησας,
καὶ εὑροῦσα Μάρτυς, τὸν μυσταγωγοῦντα, μετ’ εὐφροσύνης καὶ χαρᾶς, τῷ ποθουμένῳ
θᾶττον προσέδραμες, καὶ ξένων κατηξίωσαι, θεωριῶν ἀξιάγαστε· ὡς νεᾶνις ὀπίσω
δέ, τοῦ νυμφίου σου ἔδραμες.
Κόσμον τὸν ἐπίγειον, καταλιποῦσα ὡς
πρόσκαιρον, καί φθαρτόν καὶ εὐμάραντον, τὴν θείαν εὐπρέπειαν, ὡς ἀεὶ ἑστῶσαν,
καὶ ὡς κεκτημένην, διηνεκῆ τὴν χαρμονήν, καὶ θυμηδίαν καὶ καθαρότητα, συντόνως
κατεδίωξας, καὶ παρθενίᾳ προσείληφας, τῶν Μαρτύρων τὴν εὔκλειαν, δι' ἀμφοῖν ἀναλάμψασα.
Ἄπειρον καὶ ἄφραστον, τῶν σῶν
θαυμάτων τὸ πέλαγος, Πελαγία πανεύφημε·
Χριστὸν γὰρ ποθήσασα, καθαρᾷ καρδίᾳ, καὶ τελειοτάτῃ, τῶν αἰκισμῶν καὶ τοῦ
πυρός, καὶ τῶν βασάνων καταπεφρόνηκας· διὸ σε καρτερόψυχε, θαλαμηπόλον οὐράνιον,
ὁ νυμφίος εἰργάσατο, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Ἐξέλαμψε σήμερον τῆς Ἀθληφόρου ἡ
μνήμη, διηνθισμένη ταῖς ἀρεταῖς, καὶ τοῖς αἵμασι τοῦ μαρτυρίου πεποικιλμένη. Διὸ
φιλέορτοι ἐπαγαλλόμενοι πνευματικῶς, συνδράμωμεν ταύτην χρεωστικῶς, καὶ τοῖς ὕμνοις
τιμήσωμεν λέγοντες· χαίροις τῶν παρθένων τὸ κλέος, τῶν ἐν γυναιξὶν ἡ κορυφή, καὶ
ἀρετῶν τὸ ἐγκαλλώπισμα· χαίροις, ἡ ἐν σταδίῳ τυραννικῷ τὴν ἀντίθεον δόξαν ἐλέγξασασα,
ὁμολογήσασα δὲ στεῤῥῶς, Θεὸν τὸν ἐν Τριάδι· χαίροις, ἡ ἐν βασάνοις δεινοῖς,
πίστιν τὴν ἁγίαν τρανώσασα, ὑπὲρ ἧ καὶ τὸν βίον δι’ αἵματος ἐπισφραγίσασα. Διὸ
παρὰ Χριστοῦ Πελαγία πανεύφημε, τὸν ἀμαράντινον
στέφανον ἐκομίσω, καὶ πρεσβεύεις διὰ παντός, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Φῶς ἱλαρόν. Τὸ Προκείμενον
τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα
ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.
Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς,
ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα,
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν
ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα.
Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ Ταρσὸς ἡ
πόλις, καὶ συναγάλλου αὐτῇ ἥ δε περίπτυστος Μονή, ἐπὶ τὴν μνήμην τῆς Ἀθληφόρου Πελαγίας, καὶ ταύτης τὸν ἔπαινον κροτήσωμεν,
γηθόμενοι πάντες οἱ εὐσεβεῖς, ὅτι ὡς ἄνθος εὔοσμον ἡ πανεύφημος ἀνεβλάστησε, καὶ
ὡς ἀστὴρ ἐωθινὸς ἐξανέτειλε τῷ κόσμῳ, πρὸς ἥν βοήσωμεν· χαίροις παντευλόγητε, εἰς
αἰῶνα αἰῶνος.
Ἦχος β΄.
Στομωθεῖσα ἀγάπη τοῦ σοῦ Νυμφίου
Χριστοῦ, Μάρτυς Πελαγία, Αὐτῷ ἠκολούθησας, ὁ
δὲ θεάρεστος βίος σου, ταῖς ἀρεταῖς φαιδρυνόμενος, ἀξίαν Αὐτοῦ σὲ κατέστησε. Διὸ
τὰ πάθη Αὐτοῦ, σαφῶς μιμησάμενη, ἀθανασίας ἔτυχες παρ’ Αὐτῷ , μετὰ δόξης αἰωνίου.
Ἦχος γ΄.
Παμφαὴς ἡ μνήμη ἐξανέτειλε Μάρτυς
Πελαγία, ὅθεν προσήλθομεν ἄσμενοι τῷ σῷ
πανσέπτῳ ναῷ, χάριν ἀπαντλοῦντες ζωήῤῥυτον, καὶ τὰς πρὸς Κύριον πρεσβείαις σου
αἰτούμενοι.
Ἦχος δ΄.
Σήμερον ἀδελφοὶ πανηγυρίσωμεν
θεοπρεπῶς, τὴν τοῦ Χριστοῦ παρθενομάρτυρα Πελαγίαν.
Αὕτη γὰρ ἐν τῷ τοῦ βίου πελάγει, τὴν πίστιν τὴν ἁγίαν καταλαβοῦσα ἐξήστραψε ταῖς
ἀρεταῖς, τὴν λαμπάδα τῆς Ὀρθοδοξίας ἄσβεστον κατέχουσα, ἐν δὲ τῷ σκάμματι ἀνδρείως
ἱστᾶσα, ἁπάσας συνέτριψε τοῦ πονηροῦ τὰς μηχανάς, τὸν Νυμφίον αὐτῆς Χριστὸν ὁμολογήσασα
στεῤῥῶς. Ὦ καὶ πρέσβευε ἀδιαλείπτως ὑπὲρ των ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φίλαθλοι ἀδελφοί, τὴν
Χριστομάρτυρα Πελαγίαν, ἐν ᾠδαῖς πνευματικαῖς
λαμπρῶς συνευφημήσωμεν, ὅτι τὸν δόλιον ἐχθρὸν ἀνδρειοφρόνως καθεῖλε, καὶ τὸ τῆς
πίστεως τρόπαιον ὑπερύψωσε. Νικηφόρως οὖν μετ’ Ἀγγέλων χορεύει, καὶ στεφηφόρως
σὺν τῇ χορείᾳ τῶν Μαρτύρων μεγαλύνεται, ἐν τῇ ἄνω κληρουχίᾳ. Αὐτῆς ταῖς ἱκεσίαις
Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς ἀξίωσον, τὴν τυραννίδα καθελεῖν καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Παρθενομάρτυς Χριστοῦ, ἡ
ἀγαπήσασα Αὐτὸν ἐμφανέστατα, ἡ πόθῳ κατακαεῖσα, ἐν τῇ καρδίᾳ θερμῶς, καὶ ἀντὶ
τοῦ γάμου Αὐτὸν ποθήσασα. Διὸ πρὸς τὸ Βάπτισμα, ἀῤῥύτως προσέδραμες, καὶ τὴν
ψυχήν σου, σὺν τῷ σώματι ἄριστα, ἐκαινούργησας, Πελαγία
πανύμνητε, ὅθεν καὶ τὸ σὸν ὄνομα, ἐν βίβλοις ἐγέγραπται, τῆς τὸν Θεὸν
Βασιλείας, καὶ καλλιπάρθενος γέγονας. Αὐτῷ οὖν πρεσβεύεις, τοῦ ῥυσθῆναι ἡμᾶς
πάντας, ἐκ περιστάσεων
Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριο, καὶ προσέσχες
μου καὶ εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, τοῦ Ἰησοῦ ἡ ἀμνάς, νύμφη
Ἁγία, εὐσεβείας κειμήλιον, παρθένων τὸ μέγα κλέος, καὶ τῶν πιστῶν καλλονή, τῶν ἐσκοτισμένων
ἡ ἀνάβλεψις, ἡ κόσμον γνωρίσασα, καὶ ὑπὲρ κόσμου βιώσασα, ἡ ἐν τοῖς πόνοις, ἀβλαβὴς
διαμείνασα, ἡ συντρίψασα, τοῦ ἐχθροῦ πᾶσαν δύναμιν, ὅθεν καὶ διεπέρασες, τοῦ
βίου τὸ πέλαγος, ὦ Πελαγία θεόφρον, καὶ
νικηφόρος ἀπείληφας, ζωὴν τὴν ἀγήρω, καὶ χορεύεις σὺν Ἀγγέλοις, ἐνδόξως
πάνσεμνε.
Στ.: Καὶ ἔστησεν
ἐπὶ πέτρας τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις, ἀειφανὴς ὡς λαμπάς, καὶ
φωτοφόρος Πελαγία παράδεισος, ἡ αἵματι
φοινιγμένη, τοῦ μαρτυρίου σαφῶς, καὶ χοροβατοῦσα ἐν τοῖς ἄνωθεν, θαλάμοις ἀείμνηστε,
τῷ Χριστῷ προσωμίλησας, στεφανηφόρον, δι’ ἡμᾶς ἱκετεύουσα, ὅπως πάντοτε, εἰς Αὐτοῦ
τὴν ἀγάπησιν, πάντες ὡς σὺ δουλεύωμεν, ἐν πίστει καὶ χάριτι, καὶ ἀρεταῖς
θεοπνεύστοις, χριστοπρεπῶς ἵνα λάμψωμεν, ἐν γῇ ὡς φωστῆρες, καὶ τῇ ἄνω Βασιλείᾳ,
Χριστοῦ ὡς ἄξιοι.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε λαοί, τὴν καλλιπάρθενον Πελαγίαν, τῆς Ἐκκλησίας τὸν γλυκασμόν, καὶ τῶν
πιστῶν ὑπογραμμόν, ἀνευφημήσωμεν. Αὕτη γὰρ τῷ τῆς ψυχῆς καὶ τοῦ σώματος κάλλει
κεκοσμημένη, κατηύγασεν, ὥσπερ ἥλιος, τὸν ἀγῶνα καλῶς τελέσασα, καὶ τὴν ὀρθόδοξον
πίστιν τηρήσασα. Νῦν δὲ τὴν ἱερὰν τοῦ Μαρτυρίου ἐσθῆτα ἀμπεχομένη παρίσταται
στεφανηφόρος τῷ Χριστῷ, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Σκεῦος ἔνθεον, τῆς παρθενίας, πλοῦτος
ἅσυλος, τῆς εὐσεβείας, Πελαγία ἀνεδείχθης
πανεύφημε, ὀρθοδοξία τὸν βίον φαιδρύνασα, καὶ μαρτυρίῳ αὐτὸν καταστέψασα.
Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἀγῶνας ἀνδρικούς, διεξήγαγες ὄντως,
σεμνὴ διὰ Χριστόν, τοῦ Βελίαρ τὸ κράτος, τοῖς ῥεῖθροις τῶν αἱμάτων σου, Πελαγία συνέτριψας, ὅθεν πάντιμος, καὶ φωταυγὴς ἡ
ψυχή σου, τῷ Νυμφίῳ σου, παραδοθεῖσα ἀσμένως, στεφάνων ἠξίωται.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Κατ’ ὄναρ τὸ βάπτισμα ὡραματίσθης
σεμνή, Χριστῷ ἠκολουθήσας, καὶ ἐβαπτίσθης διττῶς, ἐν πίστει καὶ αἵματι, ὅθεν σὺ
Πελαγία, στεφηφόρος εἰσῆλθες, ἄνω τοῖς
Βασιλείοις, τοῦ Νυμφίου σου πόθῳ, διὸ ἐν παῤῥησίᾳ πολλῇ, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ὅμοιον.
Διήνυσας πέλαγος πειρατηρίων πολλῶν,
καὶ νίκας προσήνεγκας, τῷ σῷ Νυμφίῳ Χριστῷ, Πελαγία
πανάριστε, ὅθεν λαμπροφοροῦσα, οὐρανίοις θαλάμοις, ἵστασαι μετ’ Ἀγγέλων,
καὶ δοξάζεις ἀπαύστως, Θεόν· καὶ ὑπὲρ πάντων ἡμῶν, οὐ παύεις πρεσβεύουσα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ
Ματθαίου· τῶν 10 παρθένων· ζήτει Σαββάτῳ ΙΖ΄ ἑβδομάδος Ματθαίου.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός.
Τὴν εὔσημον μνήμην θεοπρεπῶς, τῆς
πανενδόξου Πελαγίας, οἱ πιστοὶ τελοῦντες
σήμερον, δοξολογοῦμεν ἐκ ψυχῆς Χριστὸν τὸν Θεὸν ἡμῶν, Οὗ δεόμεθα ἐκτενῶς, ὅπως
αὐτῆς ταῖς ἱκεσίαις, ῥύσηται ἡμᾶς, ἐκ παντὸς πειρασμοῦ.
Οἱ Κανόνες τῆς Ἑορτῆς,
καὶ τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς: Πελαγία
τὸν αἶνον εἰκότως πλέκω. Ποίημα
Θεοφάνους.
ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Πελάγει, τῶν
σῶν θαυμάτων πλέοντι, αὔραν τοῦ Πνεύματος, νῦν μοι παράσχου Μάρτυς τοῦ Χριστοῦ,
Πελαγία πανεύφημε, καὶ πρὸς λιμένα εὔδιον, τῶν
σῶν ἐπαίνων καθοδήγησον.
Ἐκ βρέφους, προγνωστικῶς τῷ Κτίστῃ
σου, ἀνατεθεῖσα σεμνή, τὴν τῶν φθαρτῶν ἀπέῤῥιψας στοργήν, Πελαγία πανένδοξε, ἀῤῥενωπῶς τὰ πάθη δέ, θείᾳ
δυνάμει κατεπάτησας.
Λουτρὸν μέν, ἐπιθυμοῦσα δέξασθαι, τὸ
τοῦ Βαπτίσματος, ἱερουργὸν εὑροῦσα δὲ Χριστοῦ, Πελαγία
προσέδραμες, καὶ μετασχοῦσα γέγονας, φωτὸς ἐνθέου Μάρτυς ἔμπλεως.
Θεοτοκίον
Ἁγίων, ἁγιωτέρα πέφηνας, Παρθένε ἄχραντε,
τὸν τῶν Ἁγίων Ἅγιον Χριστόν, ἐν ἀγκάλαις βαστάσασα τὸν θεϊκαῖς δυνάμεσι, πᾶσαν
τὴν κτίσιν περιέχοντα.
ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.
Γῆ ὥσπερ τις
ἀγαθή, προσηκαμένη λογικὰ σπέρματα, Μάρτυς Χριστοῦ πάνσοφε, ταῦτα δαψιλῶς ἐγεώργησας.
Ἰθύνθης ὡς ἐκλεκτή,
πρὸς τὸν Δεσπότην καὶ Θεὸν σπεύδουσα, Μάρτυς Χριστοῦ ἔνδοξε, θείοις ῥωννυμένη
διδάγμασι.
Θεοτοκίον
Ἀνέστησας ὦ
σεμνή, τὴν πεπτωκυῖάν μου μορφὴν τέξασα, τὸν προφανῶς αἴτιον, τῆς ὑπερφυοῦς ἀναστάσεως.
Κάθισμα Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Τῷ πόθῳ τοῦ Χριστοῦ, τὴν ψυχὴν
πυρουμένη, ὑπῆλθες ἀνδρικῶς, τῷ σφοδρῶς ἐκκαέντι, θεόφρον χαλκουργήματι, Πελαγία καὶ γέγονας, τῷ Δεσπότῃ σου, εὐωδεστάτη
θυσία· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς
ᾨδὴ δ'. Ἐπαρθέντα σὲ ἰδοῦσα.
Τὴν τοῦ
Δεσπότου πορφύραν ἐνδεδυμένη, διὰ λουτροῦ πανένδοξε παλιγγενεσίας, πᾶσαν τὴν τοῦ
βίου τερπνήν, πορφύραν ἐκδέδυσαι, Μάρτυς Πελαγία πανέντιμε.
Ὁ πόθος τῶν οὐρανίων
ὡραιοτήτων, τοὺς ἐπὶ γῆς ἠμαύρωσε, πόθους, Ἀθληφόρε, ἐπτερώθης Χριστῷ, βοῶσα καὶ
λέγουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
Νενοθευμένην
θρησκείαν καταλιποῦσα, τῇ τοῦ Χριστοῦ προσέδραμες, σοφῶς Πελαγία, Μάρτυς παναοίδιμε, εἰδώλων πατήσασα, πᾶσαν
τὴν ἀπάτην θεόληπτε.
Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας
ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ
Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.
Ἰσχύσας τοῦ ἐχθροῦ,
καταλῦσαι τὸ φρύαγμα, πανεύφημε Πελαγία, τῷ
Σταυρῷ τοῦ Δεσπότου, σωθεῖσα καὶ τῇ χάριτι.
Νῦν χαίρεις ἀληθῶς,
συναφθεῖσα νυμφίῳ σου, ὑπέρλαμπρε μαρτυρίου, καὶ τῆς σῆς παρθενίας, τὰς
λαμπάδας κατέχουσα.
Θεοτοκίον
Ὁ Κύριος ἐν
σοί, Θεομῆτορ ἐσκήνωσε, τὸν ἄνθρωπον ἀναπλάττων, τὸν φθορᾷ πεπτωκότα, ἀπάτῃ τῇ
τοῦ ὄφεως.
ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς.
Νομίμως, τῷ
Χριστῷ νυμφευθεῖσα διήνυσας, τοῦ μαρτυρίου τὸν δρόμον, ἐπικαλουμένη τὸν σὸν
νυμφίον, καὶ λιμένι, γαληνοτάτῳ τούτου προσώρμισας.
Ἐπλάκη, σῇ
κορυφῇ ὡραιότατος στέφανος, δικαιοσύνης θεόφρον, Πελαγία,
Μάρτυς στεφανηφόρε· τὴν γὰρ πίστιν, μέχρι τέλους ἐτήρησας ἄτρωτον.
Θεοτοκίον
Ἰὸν μέν, πρὶν
ἀκοαῖς τῆς Εὔας ἐξέχεεν, ὁ σκολιώτατος ὄφις, σὺ δὲ μόνη τοῦτον ἐξετινάξω, Θεομῆτορ,
τὸν ἀναιρέτην τούτου κυήσασα.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Χαρμοσύνως
σήμερον, τῆς πανενδόξου, καὶ Ἁγίας Μάρτυρος, τῆς Πελαγίας οἱ πιστοί, τὴν θείαν
μνήμην γεραίρομεν, ὅτι νομίμως, τῇ πίστει ἐνήθλησεν.
Οἶκος.
Πελαγίαν χαριτώνυμον
παρθένον, τὴν πόθῳ ἱερῷ τὸν Νυμφίον Χριστὸν ἀγαπήσασα, τιμήσωμεν ἐνθέως οἱ
γηγενεῖς, ἐν λαμπρᾷ πανηγύρει τοῖς ᾄσμασι· καὶ γὰρ αὕτη ἀνδρειοφρόνως ἠγωνίσατο
κατὰ τῶν ἀθέων τυράννων, ὧν καὶ κατέβαλε τὴν ὀφρύν, ἀνθ’ ὧ καὶ νομίμως, τῇ
πίστει ἐνήθλησεν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας
Μάρτυρος Πελαγίας.
Βοὸς
τὸ χαλκούργημα πῦρ φανὲν φλέγον,
Βληθεῖσαν
ἔνδον τὴν Πελαγίαν φλέγει.
Ἀμφὶ
τετάρτῃ Πελαγίη καύθη βοῒ χαλκῷ.
Αὕτη ἦν ἐκ Ταρσοῦ, ἐν τοῖς χρόνοις
Διοκλητιανοῦ τοῦ βασιλέως. Ἀκούσασα δὲ περὶ τῆς εἰς Χριστὸν πίστεως, καὶ ζητοῦσα
μαθεῖν ὁποία τίς ἐστιν, ὄναρ τὸν Ἐπίσκοπον βαπτίζοντα ἐθεάσατο. Ἀπολυθεῖσα οὖν
παρὰ τῆς μητρός, ὡς δῆθεν πρὸς τὴν τροφὸν ἀπελθεῖν, πρὸς τὸν Ἐπίσκοπον
παρεγένετο· ὅς ἐκ θείας ἐπιπνοίας κινηθείς, προσεδέξατο αὐτὴν καὶ ἐβάπτισεν· ὅπερ
ὁ ἁρμοσάμενος αὐτὴν υἱὸς τοῦ βασιλέως ἀκούσας, καὶ ὅλως τοῦ πάθους γενόμενος διὰ
τὸν ἔρωτα, ἑαυτὸν ἀνεῖλεν. Ὁ δὲ Διοκλητιανός, μεταστειλάμενος τὴν παρθένον, καὶ
μεταστῆσαι ἀπὸ τὴν εἰς Χριστὸν πίστεως μὴ δυνηθείς, ταῦρον χαλκοῦν ἐκπυρώσας, ἐν
αὐτῷ τὴν Ἁγίαν ἔβαλεν· ἐν ᾧ ἅμα τὸ τέλος καὶ τὸ στέφανον τῆς ὁμολογίας ἐδέξατο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίου τοῦ
θαυματουργοῦ.
Ἔγνων
τὸν Ἱλάριον ἱλαρὸν φύσει,
Ὃς
θαυματουργεῖ ἐν τάφῳ τεθειμένος.
Οὗτος ἐκ νεότητος τὸν Σταυρὸν τοῦ
Κυρίου ἐπ’ ὤμων ἀράμενος, τῷ σταυρωθέντι Δεσπότῃ ἠκολούθησε, καὶ τὰ πάθη τῆς
σαρκὸς ὑποτάξας τῷ πνεύματι, χάριν πλουσίαν ἐκ Θεοῦ ἐδέξατο, ἰατρεύειν παντοῖα
νοσήματα καὶ φυγαδεύειν τοὺς δαίμονας. Στενωτάτῳ γὰρ οἰκίσκῳ ἑαυτὸν
κατακλείσας, καὶ ἀπαθείᾳ λαμπρυνθείς, τὸ θεῖον τῆς ἱερωσύνης ἐδέξατο χάρισμα.
Καὶ ἐπὶ πλείστοις χρόνοις τῇ σκληραγωγίᾳ ἐγκαρτερήσας, ὑπὸ πάντων θαυμαζόμενος ἦν,
διὰ τὰ ἄπειρα αὐτοῦ θαύματα. Ζώοις γὰρ ἐπετίμησε λυμαινομένοις τὰ φυόμενα
σπέρματα· καὶ πληγὴν χαλάζης ἔστησε· καὶ γῆν διψώσα ὄμβροις κατήρδευσε· καὶ ῥοῦν
ποτάμιον, ὡς Ἐλισσαῖος διέῤῥηξε· καὶ ξηρὰν χεῖρα ἰάσατο· καὶ τυφλῷ τῷ βλέπειν ἐχαρίσατο·
καὶ χωλῶν καὶ παρειμένων τὰς βάσεις διωρθώσατο· καὶ ἕτερα πλείστα πεποίηκε
θαύματα, εἰς δόξαν τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. Καὶ οὕτω τὴν τιμίαν αὐτοῦ ψυχήν, τῷ
Ποιητῇ αὐτοῦ παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀφροδισίου, Μίσδα (ἤ Μελή),
Μακροβίου, Οὐαλεριανοῦ, Λεοντίου, Ἀντωνίνου (ἤ Ἀντωνίου) καὶ τῶν σὺν αὐτῶν ἐν
Σκυθουπόλῃ μαρτυρησάντων.
Μάρτυρες
πλείστοι ἐν Σκυθουπόλῃ,
Τῶν
εἰδώλων ἀπέδειξαν τὸ ψεύδος.
Οὗτοι ἤλεγξαν τὸν ἄρχοντα τῆς χώρας
των διὰ τὰς ἀνομίας αὐτοῦ. Ἔπειτα συνέτριψαν τοὺς βωμοὺς τῶν εἰδώλων, καὶ
θανατώθηκαν ὑπὸ τῶν εἰδωλολατρῶν χτυπώντας τους μὲ πέτρες καὶ ῥόπαλα.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου, Δικαίου, Τετραημέρου,
καὶ φίλου τοῦ Χριστοῦ Λαζάρου· καὶ τῆς Ἁγίας Μυροφόρου Μαρίας τῆς Μαγδαληνῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου, ἡγουμένου
τῆς Μονῆς Μηδικίου.
Οὐκ
ἐπόθησας τὴν γήϊνην δόξα·
ἀλλὰ
μᾶλλον τὴν οὐράνιον Πάτερ.
Οὗτος ἔγινε μοναχὸς ἐν τοῖς χρόνοις
τοῦ Πατριάρχου Ταρασίου (784-806). Ἔγινε ἡγούμενος τοῦ μοναστηρίου τοῦ
Μηδικίου, τοῦ πάλαι ποτε κειμένου ἐν τοῖς Μουδανίοις. Ἐπὶ βασιλείας τοῦ εἰκονομάχου
Λέοντος Ε΄ τοῦ Ἀρμενίου, ἐξορίστηκε, ταλαιπωρήθηκε καὶ ἐν εἱρκτῇ σκοτεινῇ τῷ
πνεύμᾳ τῷ Θεῷ παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου τοῦ ἐν Ἄθῳ,
τοῦ ἐρημίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀθανασίου, Ἐπισκόπου Κορίνθου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι.
Καμίνου
δίκην, τὸ κεκαυμένον Μάρτυς ὄργανον, θείῳ πυρσουμένη ἔρωτι τοῦ Χριστοῦ, ὑπομένουσα
ἐκραύγαζες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Ὁ περιβάλλων,
τὸν οὐρανὸν ἐν νεφέλαις ἔνδοξε, Μάρτυς γυμνωθεῖσαν θείᾳ περιβολῇ, κατεφαίδρυνέ
σε ψάλλουσαν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου,
ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς
κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ.
Ὡς Μάρτυς, ὡς
λίαν ἀψευδής, Χριστοῦ Πανεύφημε, τὴν τούτου δύναμιν, ἐθεολόγησας ἅπαντας,
θεοφρόνως ἐκδιδάσκουσα, καὶ πρὸς εὐσέβειαν λαοὺς εἵλκυσας ψάλλοντας· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σαφῶς
μνηστευθεῖσα τῷ Χριστῷ τὴν τοῦ τυράννου ὁρμήν, πᾶσαν κατέσβεσας, σοφίας πέλαγος
βρύουσα, Πελαγία πανσεβάσμιε, καὶ διαδήμασι
τρισὶ Μάρτυς κεκόσμησαι· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.
Θεοτοκίον
Πατρὸς ἐξ ἀνάρχου
τὸν Υἱόν, καὶ Πνεῦμα Ἅγιον, ὁμολογοῦμεν πιστοί, ἐκ σοῦ Πανάμωμε λέγοντες σεσαρκῶσθαι
τὸν συνάναρχον, μονογενῆ Λόγον Πατρὶ καὶ θείῳ Πνεύματι, καὶ βοῶμεν· Πάντα τὰ ἔργα
ὑμνεῖτε τὸν Κύριον.
ᾨδὴ θ'. Λίθος ἀχειρότμητος.
Λόγος ἐξειπεῖν
οὐκ ἰσχύει, τοὺς σοὺς ἐπαίνους Πελαγία·
πέλαγος θαυμάτων γὰρ βρύεις, τοῦ σοῦ νυμφίου ῥώμῃ καὶ χάριτι, ὅνπερ καὶ νῦν δυσώπησον,
πάντας σωθῆναι τοὺς ὑμνοῦντάς σε.
Ἔστης τῆς ἐφέσεως
νύμφη, στεφανηφόρε Πελαγία, τῷ τῶν ὀρεκτῶν ἀκροτάτῳ,
ἀξιωθεῖσα Μάρτυς παρίστασθαι, καὶ τὴν τρυφὴν ἀπείληφας, τῆς αἰωνίου ἀπολαύσεως.
Κόσμῳ τὴν εἰρήνην
βραβεύειν, τὸν σὸν νυμφίον ἐκδυσώπει, Μάρτυς Πελαγία
θεόφρον, τὴν Ἐκκλησίαν διαφυλάττουσα, ἐκ πειρασμῶν καὶ χάριτι, τοὺς σὲ ὑμνοῦντας
καταυγάζουσα.
Θεοτοκίον
Ὡράθης
Παρθένος καὶ Μήτηρ, ὑπερφυῶς Θεογεννῆτορ, Λόγον συλλαβοῦσα τοῦ Θεοῦ, καὶ
σαρκωθέντα τοῦτον γεννήσασα, δι' οὗπερ νῦν σῳζόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἐξαποστειλάρια. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Μάρτυς Χριστοῦ Πελαγία, καὶ τῶν παρθένων τὸ κλέος, τῆς εὐσεβείας ἀκρότης,
τῶν ἀρετῶν ὑπογραμμός, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.
Ὦ Πελαγία
Ἁγία, καὶ καλλιπάρθενε Κόρη, ῥῦσαι λαὸν καὶ Μονήν σου, ἐκδυσωποῦσα τὸν
Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς καὶ κινδύνων.
Καὶ τῆς Ἑορτῆς.
Εἰς τοὺς αἴνους. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Αἱ τῶν Ἀγγέλων χορεῖαι σὺν θείοις
Μάρτυσι, καὶ τοῖς Ἁγίοις πᾶσιν, ἑορτάζουσι πόθῳ, τὴν θείαν Πελαγίαν ἐν οὐρανοῖς, ὡς βιώσασαν ἄριστα, καὶ τὴν
σκοτόμαιναν λύσασαν ἐπὶ γῆς, ὑπὲρ Χριστοῦ δὲ ἐναθλήσασαν. (Δίς).
Χριστιανῶν πάντες δῆμοι
συνεορτάσωμεν, καὶ εὐχαρίστοις ὕμνοις, καταστέψωμεν γῆθεν, θεόπνουν Πελαγία τὴν φωταυγῆ, τοῦ Σωτῆρος μαθήτριαν,
πανευκλεὴς γὰρ κατέστη ἐν οὐρανοῖς, καὶ στεφάνων κατηξίωται.
Τὰ μεγαλεῖά σου μάκαρ τίς
διηγήσεται; Τὰς δυναστείας πᾶσιν, ἰαμάτων τὴν χάριν, δι’ ὧν ὑπεραφθόνως εὐεργετεῖς,
τοὺς τῷ Ναῷ σου προστρέχοντας, ὑπὲρ ἡμῶν οὐ μὴ παύσῃς ὡς ἀγαθή, Πελαγία ἱκετεύουσα.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες πάντες, τῆς εὐσεβείας
οἱ ἐρασταί, συνδράμωμεν σεπτῶς, τὴν σεβάσμιον μνήμην τῆς Χριστομάρτυρος.
Σήμερον ἡ Ἐκκλησία τοῖς ἄνθεσι ὡραϊζομένη φαιδρῶς πανηγυρίζει καὶ τὴν πολύαθλον
Νύμφη τοῦ Χριστοῦ, χρεωστικῶς γεραίρει, καὶ γὰρ νομίμως ἐνήθλησεν, ἀήττητος
δειχθεῖσα, ὡς ἀδάμας στεῤῥός, μὴ λογισθεῖσα τῶν δεσμῶν καὶ αἰκισμῶν τὰς ἀλγηδόνας
ἡ καρτερόψυχος, μηδὲ τοῦ βρομίου πυρὸς τὴν ἐνέργειαν, ἀλλ’ ὡς ἄμωμον ἱερεῖον
προσήνεκται Χριστῷ, τῷ δι’ ἡμᾶς παθόντι καὶ ἀναστάντι. Πρὸς αὐτὴν οὖν βοήσωμεν·
Πελαγία πανένδοξε, πρέσβευε σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ,
θείαν Πελαγίαν ἀνυμνοῦμεν πανευλαβῶς, καὶ ἐκδυσωποῦμεν,
ῥύσασθαι ἐκ κινδύνων, ἡμᾶς τοὺς γηθοσύνως ταύτην γεραίροντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου