ΑΠΡΙΛΙΟΣ ΙΒ΄!!
ΑΡΤΕΜΩΝ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ
δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς Ἑορτῆς, καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Τοῖς
ἀσωμάτοις συνήφθης ἐπὶ τῆς γῆς κατοικῶν, καὶ σὺν αὐτοῖς ἀπαύστως, λειτουργεῖς
τῇ Τριάδι, Ἀρτέμων θεομάκαρ ὅθεν ἀεί, ὡς οὐράνιος ἄνθρωπος, περιπολεύων τὰ ἄνω
μυσταγωγεῖς, τοὺς ἐν γῇ θεῖα τεράστια.
Τῇ
θεϊκῇ λαμπηδόνι καταυγαζόμενος, διὰ πολλῶν βασάνων, δαπανῶν σοὺ τὸ σῶμα, πρὸς
ἄϋλον μετέστης Πάτερ αὐτήν, ἐν ᾗ λύσον πρεσβείαις σου, τὴν τῶν παθῶν ἀχλυώδη
νύκτα σοφέ, καταυγάζων τὰς ψυχὰς ἡμῶν.
Τοὺς
τὴν σὴν μνήμην τελοῦντας Ἱερομάρτυς πιστῶς, καὶ τοὺς πολλοὺς ἀγῶνας, τῆς σεπτῆς
μαρτυρίας, ὑμνοῦντάς σου μὴ παύσῃ πρεσβεύων ἀεί, ἐκ κινδύνων καὶ θλίψεων, καὶ
τῆς μελλούσης ῥυσθῆναι τούτους φθορᾶς, Ἀρτέμων Μάρτυς καὶ θεοκῆρυξ σοφέ.
Δόξα... Καὶ νῦν...
Ἁγιωτέρα ἁγίων πασῶν Δυνάμεων,
τιμιωτέρα πάσης κτίσεως Θεοτόκε, Δέσποινα τοῦ κόσμου, σῶσον ἡμᾶς, τὸν Σωτῆρα κυήσασα,
ἀπὸ πταισμάτων μυρίων, ὡς ἀγαθή, καὶ κινδύνων ταῖς πρεσβείαις σου
Ἢ
Σταυροθεοτοκίον.
Ἐν
τῷ Σταυρῷ παρεστῶσα τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου
ἀποσκοποῦσα, ἔλεγες θρηνοῦσα Μῆτερ ἁγνή· οἴμοι τέκνον γλυκύτατον, τί ταῦτα
πάσχεις ἀδίκως Λόγε Θεοῦ, ἵνα σώσῃς τὸ ἀνθρώπινον;
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς, ἐκτὸς τῶν Θεοτοκίων, κατ’
ἀλφάβητον.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνοίγων τῆς γνώσεως
θησαυρούς, ὁ πάροχος ταύτης, τὴν χάριν νέμει δαψιλῶς, τῶν λόγων τοῖς πίστει
εὐφημοῦσι, τὸν Ἀθλητὴν Αὐτοῦ Ἀρτέμονα.
Βέλει γλυκυτάτῳ τῆς τοῦ
Χριστοῦ, ἀγάπης τρωθέντα, ἐκ νεότητός σου σοφέ, σώματος προσπάθειαν Ἀρτέμων, τῆς τούτου σχέσεως οὐκ ἔτεμεν.
Γραφῆς διακῦψας ἐπιμελῶς,
τῆς θείας εἰς βάθος, Ἀρτέμων εἵλκυσας σοφῶς,
γνώσεως τῆς κρείττονος τὸν πλοῦτον, δι’ οὗ πιστοὺς πάντας ἐπλούτισας.
Θεοτοκίον.
Γηγενεῖς
τῷ τόκῳ Σου ἀπὸ γῆς, πρὸς ὕψος οὐράνιον ἀνήχθημεν ἀληθῶς, ἁγνὴ Θεοτόκε καὶ
Ἀγγέλων, χοροστασίαις ἠριθμήθημεν.
ᾨδὴ
γ΄. Σὺ εἶ τὸ στερέωμα.
Δύναμιν τοῦ Πνεύματος,
περιβαλλόμενος ἔτρεψας, παρεμβολάς, τὰς κατὰ τοῦ Κτίστου, Ἀρτέμων γενναιότατε.
Ἔσβεσας τὴν κάμινον, τῆς
ἀθεότητος Ὅσιε, ἀθλητικῶν αἱμάτων σου ὄμβροις, Ἀρτέμων
παναοίδιμε.
Ζέων θείῳ ἔρωτι καὶ
πυρπολούμενος Ὅσιε, τῇ τοῦ Χριστοῦ, ἐνθέῳ ἀγάπῃ, ὑπὲρ ταύτης ἐνήθλησας.
Θεοτοκίον.
Ἔλυσεν
ὁ τόκος Σου, ἁμαρτιῶν ἡμῶν ἄχραντε, τὰς ἐνοχὰς καὶ δικαιοσύνην, πάντας πιστοὺς
συνέδησον.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ
Παύλου γενόμενος ὁπαδὸς ἔνδοξε, πρὸς τοῦτον κεκλήρωσαι τῶν πλανομένων φωστήρ,
ἱεραρχίας τὸ ἔνδυμα· ὅθεν καὶ τῶν εἰδώλων, ἀπελέγξας τὴν πλάνην, ἔλαμψας τοῖς
ἀνθρώποις, φωτισμὸν σωτηρίας, διό σου τὴν πανίερον μνήμην γεραίρομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν
δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε
σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει
καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.
Ἢ
Σταυροθεοτοκίον.
Σταυρῷ
Σε ὑψούμενον ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ Σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα
ἐφθέγγετο, τί τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα, πῶς ἡ ζωὴ τῶν ὅλων,
ὁμιλεῖς τῷ θανάτῳ, ζωῶσαι τοὺς τεθνεώτας θέλων ὡς εὔσπλαγχνος.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἡ θυσία σου ἔνδοξε, εἰς
θυσιαστήριον ἐπουράνιον, ἀνηνέχθη καὶ εὐπρόσδεκτος, τῷ Δεσπότῃ πάντων ἐχρημάτισεν.
Θεωρίαν εἰς κρείττονα,
ἐπαρθεὶς τὰ φρένα Ἀρτέμων Ὅσιε, ἐμυήθης τὰ
μυστήρια, τοῦ Χριστοῦ ὑπὲρ Οὗ καὶ ἐνήθλησας.
Ἰδρυθεὶς ἐπὶ ἄσειστον,
πέτραν τῆς Κτίστου ἀγάπης Ὅσιε, προσβολαῖς καὶ τρικυμίαις ἐχθρῶν, οὐκ ἐσείσθης
ὅλως τὴν διάνοιαν.
Θεοτοκίον.
Ὡς
ἀκένωτον Δέσποινα, Σὲ τῶν χαρισμάτων ταμεῖον ἔχοντες, τὰς ἀφθόνους δωρεὰς παρὰ
Σοῦ, τῶν θαυμάτων πάντες ποριζόμεθα.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Κύμασι σοφέ, ἀθεΐας
ἐπετίμησας, καὶ διέσωσας λαὸν ἀπειθῆ, καθοδηγήσας εἰς λιμένας τοὺς τῆς πίστεως.
Λύχνος διαυγής, ἐν νυκτὶ
τῆς πλάνης Ὅσιε, ἀποῤῥήτων μυστηρίων σαυτόν, προσῆξας τούτῳ, δεκτὸν θῦμα δι’
ἀσκήσεως.
Μύστης τῶν Χριστοῦ, γεγονῶς
Ἀρτέμων Ὅσιε, ἀναλάμψας ἀρετῶν τῷ φωτί,
θεογνωσίας εἰς τὸ φῶς ἀνθρώπους ἴθυνας.
Θεοτοκίον.
Ῥύπου
με παθῶν, μολυσμῶν ἀποκαθάρασα, τὴν ψυχήν μου Θεονύμφευτε, ταῖς Σαῖς πρεσβείαις
τῷ Θεῷ ἁγνὴ παράστησον.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτῆρ.
Νομίμως ὑπὲρ Χριστοῦ, ἀθλῶν
Ἀρτέμων διήλεγξας, παρανομούντων ἐχθρῶν,
δυσσεβῆ θεσπίσματα, διὸ ἐννομώτατος, Μάρτυς ἀνεδείχθης, θείαις νίκαις
στεφανούμενος.
Ξηράνας τοὺς θολερούς,
χειμάῤῥους τῆς ἀθεότητος, τῶν λόγων σου τῷ πυρί, διαυγεῖς ἀνέβλυσας, ποταμοὺς
τῆς πίστεως, καὶ θεογνωσίας τοῖς πιστοῖς Ἀρτέμων
Ὅσιε.
Ὁπλίσας τὸν λογισμόν, κατὰ
τῆς πλάνης τοῦ ὄφεως, γενναίᾳ τῇ συμπλοκῇ, Ἀρτέμων
κατέβαλες, καὶ νεκρὸν ἀπέδειξας, καὶ παρὰ Κυρίου τὸ τῆς νίκης στέφος εἴληφας.
Θεοτοκίον.
Γεγόναμεν
οἱ θνητοί, ἀθάνατοι θείᾳ χάριτι, τῷ τόκῳ Σου καὶ φθορᾶς, τῆς πρώην ἐῤῥύσθημεν,
Θεοτόκε ἄχραντε, καὶ τῆς ἀφθαρσίας τῇ στολῇ κατεκοσμήθημεν.
Συναξάριον.
Τῇ
ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Ἱερομάρτυς Ἀρτέμων ξίφει τελειοῦται
Εὗρε
στεφάνους ἀρτίτμητος Ἀρτέμων
Πρέποντας αὐτοῦ τῇ τετμημένῃ κάρᾳ.
Πρέποντας αὐτοῦ τῇ τετμημένῃ κάρᾳ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου
καὶ Ὁμολογητοῦ Βασιλείου ἐπισκόπου Παρίου
Χαίρων
τελεύτα, Βασίλειε τρισμάκαρ.
Ἐκεῖ γὰρ ἥξεις, οὗ χαρᾶς πλησθῇς ὅσης.
Ἐκεῖ γὰρ ἥξεις, οὗ χαρᾶς πλησθῇς ὅσης.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Ἀνθούσης, θυγατρὸς τοῦ βασιλέως Κωνσταντίνου τοῦ
Κοπρώνυμου
Ῥίζης
δυσώδους καρπὸς εὐώδης μάλα,
Ἀνθοῦσα σεμνὴ γῆς ἀπανθεῖ καὶ βίου.
Ἀνθοῦσα σεμνὴ γῆς ἀπανθεῖ καὶ βίου.
Τῇ
αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Δήμης καὶ Πρωτίων, ξίφει
τελειοῦνται
Πρῶτος
κεφαλὴν Πρωτίων ἀφῃρέθη,
Μεθ' οὗ κάραν προὔτεινε Δήμης δημίῳ.
Μεθ' οὗ κάραν προὔτεινε Δήμης δημίῳ.
Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι
Τρεῖς Ἀββάδες καὶ Ὁσιομάρτυρες Μηνᾶς, Δαβὶδ καὶ Ἰωάννης, τοξευόμενοι τελειοῦνται.
Δούλους
Θεοῦ τρεῖς Ἀββάδας παθοκτόνους
Τοξεύμασι κτείνουσιν ἀνθρωποκτόνοι.
Τοξεύμασι κτείνουσιν ἀνθρωποκτόνοι.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Παύλου Πλουσιάδος
Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος
Ἀκάκιος ὁ Νέος, ὁ ἐν τῇ κατὰ τὸ Ἅγιον Ὄρος Σκήτει τοῦ Καυσοκαλυβίου ασκήσας, ἐν
ἔτει 1730 (ᾳψλ΄) ἐν εἰρήνῃ τελειοῦται.
Eι
και νέος συ Aκάκιε τοις χρόνοις,
Aλλ’ ουν παλαιούς υπερήρας τοις πόνοις.
Aλλ’ ουν παλαιούς υπερήρας τοις πόνοις.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Σεργίου Β΄, Πατριάρχου Κωνσταντινουπόλεως
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου τῆς Κύπρου
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Σάββα τοῦ ἐν Μπουζάου Ρουμανίας μαρτυρήσαντος ἐν ἔτει 372.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Δαμιανοῦ
ἐπισκόπου Παβίας Λομβαρδίας τῆς Ἰταλίας
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Βασιλείου ἐπισκόπου Ῥιαζὰν καὶ Μούρωμ τῆς Ῥωσσίας
Τῇ
αὐτῇ ἡμέρα, ἡ Σύναξις
τῆς Εἰκόνος τῆς Παναγίας τοῦ Μούρωμ Ῥωσίας
Τῇ
αὐτῇ ἡμέρα, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τοῦ Μπελινίτς Ῥωσίας
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεος, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πυρπολούμενος θείᾳ τοῦ
Δεσπότου ἀγάπῃ Μάρτυς ἀοίδιμε, ἀγώνων εἰς τὸ σκάμμα, συντόνῳ προαιρέσει,
εἰσέδραμες καὶ ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥώμην τοῦ παντεπόπτου
ἐνδυσάμενος Μάρτυς ὡς οἱ Ἀπόστολοι, τῆς πλάνης παρατάξεις, γενναία ἐτροπώσω καὶ ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Σωφροσύνῃ τὸν βίον
ἐκκαθάρας καὶ ἔργοις τῆς καθαρότητος, ἁγνῶς Θεοῦ Ἀρτέμων,
ἱερούργησας ψάλλων σὺ χαριστήρια· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἵνα
πάντας ἑλκύσῃ πρὸς οὐράνιον δόξαν ὁ Ποιητὴς τοῦ παντός, ἐκ Σοῦ Θεογεννῆτορ,
εὐδοκῆσαι τεχθῆναι καὶ ἡμῖν ὡς φιλάνθρωπος, καὶ εὐεργέτης Θεός, σαρκὶ συναυλισθῆναι.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Τὸν Βασιλέα, τῶν οὐρανῶν ὡς
προκρίνας, καταξίου πάντας τῶν γηΐνων, τούτῳ εἰς αἰῶνας, Ἀρτέμων συναγάλλη.
Ὑπεραρθέντα, σὲ τῇ ψυχῇ
πρὸς τὸν Κτίστην, προσβολαὶ τυράννων Ἀθλοφόρε, οὐδόλως τῆς τούτου, καθείλκυσε
ἀγάπης.
Φωτὸς τοῦ θείου, ταῖς
ἀστραπαῖς Ἀθλοφόρε, λαμπρυνθεὶς εἰσέδυς ἐν ἀδύτοις, θῦμα μυστηρίων, ὡς μύστης
ἀποῤῥήτων.
Θεοτοκίον.
Ὁ
τὴν ἀνθρώπων, φύσιν λαβὼν Θεοτόκε, ἐκ Σοῦ ὑπὲρ ἔννοιαν καὶ λόγον, υἱοὺς τῶν
ἀνθρώπων, εἰργάσατο οἰκείους.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Χειμῶνα
ἀθεΐας, Μάρτυς διαδράσας, εἰς εὐσεβείας τὸ ἔαρ κατήντησας, καὶ τοῦ ἡλίου τῆς
δόξης λαμπρῶς ἠξίωσαι.
Ψυχῆς
τοῖς νοουμένοις, ὄμμασι προβλέπων, ἐκ δεξιῶν ἐστῶτα τὸν Κύριον, οὐκ ἐσαλεύθης
βασάνων Ἄρτέμων κύμασιν.
Ὡς
θείας καὶ ἀφάτου, δόξης Ἀθλοφόρε, ἀξιωθεὶς συναθληταῖς καὶ μύσταις Χριστοῦ,
ὑπὲρ ἡμῶν ἐκδυσώπει τοῦτον ὡς εὔσπλαγχνον.
Θεοτοκίον.
Ὑψόθεν
Θεοτόκε, τῆς Σῆς εὐσπλαγχνίας, τὴν ἡμετέραν πτωχείαν ἐπίσκεψαι, καὶ ἐκ φθορᾶς
καὶ κινδύνων ἡμᾶς ἐκλύτρωσαι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου