Κυριακή 15 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 24. ΟΣΙΟΣ ΞΕΝΟΦΩΝ ΑΓΙΟΡΕΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΠΡΙΛΙΟΣ ΚΔ΄!!
ΞΕΝΟΦΩΝ ΟΣΙΟΣ ΑΓΙΟΡΕΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δοχεῖον τοῦ Πνεύματος λαμπρόν, Ξενοφῶν μακάριε, ἀναδειχθεὶς ἐν τῷ Ἄθωνι, πάντας ἐξέπληξας, τῇ ἀκριβεστάτῃ, ἀγωγῇ τοῦ βίου σου, καὶ τῇ ἀγγελικῇ πολιτείᾳ σου· διὸ σὲ ἅπαντες, ὁμοφρόνως μακαρίζομεν, ὡς τῆς θείας Μονῆς σου δομήτορα.

Πάτερ θεόφρον Ξενοφῶν, ὑπάρχων ὁμόψυχος, Ἀθανασίῳ Ὁσίῳ τε, καὶ θείῳ κτίτορι, τῆς Μεγίστης Λαύρας, ὡς αὐτὸς ἐδόμησας, Μονὴν περικαλλῆ καὶ πανθαύμαστον, ἐν Ὄρει Ἄθωνι, καὶ αὐτὴν χαίρων ἀνέθηκας, Γεωργίῳ τῷ Μεγαλομάρτυρι.

Υἱὸς τῆς Παρθένου ποθητός, μάκαρ ἐχρημάτισας, ὡς καθαρός τε καὶ πάντιμος, ὑπάρχων Ὅσιε, ἐλεημοσύνης, τὸ λαμπρὸν ὑπόδειγμα, πτωχείας τῆς Χριστοῦ φίλε γνήσιε, ποιμένων ἄριστε, ἀγελάρχα συμπαθέστατε, μοναζόντων φωστὴρ διαυγέστατε.

Δόξα. Ἦχος α΄.
Πάτερ Ξενοφῶν, ἐξεχύθη ἡ χάρις τοῦ Παναγίου Πνεύματος ἐν τῇ διανοίᾳ σου· διὸ καὶ ἐχρημάτισας ἄγρυπνος ὀφθαλμός, νοῦς ἀκοίμητος, εὔλαλος γλῶσσα, ἀκοὴ γλυκυτάτη· ἡ δὲ χείρ σου κάλαμος γραμματέως ὀξυγράφου, καλλιγραφοῦσα τὰ πρὸς εἰρήνην. Πρέσβευε, κτιτόρων λαμπρότατε, ὑπὲρ τῆς τιμώσης σε ποίμνης, δωρηθῆναι αὐτῇ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.







Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πάντων τῶν μοναστῶν, ἀθροίσθητε τὰ στίφη, ἐν τῇ τοῦ Ξενοφῶντος, Μονῇ τοῦ ἑορτάσαι, τὴν ἑορτὴν τοῦ κτίτορος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Φαιδρότητι ψυχῆς, καὶ γνώμῃ φιλαρέτῳ, Χριστοῦ τῇ Ἀναστάσει, τιμήσωμεν συμφώνως, τὸν τῆς Μονῆς δομήτορα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἐκλάμπουσιν ἡμῖν, ἀστέρες σελασφόροι, ὁ μέγας ἐν Ὁσίοις, σὺν τῷ τροπαιοφόρῳ, λαμπρῷ Μεγαλομάρτυρι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγει ἀσφαλῶς, Παντάνασσα Μαρία, πρὸς τρίβους σωτηρίας, τοὺς ἐν τῇ μάνδρᾳ ταύτῃ, τὸν βίον διανύοντας.

Νῦν ἀπολύεις. Τρισάγιον.

Απολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ὁσιότητος, τὸν χαρακτῆρα, ταπεινώσεως, θεῖον λαμπτῆρα, ἀληθῶς ὦ Ξενοφῶν σὲ γινώσκομεν, τὴν γὰρ ζωὴν τῶν Αγγέλων ἐβίωσας, και ἐν τῷ Ἄθω Μονὴν θείαν ἤγειρας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Τὸ ὑπερθαύμαστον, τῆς πολιτείας σου, καὶ εὐγενέστατον, Πάτερ τῆς θείας σου, καὶ πανεντίμου βιοτῆς, τίς λόγος διηγήσεται; ὅτι τὰ οὐράνια, ἐπιγείοις συνήρμοσας, ἄσειστον θεμέλιον, τῇ Μονῇ σου γενόμενος, καὶ βάσις ἀσφαλής, Ξενοφῶν Ὅσιε, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.












ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στιχοὺς στ’, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ὡς ἀστὴρ ἐφάνης, ἐν Ἄθωνι Ὅσιε, αὐγάζων τῇ βιοτῇ σου τοὺς θεόφρονας. Ἀγάλλεται ἡ πληθύς, τῶν μοναζόντων ἐν σοὶ ἁγιώτατε, τιμῶσα πανευλαβῶς, σῶν ἀρετῶν τὰ σεπτὰ κατορθώματα, καὶ χαρμονικῶς βοᾶ σοι· Πάτερ συμπαθέστατε, ἐσαεὶ τὴν σὴν ποίμνην, ἐν εἰρήνῃ διαφύλαττε.

Δεῦρο Ἀθλοφόρων πρώτιστε, πάρεσο ἐν μέσῳ, τῆς χορείας σήμερον, φαιδρὸς συμπαραλαβών, τὸν σὸν θεράποντα· Μονὴν γάρ σοι θαυμαστήν, ὁ ἰερὸς Ξενοφῶν ἐχαρήσατο, ἣν φρούρει διαπαντός, χειραγωγῶν πρὸς οὐράνιον ἄνοδον, τοὺς τῶν μονοτρόπων βίον ᾧδε διανύοντας, ἀξιῶν καὶ τῆς ἄνω, κληρουχίας καὶ λαμπρότητος.

Τίς σου τὴν θερμὴν ἀγάπησιν, πρὸς τὴν Θεοτόκον, ἐξειπεῖν δυνήσεται; Τὴν ἄπειρον ἐκ ψυχῆς στοργὴν ἣν ἔσχηκας, βιώσας ἀγγελικῶς, ὑπὸ τὴν σκέπην αὐτῆς τὴν ὑπέρλαμπον, ἐδρέψω πλουτοποιά, ἁγιοσύνης ἐνθέου χαρίσματα· ὅθεν τοὺς τῇ σῇ εἰκόνι, εὐλαβῶς προσπίπτοντας, διατήρει ἀτρώτους, τῶν βελῶν τοῦ πολεμήτορος.

Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίων, ὑμνωδιῶν ἄνθεσιν, νῦν τὸν στέφανον προσοίσωμέν σοι, Πάτερ Ξενοφῶν παναοίδιμε; ἄλλον γὰρ Παράδεισον ἔδειξας, ταύτην τὴν Μονήν, ἣν ἐδομήσω ἁγνείας, ὑπογραμμός τε καὶ σεμνότητος, εἰρήνης, εἰκὼν καὶ τύπος ἀκριβέστατος, κατοικητήριον θεῖον, τῆς Τριάδος ὤφθης, ἐγκρατείας καθηγητής, ποιμὴν ἀξιάγαστος, ἄγων πάντας πρὸς εὐσέβειαν.

Πλοῦτος, ὡς ἀληθῶς πέφυκας, τοῖς προστρέχουσι τῇ ἀρωγῇ σου, ἐλεημοσύνης τὰς χάριτας, πᾶσι διανέμων τοῖς χρήζουσι· πάντας ὑπερβὰς τῇ συμπαθείᾳ, ἣν ἔσχες, καὶ τῇ ἀγάπῃ πρὸς τοὺς πένητας, ἐγένου, δικαιοσύνης οἰκητήριον· εὐγενεστάτῃ καρδίᾳ, καὶ φαιδρῷ προσώπῳ, τοῖς πατράσι συνομιλῶν, χορείαν ἰσάγγελον εὐσεβῶς, μάκαρ συνέστησας.

Κόπους τε καὶ ἱδρῶτας πάντιμε, οὓς ἐξέχεας ἐν γῇ βιώσας, ἅπαντες ἡμεῖς εὐλαβούμεθα, οἱ τοῖς σοῖς ἀγῶσιν ἑπόμενοι. Μακαρίζομέν σε θείῳ ζήλῳ, τοιαύτην, τὴν ἱερὰν Μονὴν συστήσαντα, καὶ μήτραν ἁγιοτόκον ἀναδέιξαντα. Κατασπαζόμεθα πόθῳ, σὰς τιμίας χείρας, δυσωποῦντες πανευλαβῶς, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν ἡμέρᾳ Πάτερ τῆς Κρίσεως.


Δόξα. Ἦχος πλ. β΄.
Ἀνέτειλε σήμερον, φαιδρὰ καὶ χαρμόσυνος ἡμέρα, ἅμα τῇ Χριστοῦ Ἀναστάσει, καὶ τῇ πανηγύρει τοῦ Ἀθλοφόρου Γεωργίου, ἡ πανένδοξος μνήμη τοῦ θεοφόρου Ξενοφῶντος, συγκαλοῦσα ἅπαντας πρὸς ἑορτὴν πνευματικήν, ᾄδοντας τὰ ὑπὲρ φύσιν αὐτοῦ ἀγωνίσματα. Δεῦτε οὖν φιλέορτοι πάντες, εἰς τὴν περίλαμπρον ταύτην Μονήν, μετὰ πόθου καὶ χαρᾶς συνδράμωμεν, καὶ τὸν αὐτῆς δομήτορα ᾀσματικῶς εὐφημήσωμεν. Χαίροις, ὁ ἐν Ὁσίοις μέγιστος φανείς· χαίροις, τὸ ἡμέτερον καύχημα, καὶ τοῦ Ὄρους Ἄθωνος φαιδρὸν ἀγαλλίαμα· πάρεσο νῦν ἐν μέσῳ ἡμῶν ἀοράτως, προεξάρχων τῆς χορείας τῶν σῶν ἐκγόνων, χορηγῶν ἡμῖν, τὴν ἐξ ὕψους βεβαίαν ἀντίληψιν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

























Λιτή. Ἦχος α΄.
Τίς οὐ θαυμάσει ὡς ἀληθῶς, τὴν σὴν ἀνδρείαν καρτερόψυχε, ἢ τίς τῶν ἀρετῶν σου, τὰ κατορθώματα διηγήσεται; Σὺ οὖν ὡς καλὸς ποδηγέτης, τοὺς ἐν μετανοίᾳ τῇ σῇ Μονῇ. Προστρέχοντας, περιθάλπων θερμοτάτῃ στοργῇ, πρὸς οὐρανὸν ὡδήγησας ὁσιώτατε, καὶ ὡς μέλισσα σοφή, τὸ τῆς ἀσκήσεως μέλι συνάγων, ἅπαντας τοῖς λόγοις σου ἐξέθρεψας· ὅθεν, θεαρέστως βιοτεύσας, τῶν σῶν καμάτων τὰ γέρα παρὰ Κυρίου ἀπείληφας, καὶ πρεσβεύεις διηνεκῶς, ὑπὲρ τῆς τιμώσης σε ποίμνης, τοῦ σώζεσθαι αὐτήν, ἐκ παντοίων περιστάσεων.

Ἦχος β΄.
Πεφυτευμένος ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου σου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων, τοῦ ἐνδόξου Ἀθλοφόρου Γεωργίου τοῦ Μάρτυρος, ἐξήνθησας Πάτερ, ὡς φοῖνιξ ἐν ἐρήμῳ, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ, ἐπλήθυνας τὸ ποίμνιον Χριστοῦ, ἀναδείξας τοῦτο ἐρηρεισμένον στεῤῥῶς, ἐπὶ τὴν πέτραν τῶν Χριστοῦ θελημάτων· διὸ πατέρων Πάτερ ἀξιοθαύμαστε, ἡμῶν δὲ προστάτα καὶ ἔφορε, μὴ διαλίπῃς ταῖς ἱκεσίαις ταῖς σαῖς, περιφρουρῶν ἀπὸ παντοίων κινδύνων, ταύτην τὴν μάνδραν, ἣν ἐν Κυρίῳ ἐστερέωσας.

Ἦχος γ΄.
Ἀνέτειλε σύνδρομος τῇ τοῦ Χριστοῦ Ἀναστάσει, ἡ πανευφρόσυνος αὕτη, καὶ λαμπρὰ πανήγυρις, συγκαλοῦσα ἅπαντας τοὺς ἐγκρατείᾳ ἀσκουμένους, ἐν τῷ τερπνῷ τῆς πανάγνου λειμῶνι, πρὸς εὐωχίαν μυστικήν, καὶ δοξολογίαν τοῦ Ποιητοῦ τῶν ἁπάντων. Οὗτος γὰρ θαυμαστῶς ἐδόξασε, τὸν Ὅσιον αὐτοῦ, καὶ τοῦτον ἐστεφάνωσε, δωρούμενος ἡμῖν ἀκαταίσχυντον πρέσβυν, καὶ θερμὸν ἀντιλήπτορα, ἐν ταῖς τοῦ βίου περιστάσεσι.

Δόξα. Ἦχος πλ. α΄.
Τῶν ἀσκητῶν τὸ κλέος, ἐγκρατείας τὸν λύχνον, τὸν ἄριστον ποιμένα, καὶ ἀγάπης τὸν πρόβολον· ἁγνείας τὸ ἄνθος, σωφροσύνης τὸ ἄγαλμα, πραότητος τὸν θησαυρόν, τῶν μοναζόντων κανόνα ἀκριβέστατον· πασῶν τῶν χαρίτων τοῦ Πνεύματος τὴν πηγήν, ὁμοφρόνως πάντες τιμήσωμεν καὶ πρὸς αὐτὸν χαρμονικῶς ἐκβοήσωμεν· χαίροις, ὁ ἐν ταπεινώσει τὸν Θεὸν θεραπεύσας, καὶ ὑπ’ αὐτοῦ δοξασθείς· χαίροις, ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὁ ἐπαυξήσας τὸ τάλαντον, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου σου· συνάγαγε Πάτερ, ἐν οὐρανῷ τὰ τέκνα σου ἅπαντα, ὅπως ἀεὶ ἐντρυφῶμεν, τῷ κάλλει τοῦ Σωτῆρος ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.


Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν μοναζόντων τρυφή τῶν ἐν τῷ Ἄθῳ ὀφθαλμὸς ὁ ἀκοίμητος, ὁ πᾶσι τοῖς δεομένοις, ἐπίκουρος συμπαθής, ὁ γλυκὺς τοῖς τρόποις καὶ ἡδύτατος, σεμνός τε καὶ μέτριος, ταπεινὸς καὶ ἡσύχιος, εἰρήνης τύπος, καὶ εἰκὼν καθαρότητος, ἁγιότητος, τὸ λαμπρὸν οἰκητήριον, σάλπιγξ ἡ διηχήσασα, τοῦ κόσμου τοῖς πέρασι, ὡς ἀληθῶς εὐφροσύνη, καὶ εὐωδία ἀνείκαστος, λατρεύειν ὁσίως, ὁμοούσιον Τριάδα, τὴν ὑπερύμνητον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ἀγγελικῆς βιοτῆς ἀκριβεστάτη τε τελεία ἐνσάρκωσις, ἡ θύρα τῆς σωτηρίας, ποιμαντορίας ὀρθῆς, γνώμων τε καὶ τύπος ἀληθέστατος, λαμπὰς καιομένη, εἰς μοναστῶν παραμύθιον, νάμα γλυκάζον, νοητὰ αἰσθητήρια, ἀγαθότητος, ἀνεξάντλητον πέλαγος, ὄργανον εὐηχέστατον, κινύρα ἡδύμολπος, ῥιπιζομένων ἡ βάσις, χειμαζομένων ἀντίληψις· ἅπαντων τῷ πόθῳ τῇ Μονῇ σου προστρεχόντων, Ξενοφῶν στήριγμα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάντων, τῶν ἐπὶ σοὶ εὐλαβῶς, θεμένων Πάτερ τὰς ἐλπίδας ἐπάκουσον, καὶ ῥῦσαι δεινῶν παντοίων, καὶ συμφορῶν τὰς ὁρμάς, παῦσον θεοφόρε καὶ τὰ σκάνδαλα, παρέχων εἰρήνην, ἀγαθοσύνην καὶ ἔλεος, τοῖς ἐν τῷ Ὄρει, τῷ τοῦ Ἄθω μονάζουσι ὁδηγῶν ἡμᾶς, ἐπὶ τρίβους χρηστότητος· ὅπως ὁμοῦ βιώσαντες, καὶ δρόμον τελέσαντες, τύχοιμεν ἅμα τῆς θείας ἀκαταλήπτου μεθέξεως, αἰνοῦντες ἀπαύστως, τὴν πανύμνητον Τριάδα, ἐν ἑνὶ στόματι.

Δόξα. Ἦχος πλ. δ΄.
Τάδε λέγει ὁ ποιμὴν τοῖς ἀσκουμένοις· τεκνία, φόβον Θεοῦ κτησώμεθα, ἁγιωσύνην ζηλώσωμεν, ἀγγελικὴν διαγωγὴν ἐπιδείξωμεν· ὅπως τῶν Ὁσίων τοῖς ἴχνεσιν ἑπόμενοι, εὐσεβῶς πολιτευθῶμεν, καὶ τῶν ἀμαραντίων στεφάνων, πάντες ἀξιωθῶμεν· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος, ὅτι ὁ μετ’ ἐμοῦ συσταυρούμενος, ἐμοὶ συνδοξασθήσεται.

Καὶ νῦν. Τῆς Ἑορτῆς.








Νῦν ἀπολύεις. Τρισάγιον.

Απολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ὁσιότητος, τὸν χαρακτῆρα, ταπεινώσεως, θεῖον λαμπτῆρα, ἀληθῶς ὦ Ξενοφῶν σὲ γινώσκομεν, τὴν γὰρ ζωὴν τῶν Αγγέλων ἐβίωσας, και ἐν τῷ Ἄθω Μονὴν θείαν ἤγειρας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Τὸ ὑπερθαύμαστον, τῆς πολιτείας σου, καὶ εὐγενέστατον, Πάτερ τῆς θείας σου, καὶ πανεντίμου βιοτῆς, τίς λόγος διηγήσεται; ὅτι τὰ οὐράνια, ἐπιγείοις συνήρμοσας, ἄσειστον θεμέλιον, τῇ Μονῇ σου γενόμενος, καὶ βάσις ἀσφαλής, Ξενοφῶν Ὅσιε, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.




























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Ἐπέφανεν ἡμῖν, ἡ τοῦ ἔαρος χάρις, προχέουσα πιστοῖς, μυστικὴν εὐωδίαν, λειμώνι γὰρ ἐξήνθησαν, ἀρδευθέντα τῷ Πνεύματι, τῆς Μονῆς ἡμῶν, τὰ πανευφρόσυνα ἄνθη, ὁ λαμπρότατος, καὶ ἀγλαόμορφος Μάρτυς, συνάμα τῷ κτήτορι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Κράτος ἔνθεος, ἠμφιεσμένος, ἐχρημάτισας, τοῦ Παρακλήτου, ἱερὸν καὶ φωτοφόρον παλάτιον, καθοδηγῶν μοναστὰς πρὸς ἐπίγνωσιν, καὶ πρὸς Θεοῦ ἐντολῶν τὴν ἐκπλήρωσιν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀναβάσεις πρὸς Θεόν, ἔθου σοφὲ τῇ σῇ ψυχῇ· ὅθεν ὥδευσας στεῤῥῶς, τὴν μακαρίαν βιοτήν, ἀμφιασάμενος τὴν ἀρετῶν διπλοΐδα· ἡμῖν δ’ ὑπογραμμὸν καταλέλοιπας, τὸ πρᾶον τὸ σεμνὸν καὶ ἡσύχιον, τὸ ταπεινὸν τοῖς τρόποις τὸ πρὸς ὕψος, τοῦ Παραδείσου ἀνάγον ἡμᾶς· διὸ σὲ πάντες ἀνευφημοῦμεν, ὡς τῆς ἀσκήσεως πρόβολον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, σὺ ἀληθῶς τῆς μακαρίας φωνῆς, ἤκουσας τῆς λεγούσης· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, πολιτευθεὶς γὰρ ἀμέμπτως, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου σου, τὸ δοθέν σοι τάλαντον ἐπηύξησας· διὸ νῦν ἐν οὐρανοῖς σκηνώσας, πρεσβεύεις ἀπαύστως ὑπὲρ τῆς ποίμνης σου.







Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Αἶνον ᾄδω χαρᾶς τῷ Ξενοφῶντι. Ταπεινὸς Α.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἀνατέταλκε φωσφόρος καὶ λαμπρὰ ἑορτή, ἅμα τῇ Ἀναστάσει, καὶ τῇ τοῦ Μάρτυρος χαρᾷ, ἡ τοῦ κτίτορος φαιδρὰ πανήγυρις νῦν· συμφώνως οὖν ᾄσωμεν, εὐσεβῶς ἀγαλλόμενοι.
Ἱλαρύνεις τὰς καρδίας τῶν ἐκ πόθου πρὸς σέ, Ὅσιε προστρεχόντων, εὐωδιάζων μυστικῶς, ταῖς ὀσμαῖς τῶν ἀρετῶν ἡμὰς τοὺς τὴν σήν, τελοῦντας πανήγυριν, χαρμοσύνως πανόλβιε.
Νῦν ἐπέφανεν ἡμέρα εὐφροσύνης πιστοί, δεῦτε εὐωχηθῶμεν· ὡς γὰρ ἀείζωος πηγή, τῶν θαυμάτων τὴν πληθὺν προχέει ἡμῖν, ὁ μέγιστος Ὄσιος, τῆς Μονῆς ἡμῶν ἔφορος.
Θεοτοκίον.
Ὁ Νυμφίος ὁ ἐκ τάφου ἀνατείλας φαιδρός, δεῦτε κράζει ὀπίσω, ἀκολουθήσατε ἐμοῦ, οἱ τοῦ κόσμου τὰ τερπνὰ λιπόντες σοφῶς· ἰσχὺς γὰρ ἡ πάναγνος, ὑμῖν πᾶσι γενήσεται.

ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν καινόν.
Νέμεις χαρισμάτων δωρεάς, τοῖς ἐκ πόθου τελοῦσί σου τὸ μνημόσυνον, ὦ Ξενοφῶν ἱερέ, ἀνάγων εἰς ὕψος νοητόν, τοὺς πίστει τιμῶντάς σε.
Ἄφθονον πηγάζεις χαρμονήν, συμπαθείᾳ τοῖς πένησι χαριζόμενος, καλλιγραφεῖς ταῖς ψυχαῖς, τὸν τόμον τῶν θείων ἐντολῶν, τοῦ Πνεύματος Ὅσιε.
Δεῦτε μοναζόντων ἡ πληθύς, τὸν σοφὸν ποιμενάρχην ἐγκωμιάσωμεν, καὶ γὰρ αὐτὸς δαψιλῶς, ἐκχέει χρηστότητος κρουνούς, καὶ ῥῶσιν χαρίζεται.
Θεοτοκίον.
Ὦ Παρθενομῆτορ Μαριάμ, τὸν Υἱόν Σου καὶ Κύριον ἐκδυσώπησον, χαρᾶς ἀῤῥήτου ἡμᾶς, πληρώσαι φωτὶ δὲ ἀρετῶν, αὐγάσαι τὸν κλῆρόν Σου.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τῇ τοῦ Πνεύματος χάριτι καθαρθείς, καὶ κανὼν μονοτρόπων ἀναδειχθείς, προσήνεγκας Ὅσιε, ὥσπερ δῶρον τῷ Κτίστῃ σου, πληθὺν ἀσκουμένων, θυμίαμα εὔοσμον, στρατιὰν Ὁσίων, χορὸν θεοσύλλεκτον· ὅθεν εἰς αἰῶνας, ἐν σκηναῖς τῶν δικαίων, αὐλίζῃ μακάριε, τῷ Θεῷ παριστάμενος, ἀνακράζων γηθόμενος· δόξα Σοι Χριστὲ Βασιλεῦ, ὁ ἀναστὰς ἐκ τοῦ τάφου τριήμερος, καὶ δοξάζων ἀπαύστως τοὺς Ἁγίους Σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
            

ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Χαρμονικῶς ἐπὶ τὴν σὴν νῦν προσδραμόντες ἑορτήν, ᾄσωμεν χορεύσωμεν πάντες, εὐλαβῶς προσπίπτοντες τῇ σῇ εἰκόνι Ὅσιε, νέμεις γὰρ ἰαμάτων πελάγη, καὶ κατευνάζεις παθῶν ἀγρίαν κάμινον.
Ἄνωθεν Πάτερ εὐμενῶς, σὴν πολυσέβαστον Μονήν, φρούρησον ἀνάδειξον ταύτην, εὐαγῆ κατάπαυσιν καὶ σωτηρίας πρόξενον, πάντων τῶν προστρεχόντων ἐν ταύτῃ, καταξιῶν καὶ τῆς θείας ὡραιότητος.
Ῥῦσαι δεινῶν ἐπιφορῶν, καὶ ἀδοκήτων πειρασμῶν, πάντας τοὺς κροτοῦντας ἐν ὕμνοις, σὴν φαιδρὰν πανήγυριν, καὶ θυμηδίας πλήρωσον, σώματα καὶ καρδίας θεόφρον, τῶν εὐλαβῶς προσιόντων τῷ τεμένει σου.
Θεοτοκίον.
Ἀπειρογάμως ἐν γαστρί, ἔσχες τὸν σύμπαντα δρακί, Δέσποινα Παρθένε κρατοῦντα, τὸν ἐκ τάφου σήμερον, θεοπρεπῶς ἐκλάμψαντα· τοῦτον ἀκαταπαύστως δυσώπει, τῆς αἰωνίου χαρᾶς καταξιῶσαι ἡμᾶς.

ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέως.
Συνέλθωμεν πάντες προθύμως, οἱ ἐν τῷ Ἄθῳ μονασταὶ σκιρτῶντες ἐν ευφροσύνῃ, καὶ τὸν μέγαν Ὅσιον φαιδρῶς εὐφημήσωμεν, ἅμα Γεωργίῳ τῷ Μάρτυρι.
Τρυφήσωμεν τῆς οὐρανίου, τοῦ Ξενοφῶντος βιοτῆς τὰς χάριτας καθορῶντες, τὰ λαμπρὰ παλαίσματα, τοὺς κόπους τοὺς ἱδρῶτάς τε, οὕσπερ τῷ Κυρίῳ προσήνεγκε.
Ὡράϊσον τοὺς τὴν σεπτήν σου, ὦ ποιμενάρχα Μονὴν ὡραΐζοντας καθ’ ἑκάστην, καὶ μετόχους ποίησον τῆς οὐρανίου χάριτος, τοὺς ζήλῳ σὲ θεραπεύοντας.
Θεοτοκίον.
Ξενήκουστα καὶ ὑπὲρ λόγον, τὰ τῆς λοχείας τῆς Σῆς ἀνερμήνευτα Θεομῆτορ· ὅθεν τοὺς ὀδεύοντας τὴν ξένην τρίβον πάναγνε, σκέπασον Μῆτερ, ὡς ποίμνην Σου.














ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Ἐφάνης, τοῖς ῥῶσιν ζητοῦσιν ἰσχύς, πλανωμένοις ὁδηγός, καὶ κανὼν μοναζόντων θεοειδέστατος, παμμακάριστε· ὅθεν πάντες εὐλαβῶς, σοῦ τὴν μνήμην τιμῶμεν.
Νοήσας, τοῦ βίου τὸν ἄστατον ῥοῦν, ἐπὶ πέτραν τῶν Χριστοῦ, θελημάτων ἑδραίωσας τὴν καρδίαν σου, ἁγιώτατε, τῆς σῆς ποίμνης ἀῤῥαγές, ἀσφαλέστατον τεῖχος.
Ὁ πρᾶος, καὶ γνῆσιος φίλος τοῦ Χριστοῦ, ὁ πολὺς τοῖς οἰκτιρμοῖς, ὁ θερμὸς ἀντιλήπτωρ, τῶν ἀρετῶν τὸ κλεινὸν οἰκητήριον, ὁ ἐν βίῳ θαυμαστός, Ξενοφῶν εὐφημείσθω.
Θεοτοκίον.
Φυλάττεις, τὴν ποίμνην Σου Κόρη ἀεί, ἐκ παντοίων πειρασμῶν, συμπαθῶς ὁδηγοῦσα πρὸς βίον κρείττονα καὶ θεάρεστον, ἀπειρόγαμε, τῶν πιστῶν καταφυγή, τῆς Μονῆς ἡμῶν σκέπη.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν παναρμόνιον κιθάραν τὴν ἐξάκουστον, τὴν ἡδυφθόγγοις ἁρμονίαις μελῳδήσασαν, ἀρετῶν ἐνθέων, μέλος τοῖς ἀσκουμένοις· τὸν ἐν πράξεσιν ὀφθέντα οὐρανόφρονα, ἀνυμνήσωμεν συμφώνως οἱ θεόφρονες, τούτῳ κράζοντες· Χαίροις Πάτερ ἰσάγγελε.
Ὁ Οἶκος.
Ἀγγελώνυμον βίον ἐπὶ γῆς βιοτεύσας, Ἀγγέλων ταῖς χορείαις συνήφθης, καὶ ταῖς ὑπερκοσμίαις αὐγαῖς, καταφαιδρύνεις μοναστῶν τὴν διάνοιαν· διὸ ὑμνοῦμεν ἅπαντες τὴν πολιτείαν σου βοῶντες·
Χαῖρε, Πατέρων ἡ ὡραιότης·
χαῖρε, Ὁσίων ἡ κοσμιότης.
Χαῖρε, τῆς Μονῆς σου δομήτωρ πανσέβαστε·
χαῖρε, τῆς σῆς ποίμνης προστάτα πανάριστε.
Χαῖρε, ὅτι δοξαζόμενος, ἁγιάζεις νῦν ἡμᾶς·
χαῖρε, ὅτι ἀνυμνούμενος, ἱλαρύνεις τὰς ψυχάς.
Χαῖρε, Πάτερ Πατέρων ἱερώτατον κλέος·
χαῖρε, ὁ τὰς καρδίας πάντων τέρπων ἠδέως.
Χαῖρε, φρουρὲ πιστῶν καὶ κραταίωμα·
χαῖρε, τρυφὴ μοναστῶν καὶ στερέωμα.
Χαῖρε, ἡμῶν ὁ ἀγαθὸς ποιμενάρχης·
χαῖρε, ὑμνῳδιῶν οὐρανίων χοράρχης.
Χαίροις, Πάτερ ἰσάγγελε.






Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ξενοφῶντος, τοῦ κτήτορος τῆς φερωνύμου Μονῆς ἐν Ἁγίῳ Ὄρει.
Κτήτωρ συ Μονῆς τοῦ κλεινοῦ Ἀθλοφόρου
δειχθεὶς αὐλίζῃ ἐν μοναῖς οὐρανίαις.
Οὗτος ὁ θαυμάσιος, συνεστήσατο τὴν Μονὴν αὐτοῦ περὶ τὰ τέλη τοῦ Ι’ αἰῶνος. Ἐφάνη δίκαιος καὶ εἰρηνοποιὸς εἰς κρισίμους περιστάσεις, καθὼς καὶ ὅτι ἀπέλαυεν ἀναγνωρίσεως παρὰ τῶν Ἀθωνιτῶν πατέρων· ταπεινὸς δὲ καὶ ἐλεήμων, ἐπὶ τῆς ἡγουμενίας αὐτοῦ, ἅπαντες οἱ ἐν τῷ Ἄθῳ Πατέρες, ἤλεθον ἐν τῷ μυλῶνι τῆς Μονῆς δωρεάν. Ὑπῆρξε δὲ καλλιγράφος, εὐγενὴς καὶ πολλὰ ἐνάρετος. Ὁσίως τε καὶ θεαρέστως πολιτευσάμενος, ἐκοιμήθη ἐν εἰρήνῃ, ἐν σιγῇ καὶ ἀφανείᾳ, ὀλιγὸν μετὰ τὸ ἔτος 1018.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ.
Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,
καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.
Ἥτις ἐν ἀπαλῷ τῷ σώματι ἀσκητικοὺς πόνους ὑπελθοῦσα, χάριν ἰαμάτων παρὰ Χριστοῦ ἐκομίσατο, ὅθεν παντοῖα νοσήματα ἰάσατο. Ταύτης ἡ γέννησις διὰ θείας ἀποκαλύψεως ἐδηλώθη, καὶ σκεῦος ἐκλογῆς ἔσεσθαι προηγγέλθη. Μονοχίτων δὲ οὖσα τῷ κρύει καὶ τῷ παγετῷ διεπήγνυτο, ὕδατι τὸ σῶμα διὰ βίου παντὸς οὐκ ἀπέπλυνε. Τεσσαράκοντα ἡμέρας νῆστις διετέλεσεν, ἐπὶ τρισὶν ἔτεσιν ἔσχε μὲν τὴν διάνοιαν πρὸς τὸν Θεόν, τοῖς δὲ σωματικοῖς ὀφθαλμοῖς οὐδόλως εἶδεν Οὐρανοῦ κάλλος ἤ μέγεθος, ὄφιν μέγιστον δεινόν, εὐχῇ ἐθαμάτωσεν, ἐπὶ πλείστους χρόνους οὐ μετέλαβεν ἐλαίου, ὑποδήματα τοῖς ποσὶν οὐκ ἐκτήσατο, ἐν τούτοις οὖν τοῖς κατορθώμασι θεαρέστως διαλάμπουσα, ἀνεπαύσατο ἐκ Κυρίῳ πολλῶν θαυμάτων μέχρι τῆς σήμερον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου.
Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.
Οὗτος κατὰ τοὺς χρόνους ἦν Αὐρηλιανοῦ τοῦ βασιλέως ἐν Ῥώμῃ, τὴν τοῦ στρατηλάτου διέπων ἀρχήν, ἦν δὲ τὸ γένος Γότθος. Ἔχων δὲ τὴν εἰς Χριστὸν πίστιν, τῶν ἐν ταῖς εἱρκταῖς Ἁγίων ἐπεμελεῖτο. Διὰ δὲ βίου καθαρότητι, καὶ ἀρετῶν ἄσκησιν, τὰ πονηρὰ ἀπὸ τῶν ἀνθρώπων ἐφυγάδευε πνεύματα. Διαβληθεὶς δὲ ὡς χριστιανός, ἤχθη πρὸς τὸν βασιλέα, καὶ ῥίψας τὴν ζώνην, ὡμολόγησε τὸν Χριστόν. Κρεμασθεὶς οὖν καίεται ταῖς λακᾶσι καὶ ἐν λέβητι πίσσης μεστῷ πυρωθέντι ἐμβάλλεται. Καὶ παραδόξως σωθείς, ἄνδρας ἑβδομήκοντα πρὸς τὴν εις Χριστὸν πίστιν μετεκαλέσατο, οἱ καὶ τὰς κεφαλὰς διὰ Χριστὸν τμηθέντες ἐστεφανώθησαν. Εἰς δὲ ἕτέραν ἐξέτασιν ὁ Ἅγιον εἰσαχθείς, ἐνισχύσαντος αὐτὸν διὰ ἐπιφανείας τοῦ Χριστοῦ πρότερον ἐν τῇ φρουρᾷ, καὶ θαρσοποιήσαντος τῷ ποταμῷ ἀπεῤῥίφη, καὶ τὸν τοῦ μαρτυρίου στέφανο ἐκομίσατο. Ἐπέπρεπε δὲ αὐτῷ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ, λευκότης σώματος, καὶ παρειῶν ἐρύθημα, καὶ τῇ κεφαλῇ καὶ τῷ πώγωνι, οἱονεὶ χρυσίζουσαι τρίχες καὶ διαλάμπουσαι. Αἱ δὲ τῶν ὀφθαλμῶν βολαί, βλοσσυρὸν καὶ ἀκατάπληκτον ἔχουσαι, τὸν ἀνδρεῖον καὶ στρατιώτην ἄκρως ὑπέφαινον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων ἑβδομήκοντα στρατιωτῶν, ξίφει τελειωθέντων.
Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,
εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Οὐαλεντίωνος.
Ὁ Πασικράτης ἤρατο τμηθεὶς κρότος,
Οὐαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.
Οὗτοι ὑπῆρχον ἐκ Ῥοδοστόλου τῆς Μυσίας, ἐν λεγεῶνι τινὶ στρατευόμενοι, Αὐλοζάνου ἐπαρχοῦντος. Τὴν δὲ περὶ τὰ εἴδωλα πλάνην τῶν ἀνθρώπων βλέποντες καὶ πάντας ἐπεπτηχότας καὶ ὑποκρύπτοντας τοῖς τῶν κρατούντων θεσπίσμασι παῤῥησίᾳ χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν. Οὗς περιέχοντες οἱ τοῖς εἰδώλοις προσκείμενοι, ἄγουσι πρὸς τὸν ἡγεμόνα. Παρ’ οὗ θύσαι τοῖς εἰδώλοις καταναγκαζόμενοι τοῦτο μὲν οὐ κατεδέξαντο, ὁ δὲ ἅγιος μᾶλλον Πασικράτης ἀποδειχθέντος αὐτῷ τοῦ Ἀπόλλωνος, προσεγγίσας τοῦτον κατέπτυσε, προσειπών, ταύτην μᾶλλον προσήκειν αὐτῷ τὴν τιμήν. Προσδεθέντες οὖν ἀλύσεσι τίθενται ἐν φρουρᾷ, δῆλος δὲ ἦν ὁ ἅγιος Πασικράτης, ἐπαγαλλόμενος τῷ δεσμῷ, καὶ οἷον ὁρμίσκον χρυσοῦν περιφέρων τὴν ἅλυσιν, ὡς ὄργανον οὖσαν τῶν ὑπὲρ Χριστοῦ παθημάτων, δι’ ὧν σῳθήσεσθαι οἴετο. Αὖθις δὲ παραστάντων αὐτῶν τῷ ἡγεμόνι, προσῆλθε τῷ ἁγίῳ Πασικράτει Παππιανός, ὁ ἀδελφὸς αὐτοῦ κλαίων ἅμα καὶ συμβουλεύων ἐπιβαλεῖν λιβανωτὸν τῷ βωμῷ καὶ τῆς ἐπικειμένης ἀνάγκης ῥυσθῆναι τῷ κατ’ αὐτὸν ὑποδείγματι. Καὶ γὰρ ἔτυχεν αὐτὸς ὑπεροψίᾳ τῶν κρειττόνων, καὶ πόθῳ τῶν παρόντων δέει τῶν ἀλγεινῶν τῆς τοῦ Χριστοῦ πίστεως ἀποστάς. Ὁ Ἅγιος Πασικράτης ἀπώσατω αὐτόν, ἀνάξιον τῆς συγγενείας εἰπών, καὶ μηδὲ ἱκανόν, κρῖναι πρὸς συμβουλήν, τῆς τοῦ Χριστοῦ πίστεως ἀποστάντα. Ἐγγίσας δὲ τῷ βωμῷ προὔτεινε τὴν ἑαυτοῦ χεῖρα καὶ ἔσθε καὶ πρὸς τὸν ἄρχοντα ἔλεγεν: ὡς ἡ μὲν σάρξ, ἡ δημιουργηθεῖσα θνητή, εἴκει τῷ πυρί, καὶ ὡς ὁρᾷς καταπονεῖται καὶ καταῤῥεῖ, ἡ δὲ ψυχὴ ὡς ἄϋλος καὶ ἀθάνατός τις οὖσα καὶ μὴ πεφυκυῖα τοῖς ὁρωμένοις κάπτεσθαι πάθεσιν, ἀκλινὴς καὶ ἀνένδοτος ἔστηκεν, εἰς ζωὴν αἰώνιον συντηρουμένη. Ἐρωτηθέντος δὲ τοῦ Ἁγίου Οὐαλεντίωνος καὶ συμφρονεῖν τῷ Ἁγίῳ Πασικράτει εἰπόντος, τὴν διὰ ξίφους ἀπόφασιν δέχονται ἀμφότεροι, ἔνθα συμπροπέμψασθαί φασι τὴν μητέρα τὸν ἅγιον Πασικράτην, καταθαῤῥύνουσαν, καὶ ὑποσχεῖν τὸν αὐχένα τῷ ξίφει κελεύουσαν, ὁ μὲν ἅγιος Πασικράτης ἐτῶν δύω καὶ εἴκοσι, ὁ δὲ ἅγιος Οὐαλεντίων τριάκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσεβίου, Νέωνος, Λεοντίου, Λογγίνου, Χριστοφόρου, Δημητρίου, Δανάβου καὶ Νεστάβου.
Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,
τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις.
Μετὰ τὴν τελείωσιν τοῦ Ἁγίου Γεωργίου, προσέταξεν ὁ Διοκλητιανός, τοὺς πανταχοῦ εὑρισκομένους χριστιανούς, καὶ μάλιστα τοὺς διὰ τὸν Ἅγιον Γεώργιον ἀποκλεισθέντας εἰς φυλακήν, ἤ θύοντας τοῖς θεοῖς ἀπολύεσθαι καὶ διατρίβειν ἐν ζῶσιν ἤ μὴ τοῦτο ποιοῦντας ἰσχυρῶς βασανίζεσθαι καὶ τελευταῖον τῇ τοῦ θανάτου παραπέμπεσθαι ψήφῳ, ἐπεὶ δὲ καὶ οὗτοι οἱ ἅγιοι παρὰ τοῦ Γεωργίου διδαχθέντες καὶ πιστεύσαντες εἰς φυλακὴν ἐβλήθησαν καὶ παραστάντες τῷ τυράννῳ ἠναγκάζοντο ἀρνήσασθαι τὸν Χριστόν, καὶ θῦσαι τοῖς εἰδώλοις, ὡς οὖν οὐκ ἐπείσθησαν πρῶτον μὲν γυμνωθέντες, ἐτύφθησαν ἐκ τεσσάρων, ἔπειτα κρεμασθέντες ἐξέσθησαν ἕως αἱ σάρκες αὐτῶν ἐπὶ γῆν κατέπεσον, καὶ τὰ σπλάγχνα αὐτῶν ἔνδον ἐφάνησαν. Καὶ τέλος ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἀχιλλέως καὶ Εὐτεξίου.





Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας ἐνδόξου Μάρτυρος Πολυχρονίας, τῆς μητρὸς τοῦ Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.
Θήλεος φύσιν Πολυχρονία μῆτερ,
Γεωργίου θείου ἀνδρικῶς παρεῖδες.
Ἡ ἔνδοξος καὶ καλλίνικος ἀθληφόρος Πολυχρονία ἀνέτειλεν ὡς ἀστὴρ πίστεως, εὐτεκνίας καὶ εὐψυχίας ἐν Παλαιστίνῃ καὶ κατηύγασε τὸ νοητὸν τῆς Ἐκκλησίας στερέωμα ἀκτῖσιν ἄμφω τῶν αὐτῆς κατορθωμάτων ὡς καὶ τοῦ υἱοῦ αὐτῆς Μεγαλομάρτυρος Γεωργίου. Ἀκολουθοῦσα τῷ υἱῷ της ἐν τῶ σταδίῳ τῆς αὐτοῦ ἀθλήσεως, καὶ ἐνθαῤῥύνουσα αὐτὸν καλῶς τὸν ἀγῶνα τελέσαι, συνελήφθη καὶ ὡδηγήθη εἰς τὸν μαρτύριον. Εὐθαρσῶς ὁμολογήσασα τὸν Χριστόν, πρὸ βήματος δυσσεβοῦντων καὶ παριδοῦσα τὴν ἀσθένειαν τῆς φύσεως ἀνδρικῶς καθυπέμεινεν αἰκισμοὺς καὶ μάστιγας. Ποικιλοτρόπως ἐβασανίσθη καὶ ἀρνηθεῖσα θῦσαι τοῖς ἀψύχοις εἰδώλοις, ἐξέσθη, ἐπὶ ξύλου ἐκρεμάσθη, καὶ λαμπάδων φλογὶ κατεκαύθη. Πάντα ὑπομένουσα ὡσανεὶ ἄλλου πάσχοντος ἐπὶ τοῦ πυρός, παρέδωκεν τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δούκας ῥάπτης ὁ Μυτιληναῖος, ὁ μαρτυρήσας ἐν Πόλει ἐν ἔτει 1564, ζῶν ἀποδερματισθείς, τελειοῦται.
Δοῦκας ὁ ῥάπτης ἐκδαρεὶς δορὰν ὅλην,
ἔῤῥαψεν αὐτῷ ἱμάτιον φωσφόρον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐν Μαγνησίᾳ μαρτυρήσας ἐν ἔτει 1796, σφοδρῶς τυφθείς, τελειοῦται.
Ζητῶν ὁ Νικόλαος εὑρέσθαι γάμον,
ἄφθαρτον εὗρε διὰ πληγῶν ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Θαυμαστοῦ, καὶ Θωμᾶ τοῦ διὰ Χριστὸν σαλλοῦ, τῶν λαμψάντων ἐν τῷ 6ῳ αἰώνι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Σάββα τοῦ ἐν Σπηλαίῳ, καὶ Ἀλεξίου τῶν Ῥώσσων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων καὶ Ὁμολογητῶν· Ἰωσήφ, Ἠλιού, καὶ Σάββα τῶν Ῥουμάνων.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ΄. Ὁ Παῖδας.
Ὡς ὄρθρος, ἀληθῶς φαεινότατος, ἀνέτειλας Ὅσιε, πᾶσι τοῖς πρὸς σέ, ἐν ἀγαπήσει θεϊκῇ, ἀκλινῶς μετὰ πόθου προστρέχουσι, ἐκλάμπων αὐτοῖς τῶν χαρισμάτων, ἀκτῖσι παμμακάριστε.
Ναός, τοῦ Παρακλήτου ὑπέρφωτος, ἐγένου μακάριε, σὺ γὰρ ἐν ἀσκήσει, ἐναρέτῳ λογισμῷ, καὶ σεμνῇ πολιτείᾳ ἐδόξασας, τὸν πάντα δρακὶ περικρατοῦντα, καὶ τρέφοντα τὰ σύμπαντα.
Ταμεῖον, ἀρετῶν ἐχρημάτισας, ψαλτήριον εὔηχον, λύχνος ἀπαθείας, ἰαμάτων ποταμός, μοναζόντων θεμέλιον ἄῤῥηκτον, στηρίζον σαλευομένας καρδίας, ἰσχύϊ τῇ τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἰάτρευσον, ψυχῆς μου τὰ τραύματα, Μῆτερ ἀπειρόγαμε, πέλεις γὰρ ἀεί, χειραγωγία τοῖς πιστῶς, ἀληθῆ Θεοτόκον, φρονοῦσί Σε, φρουροῦσα διὰ παντὸς Σαῖς πρεσβείαις, τοὺς πόθῳ ἀνυμνοῦντάς Σε.

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Τάχυνον ἐπίσκεψαι ταύτην τὴν ποίμνην, ἧς ὤφθης ποιμενάρχης, καὶ κατ’ ἀξίαν δομήτωρ, περισκέπων ἀεί, ἐκ παντοίων πειρασμῶν καὶ θλίψεων, ἡμᾶς τοὺς συμφώνως, σὴν μνήμην ἐκτελοῦντας.
Ἄριστόν σε μέγα πλουτοῦντες προστάτην, δεόμεθα παμμάκαρ, τῆς σῆς σεπτῆς παρουσίας, μὴ στερήσῃς ἡμᾶς, συμπαθοῦς τε πρὸς Θεὸν ἱκεσίας σου· φυλάττων ἀπαύστως, τοὺς πίστει σε τιμῶντας.
Ποίησον μετόχους τῆς θείας σου δόξης, ἀφθάρτου Βασιλείας, καταξιῶν ἡμᾶς Πάτερ, τοὺς σεμνὴν βιοτήν, ἐπὶ γῆς ἐκλεξαμένους φυλάξασθαι· προστάτης γὰρ πέλεις, τοῖς ᾧδε ἀσκουμένοις.
Θεοτοκίον.
Ἔπαρον ἁγνὴ τὰς ἀχράντους Σου χεῖρας, ὑπὲρ ἡμαρτηκότων πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου, καὶ ἐλέους τυχεῖν, ἐν ἡμέρᾳ τῆς ἐτάσεως αἴτησαι· ὑπάρχεις γὰρ Μήτηρ, τῶν Σοὶ προσπεφευγότων.














ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Ἰάσεων ῥεῖθρα, Πάτερ πηγάζεις συμπαθῶς, καὶ χαρίτων πελάγη, σὺν τῷ θείῳ Μάρτυρι· καθαγιάζοντες πάντας πιστούς, τοὺς εἰς ὑμᾶς πᾶσαν τὴν ἐλπίδα, ἀναθεμένους μακάριοι.
Νικήσας γενναίως, τοῦ ἀρχεκάκου τὰς βουλάς, νῦν εὐφραίνῃ ἐν δήμοις τῶν δικαίων Ὅσιε· χαίρων αὐλίζῃ, Ἀγγέλων χοροῖς, πάντας ὁρῶν ὄμματι εὐσπλάγχνῳ, τοὺς μνήμην Σὴν ἑορτάζοντας.
Οἰκήτωρ ὡράθης, πρῶτος καὶ μέγιστος ὁμοῦ, τῆς Μονῆς Σου παμμάκαρ, Πατέρων ἀγλάϊσμα· ὅθεν αὐτὴν περισκέπεις ἀεί, ἀποσοβῶν ταῖς σαῖς ἱκεσίαις, τοῦ πολεμήτορος σκάνδαλα.
Σαλπίσατε ὄρη, ἐν τῇ τοῦ Ἄθωνος χαρᾷ, καὶ σκιρτήσατε πόθῳ, μοναστῶν ὁ σύλλογος, γλῶτταν τρανοῦντες εὐήχοις ᾠδαῖς, χαρμονικῶς νῦν ἀνευφημοῦντες, Ξενοφῶντα τὸν μέγιστον.
Θεοτοκίον.
Ἀπείρανδρε Μῆτερ, εὐλογημένη Μαριάμ, τοὺς τὸ Ὄρος οἰκοῦντας, τὸ Σον παναμώμητε, σκέπασον φρούρησον νῦν καὶ ἀεί, ὅπως καλῶς βιώσαντες πάντες, χαρᾶς ἀῤῥητου πλησθείημεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν ἄριστον διδάσκαλον, καὶ μέγιστον ἐν θαύμασιν, ἀνευφημήσωμεν πάντες, ὡς χαρισμάτων ταμεῖον, ἡμῶν δὲ περιτείχισμα, καὶ πύργος ἀσφαλέστατον, τοῦ Παρακλήτου ὄργανον, καὶ τῆς Μονῆς ταύτης πρέσβυν, πρὸς τὸν Θεὸν ἀεννάως.
Ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῦ Ξενοφῶντος ἅπασαν, ἡ χορεία σκιρτάτω, φαιδρῶς πανηγυρίζουσα ἑορτὴν λαμπροτάτην, τοῦ ἑαυτῆς ποιμενάρχου, τοῦ συστήσαντος ταύτην, καὶ συγκαλεῖται χαίρουσα, τοὺς τοῦ Ἄθω πατέρας, πανευλαβῶς, ᾄσαι τὰ παλαίσματα καὶ τοὺς πόνους, οὓς ὑπὲρ φύσιν ἤνυσε, ὡς Κυρίου θεράπων.
Καὶ τὸ τῆς Ἑορτῆς.













Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν ἐραστὴν τῆς Τριάδος Ὁσίων πρόκριτον, τῆς πανυμνήτου Κόρης, γνησιώτατον φίλον, τὸν λόγῳ τε καὶ πράξει θεοφιλεῖ, εὐαρέστως βιώσαντα, ἀνευφημήσωμεν λέγοντες ἐκ ψυχῆς· χαίροις Πάτερ ἁγιώτατε.

Δεῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, ἐν τῇ τοῦ Ἀθλοφόρου, ἱερᾷ πανδαισίᾳ, συμφώνως ἀνυμνοῦντες τὸν κραταιόν, τῆς Μονῆς ἀντιλήπτορα, καὶ ἀκαταίσχυντον πρέσβυν πρὸς τὸν Θεόν, Ξενοφῶντα τὸν πανθαύμαστον.

Ἀγάλλου σκίρτα καὶ χαῖρε Ὄρος τοῦ Ἄθωνος, ὅτι τῷ σῷ λειμῶνι, εὐωδέστατα κρίνα, ἐξήνθησαν ὁσίως καὶ θαυμαστῶς, τὸν δὲ Κτίστην κατηύφρανον, ἐξ ὧν ὁ θεῖος καὶ δίκαιος Ξενοφῶν, ὁ τῆς Μάνδρας ταύτης ἔφορος.

Τῇ ἀνεκφράστῳ καὶ θείᾳ μάκαρ λαμπρότητι, καὶ τῇ ἀκαταλήπτῳ, ἐντρυφῶν θεοπτίᾳ, ἡμῶν τῶν σὲ τιμώντων μνείαν ποιοῦ, ποιμενάρχα ἰσάγγελε, ὅπως ταῖς σαῖς ἱκεσίαις τῶν ἀγαθῶν, τῶν ἐκεῖσε ἀπολαύσωμεν.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια καὶ σκιρτήσωμεν εὐφραινόμενοι, ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ ποιμενάρχου ἡμῶν, μοναστῶν συστήματα συναθροίσθητε καὶ τὸν θεοφόρον αἰνέσωμεν συμφώνως, ὡς Χριστοῦ θεράποντα, τῆς Μονῆς ἡμῶν δομήτορα, καὶ τῆς ἄνω Βασιλείας οἰκήτορα. Ποιμένες ὁσιώτατοι, τὸν ἐν πολλῇ συνέσει σοφώτατον ποιμένα, συνελθόντες εὐφημήσωμεν· οἱ διψῶντες τὸν ποταμόν, οἱ ἀστατοῦντες τὴν βάσιν, οἱ ἐν πειρασμοῖς τὴν ἐλπίδα, οἱ πλανώμενοι τὴν ὁδόν, οἱ ἐκκλίνοντες τὸν ὀρθὰ φρονοῦντα, τὴν προστασίαν οἱ ἐν κινδύνοις, τὴν σωτηρίαν οἱ ἐν ἀνάγκαις. Ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ὕμνοις παναρμονίοις ἐγκωμιάζοντες οὕτως εἴπωμεν· πανόσιε διδάσκαλε, φρούρησον τῇ πρεσβείᾳ σου, τοὺς τῇ Μονῇ σου οἰκοῦντας καὶ σῶσον τὴν ποίμνην σου, ταῖς
ἱκεσίαις σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ Ἄθωνος Ὄρους ὁ λαμπρότατος οἰκιστής, Ξενοφῶν πατέρων, ὡράϊσμα καὶ κλέος, ἡμῶν δὲ προστασία, καὶ τεῖχος ἄῤῥηκτον.

ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ τῇ Μονῇ σου τῇ λαμπρᾷ προσπελάζοντες, καὶ τὴν πρεσβείαν σου τὴν θείαν αἰτούμενοι, θερμότατόν σε ἔγνωμεν παμμάκαρ Ξενοφῶν, πρέσβυν πρὸς τὸν Κύριον, ἀκαταίσχυντον ὄντα, ἅπαντα ἰώμενον, ψυχικὰ ἡμῶν πάθη· σὺ γὰρ Μονῆς σου μέγας ἀρωγός, πέφυκας Πάτερ, καὶ ἄσειστον ἔρεισμα.
Δόξα.
Παραμυθίαν καὶ ἀένναον χάριν, τοῖς παροικοῦσιν ἐν τῇ θείᾳ Μονῇ σου ἐξ οὐρανοῦ κατάπεμψον παμμάκαρ Ξενοφῶν, ὅπως ταῖς πρεσβείαις σου, ἁγιώτατε Πάτερ, πάντες ἀπολαύσωμεν, οὐρανῶν Βασιλείας, χαριστηρίοις ἵνα σε ᾠδαῖς, ὡς εὐεργέτην, ἡμῶν μεγαλύνωμεν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν δομήτορα τῆς Λαύρας ταύτης, μέλπω. Α.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Τῷ ἀνεσπέρῳ νῦν φωτὶ τοῦ Πνεύματος καταλαμπόμενος, καὶ τῇ ἀνεκφράσττῳ αἴγλῃ φαιδρυνόμενος, τὸν νοῦν ἡμῶν καταύγασον, παμμακάριστε Πάτερ, ὅπως ἀξίως ὑμνήσωμεν, τῶν σῶν χαρισμάτων τὸ πέλαγος.
Ὁ ἀσιγήτοις ὑμνῳδίαις πάντοτε δοξολογούμενος, ὑπὸ πιστῶν δ’ αἶνον, ὡς Θεὸς δεχόμενος, τῆς σῆς καρδίας Ὅσιε, θεασάμενος πόθον, στολήν σε θείαν ἐνέδυσεν, καὶ πηγὴν ἐλέους ἀνέδειξεν.
Νικητικῶς τοῦ δυσμενοῦς ἀλάστορος, καταστρεψάμενος, δεινὰς πανουργίας, ἐπὶ γῆς ἠρίστευσας, ὦ Ξενοφῶν μακάριε, καὶ νῦν μέμνησο Πάτερ, τῶν χαρμοσύνως τὴν μνήμην σου, πανηγυριζόντων θεσπέσιε.
Θεοτοκίον.
Δωρεοδότην ἐπὶ γῆς κυήσασα, τὸν τοῦ παντὸς Ποιητήν, ὡς ἀγαθὴ Μήτηρ, τῶν πιστῶν ἐπάκουσον, καὶ τὰς καρδίας πλήρωσον, θεϊκῆς εὐφροσύνης, ὅπως ἀπαύστως γεραίρομεν, Σοῦ τὴν ὑπερθαύμαστον σύλληψιν.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ πεδηθεὶς τοῖς νοεροῖς, δεσμοῖς τοῦ Πνεύματος Πάτερ, ὁ αἰχμάλωτος Χριστοῦ τῆς ἀγάπης, ἐλεύθέρωσον ἡμῶν, τὰς διανοίας Ὅσιε, τὰς δόλῳ κρατουμένας, ἐν ταῖς παγίσι τοῦ ὄφεως.
Μαράνας Πάτερ τὰς ὁρμάς, τὰς τῆς σαρκὸς ἐγκρατείᾳ, καὶ ἀσκήσει τὸν Θεὸν θεραπεύσας, καταλάμπρυνον ἡμῶν, τὸν λογισμὸν μακάριε, καθοδηγῶν πρὸς τρίβους, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως.
Ἀγαπημένος γεγονώς, Ἀθανασίῳ τῷ θείῳ, τῷ τῆς Λαύρας τῆς Μεγίστης Ὁσίῳ, ὡς αὐτὸς περικαλλῆ, Μονὴν ἰδίαν ἤγειρας, καὶ τῷ τροπαιοφόρῳ Μάρτυρι, ταύτην ἐδώρησας.
Θεοτοκίον.
Τίς διηγήσεται τῆς Σῆς, ἀνερμηνεύτου λοχείας, τὸ παράδοξον ἁγνὴ Θεομήτωρ; Τὸν Θεὸν γὰρ ἐν γαστρί, μητροπρεπῶς ἐχώρησας, καὶ τοῦτον ὥσπερ βρέφος, ταῖς Σαῖς ἀγκάλαις ἐβάστας.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες τῇ ἀντιλήψει σου καταφεύγομεν· μὴ οὖν ἡμᾶς ἀποῤῥίψῃς τῆς σῆς εὐνοίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Οἱ πόθῳ τῇ σῇ πρεσβείᾳ καταφεύγοντες, καὶ ἁμαρτιῶν τὴν ἄφεσιν αἰτούμενοι, Ξενοφῶν μακάριε, θυμηδίας ἐνθέου πληρούμεθα· ὀμοφρόνως οὖν πάντες σὲ γεραίρομεν, ὡς τῆς Μονῆς ἡμῶν Ὅσιον κτίτορα.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ὁ ταπεινός, ὁ πεπλησμένος χρηστότητος, ὁ τοῦ κόσμου τὰ τερπνὰ λιπόμενος, ὡς τοῦ Χριστοῦ γνήσιος φανείς, μαθητὴς ἐμπράκτως, ὁ εὐκλεὴς καὶ περίδοξος, τῆς Μάνδρας ταύτης φύλαξ, καὶ κλεινὸς ποδηγέτης, ἱεραῖς μελῳδίαις ὑμνείσθω μοι.
Ῥοῦς ποταμοῦ, τῶν χαρισμάτων ἡ ἄβυσσος, ποιμενάρχα, σὲ περιεκύκλωσε καὶ ἐνεπλήσθης ὑπερφυῶν, θείων δωρημάτων· τῆς δὲ γλυκείας μεθέξεως, τυχὼν τοῦ Παρακλήτου, ἀεννάως εὐφραίνεις, τὰς καρδίας τῶν πόθῳ τιμώντων σε.
Ἀπὸ παντός, πειρατηρίου διάσωσον, τοὺς τῇ σκέπῃ τῇ σῇ καταφεύγοντας, ὡς τῇ Τριάδι παρεστηκώς, καὶ ἀκαταπαύστως, ὑμνολογῶν τὴν Θεότητα, καὶ δίδου ἡμῖν πᾶσι, τὴν θερμὴν ἀρωγήν σου, τοῖς ἐκ πόθου ἀεὶ εὐφημοῦσί σε.
Θεοτοκίον.
Τῶν ἀρετῶν, τὸ χρυσαυγὲς ἐνδιαίτημα, τὴν Παρθένον, Κόρην ἀνυμνήσωμεν, σὺν τῷ κλεινῷ ταύτης ἐραστῇ, θείῳ Ξενοφῶντι, παναρμονίοις ἐν μέλεσι, δεόμενοι ἀτρώτους, πειρασμῶν φυλαχθῆναι, καὶ ῥυσθῆναι ἐκ πάσης κακώσεως.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἡδύφωνος σάλπιγξ, ἡ τὰς ἀκοὰς τῶν μοναστῶν εὐφραίνουσα, ἡ ταῖς μελῳδίαις, τὰς καρδίας ἡμῶν καταθέλγουσα, νῦν ἀνευφημήσθω, παναρμονίοις ὑμνῳδίαις, ὁ γλυκὺς ἐν ταῖς λόγοις καὶ πράξεσιν.
Σωφροσύνῃ τὸν βίον, διελθὼν μετὰ σαρκὸς ὡς ἄσαρκος, ὑπεράνω ὤφθης, γεηρῶν ἀπολαύσεων Ὅσιε· καὶ σὺν τοῖς συνάθλοις, αὐλίζῃ νῦν ἐν Παραδείσῳ, καρτερίας τὰ γέρα δεξάμενος.
Λαμπρυνθεὶς ἀποῤῥήτως, ταῖς φωτοχυσίαις παμμάκαρ τοῦ Πνεύματος, φωτίσας τε πάντας, τοὺς ἀσκήσει ὁμοῦ σοὶ βιώσαντας, λάμπρυνον ὦ Πάτερ, νῦν καὶ ἡμῶν τὰς διανοίας, τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.
Θεοτοκίον.
Ἀπειρόγαμε Μῆτερ, ἡ τῶν οὐρανῶν περικαλλὴς βασίλισσα, ἡ τὸν Σὸν ἱκέτην, Παραδείσου οἰκήτορα δείξασα, καὶ ἡμᾶς τοὺς πίστει, ἀσπαζομένους Σὴν εἰκόνα, χαρμονῆς αἰωνίου ἀξίωσον.









ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὑφάνας θεοπρεπῶς, σωτηριῶδες ἱμάτιον, χορείας ἀγγελικῆς, ἐγένου πρωτόθρονος, ἀνάγων εἰς κλίμακα, ἀρετῶν παμμάκαρ, τοὺς τὸν Κύριον ποθήσαντας.
Ῥυόμενος δυσχερῶν, πειρατηρίων καὶ θλίψεων, κινδύνων παντοδαπῶν, καὶ πάσης στενώσεως, μὴ παύσῃ μακάριε, τοὺς εὐσεβοφρόνως, ἐσαεὶ σὲ μακαρίζοντας.
Ἀνέτειλεν ἱεράν, καὶ φωτοφόρος πανήγυριν, ἡδύνουσα τοὺς πρὸς σέ, ἀεὶ καταφεύγοντας, πάντας δὲ πρὸς αἴνεσιν, θείαν συγκαλοῦσα, καὶ φωτὶ Θεοῦ αὐγάζουσα.
Θεοτοκίον.
Σωτῆρα ὑπερφυῶς, ἐκύησας Μητροπάρθενε, ᾧ ὁ σοφὸς Ξενοφῶν, ἀμέμπτως ἐδούλευσε· ὅθεν κατηξίωται, χαρμονῆς ἀῤῥήτου, ἧς καὶ τύχοιμεν πρεσβείαις Σου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες τῇ ἀντιλήψει σου καταφεύγομεν· μὴ οὖν ἡμᾶς ἀποῤῥίψῃς τῆς σῆς εὐνοίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτορα θερμὸν σὲ κεκτήμεθα, Ξενοφῶν τῶν μοναστῶν ἐγκαλλώπισμα, τῆς σῆς ποίμνης ἀπλανὲς πυξίον πρὸς Θεόν· διὸ ἴθυνον πρὸς τὰς ὁδοὺς τῆς ἐναρέτου βιοτῆς τοὺς πιστῶς σοι κραυγάζοντας· σύντριψον τὰς ἐνέδρας ἁπάσας τοὺ διαβόλου, χειραγωγῶν πρὸς Θεόν, τοὺς πιστῶς σὲ μακαρίζοντας.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἅπαντες κεκτήμεθα, σὲ βοηθὸν ἐν ἀνάγκαις, Ξενοφῶν πανθαύμαστε, τῶν Ὁσίων ἔξοχον ἐγκαλλώπισμα· τὴν γὰρ σὴν ἄμαχον καὶ θερμὴν πρεσβείαν, μυστικῶς ἐπικαλούμεθα, οἱ ἐν τῇ Μάνδρᾳ σου ταύτῃ τῇ λαμπρᾷ παροικήσαντες, σύντριψον τὰ βουλεύματα, πάντα τοῦ δεινοῦ πολεμήτορος, ὅπως εὐχαρίστως τιμῶμέ σε εὐφήμοις ἐν ᾠδαῖς, καὶ τὸν Σωτῆρα δοξάζομεν, τὸν σὲ θαυμαστώσαντα.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ταύτην τὴν ποίμνην σου ὦ Πάτερ, ἣν συνῆξας ἐν κόποις θεαρέστοις, περιφρούρει ἀεί, λιταῖς σου πρὸς τὸν Κτίστην, εὐλογητὸς εἶ κράζουσαν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἄγγελος ὤφθης ἐν τῷ κόσμῳ, καὶ βροτὸς συνομιλῶν τοῖς ἀσωμάτοις· ὅθεν Πάτερ κακοῖς, ἡμᾶς συναπαχθέντας, διάσωσον πρεσβείαις σου, ὡς θερμὸς ἡμῶν προστάτης.
Ὕδωρ δροσίζον διανοίας, ἐκτακείσας νοήμασι τοῦ πλάνου, καὶ ψυχῶν χορτασμός, ὑπάρχων θεοφόρε, τὸν λογισμὸν ἑδραίωσον, ἐπὶ πέτραν ἀσφαλείας.
Θεοτοκίον.
Τίς Μαριὰμ οὐ μὴ θαυμάσει, τὴν ἀπόῤῥητον καὶ ξένην Σου λοχείαν· Σὺ γὰρ ἔσχες γαστρί, τὸν Κύριον τῆς δόξης, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν συνέχοντα τὰ πάντα.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἡ ἁγία εἰκών σου θεοφόρε, ἀναβλύζει ἰάσεων πελάγη, τοῖς ἐν χαρᾷ καὶ πόθῳ ἀνακράζουσι· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σώματος νόσους θεραπεύεις, καὶ ἰᾶσαι βροτῶν, παθήματα ποικίλα, τῶν ἐκβοώντων πάντοτε πρὸς Κύριον· δόξα Σοι τῷ δόντι, μέγιστον προστάτην, τοῖς ᾧδε ἀσκουμένοις.
Μεῖνον θεόφρον μετὰ πάντων, τῶν φιλούντων σε καὶ σφόδρα ἀγαπώντων, καὶ κλονουμένων λογισμὸν στερέωσον, ὅπως εἰς αἰῶνας, σὲ μακαριοῦμεν, τὸν οὐρανοὺς οἰκοῦντας.
Θεοτοκίον.
Ἔλλαμψον Μῆτερ διανοίαις, τῶν ἐν τῷδε τῷ ὄρει ἀσκουμένων, τὸν φωτισμὸν τοῦ ἐπὶ Σοὶ σκηνώσαντος, ὅπως εἰς αἰῶνας, Σὲ δοξολογῶμεν, ὡς πάντων ὑπερτέρα.














ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Λαμπόμενος ταῖς θείαις μαρμαρυγαῖς, καὶ τρυφῆς τῆς ἀῤῥήτου πληρούμενος, ὡς συμπαθής, αὔγασον παμμάκαρ σαῖς ἀρεταῖς, τὴν ταπεινὴν καρδίαν μου, καὶ αἰωνιζούσης ῥῦσαι φλογός, καὶ θείας Βασιλείας, ἀξίωσον τοὺς πόθῳ, ἐπιτελοῦντας σὸν μνημόσυνον.
Παράλαβε παμμάκαρ τὸν Ἀθλητήν, τοῦ Χριστοῦ στεφανίτην τὸν μέγιστον, καὶ τῷ φρικτῷ, θρόνῳ τοῦ Δεσπότου ἱκετικῶς, τὰς χεῖρας ὑμῶν ἄραντες, λύσιν τῶν πταισμάτων καὶ ἱλασμόν, αἰτήσασθε δοθῆναι, ἡμῖν τοῖς προσιοῦσι, τῇ ἀρωγῇ τῆς προστασίας ὑμῶν.
Ὡραῖος ἐν Ὁσίοις ἀναφανείς, ἐν ἀσκήσει τε βίῳ ἀκτήμονι, καθοδηγῶν, πρὸς τὴν ἄνω πόλιν σοὺς μαθητάς, κατεύθυνον τοὺς πόθῳ σέ, νῦν ἀνευφημοῦντας πρὸς τὰς τερπνάς, ἀΰλους καταπαύσεις, ὅπως ὁμοῦ τῆς δόξης, τῆς τρισηλίου ἀπολαύσομεν.
Θεοτοκίον.
Ἀνάστα ἡ πλησίον μου ἐκλεκτή, τῇ ἐμῇ Ἀναστάσει εὐφράνθητι, Μῆτερ ἁγνή, κράζει ὁ Νυμφίος ὁ ἀναστάς, ἀπὸ τοῦ τάφου σήμερον, ὥσπερ ἑωσφόρος ἀειφανής, τῇ Νύμφῃ καὶ Παρθένῳ· δεῦρο συνευφρανθῶμεν, ἐν τῇ ὀσμῇ τῶν ἱματίων μου.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἄστρον ἀνατέταλκεν φαεινόν, ἐκ τῆς Καππαδόκων, ὁ πολύαθλος τοῦ Χριστοῦ, Μάρτυς καὶ φωτίζει, πιστῶν ἅπαν τὸ πλῆθος, Γεώργιος ὁ μέγας, ὃν νῦν γεραίρομεν.
Τὸν μέγαν ὁπλίτην καὶ Ἀθλητήν, τὸν στεφανηφόρον καὶ ἐν Μάρτυσι θαυμαστόν, τὸν λόγχῃ τρωθέντα, πλευρὰν ὡς ὁ Δεσπότης, Δημήτριον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ Ἄθωνος ὄρους, ὁ λαμπρότατος οἰκιστής, Ξενοφῶν πατέρων, ὡράϊσμα καὶ κλέος, ἡμῶν δὲ προστασία, καὶ τεῖχος ἄῤῥηκτον.
Μακαρίζομέν σε τὸν θαυμαστῶς, τὴν παροῦσαν Μάνδραν, συστησάμενον τὴν λαμπράν, Ξενοφῶν Πατέρων, τῶν πάλαι ἐκμαγεῖον, ἡμῶν δὲ σῶν προσφύγων, τὸ περιτείχισμα.
Πρᾶος καὶ χαρίεις καθηγητής, πέφυκας τοῖς πόθῳ, ἀσκουμένοις τῇ σῇ Μονῇ, καὶ νῦν τοὺς ζηλοῦντας, σὴν βιοτὴν ὁσίαν, ἀτρώτους διατήρει, τοῦ πολεμήτορος.
Φίλος τῆς Παρθένου σὺ γεγονώς, φίλους τοὺς σοὺς μάκαρ, τοὺς φιλοῦντας τὴν σὴν Μονήν, φίλους τῆς πανάγνου, ἀνάδειξον Ὁσίους, καὶ τούτους ἐν Μοναῖς σου, θείαις κατάταξον.
Ὥσπερ καλλιγράφος σὺ θαυμαστός, χορήγει τὴν ῥώμην, τοῖς ὁσίοις σου φοιτηταῖς, τοῖς ἀνιστοροῦσι, τὸν πάνσεπτον ναόν σου, ὃν τῷ Τροπαιοφόρῳ, σὺ καθιέρωσας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπε διαφύλαττε ἀεί, τοὺς ὑπὸ τὴν σὴν προστασίαν, ἐν πίστει σπεύδοντας· δώρησαι τῇ ποίμνῃ σου σὴν πατρικὴν ἀρωγήν, χαρμονὴν ἐν ταῖς θλίψεσι, παράσχου τοῖς πόθῳ ἐπικαλουμένους σου τὸ θεῖον ὄνομα, Πάτερ Ξενοφῶν, σὺ γὰρ πέλεις τῆς λαμπρᾶς Μονῆς σου δομήτωρ, καὶ τῶν Μοναζόντων καταφύγιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου